Migne Reading Room

PG 40 · cols. 28–37 · Read from the page

Exposition on the Song of Songs

Exposition on the Song of Songs

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 40:28Read from the page
Ὥσπερ ἵππον εἰς ἐλασίαν ἐπιβάτης ποσὶν ὑπονύττων, καὶ μὴ βουλόμενον ὠκύποδα καθιστᾷ τὴν εὐσταθῆ ὁδὸν βαδίζειν· οὕτω καὶ τὸν ἡμέτερον πενηχρόφρονα νοῦν ὡραίοις ποσὶν ἐλαύνεσθαι νυττόμενον ἑώρων δυοῖν ἀνδρῶν, πρεσβυτέρου μὲν ἑνὸς, θατέρου δὲ διακόνου, εἰς τὰ ᾌσματα τῶν ᾀσμάτων τὴν πνευματικὴν τῆς ἑρμηνείας πορείαν, ἐλαυνόμενος ἀνεκβάτοις ἵστασθαι τοῖς ὄκνοις ἀστέκτως. Παρακαλῶ δὲ ἄμφω τοὺς αὐτοὺς μὴ μόνον ὑπονύττειν καὶ διεγείρειν ἐπὶ τὸν τῆς ἑρμηνείας δρόμον, ἀλλὰ καὶ δι' εὐχῆς πρὸς τὰ εὐθῆ τὸν νοῦν χαλιναγωγῆσαι, ἵνα τὴν εὐθεῖαν δραμόντες, ἄμεμπτόν τε πορείαν βαδίσαντες, καὶ « λόγον ὑγιῆ καὶ ἀκατάγνωστον, » κατὰ τὸν Ἀπόστολον, θέμενοι, Κύ-
Just as a rider spurring a horse with his feet for riding renders even an unwilling one swift-footed to walk the steady road, so too did I see our poor-minded intellect driven on, spurred by the beautiful feet of two men, the one a presbyter and the other a deacon, towards the spiritual journey of the interpretation of the Song of Songs, being driven unbearably to rise from inescapable sluggishness. And I entreat both of those same men not only to spur and rouse me unto the course of the interpretation, but also through prayer to bridle my mind towards what is upright, so that, having run the straight course and walked a blameless journey, and having set forth "sound speech that cannot be condemned," according to the Apostle, having the
PG 40:29Read from the page
ριον ἐπιβάτην ἔχοντες, εἰς τὴν τῶν μακαρίων καὶ ἀθάνατον εἰσελεύσομεν πόλιν. Οὐ γὰρ ἐξ ἑαυτῶν ἔχοντές τι, ἀλλὰ τῷ διδόντι τὰς χάριτας ὁμολογοῦντες, εἰς τὸ προκείμενον ἴωμεν. Ἀφιερώσας γάρ τις τῷ Θεῷ τὸ ἑαυτοῦ φρόνημα, καὶ τὴν ἔννοιαν ἀπαλλάξας τῶν γηίνων ἐνθυμημάτων, ὅλον τὸν νοῦν ἀναθεὶς τῷ Θεῷ, καὶ τῇ τῆς σωφροσύνης ἀρετῇ κεκοσμημένος τὴν ψυχὴν, καὶ στέφανον οὐράνιον δεξάμενος χαρίτων τῇ ἑαυτοῦ κορυφῇ, οὕτως ἐφαπτέσθω τῆς ἁγίας τῶν πνευματικῶν ᾌσμάτων Γραφῆς. Καὶ αὐτὴ γὰρ ἡ ἐπιγραφὴ, τοῖς τῶν λογισμῶν ἔχουσιν εὐθῆ, ἀπαλλάττει μὲν εὐθὺ σαρκικῶν ἐννοιῶν τοὺς ταύτην ἁγίαν μετιόντας Γραφήν. Οὐ γὰρ ἁπλῶς ᾌσματα προγέγραπται, ἢ λέγεται ἢ προσαγορεύεται, ἀλλὰ ᾌσματα ᾀσμάτων· ἵνα ἀκούσας ᾌσματα ᾀσμάτων ὑπομνησθῇς τὰ Ἅγια τῶν ἁγίων· οὐ μόνον γὰρ ᾌσματα ᾀσμάτων ἔχομεν, ἀλλὰ καὶ Ἅγια ἁγίων, καὶ Σάββατα σαββάτων. Ὥσπερ οὖν Ἅγια τῶν ἁγίων μείζονά τινα μυστηριώδη καὶ ἀπόκρυφον ἔχει τὴν τιμὴν, ἅπαξ τοῦ ἐνιαυτοῦ εἰσιόντος τοῦ ἀρχιερέως εἰς τὰ Ἅγια τῶν ἁγίων· οὕτω καὶ τὰ ᾌσματα τῶν ᾀσμάτων, πνευματικὴν καὶ βαθυτέραν τὴν τῶν τεθησαυρισμένων ἀγαθῶν νοημάτων εὕρεσιν ἔχει. Καὶ ὥσπερ τὰ Σάββατα τῶν σαββάτων μείζονα τῆς παρούσης ἀναπαύσεως ἔχει τὴν τῶν μελλόντων ἀγαθῶν ἀνάπαυσιν (Σάββατα γὰρ σαββάτων τὰς μελλούσας ἐν τῷ ἐκεῖσε αἰῶνι ἀναπαύσεις, καὶ τὰς ἡτοιμασμένας τῆς ἀναπαύσεως ἐπαγγελίας τὴν ἁγίαν λέγειν πέπεισμαι Γραφήν. Ἐκεῖναι γὰρ Σάββατα σαββάτων, αἱ τοῦ μέλλοντος αἰῶνος ἀναπαύσεις, καὶ εὐωχίαι τῶν ἐνταῦθα Σαββάτων, τουτέστι τῶν ἁμαρτημάτων ἀργίας. Οἱ γὰρ ἐνθάδε ἀπὸ ἁμαρτημάτων ἀργίσαντες, τὴν τελείαν ἀνάπαυσιν ἐν τῷ αἰῶνι εὐωχηθήσονται)· ὥσπερ οὖν τὰ Σάββατα ἐκεῖνα πολλῷ μείζονα τούτων τῶν Σαββάτων, οὕτω καὶ τὰ ᾌσματα τῶν ᾀσμάτων μείζονά τινα καὶ πνευματικὴν ἔχει τὴν ἀγωγὴν παρὰ τὰ ἐν ταῖς ἄλλαις Γραφαῖς γεγραμμένα ᾄσματα. Πολλὰ γὰρ ᾄσματα ἐν ταῖς θείαις Γραφαῖς γέγραπται. Καὶ ἴδε τὴν Μωσέως ᾠδὴν, « ᾌσωμεν τῷ Κυρίῳ, » λέγουσαν· « ἐνδόξως γὰρ δεδόξασται, » καὶ ἄλλα ὅσα εὑρήσεις ἐν τῷ νόμῳ
Lord as rider, we shall enter into the immortal city of the blessed. For having nothing of ourselves, but confessing our thanks unto Him Who gives, let us proceed to the subject set before us. For when anyone has consecrated his mind to God, and has freed his thought from earthly imaginations, dedicating his whole intellect to God, and being adorned in soul with the virtue of temperance, and having received upon his own head a heavenly crown of graces, thus let him lay hold of the holy Scripture of the spiritual Songs. For the inscription itself, to those who hold uprightness of thoughts, straightway frees from carnal notions those who approach this holy Scripture. For it is not simply entitled, or called, or styled Songs, but Song of Songs; so that upon hearing Song of Songs, you may be reminded of the Holy of Holies; for we have not only Song of Songs, but also Holy of Holies, and Sabbaths of Sabbaths. Just as, therefore, the Holy of Holies possesses a certain greater, mystical, and hidden honour, the high priest entering once a year into the Holy of Holies, so too the Song of Songs possesses a spiritual and deeper discovery of the good meanings treasured up within. And just as the Sabbaths of Sabbaths possess the rest of the good things to come, greater than the present rest (for I am persuaded that holy Scripture calls Sabbaths of Sabbaths the rests to come in the age yonder, and the prepared promises of rest; for those are the Sabbaths of Sabbaths, the rests of the age to come, and the banquets of the Sabbaths here, that is, of abstinence from sins; for those who here have abstained from sins shall feast upon perfect rest in the age to come); just as, therefore, those Sabbaths are far greater than these Sabbaths, so too the Song of Songs possesses a certain greater and spiritual guidance beyond the songs written in the other Scriptures. For many songs are written in the divine Scriptures. And behold the ode of Moses, saying, "Let us sing unto the Lord; for gloriously has He been glorified," and whatever other ones you will find in the Law,
Notes, col. 29

On the reading

Printed ἀργίσαντες, for ἀργήσαντες.

PG 40:32Read from the page
ᾄσματα καὶ ᾠδάς. Ἴδε καὶ τὸ Ἡσαΐου ᾆσμα καὶ ᾠδήν· « ᾌσω δὴ τῷ ἠγαπημένῳ ᾆσμα τοῦ ἀγαπητοῦ τῷ ἀμπελῶνί μου. » Ἴδε τὴν ᾠδὴν ἣν ᾖσεν Ἄννα, « Ἐστερεώθη, » λέγουσα, « ἡ καρδία μου ἐν Κυρίῳ. » Ἴδε τὰ ἐν Ψαλμοῖς ᾄσματα ὅσα ἐστίν· « ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν· » καὶ ὅσα ἕτερα εὑρήσεις ἐν ταῖς Γραφαῖς ᾄσματα· ἀλλὰ μείζονι καὶ βαθυτέρᾳ τιμῇ, ὥσπερ τὰ Ἅγια τῶν ἁγίων, καὶ τὰ Σάββατα τῶν σαββάτων, ἐτιμήθη καὶ τὰ ᾌσματα τῶν ᾀσμάτων. Ἀκρίβασαι δή μοι τὸν νοῦν τῆς ἱερᾶς ταύτης βαθυτέρας τῶν ᾀσμάτων ἐπιγραφῆς. Πῶς οὐκ εἶπεν· ᾌσματα ᾀσμάτων, ἃ ἐποίησε Σαλομὼν, ἢ εἶπε Σαλομών· ἀλλά· ᾌσματα ᾀσμάτων, ἅ ἐστι τοῦ Σαλομών; Ἐπειδὴ γὰρ Σαλομὼν εἰρηνευόμενος ἑρμηνεύεται, ἢ εἰρηνεύων, διὰ τοῦτο ταῦτα τὰ ᾌσματα ᾀσμάτων παντὶ τῷ εἰρηνευομένῳ, καὶ σκανδάλων πορνικῆς ἐννοίας ἀπηλλαγμένῳ ἡτοίμασται. Ἐὰν γὰρ μή τις τὸ ἑαυτοῦ φρόνημα τῶν σαρκικῶν ἀπαλλάξῃ παθῶν, οὐκ ἔστιν αὐτῷ τὰ ᾌσματα τῶν ᾀσμάτων, οὔτε τὰ Ἅγια τῶν ἁγίων, οὔτε τὰ Σάββατα τῶν σαββάτων. Ἐὰν δέ τις παρωσάμενος πάντα τὰ σκάνδαλα καὶ τὴν ἔννομον ποθήσας εἰρήνην, τὸ ἑαυτοῦ φρόνημα καὶ τὸ σῶμα τῇ τῆς σωφροσύνης περιστρέψῃ ἀρετῇ, αὐτῷ ἐστι τὰ ᾌσματα τῶν ᾀσμάτων, οὐδὲν γήινον ἢ σαρκικὸν νοοῦντι, ἀλλὰ πάντα πνευματικῶς τὰ γεγραμμένα δεχομένῳ, καὶ ὄντως εἰρηνευομένῳ· « Εἰρήνη γὰρ, » φησὶν, « τοῖς ἀγαπῶσι τὸν νόμον σου, καὶ οὐκ ἔστιν αὐτοῖς σκάνδαλον. » Ὥσπερ δὲ οἴκου εἰσὶ προπύλαια, καὶ πυλῶνες, στοαί τε καὶ τρίκλινοι καὶ οἶκοι περιφανεῖς· τούτων δὲ πάντων ἐσώτατόν ἐστι ταμεῖον, ὁ προσαγορευόμενος κοιτὼν, ἐν ᾧ ἡ νύμφη μετὰ τοῦ νυμφίου ἀναπαυομένη, καὶ τὰ ἀπύκρυφα τῆς βαθείας αὐτῶν γνώσεως προσλαλεῖ· οὕτω καὶ ἐν τοῖς ᾌσμασι τῶν ᾀσμάτων ἡ ἁγία νύμφη Ἐκκλησία τὰ βαθέα καὶ μυστηριώδη τῆς πίστεως ῥήματα τῷ ἰδίῳ προσλαλεῖ νυμφίῳ, καί φησι·
songs and odes. Behold also the song and ode of Isaiah: "I will sing unto the beloved a song of my beloved concerning my vineyard." Behold the ode which Hannah sang, saying, "My heart has been established in the Lord." Behold all the songs that are in the Psalms: "Sing unto the Lord a new song"; and whatever other songs you will find in the Scriptures; yet with a greater and deeper honour, just as the Holy of Holies and the Sabbaths of Sabbaths, has the Song of Songs also been honoured. Examine closely for me, pray, the meaning of this sacred and deeper inscription of the Songs. How is it that he did not say, Song of Songs, which Solomon made, or which Solomon spoke, but, Song of Songs, which is Solomon's? For since Solomon is interpreted "pacified," or "peacemaker," on this account this Song of Songs has been prepared for everyone who is at peace and freed from the stumbling-blocks of fornicate thought. For unless one frees his own mind from carnal passions, neither the Song of Songs is for him, nor the Holy of Holies, nor the Sabbaths of Sabbaths. But if anyone, having thrust aside all stumbling-blocks and having desired lawful peace, encompasses his own mind and his body with the virtue of temperance, for him is the Song of Songs, thinking nothing earthly or carnal, but receiving spiritually all the things that are written, and truly living in peace; "For peace," it says, "is to those who love Thy law, and to them there is no stumbling-block." And just as of a house there are forecourts, and gateways, porticoes too and dining-halls and splendid chambers, yet innermost of all these is an inner chamber, what is called the bridal chamber, wherein the bride, resting with the bridegroom, converses also upon the hidden things of their deep knowledge; so too in the Song of Songs the holy bride, the Church, converses with her own Bridegroom upon the deep and mystical words of the faith, and says:
ΚΕΦ. Αʹ.
Chapter I.
Αʹ. Στ. αʹ. Φιλησάτω με ἀπὸ φιλημάτων στόματος αὐτοῦ.
I. Ver. 1. Let him kiss me with the kisses of his mouth.
Οἷα νυμφαγωγῶν, ὡς εἰπεῖν, παρὰ τοῦ επουρανίου νυμφίου ἐπὶ τὴν τιμίαν νύμφην ἀπεσταλμένων, καὶ τοῦ νυμφίου τὸ κάλλος αὐτῇ διηγουμένων (οὕτως μὲν Ἡσαΐου βοῶντος αὐτῇ· « Οὗτος ὡραῖος ἐν στολῇ· » καὶ πάλιν ἄλλου λέγοντος· « Ὡραῖος κάλλει παρὰ τοῖς υἱοῖς τῶν ἀνθρώπων· » καὶ πάλιν ἑτέρου συμβουλεύοντος, καὶ λέγοντος· « Φίλος πιστὸς, σκέπη κραταιά· φίλος πιστὸς, φάρμακον ζωῆς· φίλου πιστοῦ οὐκ ἔστιν ἀντάλλαγμα· » καὶ τοῦ Δαβὶδ συν-
As though groomsmen, so to speak, had been sent from the heavenly Bridegroom unto the honourable bride, and were recounting to her the beauty of the Bridegroom (Isaiah thus crying aloud to her, "This one beautiful in his robe"; and again another saying, "Beautiful in comeliness beyond the sons of men"; and again yet another counselling and saying, "A faithful friend is a mighty shelter; a faithful friend is a medicine of life; for a faithful friend there is no exchange"; and David con-
Notes, col. 32

On the reading

Printed ἀπύκρυφα, for ἀπόκρυφα.

Printed επουρανίου, for ἐπουρανίου.

PG 40:33Read from the page
ομιλοῦντος αὐτῇ· « Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου· καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου· καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου, ὅτι αὐτός ἐστι Κύριός σου· » καὶ πάλιν Ἡσαΐου τὸν ἔννομον τιμῶντος γάμον, καὶ λέγοντος αὐτῇ· « Ὃν τρόπον εὐφρανθήσεται νυμφίος ἐπὶ τῇ νύμφῃ, οὕτως εὐφρανθήσεται Κύριος ἐπὶ σοί »)· ὥσπερ οὖν τούτων ἐνωτισαμένη καὶ ἄλλων ὁμοίων ἡ καλουμένη νύμφη, ἀναφωνεῖ καὶ λέγει· Φιλησάτω με ἀπὸ φιλημάτων στέματος αὐτοῦ. Σὺ γοῦν, πᾶς ὁ ἀκροώμενος τῶν πνευματικῶν ᾀσμάτων, ὅτι φίλημα πνευματικὸν καὶ ἄχραντον τῆς σαρκὸς ἀκούεις φίλημα, μὴ τιτρώσκου τὴν διάνοιαν ταῖς τῆς σαρκὸς ἡδυπαθείαις. Φίλημα γὰρ πνευματικὸν φιλήματος σαρκικοῦ πολὺ καὶ ἀσυγκρίτως διενήνοχε, καθάπερ ἡ ἡμέρα τῆς νυκτὸς φωτὶ ἐπερίσσευσεν. Ὥσπερ γὰρ ἔστι σῶμα ψυχικὸν, καὶ ἔστι σῶμα πνευματικόν· οὕτως ἔστι φίλημα σαρκικὸν, καὶ φίλημα πνευματικόν. Ἀλλὰ τὸ μὲν σαρκικὸν ἐπίγειον· τὸ δὲ πνευματικὸν ἐπουράνιον. Ἡ τοίνυν ἐπὶ γῆς φιλία ἐπιμίξ ἐστι καλοῦ τε καὶ κακοῦ. Καλὴ γὰρ ἡ περὶ γάμον φιλία, κακὴ δὲ ἡ περὶ πορνείαν. Οὐ γὰρ πρὸς μόνας τὰς ὑπὸ Θεοῦ συζευχθείσας αὐτοῖς νομίμως γαμετὰς ἕλκονται πάντες τῷ πόθῳ (τοῖς δ' ἀρκουμένοις τούτῳ, ἀγαθόν· ἐξ ἀγαθοῦ γὰρ ὁ γάμος)· ἀλλὰ πολλοὶ καὶ μετὰ ἀνομίας κλεψιγάμοις εὐναῖς συμπλέκονται, δεινοτάτῃ φιλίᾳ οἰστρηλατούμενοι· ἥτις αὐτοῖς εἰς ἔχθραν μετατραπήσεται, ὅταν κατὰ πάντων τῶν κρυπτῶν ἐποπτικὴ τοῦ Θεοῦ κρίσις παραγίνεται ἑκάστῳ τὰ ἄξια ταμιεύσασθαι. Ἡ δὲ ἄνωθεν καὶ περὶ τὰ ἄνω φιλία ἁγία ἐστὶν, αἰωνίους τὰς γλυκύτητας ἔχουσα, ἀκαταπαύστους τὰς εὐφροσύνας βρύουσα, ἀπεράντους τὰς εὐωδίας πνέουσα, ἀῤῥήτους τὰς δόξας ἔχουσα, ἰσαγγέλους τὰς τιμὰς φέρουσα, αὐτὸν τὸν ἀγαπήσαντα ἡμᾶς Κύριον ἡμῖν ἐσοπτρίζουσα, τὴν πρὸς τὸν Δεσπότην παῤῥησίαν προξενοῦσα, τὸ ἰσόῤῥοπον τῆς δικαιοσύνης ἐπάγουσα, καὶ ἐπὶ γῆς καὶ ἐν οὐρανοῖς τιμὴν καὶ δόξαν φέρουσα. Ἀκήκοας φιλήματος καὶ φιλήματος διαφορὰν καὶ διάκρισιν; Γνῶθι τὸ διάφορον, ἔκλεξαι τὸ κρεῖττον, φύγε τὸ βλάπτον, κράτει τὸ σῶζον.
versing with her: "Hearken, O daughter, and see, and incline thine ear; and forget thy people, and the house of thy father; and the King shall desire thy beauty, because He is thy Lord"; and again Isaiah honouring lawful marriage, and saying to her, "Even as a bridegroom shall rejoice over the bride, so shall the Lord rejoice over thee"): just as, therefore, having given ear to these and other like sayings, she who is called the bride cries aloud and says, Let him kiss me with the kisses of his mouth. Do you therefore, everyone who hears the spiritual Songs, because you hear a spiritual kiss and a kiss undefiled by the flesh, not let your mind be wounded by the voluptuous pleasures of the flesh. For a spiritual kiss differs greatly and incomparably from a carnal kiss, even as the day excels the night in light. For just as there is a natural body, and there is a spiritual body, so there is a carnal kiss, and a spiritual kiss. Yet the carnal is earthly, whereas the spiritual is heavenly. Friendship upon earth, then, is a mixture of both good and evil. For noble is the friendship that concerns marriage, whereas evil is that which concerns fornication. For not unto the wives alone who have been lawfully joined to them by God are all men drawn by desire (yet for those who are content therewith, it is good; for marriage is from what is good); rather, many also in lawlessness entangle themselves in adulterous beds, goaded on by a most dreadful fondness; which for them shall be turned into enmity, when God's judgement that surveys all hidden things arrives to dispense to each what he deserves. But the friendship that is from above and concerns the things above is holy, possessing eternal sweetnesses, pouring forth unceasing gladnesses, breathing boundless fragrances, holding ineffable glories, bringing honours equal to the angels', mirroring for us the very Lord Who loved us, procuring boldness of speech towards the Master, introducing the equipoise of righteousness, and bringing honour and glory both upon earth and in the heavens. Have you heard the difference and distinction between kiss and kiss? Know what differs, choose what is better, flee what harms, hold fast to what saves.
Φιλησάτω με ἀπὸ φιλημάτων στόματος αὐτοῦ· τουτέστιν, ὁ Υἱός. Ἄνω τῆς διανοίας τὸ ὄμμα· οὐ γαρ σαρκικὸν τὸ λεγόμενον, ἀλλὰ πνευματικὸν τὸ προφητευόμενον. Οὐ βούλεται γὰρ διὰ μόνου πόματος προφητῶν διδαχθῆναι· ἀλλ' αὐτὸς, φησὶν, ἐγγισάτω καὶ διδαξάτω με Υἱός. Μεγάλη γάρ
Let him kiss me with the kisses of his mouth: that is, the Son. Lift upward the eye of the mind; for what is said is not carnal, rather what is prophesied is spiritual. For she does not wish to be taught through the mouth alone of prophets; rather, let the Son Himself, she says, draw near and teach me. For great,
Notes, col. 33

On the reading

Printed στέματος, for στόματος.

Printed γαρ, for γὰρ.

Printed πόματος, for στόματος.

PG 40:36Read from the page
μου, ποτὲ ἔλεγεν ἡ Ἐκκλησία, γέγονεν ἡ νόσος· μικροῖς οὐκ ἰαθήσομαι· τὸν μέγαν ἰατρὸν καὶ τέλειον ἐπιζητῶ· ἄκραντόν μοι περικέχυται τὸ σκότος· λύχνος ὁ νόμος καὶ οἱ προφῆται· « Λύχνος » γὰρ, φησὶ, « τοῖς ποσί μου ὁ νόμος σου, καὶ φῶς ταῖς τρίβοις μου. » Ἀλλ' οὐκ ἰσχύσουσι διαυγάσαι με, ἐὰν μὴ τὸ τέλειον παραγένηταί μοι φῶς. Ἐκεῖνο τῇ ὑπερβολῇ τῆς λαμπρότητος τὴν ὑπερβολὴν ἀφανιεῖ τοῦ σκότους· καὶ ὁδὸν ὄψομαι τὴν εἰς παράδεισόν με πάλιν ὁδηγοῦσαν. Ὑπερβαίνει νόμον, ὑπερβάλλει προφήτας· καὶ ἐν αὐτῷ φιληθῆναι εὔχεται ἡ Ἐκκλησία τῷ Μονογενεῖ. Στόμα γὰρ τοῦ Θεοῦ ὁ Υἱός. Διὸ καὶ Θεὸς ὢν, Λόγος προσαγορεύεται. Ἐπειδὴ πάντα ὅσα βούλεται, διὰ τοῦ Υἱοῦ λαλεῖ ὁ Πατήρ.
once said the Church, has my sickness become; by small remedies I shall not be healed; I seek after the great and perfect Physician; unmixed darkness has been poured round me; the law and the prophets are a lamp; "For Thy law," it says, "is a lamp unto my feet, and a light unto my paths." Yet they will not avail to illumine me, unless the perfect Light come unto me. That Light, by the excess of its brightness, will efface the excess of the darkness; and I shall behold the way that guides me back again into paradise. She transcends the law, she surpasses the prophets; and the Church prays to be kissed by the Only-begotten Himself. For the mouth of God is the Son. Wherefore also, being God, He is styled the Word; since whatsoever things He wills, the Father speaks through the Son.
Βʹ. Ὅτι ἀγαθοὶ μαστοί σου ὑπὲρ οἶνον.
II. Because Thy breasts are good beyond wine.
Δύο μαστοὺς τὰς δύο Διαθήκας ῥητέον· ἀφ' ὧν καὶ θηλάζει τὰ τέκνα τῆς Ἐκκλησίας, ὥσπερ γλώττῃ, διανοίᾳ τοὺς λόγους τῆς ἀληθείας, καὶ εἰς τελείαν αὔξεται ζωήν τε καὶ ἡλικίαν. Τοῦτο τὸ πόμα τυγχάνει ὑπὲρ οἶνον. Οὐ γὰρ ἀπὸ γῆς πηγάζεται, ἀλλ' ἐξ οὐρανῶν κατέρχεται. « Προσδοκάσθω » γὰρ, φησὶν, « ὡς ὑετὸς τὸ ἀπόφθεγμά μου, καὶ καταβήτω ὡς δρόσος τὰ ῥήματά μου. » Τοῦτο τὸ πόμα οἱ ἄνω τὸν σκοπὸν ἔχοντες ἐκ τῶν Γραφῶν θηλάζουσιν ὥσπερ γλώττῃ τῇ διανοίᾳ, καὶ καταβάλλουσιν, ὥσπερ εἰς κοιλίαν, οὕτως εἰς καρδίαν τὰς παυσιλύπους διὰ μετανοίας ἀφέσεις τῶν ἁμαρτημάτων. Ὥσπερ γὰρ οἱ δύο μαστοὶ ἄμφω τῇ καρδίᾳ κεκόλληνται, οὕτω καὶ αἱ δύο Διαθῆκαι ἐκ τοῦ ἁγίου Πνεύματος τὸ πνευματικὸν ἡμῖν πόμα βρύουσαι, εὐφραίνουσιν ὑπὲρ οἶνον. Οὐ γὰρ λύει με ὥσπερ ἡ μέθη τοῦτο τὸ πόμα, φησὶν ἡ Ἐκκλησία, ἵνα σκοτωθεῖσα καταπέσω· ἀλλ' ἀγαλλιάματί με καταπιαίνει, καὶ στηρίζει τῇ πίστει πρὸς τὸ μὴ καταῤῥίπτεσθαι εἰς τὴν γῆν, ἀλλ' ἵστασθαι ἀκλινεῖ ὀρθότητι πρὸς Θεόν. Καθὼς Ἱερεμίας λέγει· « Ἐγενήθην ὡσεὶ ἄνθρωπος συντετριμμένος, καὶ ὡσεὶ ἄνθρωπος συνεχόμενος ἀπὸ οἴνου, ἀπὸ προσώπου Κυρίου, καὶ
Two breasts must be said to be the two Testaments, wherefrom also the children of the Church suck with the mind, as though with a tongue, the words of truth, and grow unto perfect life and stature. This drink is beyond wine; for it does not well up from earth, rather it comes down out of the heavens. "Let my utterance," it says, "be awaited like rain, and let my words come down like dew." This drink those who keep their aim set above suck from the Scriptures with the mind, as though with a tongue, and cast down into the heart, as into a belly, the grief-staying remissions of sins through repentance. For just as the two breasts both cleave to the heart, so too the two Testaments, pouring forth for us the spiritual drink out of the Holy Spirit, gladden beyond wine. For this drink does not unloose me as drunkenness does, says the Church, that I should grow dizzy and fall down; rather with exultation it makes me rich, and establishes me in faith so as not to be cast down to the earth, but to stand in unswerving uprightness towards God. Even as Jeremiah says: "I became like a shattered man, and like a man overcome by wine, before the face of the Lord, and
PG 40:37Read from the page
πληττόμενος.
being struck with amazement.
Γʹ. Στ. βʹ. Καὶ ὀσμὴ μύρων σου ὑπὲρ πάντα τὰ ἀρώματα.
III. Ver. 2. And the fragrance of Thy ointments is beyond all spices.
Εἰς προτροπὴν, οἶμαι, τῆς Ἐκκλησίας τὸ ἅγιον Πνεῦμα τοιαῦτα μελῳδεῖ τῷ Κυρίῳ· ἵν' ἡμεῖς τοιαύτης εὐωδίας αἰσθόμενοι, τὴν δυσωδίαν τῶν μυσαρῶν ἁμαρτημάτων ἀποπτύσωμεν· τὴν δὲ εὐωδίαν τῆς τοῦ Χριστοῦ δικαιοσύνης εἰς ἑαυτοὺς ἀντλήσωμεν. « Ὀσμὴ μύρων σου, » φησὶν, « ὑπὲρ πάντα ἀρώματα. » Τὸ μύρον, ἀδελφοὶ, ἐπὶ βασιλικῆς τε καὶ ἱερατικῆς ἀξίας τετάχθαι ἀπὸ τῶν ἁγίων ᾐσθήμεθα Γραφῶν. Οὐκ ἄσημον γὰρ ὑμῖν δοκῶ τοῖς πολυμαθέσιν, ὅτι οἱ ἐν ταῖς Γραφαῖς βασιλεῖς τῷ ἐλαίῳ τῆς χρίσεως βασιλεύειν καθίσταντο. Κἀκεῖνο δὲ ὑμῖν φανερὸν εἶναι βούλομαι, ὅτι καὶ οἱ τότε ἱερεῖς μύρῳ χριόμενοι, τὸ ἱερατεύειν ἐλάμβανον. Ἐπειδὴ τοίνυν κατὰ νόμον μύρῳ ἐχρίοντο βασιλεῖς τε καὶ ἱερεῖς, λαμπρῶς ἤδη τὴν περιβολὴν τῆς βασιλείας καὶ ἱερατείας τοῦ Μονογενοῦς ἐκτίθεται ἡ θεία Γραφὴ, « Ὀσμὴ μύρων σου, » λέγουσα, « ὑπὲρ πάντα τὰ ἀρώματα » ὡς εἰπεῖν· Ὀσμὴ τῆς σῆς βασιλείας καὶ ἀρχιερωσύνης ὑπὲρ πάσας τὰς βασιλείας καὶ ἀρχιερατείας· καθὼς ὁ Δανιήλ φησιν· « Ἀναστήσει ὁ Θεὸς τοῦ οὐρανοῦ βασιλείαν, ἥτις ὑπερέξει πάσας τὰς βασιλείας τῆς γῆς· » καὶ, « Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδὲκ, » φησίν. « Ὀσμὴ μύρων σου, » φησὶν, « ὑπὲρ πάντα τὰ ἀρώματα. » Τὸ μύρον, ἀδελφὲ, καθ' ὃν τόπον ὑπάρχει, ἐκεῖσε καὶ τὴν εὐωδίαν παρέχει. Χριστὸς δὲ τοίνυν ἐν οὐρανῷ καὶ γῇ καὶ θαλάττῃ πάντα περιέχων, τὴν δεσποτείαν αὐτοῦ καὶ βασιλείαν πάντη καὶ πανταχοῦ εὐωδιάζει. Λαμπρῶς δὴ καὶ ἐνταῦθα, καὶ σφόδρα περιφανῶς ἡ τῶν θείων καὶ ἀποκρύφων μυστηρίων ἐμπεφορημένη Γραφὴ, καὶ τὸ ὄνομα τοῦ μεγάλου Βασιλέως ἀναδείκνυσι, λέγουσα·
For the coherence of the Church, in my opinion, the Holy Spirit chants such things unto the Lord, so that we, perceiving such fragrance, may spit away the foul stench of loathsome sins, and draw into ourselves the fragrance of the righteousness of Christ. "The fragrance of Thy ointments," it says, "is beyond all spices." We have perceived from the holy Scriptures, brethren, that ointment has been appointed for both royal and priestly dignity. For I suppose it is not unknown to you, who are men of much learning, that the kings in the Scriptures were established to reign by the oil of anointing. And that too I wish to be manifest to you, that the priests of that time also received the priesthood on being anointed with ointment. Since, then, according to the law both kings and priests were anointed with ointment, brightly already does divine Scripture set forth the investiture of the kingship and priesthood of the Only-begotten, saying, "The fragrance of Thy ointments is beyond all spices," as though to say: The fragrance of Thy kingship and high-priesthood is beyond all kingships and high-priesthoods; even as Daniel says: "The God of heaven shall raise up a kingdom which shall surpass all the kingdoms of the earth"; and, "Thou art a priest for ever according to the order of Melchizedek," it says. "The fragrance of Thy ointments," it says, "is beyond all spices." Ointment, brother, in whatever place it is present, there also imparts its fragrance. Christ, accordingly, encompassing all things in heaven and on earth and in the sea, fills His lordship and kingship on every side and everywhere with fragrance. Brightly indeed here too, and most conspicuously, does Scripture, fraught with divine and hidden mysteries, point out also the name of the great King, saying:
Δʹ. Μύρον ἐκκενωθὲν ὄνομά σου, διὰ τοῦτο νεάνιδες ἠγάπησάν σε, εἵλκυσάν σε ὀπίσω σου.
IV. Thy name is ointment poured forth; therefore have the maidens loved Thee, they have drawn Thee after Thee.
Λέγουσα δὲ ἡ θεία Γραφὴ, « Μύρον ἐκκενωθὲν ὄνομά σου, » Χριστὸν αὐτὸν ἐπονομάζει. Τὸ γὰρ μύρον εκκενούμενον δηλαδὴ εἰς χρίσιν προχωρεῖ. Ὅθεν καὶ τὸ ἱερατικὸν μύρον λέγεται χρίσμα. Καὶ οἱ πρότερον βασιλεῖς τῷ μύρῳ χριόμενοι, βασιλεύειν καθίσταντο. Ὅταν οὖν λέγει, « Μύρον ἐκκενωθὲν ὄνομά σου, » δύο ὑποσημαίνει τρόπους. Καθάπερ γὰρ μύρον ἐκκενωθὲν οἶκον εὐωδιάζει· οὕτω τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐπὶ γῆς κατελθόντος, καὶ τῆς οὐρανίου δυνάμεως ἐπὶ τοὺς ἀποστό-
Now in saying, "Thy name is ointment poured forth," divine Scripture names Him Christ; for ointment poured forth manifestly proceeds unto anointing. Whence also the priestly ointment is called chrism; and the kings of old, on being anointed with the ointment, were established to reign. When therefore it says, "Thy name is ointment poured forth," it intimates two senses. For even as ointment poured forth fills a house with fragrance, so when our Lord Jesus Christ came down upon earth, and the heavenly power upon the apos-
Notes, col. 37

On the reading

Printed εκκενούμενον, for ἐκκενούμενον.