PG 40:76Read from the pageΞΘʹ. Ὁ ποιμαίνων ἐν τοῖς κρίνοις.
LXIX. He Who feeds among the lilies.
Ὅπερ ἐστὶν, τοῖς εὐσεβέσι τῆς δικαιοσύνης λόγοις.
That is, in the pious words of righteousness.
Οʹ. Στ. ιζʹ. Ἕως οὗ διαπνευσῃ ἡ ἡμέρα, καὶ κινηθῶσιν αἱ σκιαί.
LXX. Verse 17. Until the day breathe, and the shadows be moved.
Τουτέστιν ἡ τῆς κρίσεως, ἐν ᾗ ὁ καλος Ποιμὴν λέγει· « Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου, » καὶ τὰ ἑξῆς. « Ἕως οὗ ἡ ἡμέρα διαπνεύσῃ, καὶ κινηθῶσιν αἱ σκιαί. » Ὅταν γὰρ ἐκείνη ἡ ἡμέρα διαπνεύσει τῆς κρίσεως, τότε κινηθήσονται αἱ σκιαὶ, τουτέστιν, αἱ τοῦ αἰῶνος τούτου πραγματεῖαι καὶ φροντίδες, τὰς ἀδίκους ἀποβάλλουσι πράξεις.
That is, the [day] of judgement, in which the good Shepherd says: Come, you blessed of My Father, inherit the kingdom prepared for you from the foundation of the world, and what follows. Until the day breathe, and the shadows be moved. For when that day of judgement shall breathe, then the shadows shall be moved, that is, the pursuits and cares of this age cast off their unjust deeds.
ΟΑʹ. Ἀπόστρεψον, ὁμοιώθητι σὺ, ἀδελφιδέ μου, τῷ δόρκωνι ἢ νεβρῷ ἐλάφων ἐπὶ τὰ ὄρη κοιλωμάτων.
LXXI. Turn back, liken yourself, my kinsman, to the gazelle or the fawn of stags upon the mountains of hollows.
Ἀπόστρεψον ἐμοὶ, λέγει, ἀπὸ τῆς Ἰουδαίων Συναγωγῆς ἐπὶ τὰ ἔθνη· ἐπειδήπερ ἐκεῖνοι οὐ παραδέχονται τὸ κήρυγμα τῆς σωτηρίου διδασκαλίας. Ἀπόστρεψον ἐπὶ τὰ ἔθνη, ὁμοιούμενος τῷ δόρκωνι ἢ νεβρῷ τῶν ἐλάφων τῇ ὀξύτητι καὶ τῷ τῆς πίστεως δρόμῳ, ἐπὶ πάντα τὰ πέρατα τῆς οἰκουμένης διατρέχων ἐν ὡραίοις ποσὶ τῶν ἀποστόλων, περὶ ὧν ὁ Κύριος εἴρηκεν ἐν τῇ Γραφῇ· « Ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων τὰ ἀγαθά. » — « Ἐπὶ τὰ ὄρη κοιλωμάτων, » αἳ τῶν δικαίων εἰσὶ ψυχαί· ὄρη μὲν διὰ τὸ ὑπερέχειν τῇ τῆς δικαιοσύνης ἀρετῇ· « κοιλώματα » δὲ διὰ τὸ κοιλωμάτων δίκην δέχεσθαι καὶ κατέχειν τὸ τῆς πίστεως κήρυγμα.
Turn back to Me, He says, from the Synagogue of the Jews unto the nations; inasmuch as those men do not receive the proclamation of the saving teaching. Turn back unto the nations, likened to the gazelle or the fawn of stags in swiftness and in the course of faith, running throughout all the ends of the inhabited world upon the beautiful feet of the apostles, concerning whom the Lord has spoken in Scripture: How beautiful are the feet of those who preach good tidings! — Upon the mountains of hollows, which are the souls of the righteous: mountains because they excel in the virtue of righteousness; and hollows because after the manner of hollows they receive and hold fast the proclamation of the faith.
ΟΒʹ. Στ. αʹ. Ἐπὶ κοίτην μου ἐν νυξὶν ἐζήτησα ὃν ἠγάπησεν ἡ ψυχή μου· ἐζήτησα αὐτὸν, καὶ οὐχ εὗρον αὐτόν· ἐκάλεσα αὐτὸν, καὶ οὐχ ὑπήκουσέ μου.
LXXII. Verse 1. Upon my bed in the nights I sought Him Whom my soul loved; I sought Him, and found Him not; I called Him, and He hearkened not unto me.
Ὅταν γὰρ ταῖς ἁμαρτίαις βεβαρυμένοι καθεύδωμεν ἐν νυξὶν (ὅπερ ἐστὶν ἐν τοῖς μιαροῖς τῶν σκοτεινῶν ἡδονῶν καὶ ἀθεμίτων ἁμαρτημάτων ἀναστρεφόμενοι, Χριστιανίζειν δῆθεν νομίζομεν), τὸ τηνικαῦτα « ἐν νυξὶ » ζητούμενοι δῆθεν ἀπάγωμεν. Αὐτὸς γὰρ εἴρηκε· « Ζητήσατε τὸν Θεὸν, καὶ ἐν τῷ εὑρίσκειν ἐπικαλέσασθε. Ἡνίκα δ' ἂν ἐγγίζῃ ἡμῖν, ἀπολειπέτω ὁ ἀσεβὴς τὰς ὁδοὺς αὐτοῦ, καὶ ἀνὴρ ἄνομος τὰς βουλὰς αὐτοῦ· καὶ ἐπιστραφήτω πρὸς Κύριον, καὶ ἐλεηθήσεται. » Ἐὰν οὕτως ζητήσωμεν αὐτὸν, τότε ἡμῶν ἐπακούσει· ἐὰν δὲ ἐπὶ κοίτην τῶν ἁμαρτημάτων ὄντες, καὶ ἐν νυκτὶ σκοτιζόμενοι ἀπὸ τῶν ἁμαρτιῶν ζητοῦμεν αὐτὸν, οὐχ εὑρίσκομεν· οὐδ', ἂν οὕτως καλοῦμεν αὐτὸν, ἐπακούει. Διὸ λέγει· « Μὴ οὐκ ἰσχύει ἡ χεὶρ Κυρίου τοῦ σῶσαι; ἢ οὐκ ἰσχύει τοῦ ἐξελέσθαι; Ἀλλὰ τὰ ἁμαρτή-
For when weighed down by sins we sleep in the nights (that is, while conducting ourselves in the defilements of dark pleasures and unlawful transgressions, we suppose forsooth that we practise Christianity), then being sought "in the nights" forsooth we are led away. For He Himself has said: Seek God, and upon finding Him call upon Him. Whenever He draws near to us, let the ungodly forsake his ways, and the lawless man his counsels; and let him return unto the Lord, and he shall obtain mercy. If we seek Him thus, then He will hearken to us; whereas if, while remaining upon the bed of transgressions and darkened in night by our sins, we seek Him, we do not find Him; nor, if we call upon Him thus, does He hearken. Wherefore it says: Is not the hand of the Lord strong to save? Or is it not strong to deliver? Rather, your sins
Notes, col. 76
On the reading
Printed διαπνευσῃ, for διαπνεύσῃ.
Printed καλος, for καλὸς.
PG 40:77Read from the pageματα ὑμῶν διιστῶσιν ἀναμέσον ὑμῶν καὶ αὐεοῦ. » Διὰ τοῦτο, « ἐζήτησα αὐτὸν, καὶ οὐχ εὗρον. »
separate between you and Him. Therefore, I sought Him, and found Him not.
ΟΓʹ. Στ. βʹ. Ἀναστησομαι δὴ καὶ κυκλώσω ἐν τῇ πόλει, ἐν ταῖς ἀγοραῖς καὶ ἐν ταῖς πλατείαις, καὶ ζητήσω ὃν ἠγάπησεν ἡ ψυχή μου· ἐζήτησα αὐτὸν, καὶ οὐχ εὗρον αὐτόν.
LXXIII. Verse 2. I will rise now and go about in the city, in the market-places and in the broad ways, and I will seek Him Whom my soul loved; I sought Him, and found Him not.
Οὐδὲ νῦν λέγει εὑρηκέναι αὐτόν· καὶ ἀναστησομένη, ὡς εἰπεῖν, καὶ δι' εὐχῆς πρὸς αὐτὸν πορευθεῖσα. Καὶ διὰ τί πάλιν οὐχ εὗρεν αὐτὸν, τὴν αἰτίαν ἐν αὐτοῖς μηνύει τοῖς γράμμασιν, « Ἀναστήσομαι, » λέγουσα, « καὶ κυκλώσω ἐν τῇ πόλει, ἐν ταῖς ἀγοραῖς καὶ ἐν ταῖς πλατείαις· » ὅπερ ἐστὶν, ἐν ταῖς τοῦ βίου πραγματείαις, καὶ ἐν πλατείᾳ ἀπαγούσῃ εἰς τὴν ἀπώλειαν. Διό φησι μὴ εὑρηκέναι αὐτόν. « Στενὴ γὰρ ἡ πύλη, καὶ τεθλιμμένη ἡ ὁδὸς, ἡ ἀπάγουσα εἰς τὴν ζωήν. »
Not even now does she say that she has found Him, even though about to rise up, so to speak, and having gone towards Him through prayer. And why again she did not find Him, she indicates the cause in the very words themselves, saying, I will rise, and go about in the city, in the market-places and in the broad ways; that is, in the pursuits of life, and in the broad way leading away to destruction. Wherefore she says that she has not found Him: For narrow is the gate, and straitened the way, that leads unto life.
ΟΔʹ. Στ. γʹ. Εὕροσάν με οἱ τηροῦντες, οἱ κυκλοῦντες ἐν τῇ πόλει· Μὴ ὃν ἠγάπησεν ἡ ψυχή μου, ἴδετε;
LXXIV. Verse 3. The watchmen who go about in the city found me: Have you seen Him Whom my soul loved?
Τηροῦντας καὶ κυκλοῦντας ἐν τῇ πόλει τοὺς δικαίους λέγει, τοὺς τηροῦντας τὴν ἐντολήν· τοὺς κυκλοῦντας ἐν τῇ Ἐκκλησίᾳ, τοὺς ἁγίους προφήτας καὶ ἀποστόλους. Οἷον φέρε εἰπεῖν, ὁπόταν ἁμαρτωλὸς διαλέγοιτο πρὸς δίκαιον, καὶ λέγει αὐτῷ· Διὰ τί οὐκ εἰσακούει μου ὁ Δεσπότης, καὶ ὀρθρίζω εἰς τὴν ἐκκλησίαν, καὶ πένητας ἐλεῶ; Κἄν τε μικρὸν ἀγαθὸν ποιήσῃ, ἐκεῖνο βλέπει, καὶ τὸ πλῆθος τῶν ἁμαρτημάτων οὐ προσποιεῖται βλέπειν. Διό φησιν Ἠσαΐας· « Μὴ οὐκ ἰσχύει ἡ χεὶρ Κυρίου τοῦ σῶσαι; ἢ οὐκ ἰσχύει τοῦ ἐξελέσθαι; Ἀλλὰ τὰ ἁμαρτήματα ὑμῶν διιστῶσιν ἀναμέσον ὑμῶν καὶ τοῦ Κυρίου. » Εἶτα ἐπιφέρει ἡ νύμφη καὶ λέγει·
Watchmen and those who go about in the city he calls the righteous, those who keep the commandment; and those who go about in the Church, the holy prophets and apostles. As, for instance, whenever a sinner converses with a righteous man and says to him: Why does the Master not hearken unto me, seeing that I rise early for the church and show mercy to the poor? Even if he does some small good thing, he looks at that, and pretends not to see the multitude of his transgressions. Wherefore Isaiah says: Is not the hand of the Lord strong to save? Or is it not strong to deliver? Rather, your sins separate between you and the Lord. Then the bride continues and says:
ΟΕʹ. Στ. δʹ. Ὡς μικρὸν ὅτε παρῆλθον ἀπ' αὐτῶν, ἕως οὗ εὗρον ὃν ἠγάπησεν ἡ ψυχή μου.
LXXV. Verse 4. It was scarcely a little after I passed from them, until I found Him Whom my soul loved.
Ὁπόταν γὰρ ἀπὸ τῶν ἁμαρτημάτων παρέλθωμεν, τότε εὑρίσκομεν ὃν ἠγάπησεν ἡ ψυχὴ ἡμῶν, κατὰ τὸν λέγοντα· « Ἐπίστρεφε, ἐπίστρεφε πρὸς Κύριον· ἀπόλειπε τὰς ἁμαρτίας, καὶ σφόδρα μίσησον βδέλυγμα· » καὶ πάλιν· « Ἡνίκα δ' ἂν ἐγγίζῃ ὑμῖν, ἀπολειπέτω ὁ ἀσεβὴς τὰς ὁδοὺς αὐτοῦ. » Διὰ τοῦτο· « Ὡς μικρὸν ὅτε παρῆλθον ἀπ' αὐτῶν, ἕως οὗ εὗρον ὃν ἠγάπησεν ἡ ψυχή μου. »
For whenever we pass away from our transgressions, then we find Him Whom our soul loved, according to him who says: Return, return unto the Lord; forsake your sins, and vehemently hate abomination; and again: Whenever He draws near to you, let the ungodly forsake his ways. Therefore: It was scarcely a little after I passed from them, until I found Him Whom my soul loved.
ΟϚʹ. Ἐκράτησα αὐτὸν, καὶ οὐκ ἀφήσω αὐτόν.
LXXVI. I held Him, and I will not let Him go.
Πῶς κρατεῖ αὐτὸν ἡ τῶν πίστων ψυχή; Ἐν τῷ τὰ εὐάρεστα αὐτῷ ποιεῖν. Ἀρεσκόμενος γὰρ ὁ νυμφίος καθάπερ νύμφῃ τῇ τῶν δικαίων ψυχῇ, ἀπὸ τῶν ἔργων τῆς ἀρετῆς, οὐ χερσὶν, ἀλλὰ ἐλεημοσύνῃ, καὶ σωφροσύνῃ, καὶ εὐχῇ κρατούμενος.
How does the soul of the faithful hold Him fast? By doing the things well-pleasing to Him. For the Bridegroom takes pleasure in the soul of the righteous as in a bride, being held fast through the works of virtue — not with hands, but by almsgiving, and temperance, and prayer.
Notes, col. 77
On the reading
Printed αὐεοῦ, for αὐτοῦ.
Printed Ἀναστησομαι, for Ἀναστήσομαι.
Printed πίστων, for πιστῶν.
PG 40:80Read from the pageΟΖʹ. Ἕως οὗ εισήγαγον αὐτὸν εις οἶκον μητρός μου, καὶ εις τὸ ταμεῖον τῆς συλλαβούσης με.
LXXVII. Until I brought Him into the house of my mother, and into the chamber of her who conceived me.
Οἶκον οἶμαι καλεῖν μητρὸς αὐτῆς τὴν καρδίαν, τῆς σοφίας αὐτοῦ τοῦ Λόγου· καὶ ταμεῖον τῆς συλλαβούσης ταύτην, αὐτὴν τὴν καρδίαν εἴ τις ἀποφαίνοιτο, σαφέστατα λέγει· οἶκον μὲν αὐτῆς διὰ τὸ εἰρημένον· « Ἐνοικήσω ἐν ὑμῖν, καὶ ἐμπεριπατήσω ἐν ὑμῖν· » καὶ ταμεῖον αὐτῆς διὰ τὸ ἐν αὐτῇ ἀποκεῖσθαι πάντα τὰ ἀγαθὰ, πίστιν, ἐλπίδα, ἀγάπην, λογισμὸν, σωφροσύνην, ἀρετὴν, ἐγκράτειαν, ὑπομονήν. Ταῦτα δὲ, οὐ σώματος, ἀλλὰ ψυχῆς ἐστι κόσμια.
The house of her mother, I think, she calls the heart, [the house] of the Wisdom of the Word Himself; and if anyone should declare the chamber of her who conceived this [wisdom] to be the heart itself, he speaks most clearly: her house on account of what has been said, I will dwell in you, and walk among you; and her chamber because in it are laid up all good things — faith, hope, love, right reason, temperance, virtue, self-control, endurance. And these are ornaments not of the body, but of the soul.
ΟΗʹ. Στ. εʹ. Ὥρκισα ὑμᾶς, θυγατέρες Ἰερουσαλὴμ, ἐν ταῖς δυνάμεσι καὶ ἐν ταῖς ισχύσεσι τοῦ ἀγροῦ· ἐὰν ἐγείρητε καὶ ἐξεγείρητε τὴν ἀγάπην, ἕως οὗ θελήσῃ.
LXXVIII. Verse 5. I have adjured you, O daughters of Jerusalem, by the powers and by the forces of the field, whether you stir up or awaken love, until He will.
Ὑπομονῆς ἐνταῦθα ἀναγέγραπται σημαντηρ. Συνεργοὺς γὰρ εἰς εὐχὴν τὰς θυγατέρας τῆς οὐρανίου αἰτεῖται Ἰερουσαλὴμ, ὅπερ ἐστὶ τὰς τῶν δικαίων ψυχὰς, ἵνα ἐγείρωσι καὶ ἐξεγείρωσι τὴν ἀγάπην τοῦ Μονογενοῦς πρὸς αὐτὴν, ἕως οὗ θελήσῃ. Ἐμοῦ, φησὶ, τὸ ὑπομένειν, καὶ ἐκδέχεσθαι, καὶ μακροθυμεῖν τῇ ὑπομονῇ, ἕως οὗ θελήσῃ. Εἶτά φησιν ὁ νυμφίος πρὸς αὐτήν·
Here a herald of endurance has been recorded. For she asks as fellow-workers in prayer the daughters of the heavenly Jerusalem, that is, the souls of the righteous, that they may stir up and awaken the love of the Only-begotten towards her, until He will. Mine it is, she says, to endure, and to await, and to bear patiently with endurance, until He will. Then the Bridegroom says unto her:
ΟΘʹ. Στ. ϛʹ. Τίς αὕτη ἡ ἀναβαίνουσα ἀπὸ τῆς ἐρήμου, ὡς στελέχη καπνοῦ, τεθυμμαμένη σμύρναν καὶ λίβανον ἀπὸ πάντων κονιορτῶν μυρεψοῦ;
LXXIX. Verse 6. Who is this who comes up from the wilderness like pillars of smoke, perfumed with myrrh and frankincense from all the powders of the perfumer?
Ἀπὸ τῆς ἐρήμου γὰρ βλέπων ἀναβαίνουσαν, τουτέστιν ἀπὸ τῆς εἰδωλολατρείας, τὴν Ἐκκλησίαν, ὡς στελέχην καπνοῦ τεθυμιαμένην (σμύρναν καὶ λίβανον τοῦ πάθους οἶμαι τὴν εὐωδίαν ὑποσημαίνειν· σμύρναν μὲν, διὰ τὴν ταφήν· λίβανον δὲ, διὰ τὴν θεότητα), τεθυμιαμένην αὐτὴν βλέπει ἀπὸ πάντων κονιορτῶν μυρεψοῦ· ἵνα εἴπῃ, ἀπὸ πάντων τῶν θείων λογίων τῶν ἁγίων προφητῶν. Στελέχην δὲ αὐτὴν καλεῖ, καθότι καὶ Ἰερεμίας περὶ αὐτὴν προφητεύει· « Ἔσται, » φησὶν, « ἐν αὐτῇ στελέχη ἀλσώδη. »
For seeing the Church coming up from the wilderness, that is, from idolatry, like a pillar of smoke perfumed (myrrh and frankincense, I think, signify the sweet fragrance of the Passion: myrrh because of the burial, and frankincense because of the Godhead), He sees her perfumed from all the powders of the perfumer; that is to say, from all the divine oracles of the holy prophets. And He calls her a stem, inasmuch as Jeremiah also prophesies concerning her: There shall be in her, he says, wooded stems.
Πʹ. Στ. ζʹ. Ἰδοὺ ἡ κλίνη τοῦ Σαλομών.
LXXX. Verse 7. Behold the bed of Solomon.
Ἀπεικάζεται ἡ κλίνη τοῦ Σαλομὼν τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ. Πρὶν γὰρ λάβῃ τὴν Ἐκκλησίαν, ἔλεγεν· « Ὁ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ· » ὅτε δὲ ταύτην ἔλαβεν, τὸ λοιπὸν κλίνη γίνεται τοῦ Σαλομὼν, τουτέστι τοῦ εἰρηνοποιοῦ, τοῦ εἰρηνεύσαντος τά τε ἐν οὐρανῷ, τά τε ἐπὶ τῆς γῆς.
The bed of Solomon is likened to the Church of God. For before He received the Church, He used to say: The Son of Man has nowhere to lay His head; but when He received her, thenceforth she becomes the bed of Solomon, that is, of the Peacemaker, Who has made peace among the things in heaven and the things upon the earth.
ΠΑʹ. Στ. ηʹ. Ἑξήκοντα δυνατοὶ κύκλῳ αὐτῆς ἀπὸ δυνατῶν Ἰσραήλ· πάντες κατέχοντες ῥομφαίαν, δεδιδαγμένοι εις πόλεμον.
LXXXI. Verse 8. Sixty mighty men around it from the mighty ones of Israel; all holding a sword, instructed for war.
Ἑξήκοντα δυνατοὺς κύκλῳ αὐτῆς οἶμαι λέγειν ἀπὸ
Sixty mighty men around it, I think, means from
Notes, col. 80
On the reading
Printed εισήγαγον, for εἰσήγαγον.
Printed ισχύσεσι, for ἰσχύσεσι.
Printed σημαντηρ, for σημαντήρ.
Printed τεθυμμαμένη, for τεθυμιαμένη.
PG 40:81Read from the pageδυνατῶν Ἰσραηλ, τοὺς ἀποστόλους, τοὺς ἀπὸ τῶν προφητῶν ὁρμωμένους, καὶ τὰς περὶ Χριστοῦ μαρτυρίας ἐκ τῶν προφητῶν συνιστῶντας· τὸ δὲ, « ἑξήκοντα, » μὴ τὸν ἀριθμὸν σκόπει, ἀλλὰ τὸ ἐξεληλυθέναι αὐτοὺς ἐκ τῆς περιτομῆς, καὶ τοῦ κατὰ γράμμα νόμου. « Πάντας δὲ αὐτοὺς » λέγει « κατέχοντας ῥομφαίαν· » ἐπειδὴ πάντες τὸν τοῦ Θεοῦ κατέχουσι νόμον καὶ λόγον. « Ζῶν γὰρ ὁ λόγος τοῦ Θεοῦ, καὶ ἐνεργὴς, καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον. » — « Δεδιδαγμένοι εἰς πόλεμον, » οὐ τὸν πρὸς ἀνθρώπους, ἀλλὰ « πρὸς τὰ πνεύματα τῆς πονηρίας, » κατὰ τὸν λέγοντα προφήτην· « Ὁ πραῢς ἔστω μαχητής. »
the mighty ones of Israel, the apostles, who set out from the prophets and establish from the prophets the testimonies concerning Christ; and as for "sixty," look not at the number, but at their having gone forth out of the circumcision and out of the law according to the letter. And He calls them "all holding a sword," because they all hold fast the law and word of God: For the word of God is living, and active, and sharper than any two-edged sword. — "Instructed for war," not that against men, but "against the spirits of wickedness," according to the prophet who says: Let the meek man be a warrior.
ΠΒʹ. Ἀνὴρ ῥομφαία αὐτοῦ ἐπὶ τὸν μηρὸν αὐτοῦ.
LXXXII. Each man has his sword upon his thigh.
Ῥομφαίαν ἐπὶ τὸν μηρὸν τὸν νόμον λέγει, τὸν τῆς σωφροσύνης λογισμὸν, τὸν τέμνοντα τὰ τῆς σαρκὸς πάθη, καὶ τὰς γηίνας ἐπιθυμίας.
A sword upon the thigh He calls the law, the reasoning of temperance, which cuts off the passions of the flesh and earthly desires.
ΠΓʹ. Ἀπὸ θάμβους ἐν νυξίν.
LXXXIII. Because of dread in the nights.
Ἐκθαμβουμένη γὰρ ἡ τῶν εὐσεβῶν διάνοια, πῶς οἷς μὴ βούλεται παραπίπτει, κατὰ τὸν λέγοντα· « Ὅ οὐ θέλω, τοῦτο ποιῶ. » Ἐν νυξὶ τέμνει τὰ θελήματα τῆς σαρκὸς, ἵνα σωφροσύνην θωρακισθεῖσα, τὴν ἀκαταίσχυντον πρὸς Θεὸν εὕρῃ παῤῥησίαν. Ἐν ταυτῷ δὲ καὶ ἑτέραν ὁ λόγος αἰνίττεται πραγματείαν. Λέγουσα γὰρ αὕτη ἡ θεία Γραφή· « Τίς αὕτη ἡ ἀναβαίνουσα ἀπὸ τῆς ἐρήμου, ὡς στελέχη καπνοῦ τεθυμιαμένη; » τὴν Ἐκκλησίαν αἰνίττεται ἀναβαίνουσαν ἀπὸ τῆς ἐρημωθείσης Ἰερουσαλήμ. Εἰ γὰρ μή ἐκείνη τὰς χεῖρας ἐπέβαλεν ἐπὶ τὸν Σωτῆρα, οὐκ ἂν αὐτὴ ἐπλούτει τὴν εἰς αὐτὸν πίστιν, ῶς φησιν Ἀπόστολος· « Εἰ ἡ ἁμαρτία αὐτῶν, πλοῦτος τοῦ νόμου, καὶ ἡ ἀποβολὴ αὐτῶν, πλοῦτος ἐθνῶν· τίς ἡ πρόσληψις, εἰ μὴ ζωὴ ἐκ νεκρῶν; » Ὅτι δὲ ἔρημος ἔμεινεν ἐκείνη, μαρτυρεῖ μοι ὁ εὔσπλαγχνος Χριστὸς λέγων πρὸς αὐτούς· « Ἰδοὺ ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος. » Ἐκ ταύτης οὖν τῆς ἐρήμου ἀναδείκνυται ἡ Ἐκκλησία διὰ τοῦ σταυροῦ. Διὸ λέγει πρὸς αὐτήν· « Τίς αὕτη ἡ ἀναβαίνουσα ἀπὸ τῆς ἐρήμου, ὡς στελέχη καπνοῦ τεθυμιαμένη; » ἐπειδὴ διὰ τοῦ πάθους τὴν εὐωδίαν ἔπνευσεν, τὴν εἰς Χριστὸν πίστιν δηλαδή. Καίτοι τὸ θυμίαμα οὐ σιωπᾷ. « Σμύρναν, » φησὶ, « καὶ λίβανον ἀπὸ πάντων κονιορτῶν μυρεψοῦ· » σμύρναν διὰ τὸ πάθος, καὶ λίβανον διὰ τὴν θεότητα. « Ἰδοὺ ἡ κλίνη Σαλομών. » Κλίνην μοι νόει, τὸ μνῆμα τοῦ Ἰησοῦ, τοῦ εἰρηνεύσαντος τὰ πάντα διὰ τοῦ ἰδίου πάθους
For the mind of the pious, being struck with dread lest it fall into the things it does not wish, according to him who says: What I do not wish, this I do, cuts off in the nights the desires of the flesh, so that, armed with temperance as with a breastplate, it may find unashamed boldness before God. And in the same passage the word also hints at another matter. For when this divine Scripture says: Who is this who comes up from the wilderness, like pillars of smoke perfumed? it hints at the Church coming up from the desolated Jerusalem. For if that [city] had not laid hands upon the Saviour, this [Church] would not have grown rich in faith towards Him, as the Apostle says: If their transgression is the riches of the law, and their rejection the riches of the nations, what will their acceptance be, if not life from the dead? And that she remained desolate, the compassionate Christ bears witness to me, saying unto them: Behold, your house is left unto you desolate. Out of this wilderness, therefore, the Church is manifested through the cross. Wherefore it says unto her: Who is this who comes up from the wilderness, like pillars of smoke perfumed? because through the Passion she breathed forth sweet fragrance, namely faith in Christ. Nor indeed does it pass over the incense in silence: Myrrh, it says, and frankincense from all the powders of the perfumer; myrrh on account of the Passion, and frankincense on account of the Godhead. Behold the bed of Solomon. Understand for me by the bed the tomb of Jesus, Who has made peace among all things through His own Passion
Notes, col. 81
On the reading
Printed Ἰσραηλ, for Ἰσραὴλ.
PG 40:84Read from the pageκαὶ τῆς ἀναστάσεως· περὶ ἧς κλίνης οἱ ἄγγελοι λέγουσιν· « Ἰδοὺ ὁ τόπος, ὅπου ἔκειτο ὁ Κύριος. » — « Ἑξήκοντα δυνατοὶ κύκλῳ αὐτῆς ἀπὸ δυνατῶν Ἰσραὴλ, » ἐκείνους τοὺς ἀπὸ Ἰουδαίων βληθέντας φυλάττειν τὸν τάφον. « Πάντες κατέχοντες ῥομφαίαν, δεδιδαγμένοι πόλεμον. Ἀνὴρ ῥομφαία αὐτοῦ ἐπὶ τὸν μηρὸν αὐτοῦ ἀπὸ θάμβους ἐν νυξί. » Ταῦτα γὰρ συμβέβηκεν ἐκείνοις τοῖς τηροῦσιν, ὁπηνίκα τηρούντων αὐτῶν, « σεισμὸς ἐγένετο μέγας. Ἄγγελος γὰρ Κυρίου ἀπεκύλισε τὸν λίθον. » Καὶ ἐν τῇ νυκτὶ ταύτῃ οἱ τηροῦντες ἐκθαμβηθέντες, « ἐγένοντο ὡσεὶ νεκροί. » Διό φησιν· « Ἀπὸ θάμβους ἐν νυξίν. »
and resurrection; concerning which bed the angels say: Behold the place where the Lord lay. — "Sixty mighty men around it from the mighty ones of Israel": [understand] those who were stationed by the Jews to guard the tomb. "All holding a sword, instructed in war. Each man has his sword upon his thigh because of dread in the nights." For these things befell those guards when, as they kept watch, there was a great earthquake; for an angel of the Lord rolled away the stone. And in that night the guards, struck with dread, became as dead men. Wherefore it says: Because of dread in the nights.
ΠΔʹ. Στ. θʹ. Φορεῖον ἑαυτῷ ἐποίησεν ο βασιλεὺς Σαλομὼν ἀπὸ ξύλων τοῦ Λιβάνου.
LXXXIV. Verse 9. King Solomon made himself a litter from the woods of Lebanon.
Φορεῖον νόει μοι καὶ αὐτὴν τὴν σάρκα τοῦ Μονογενοῦς, ἐν ᾗ κατακρύψας τὸν Θεὸν, ὡς ἄνθρωπος ἀνθρώποις ὡμίλει. Ἀλλὰ καὶ καθάπερ οἱ προερχόμενοι ὕπατοι φορείῳ προέρχονται, καὶ δι' αὐτῶν τὰ κόσμου βεβαιοῦνται πράγματα, τῆς συγκλήτου τὸ ἀξίωμα φερόντων· οὕτως ὁμοίως ἐν τῇ σαρκὶ τοῦ Μονογενοῦς ἡ συγκαλουμένη αὐτὴ ἁγία Ἐκκλησία, καὶ αὐτὴ αὐτοῦ γίνεται φορεῖον, οὐ τὰ τοῦ κόσμου βεβαιουμένη πράγματα, ἀλλὰ τῆς οὐρανίου βασιλείας ἐφ' ἑαυτῆς φέρουσα δόγματα. Φορεῖον οὖν οὐ μόνον ἡ σὰρξ Ἰησοῦ, ἀλλὰ καὶ αὐτὴ ἡ Ἐκκλησία, « ἥτις ἐστὶ τὸ σῶμα αὐτοῦ, » διὰ τὸ καταξιοῦσθαι αὐτὸν φορεῖν τὸν Υἱὸν τοῦ Θεοῦ, κατὰ τὸν λέγοντα· « Δοξάσατε ἄρα τὸν Θεὸν ἐν τοῖς μέλεσιν ὑμῶν. » Τοῦτο οὖν τὸ φορεῖον, τὴν σάρκα λέγω τοῦ Ἰησοῦ, ὁ πνευματικὸς Σαλομὼν ἐποίησεν ἑαυτῷ· « Ἡ σοφία γὰρ ᾠκοδόμησεν ἑαυτῇ οἶκον. » Καὶ πόθεν τὸ φορεῖον; « Ἀπὸ ξύλων τοῦ Λιβάνου· » ἵνα εἴπῃ, ἀπὸ τῶν γενεαλογουμένων ἁγίων ἀνδρῶν, Ἀβραὰμ, Ἰσαὰκ, Ἰακὼβ, καὶ τῶν καθεξῆς.
Understand for me by the litter even the very flesh of the Only-begotten, wherein hiding God, He conversed as man with men. Moreover, just as consuls when going forth proceed in a litter, and through them the affairs of the world are confirmed as they bear the dignity of the senate, so in like manner in the flesh of the Only-begotten this holy Church herself, being called together, also becomes His litter, not having the affairs of the world confirmed, but bearing upon herself the decrees of the heavenly kingdom. A litter, therefore, is not only the flesh of Jesus, but also the Church herself, which is His body, because she has been counted worthy to bear Him, the Son of God, according to him who says: Glorify God therefore in your members. This litter, then — I mean the flesh of Jesus — the spiritual Solomon made for Himself: For Wisdom built herself a house. And whence is the litter? From the woods of Lebanon; that is to say, from the holy men reckoned in His genealogy, Abraham, Isaac, Jacob, and those in order after them.
ΠΕʹ. Στ. ιʹ. Στύλους αὐτοῦ ἐποίησεν ἀργυριον.
LXXXV. Verse 10. Its pillars he made silver.
Στύλους μὴ ἄλλους νοήσῃς, ἀλλ' ἢ τοὺς ἁγίους ἀποστόλους, οἵτινες στύλων δίκην τὸ φορεῖον βαστάζουσι τοῦτο. Ὅτι δὲ στύλοι οἱ ἀπόστολοι, πάρεστι Παῦλος λέγων· « Ἰάκωβος καὶ Ἰωάννης, οἱ δοκοῦντες στύλοι εἶναι. » Ἀργύριον δὲ αὐτοὺς λέγει, ἐπειδήπερ ἀργυρίου δίκην λαμπροὶ μὲν ἦσαν τῇ πίστει· ὑπηρέται δὲ εἰς τὴν Ἐκκλησίαν τῇ πνευματικῇ ἑστιάσει.
Understand by pillars none other than the holy apostles, who after the manner of pillars bear up this litter. And that the apostles are pillars, Paul is at hand saying: James and John, who seem to be pillars. And He calls them silver, inasmuch as like silver they were bright in faith, and ministers unto the Church at the spiritual banquet.
ΠϚʹ. Καὶ ἀνάκλιτον αὐτοῦ χρύσεον.
LXXXVI. And its reclining-couch golden.
Χρυσῷ, οἶμαι, ἀνακλίτῳ τοὺς μάρτυρας ἀπεικάζει. Καὶ μὴ νομίσῃς ἐλάττονα τὸν τῶν ἀποστόλων εἶναι χορὸν τοῦ τῶν μαρτύρων. Καὶ γὰρ καὶ αὐτοὶ ἐμαρτύρησαν οἱ ἀπόστολοι, καὶ γεγόνασιν ἀνάκλιτον τῷ Χριστῷ. Πρὸ γὰρ τῆς αὐτῶν μαρτυρίας ὁ Μονογενὴς
To a golden reclining-couch, I think, He likens the martyrs. And do not suppose the choir of the apostles to be inferior to that of the martyrs. For indeed the apostles themselves also suffered martyrdom, and became a reclining-couch for Christ. For prior to their martyrdom the Only-begotten
Notes, col. 84
On the reading
Printed ἀργυριον, for ἀργύριον.
PG 40:85Read from the pageἔλεγεν· « Ὁ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλῖναι. » Πάλιν δὲ χρυσίῳ ἀπεικάζονται διὰ τὸ τῆς πίστεως δόκιμον, καὶ διὰ τὸ διάπυρον τῶν πειρασμῶν. « Ὡς χρυσίον » γὰρ, φησὶν, « ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. »
used to say: The Son of Man has nowhere to lay His head. Again, they are likened to gold on account of the genuineness of their faith, and on account of the fiery heat of temptations: For like gold in a furnace, it says, He tested them, and like a whole burnt offering of sacrifice He accepted them.
ΠΖʹ. Ἐπίβασις αὐτοῦ πορφύρα.
LXXXVII. Its ascent purple.
Ἐπίβασιν τοῦ φορείου, τὴν πολυάνθρωπον λέγει πληθὺν τῆς ἁγίας Ἐκκλησίας. Πορφύρᾳ γὰρ αὐτὴν ἀπεικάζει εἰκότως, διὰ τὴν τοῦ ἁγίου λουτροῦ βαφήν. Ὥσπερ γὰρ ἡ πορφύρα ἔνδυμά ἐστι βασιλικόν· οὕτω καὶ τὸ λουτρὸν τοῦ ἐπουρανίου Βασιλέως ἐπενδύει ἡμᾶς τὴν βασιλικὴν ἐσθῆτα. Εἰ δὲ πορφύρα βασιλέως τοσαύτην ἐν τοῖς βασιλείοις περιέχει σπουδὴν, ἵνα μὴ σπιλωθῇ, καίπερ οὖσα φθαρτὴ, καὶ ἐκ θαλαττίων κνωδάλων ἔχουσα τὴν βαφήν· πόσῳ μᾶλλον αὐτὴ ὀφείλει παρὰ τοῖς λαμβάνουσι φυλάττεσθαι τιμῇ, ἥτις ἐστὶ τοῦ λουτροῦ τῆς παλιγγενεσίας, ἡ οὐκ ἐκ κνωδάλων θαλαττίων, ἀλλ' ἐκ θαλάμων οὐρανίων, ἐκ τοῦ αἵματος τοῦ Χριστοῦ ἔχουσα τὴν βαφήν
The ascent of the litter He calls the populous multitude of the holy Church. For reasonably does He liken her to purple, on account of the dye of the holy laver. For just as purple is a royal garment, so also the laver of the heavenly King clothes us with the royal robe. Now if the purple of a king commands such great care in royal palaces lest it be stained, even though it is corruptible and has its dye from creatures of the sea, with how much greater honour ought this [purple] to be guarded among those who receive it, being that of the laver of regeneration, having its dye not from creatures of the sea, but from heavenly chambers, from the blood of Christ?
ΠΗʹ. Ἐντὸς αὐτοῦ λιθόστρωτον ἀγάπη.
LXXXVIII. Its interior, a pavement of stone, is love.
Θαυμάσιόν μοι δοκεῖ καὶ ἐνταῦθα χαρακτῆρα φέρειν τοῦ χοροῦ τῶν δικαίων ἡ Γραφὴ, τὸ κάλλος ἀναγορεύουσα. Ἐπειδὴ γὰρ περὶ τῆς πληθύος εἶπε τῆς Ἐκκλησίας, τῆς ἐντὸς οὔσης τοῦ Μονογενοῦς, φησί· « Ἐντὸς αὐτοῦ λιθόστρωτον ἀγάπη. » Λίθοις γὰρ ἁγίοις τοὺς δικαίους ἀπεικάζει, κατὰ τὸν λέγοντα προφήτην· « Λίθοι ἅγιοι κυλίονται ἐπὶ τῆς γῆς ἡμῶν, » διὰ τὸ χαμευνεῖν καὶ γονυκλινεῖν· οἵτινες τῇ ἀγάπῃ τὸν ἅπαντα πληροῦσι νόμον, ἐντὸς αὐτοῦ, καὶ ἀχώριστοι τῆς αὐτῶν ἐντολῆς καὶ ἀγάπης γεγενημένοι.
Scripture seems to me here also to present a wondrous portrait of the choir of the righteous, proclaiming its beauty. For inasmuch as it spoke concerning the multitude of the Church which is within the Only-begotten, it says: Its interior, a pavement of stone, is love. For it likens the righteous to holy stones, according to the prophet who says: Holy stones roll upon our earth, because they sleep upon the ground and bend the knee; who by love fulfil the entire law, having come to be within Him and inseparable from their commandment and love.
ΠΘʹ. Ἀπὸ θυγατέρων Ἰερουσαλήμ
LXXXIX. From the daughters of Jerusalem.
Τουτέστιν ἀπὸ τῶν ἁγίων ἀποστόλων· αἵτινες θυγατέρες, οὐ τῆς ἐπιγείου, ἀλλὰ τῆς ἐπουρανίου τυγχάνουσιν Ἰερουσαλήμ.
That is, from the holy apostles; who are daughters not of the earthly, but of the heavenly Jerusalem.
Ϟʹ. Στ. ιαʹ. Ἐξέλθατε καὶ ίδετε, θυγατέρες Σιὼν, ἐν τῷ βασιλεῖ Σαλομὼν, ἐν τῷ στεφάνῳ, ᾧ ἐστεφάνωσεν αὐτὸν ἡ μήτηρ αὐτοῦ, ἐν ἡμέρᾳ νυμφεύσεως αὐτοῦ, καὶ ἐν ἡμέρᾳ εὐφρασίας καρδίας αὐτοῦ.
XC. Verse 11. Go forth and behold, O daughters of Sion, upon King Solomon, upon the crown wherewith his mother crowned him, in the day of his espousals, and in the day of the gladness of his heart.
Notes, col. 85
On the reading
Printed ίδετε, for ἴδετε.