Migne Reading Room

PG 40 · cols. 40–49 · Read from the page

Exposition on the Song of Songs

Exposition on the Song of Songs

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 40:40Read from the page
λους χυθείσης, ὅλος ὁ κόσμος τῇ εὐσεβείᾳ εὐωδιάσθη· ὡς καὶ εἷς ἐξ αὐτῶν Παῦλος· « Χριστοῦ εὐωδία ἐσμὲν ἐν τοῖς σωζομένοις καὶ ἐν τοῖς ἀπολλυμένοις· οἷς μὲν ὀσμὴ ἐκ θανάτου εἰς θάνατον· οἷς δὲ ὀσμὴ ἐκ ζωῆς εἰς ζωήν. » Ἡ αὐτὴ ὀσμὴ τῆς εὐωδίας, οἷς μὲν εἰς θάνατον, οἷς δὲ εἰς ζωὴν εὐωδιάζει. Ὀσμὴ γὰρ θανάτου ἦσαν οἱ ἀπόστολοι τοῖς διώκουσι καὶ θλίβουσι καὶ δεσμεύουσι· ὀσμὴ δὲ ζωῆς πάλιν τοῖς πιστεύουσι, τοῖς τὸ κήρυγμα δέξασθαι καταξιουμένοις, τοῖς τὴν πίστιν ἐν ἔργοις δικαιοσύνης βεβαιοῦσιν. « Μύρον ἐκκενωθὲν ὄνομά σου. » Ἐν ταυτῷ δὲ προφητικὸν σημαίνει τρόπον καὶ τῆς μακαρίας Μαρίας, ἥτις συντρίψασα τὸ ἀλάβαστρον τοῦ μύρου ἤλειψε τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν· κἀκεῖνο τὸ μύρον ἐκκενωθὲν ὄνομα ἔσχεν, ὡς ὁ Κύριος ἔλεγεν· « Ἀμὴν λέγω ὑμῖν, ὅπου ἐὰν κηρυχθῇ τὸ Εὐαγγέλιον τοῦτο ἐν ὅλῳ τῷ κόσμῳ, λαληθήσεται καὶ ὃ ἐποίησεν αὕτη εἰς μνημόσυνον αὐτῆς. » Τούτους τοὺς δύο τρόπους οἶμαι ὑποσημαίνειν τὴν θείαν ταύτην Γραφὴν, φάσκουσαν· « Μύρον ἐκκενωθὲν τὸ ὄνομά σου· διὰ τοῦτο νεάνιδες ἠγάπησάν σε. » Ἐπειδὴ γὰρ, φησὶ, ἡ σὴ βασιλεία καὶ ἔνσαρκος παρουσία μύρου δίκην ἐκκενωθέντος ὅλον εὐωδίασεν τὸν κόσμον, διὰ τοῦτο νεάνιδες ἠγάπησάν σε· ὅπερ ἐστὶν, αἱ ψυχαὶ τῶν δικαίων. Μὴ γάρ μοι νόμιζε μόνον νεάνιδας τὰς γυναῖκας λέγειν τὴν ἁγίαν Γραφήν· ἀλλὰ καὶ ἐν γυναιξὶ μὲν νεάνιδας εὑρίσκομεν οὐ τῷ σώματι (οὐ γὰρ τὰ τοῦ σώματος μόνον ζητεῖται· « Ἡ σὰρξ γὰρ οὐδὲν ὠφελεῖ· τὸ πνεῦμά ἐστι τὸ ζωοποιοῦν, ») ἀλλὰ πίστει νεάνιδας. Βλέπε νεάνιδα ἐκείνην τὴν τῷ σώματι ἀσθενεστέραν, ψυχῆς δὲ πίστει ἰσχυροτέραν, τὴν αἱμοῤῥοοῦσαν, ἥτις ἁψαμένη τῶν ἱματίων ὄπισθεν τοῦ Ἰησοῦ, τὴν αἱμάτων ἔστησε ῥύσιν, οὐ σώματος ἰσχύϊ, ἀλλὰ πίστεως δυνάμει. Οὐ γὰρ νεανιευομένη τῷ σώματι, νεανικῷ δὲ τῷ τῆς πίστεως φρονήματι, πέρας ἐπέθηκε τῷ τῆς ἀσθενείας νοσήματι· αὕτη ἡ νεᾶνις εἵλκυσεν αὐτὸν, ὄπισθεν ἁψαμένη· ὡς καὶ εἰς αὐτὴν πληροῦσθαι τὸ γεγραμμένον· « Διὰ τοῦτο αἱ νεάνιδες ἠγάπησάν σε· εἵλκυσάν σε ὀπίσω σου. » Καὶ ἑτέρα δὲ πάλιν νεᾶνις ὄπισθεν ἔκραζεν τοῦ Ἰησοῦ, ἡ Χαναναία ἡ Συροφοίνισσα τῷ γένει, νεᾶνις δὲ τῇ πίστει· καὶ οἱ μὲν μαθηταὶ ἔλεγον· « Ἀπόλυσον αὐτὴν, ὅτι κράζει ὄπισθεν ἡμῶν. » Καὶ αὐτὴ οὖν ὄπισθεν εἵλκυσε τὸν Ἰησοῦν· πρὸς ἣν αὐτὸς ἔφη· « Οὐκ ἔστι καλὸν λαβεῖν τὸν ἄρτον τοῖς τέκνοις, καὶ βαλεῖν τοῖς κυναρίοις. » Ἡ δὲ νεᾶνις τῷ πνεύ-
tles had been poured forth, the whole world was filled with fragrance through godliness; even as Paul, one of them, says: "We are the sweet fragrance of Christ among those who are being saved and among those who are perishing: to the one indeed a fragrance from death unto death, and to the other a fragrance from life unto life." The selfsame fragrance of sweetness smells sweet unto death for the one, and unto life for the other. For the apostles were a fragrance of death to those who persecuted and afflicted and bound them in chains; and again a fragrance of life to those who believed, to those counted worthy to receive the preaching, to those who confirmed their faith by works of righteousness. "Thy name is ointment poured forth." At the same time, moreover, it signifies a prophetic trope also of the blessed Mary, who broke the alabaster flask of ointment and anointed our Lord Jesus Christ; and that ointment poured forth obtained renown, as the Lord said: "Amen I say unto you, wheresoever this Gospel shall be preached in the whole world, that also which this woman has done shall be spoken of for a memorial of her." These two senses I suppose this divine Scripture intimates when it declares: "Thy name is ointment poured forth; therefore have the maidens loved Thee." For since, it says, Thy kingdom and incarnate presence, after the manner of ointment poured forth, filled the whole world with fragrance, therefore have the maidens loved Thee—which is to say, the souls of the righteous. For do not suppose for me that holy Scripture calls women alone maidens; rather even among women we find maidens not in body (for not the things of the body alone are sought: "For the flesh profits nothing; it is the spirit that gives life"), but maidens in faith. Behold that maiden weaker in body, yet stronger in faith of soul, the woman with an issue of blood, who touched the garments of Jesus from behind and stayed the flow of blood, not by strength of body, but by power of faith. For growing youthful not in body, but in the youthful resolve of faith, she set an end to the malady of her weakness; this maiden drew Him, touching Him from behind, so that in her too was fulfilled what is written: "Therefore have the maidens loved Thee; they have drawn Thee after Thee." And yet another maiden again cried aloud behind Jesus, the Canaanite woman, a Syrophoenician by race, yet a maiden in faith; and the disciples indeed were saying, "Send her away, for she cries aloud after us." She too, therefore, drew Jesus from behind; unto whom He Himself said, "It is not good to take the bread for the children and cast it to the little dogs." Yet the maiden, in spi-
PG 40:41Read from the page
ματι, καὶ νεανιευομένη τῷ πνεύματι καὶ τῇ πίστει· « Ναὶ, » φησὶ, « Κύριε· καὶ γὰρ τὰ κυνάρια ἐσθίει ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τῶν κυρίων αὐτῶν. » Θεώρει μοι νεανιότητα πίστεως, καὶ ταπεινοφροσύνης δύναμιν, ἥτις εἵλκυσεν εἰς τοὐπίσω τὸν Ἰησοῦν. Αὗται αἱ δύο νεάνιδες, ἡ αἱμοῤῥοοῦσα καὶ ἡ Συροφοίνισσα· ἡ μὲν ἀκάθαρτος κατὰ τὸν νόμον, ἵνα καθαρισθῇ· ἡ δὲ ἀλλόφυλος, ἵνα τῆς ἀσθενείας ἰαθῇ τὸ κάμνον. Εἵλκυσαν οὖν ἀμφότεραι τὸν Ἰησοῦν ὀπίσω αὗται αἱ δύο νεάνιδες, τῆς αὐτοῦ δυνάμεως ἱκέτιδες τυγχάνουσαι, καὶ ἐκ πίστεως ἰσχυρᾶς, αἱ ἀσθενοῦσαι τῷ σώματι, ἐπέτυχον παρὰ τῆς πηγῆς ἀντλῆσαι τὰ ἰάματα, ὡς καὶ διὰ τὴν ἰσχυρὰν αὐτῶν πίστιν κυρίως καὶ εἰς αὐτὰς λέγεσθαι τὸ ἀποστολικὸν ἐκεῖνο ῥητόν· « Ὅταν ἀσθενῶ, τότε δυνατός εἰμι· » ἡ γὰρ τοῦ σώματος ἀσθένεια τὴν τῆς πίστεως δύναμιν ἔδειξεν. « Διὰ τοῦτο αἱ νεάνιδες ἠγάπησάν σε, » οὐ μόνον αἱ θεραπευθεῖσαι γυναῖκες τῷ τῆς πίστεως φρονήματι, ἀλλὰ καὶ σαφεῖς νεάνιδες, καὶ μείζονες τῶν εἰρημένων, καὶ ἰσχυρότεραι τῶν θεραπευθεισῶν, αἱ ψυχαὶ τῶν ἁγίων μαρτύρων, αἵτινες νεανικώτατα κατὰ τοῦ πονηροῦ ἐπαποδυόμεναι τὰ ἑαυτῶν σώματα τοῖς καρτεροῖς τῆς ὑπομονῆς φρονήμασι δύναμιν ἀκαταμάχητον, καὶ ἰσχὺν ἀήττητον τὴν τῆς πίστεως θωρακισθεῖσαι, καὶ τῆς νίκης ἦραν βραβεῖα· νεανικώτατα τὴν πίστιν τηρήσασαι, καὶ τὸ τοῦ ἀγῶνος στάδιον ὠκύτατα δραμοῦσαι, τὸ ἀποστολικὸν ἀναφωνοῦσιν ἐκεῖνο ῥητόν· « Τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα· λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος, » καὶ τὰ ἑξῆς.
rit, and growing youthful in spirit and in faith, says, "Yea, Lord; for even the little dogs eat of the crumbs that fall from the table of their masters." Behold for me the youthfulness of faith, and the power of humility, which drew Jesus backward. These are the two maidens, the woman with an issue of blood and the Syrophoenician woman: the one unclean according to the law, that she might be cleansed; and the other a foreigner, that the suffering part of her weakness might be healed. Both of these two maidens, therefore, drew Jesus after them, being suppliants of His power, and out of strong faith they who were weak in body attained to draw healings from the fountain, so that on account of their strong faith that apostolic saying is properly spoken in respect of them as well: "When I am weak, then am I strong"; for the weakness of the body showed forth the power of faith. "Therefore have the maidens loved Thee": not only the women healed through the resolve of faith, but also manifest maidens, both greater than those mentioned and stronger than those healed—the souls of the holy martyrs, who, stripping off their own bodies most youthfully against the evil one through the steadfast resolves of endurance, having put on as a breastplate invincible power and unconquerable strength of faith, also carried off the prizes of victory; having kept the faith most youthfully, and having run most swiftly the stadium of the contest, they cry aloud that apostolic saying: "I have finished the course, I have kept the faith; henceforth there is laid up for me the crown of righteousness," and what follows.
Εʹ. Στ. γʹ. Εἰς ὀσμὴν μύρων σου δραμοῦμεν.
V. Ver. 3. Unto the fragrance of Thy ointments we will run.
Μία ἐστὶν ἡ Ἐκκλησία καὶ πληθυντικῶς λέγει· « Δραμοῦμεν· » οἱ γὰρ πολλοὶ « ἕν ἐσμεν ἐν Χριστῷ. » Βλέπε τρέχοντας ἅπαντας εἰς τὴν ὀσμὴν τῶν τοῦ Χριστοῦ μυστηρίων. Ὅπου γὰρ λείψανα κεῖνται μαρτύρων, τότε σπεύδομεν ἐκεῖσε εἰς ὀσμὴν τοῦ Χριστοῦ τρέχομεν μύρων. Εἶτα λοιπὸν χαίρουσα ἡ τῶν πιστῶν πληθὺς, ἡ Χριστοφόρος Ἐκκλησία, καὶ περὶ τὸν ἑαυτῆς ἀγαλλομένη νυμφίον, ἐν αὐτῷ τε ἐγκαυχωμένη, καὶ εὐχαριστοῦσα λέγει·
One is the Church, and in the plural she says, "We will run"; for we who are many "are one in Christ." Behold all running unto the fragrance of the mysteries of Christ. For where relics of martyrs lie, then we hasten thither, we run unto the fragrance of the ointments of Christ. Then next, rejoicing, the multitude of the faithful, the Christ-bearing Church, both exulting over her own Bridegroom and glorying in Him, and giving thanks, says:
Ϛʹ. Εἰσήνεγκέ με ὁ βασιλεὺς εἰς τὸ ταμεῖον αὐτοῦ. Ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν σοί.
VI. The King has brought me into His inner chamber. Let us exult and be glad in Thee.
Ταμεῖον δὲ βασιλέως, ὅπου πάντα ἀπόκειται
Now the inner chamber of the King, wherein all things are laid up
PG 40:44Read from the page
τὰ θησαυρίσματα. Τοῦ δὲ ἐπουρανίου βασιλέως ταμεῖον δῆλον ὅτι πρῶτον μὲν τὸ σῶμα, « ᾧ ἑαυτῷ ᾠκοδόμησεν οἶκον· » ἔπειτα δὲ καὶ ἡ τῶν οὐρανῶν βασιλεία. Ὅταν οὖν λέγει ὁ Σωτήρ· « Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν, » εἰκότως καὶ ἀκολούθως προείρηται καὶ αὐτὴ ἡ φωνή· οὗτοι γὰρ εἰσῆλθον εἰς τὴν τῶν οὐρανῶν βασιλείαν. Ἐπειδήπερ καὶ αὐτοὶ ἐδιώχθησαν ἕνεκεν δικαιοσύνης, διὸ καὶ ἀγαλλιῶνται ἐν αὐτῷ, καὶ εὐφραίνονται λέγοντες· « Ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν σοί. » Βλέποντες τὴν τῶν αἰωνίων χαράν· βλέποντες τὰ ἡτοιμασμένα πρὸ καταβολῆς κόσμου, καὶ ἀπαγγέλλοντες τὰς ἐπαγγελίας, φασίν·
the treasures. Now it is manifest that the chamber of the heavenly King is first the body, "wherein He built Himself a house;" and next, the kingdom of heaven. When therefore the Saviour says: "Blessed are those who have been persecuted for righteousness' sake, for theirs is the kingdom of heaven," reasonably and fittingly has this utterance also been spoken beforehand; for these entered into the kingdom of heaven. Inasmuch as they themselves also were persecuted for righteousness' sake, therefore they also exult in Him, and rejoice, saying: "Let us exult and be glad in Thee." Beholding the joy of eternal things, beholding the things prepared before the foundation of the world, and proclaiming the promises, they say:
Ζʹ. Ἀγαπήσωμεν μαστούς σου ὑπὲρ οἶνον.
VII. We will love Thy breasts above wine.
Ὅπερ ἐστίν· Ἀγαπήσωμεν τὰς δύο Διαθήκας, δι' ὧν ἡμᾶς ὁ βασιλεὺς παιδαγωγήσας, εἰς τὸ ταμεῖον εἰσήγαγε τὸ ἐπουράνιον· ὅτι γὰρ διὰ τῶν δύο Διαθηκῶν ἐτύχομεν τῆς οὐρανίου βασιλείας, βλέπε καὶ τὴν Παλαιὰν καὶ τὴν Καινὴν Διαθήκην παρορμῶσαν τοὺς βουλομένους ὑπὲρ τῆς δικαιοσύνης καὶ τοῦ ὀνόματος τοῦ Χριστοῦ πάσχειν, καὶ τὴν στενὴν καὶ τεθλιμμένην ὁδὸν τῆς ζωῆς ὁδεύειν. Καὶ ἐκ μὲν τῆς Παλαιᾶς τὴν Σοφίαν ἄκουε λέγουσαν· « Ἕως θανάτου ἀγώνισαι ὑπὲρ τῆς ἀληθείας. » Τὸ ὅμοιον καὶ ἐν τῇ Καινῇ, ἐν τοῖς Εὐαγγελίοις αὐτὸν τὸν Κύριον ἐνωτίζου λέγοντα· « Μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ ἐχόντων τι ποιῆσαι. » Ἄκουε δὲ καὶ τῆς Παλαιᾶς λεγούσης· « Ἀκούσατε τὸν λόγον Κυρίου, οἱ τρέμοντες τὸ ῥῆμα αὐτοῦ· εἴπατε τοῖς μισοῦσιν ὑμᾶς· Ἀδελφοὶ ἡμῶν. » Ἐν Εὐαγγελίοις δὲ ἐκ τοῦ Δεσποτικοῦ στόματος ἄκουε· « Ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν· » καὶ πάλιν· « Καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς· » ἐν δὲ τῷ νόμῳ τὸ ὅμοιον· « Ἐὰν ἀπαντήσῃς τῷ ὑποζυγίῳ τοῦ ἐχθροῦ σου πεπτωκότι ὑπὸ τὸν γόμον αὐτοῦ, οὐ παρελεύσῃ, ἀλλὰ συνεγερεῖς αὐτό. » — « Καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς· » εἷς γὰρ καὶ αὐτὸς νομοθέτης ἑκατέραις διετάττετο Διαθήκαις. Δύο τοίνυν μαστοὶ αὐτοῦ αἱ δύο κέκληνται Διαθῆκαι· καὶ ἐκ μιᾶς τῆς ἀθανάτου πηγῆς τὴν ἐπιῤῥοὴν τοῦ πνευματικοῦ γάλακτος ἔχουσαι. Διὸ λέγουσιν οἱ εἰς τὸ ταμεῖον τῶν οὐρανῶν εἰσεληλυθότες· « Ἀγαπήσωμεν μαστούς σου ὑπὲρ οἶνον. » Τί γὰρ ποιεῖ οἶνος; Οἶνος ἀμέτρως ποθεὶς σκοτίζει· αἱ δὲ φωταγωγοὶ Διαθῆκαι στηρίζουσι τὸ φρόνημα, στερεοῦσι πίστιν, θεμελιοῦσιν εἰς τὴν οὐρανῶν βασιλείαν.
Which is to say: Let us love the two Testaments, through which the King, having instructed us, brought us into the heavenly chamber; for since through the two Testaments we obtained the heavenly kingdom, see both the Old and the New Testament urging on those who desire to suffer for righteousness and for the name of Christ, and to walk the narrow and straitened way of life. And from the Old indeed, hear Wisdom saying: "Contend unto death for the truth." In like manner also in the New, in the Gospels give ear to the Lord Himself saying: "Fear not those who kill the body, and have nothing they can do to the soul." And hear the Old also saying: "Hear the word of the Lord, you who tremble at His word; say to those who hate you: Our brethren." And in the Gospels hear from the Master's mouth: "Love your enemies;" and again: "Do good to those who hate you;" and in the Law the like: "If you meet your enemy's beast of burden fallen beneath its load, you shall not pass by, but shall raise it up together." — "Do good to those who hate you;" for one and the same Lawgiver ordained both Testaments. Two breasts of His, therefore, have the two Testaments been called, having also from one immortal fountain the inflow of spiritual milk. Wherefore those who have entered into the chamber of heaven say: "We will love Thy breasts above wine." For what does wine do? Wine drunk immoderately darkens; whereas the light-bearing Testaments strengthen the mind, make firm the faith, and establish a foundation unto the kingdom of heaven.
Ηʹ. Εὐθύτης ἠγάπησέ σε.
VIII. Uprightness has loved Thee.
Πάντες μὲν οἱ τῶν θείων Γραφῶν λόγοι, καὶ ταύ-
All the words of the divine Scriptures indeed, and of this
PG 40:45Read from the page
της τῆς ἁγίας καὶ μυστηριώδους γραφῆς, εὐθῆ τὰ ῥήματα· οὗτος δὲ ὁ περὶ τῆς εὐθύτητος καὶ μάλιστα, « εὐθύτης » γὰρ, φησὶν, « ἠγάπησέ σε. » Ἐὰν μή τινι γὰρ εὐθύτης ὑπάρχει, τὸν Μονογενῆ μὴ οὐκ ἀγαπήσῃ. « Βδέλυγμα γὰρ ἁμαρτωλῷ σοφία. » Εὐθὺς δὲ καρδία ἀγαπᾷ τὴν σοφίαν. Εὐθύτης δέ ἐστι τὸ ἀπαλλάττεσθαι μὲν παντοίων κακῶν, συνήδεσθαι δὲ τῷ νόμῳ τοῦ Θεοῦ, καὶ τὰς ἐντολὰς αὐτοῦ ἐν ἐκτενίᾳ καρδίας ἐπιτελεῖν· ὥς φησιν ὁ Δαβίδ· « Ἐν βουλῇ εὐθέων καὶ συναγωγῇ, μεγάλα τὰ ἔργα Κυρίου. »
holy and mystical Scripture have upright sayings; and this discourse concerning uprightness most of all, for "uprightness," it says, "has loved Thee." For unless uprightness is present in someone, he will certainly not love the Only-begotten. "For wisdom is an abomination to a sinner." An upright heart, however, loves wisdom. And uprightness is to depart from evils of every kind, to delight together in the law of God, and to fulfil His commandments with earnestness of heart; as David says: "In the council of the upright and in the congregation, great are the works of the Lord."
Θʹ. Στ. δʹ. Μέλαινά εἰμι καὶ καλή.
IX. Verse 4. I am black and beautiful.
Μέλαινα διὰ τὰς ἁμαρτίας· καλὴ διὰ τὴν μετάνοιαν. Οὐ σώματος ἡ μελανία· οὐδὲ σαρκικὸν πάλιν ταύτης τῆς νύμφης τὸ κάλλος. Ἀλλὰ μέλαιναν ἑαυτὴν λέγει διὰ τὰς ἀνομίας, ἐπειδὴ ταύταις ἦν μεμελανωμένη, ἔν τε τῇ εἰδωλολατρείᾳ καὶ ταῖς λοιπαῖς τῆς ἀφροσύνης ἀπάταις.
Black because of sins; beautiful because of repentance. Not of the body is the blackness; nor again is the beauty of this Bride carnal. Rather, she calls herself black because of lawless deeds, inasmuch as she had been blackened by these, both in idolatry and in the remaining deceits of folly.
Ιʹ. Μέλαινά εἰμι καὶ καλή, θυγατέρες Ἱερουσαλήμ.
X. I am black and beautiful, O daughters of Jerusalem.
Θυγατέρας Ἱερουσαλὴμ οἶμαι καλεῖν τὴν νύμφην τὰς προφητικὰς τῶν δικαίων ψυχάς. Ἐξομολογουμένη μὲν τὰ ἁμαρτήματα, φαιδρυνομένη δὲ ἐπὶ τῇ τοῦ νυμφίου φιλανθρωπίᾳ· ὅτι δίδωσιν ἐπὶ ἁμαρτήμασι μετάνοιαν. Ἴδε ταύτην μέλαιναν οὖσαν ὡς ἀληθῶς, καὶ καλὴν, ἐναρχομένην ἀπὸ τοῦ Αἰθίοπος τοῦ εὐνούχου τὸ κήρυγμα δέχεσθαι τοῦ Μονογενοῦς διὰ Φιλίππου τοῦ ἀποστόλου. Ὅθεν καὶ Δαβίδ φησιν· « Αἰθιοπία προφθάσει χεῖρα αὐτῆς τῷ Θεῷ. »
I think the Bride calls the prophetic souls of the righteous the daughters of Jerusalem. Confessing her sins on the one hand, and brightening on the other at the loving-kindness of the Bridegroom—because He grants repentance for sins—behold her truly black, and yet beautiful, beginning from the Ethiopian eunuch to receive the preaching of the Only-begotten through Philip the apostle. Whence David also says: "Ethiopia shall stretch out her hand beforehand unto God."
ΙΑʹ. Ὡς σκηνώματα Κηδὰρ, ὡς δέῤῥις Σαλομών.
XI. As the tents of Kedar, as the skin-curtain of Solomon.
Κηδὰρ ἑρμηνεύεται Ὀστρακίνη. Ἐπειδὴ πανταχῆ οἱ Κηδαρῖται διεβλήθησαν, ὥς φησιν Ἱερεμίας· « Διέλθετε εἰς νήσους Κεττιεὶμ, καὶ ἴδετε, καὶ εἰς Κηδὰρ ἀποστείλατε, καὶ νοήσατε σφόδρα, εἰ γέγονε τοιαῦτα· εἰ ἀλλάξονται ἔθνη θεοὺς αὐτῶν. » Ἐπειδὴ γὰρ ἐξ ἐκείνων εἰδωλομανῶν ἦν ἡ ἐξομολογουμένη, λέγει· « Ὡς σκηνώματα Κηδὰρ, ὡς δέῤῥις Σαλομών. » Λέγει καὶ τὸ ἐξ Ἰουδαίων καὶ ἐξ ἐθνῶν, σκηνώμασι μὲν Κηδὰρ τοὺς ἐξ ἐθνῶν αὐτῇ ἥκοντας ἀπεικάζουσα, τῇ δέῤῥι δὲ τοῦ Σαλομὼν ὁμοίως τοὺς ἀπὸ Ἰουδαίων πιστοὺς, καὶ πάντας τοὺς σάκκῳ ἐξιλεουμένους τὸ Θεῖον.
Kedar is interpreted "Earthenware" (Ostracine). Since the Kedarites were everywhere traduced, as Jeremiah says: "Pass over to the islands of Kittim, and see, and send unto Kedar, and consider diligently whether such things have happened; whether nations will change their gods." Since, then, she who makes confession came from those idol-mad peoples, she says: "As the tents of Kedar, as the skin-curtain of Solomon." She speaks of herself as consisting both of Jews and of Gentiles, likening to the tents of Kedar those who come to her from the Gentiles, and likewise to the skin-curtain of Solomon the believers from among the Jews, and all who propitiate the Divine in sackcloth.
ΙΒʹ. Στ. εʹ. Μὴ βλέψητέ με ὅτι ἐγώ εἰμι μεμελανωμένη, ὅτι παρέβλεψέ με ὁ ἥλιος.
XII. Verse 5. Look not upon me because I am blackened, because the sun has looked askance upon me.
Μὴ ἀπελπίσητέ με, φησὶ, διὰ τὰς τῶν ἁμαρτιῶν
Do not despair of me, she says, on account of the
PG 40:48Read from the page
μελανίας, ὅτι παρέβλεψέ με Χριστὸς, ὁ τῆς δικαιοσύνης ὁ ἥλιος. Εἰ γὰρ αἰσθητὸν ἦν τὸ λεγόμενον καὶ περὶ τούτου τοῦ ἡλίου ἦν τὸ λαλούμενον, οὐκ ἂν ἔλεγεν, ὅτι « Παρέβλεψέ με ὁ ἥλιος οὗτος· » ἀλλὰ μᾶλλον οἱ σκιᾷ τροφούμενοι λευκαίνονται. Ἐκείνη δὲ ἐν ταῖς τῶν εἰδώλων ἐξεταζομένη μανίαις πρὸ τῆς πίστεως, καὶ ὑπὸ τοῦ τῆς δικαιοσύνης ἡλίου παρεωραμένη ὑπῆρχε μεμελανωμένη· ἕως οὗ « ὁ ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων » παραγενόμενος, τὸ ἑαυτοῦ κάλλος διὰ τοῦ βαπτίσματος ἐναπετύπωσεν εἰς αὐτήν· καθὼς καὶ Δαβὶδ φάσκει· « Ἐσημειώθη ἐφ' ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε· » καὶ ἀλλαχοῦ πάλιν· « Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ' ἡμᾶς. »
blackness of my sins, because Christ, the Sun of righteousness, looked askance upon me. For if what is said were perceptible to the senses and what is spoken concerned this visible sun, she would not say, "This sun looked askance upon me;" rather, those nourished in the shade grow white. She, however, being found amid the frenzies of idols before the faith, and overlooked by the Sun of righteousness, was blackened; until "He Who is comely in beauty beyond the sons of men" came and imprinted His own beauty upon her through baptism; just as David also declares: "The light of Thy countenance has been signed upon us, O Lord;" and elsewhere again: "And let the brightness of the Lord our God be upon us."
ΙΓʹ. Υἱοὶ μητρός μου ἐμαχέσαντο ἐν ἐμοί.
XIII. My mother's sons fought in me.
Υἱοὺς μητρὸς αὐτῆς οἶμαι τοὺς σοφοὺς τῆς ἐπουρανίου βασιλείας υἱοὺς, τοὺς ἀποστόλους λέγειν. Ἵνα δὲ σαφέστατα δειχθῇ ἀγαθήν τε καὶ καλὴν μάχην καὶ εἰρήνης παρεκτικὴν, καὶ ζήλου ἐμπνέουσαν ἐνθέου, βλέπε τί Παῦλος λέγει· « Ἔμπροσθεν πάντων εἶπον τῷ Κηφᾷ· Εἰ σὺ Ἰουδαῖος ὑπάρχων, ἐθνικῶς, καὶ οὐκ Ἰουδαϊκῶς, ζῇν προῄρησαι διὰ Χριστὸν καὶ τὴν οἰκοδομὴν τῶν πιστῶν, πῶς τὰ ἔθνη ἀναγκάζεις Ιουδαΐζειν; » Τοιαύτην εἰρηνικὴν ἐμαχέσαντο μάχην ἐν αὐτῇ· διὸ λέγει· « Υἱοὶ μητρός μου ἐμαχέσαντο ἐν ἐμοί. »
By her mother's sons I think she means the wise sons of the heavenly kingdom, the apostles. And in order that it may be shown most clearly that they fought a good and noble fight, productive of peace and breathing divine zeal, see what Paul says: "Before them all I said to Cephas: If you, being a Jew, have chosen to live after the manner of Gentiles and not after the manner of Jews, for Christ's sake and for the building up of believers, how do you compel the Gentiles to Judaize?" Such a peaceful fight did they fight in her; wherefore she says: "My mother's sons fought in me."
ΙΔʹ. Ἔθεντό με φυλάκισσαν ἐν ἀμπελῶσι· τὸν ἀμπελῶνα ἐμὸν οὐκ ἐφύλαξα.
XIV. They set me as a keeper in the vineyards; my own vineyard I have not kept.
Ἀμπελὼν ἀναγέγραπται πολλαχῆ μὲν ἐν ταῖς θείαις Γραφαῖς· ἐν ἐπιτομῇ δὲ λεκτέον τὸ εὐαγγελικὸν ἐκεῖνο Κυρίου περὶ τῶν μὴ διδόντων τοὺς καρποὺς τοῖς ἀποσταλεῖσιν· « Ἐλεύσεται ὁ κύριος τοῦ ἀμπελῶνος, καὶ κακοὺς κακῶς ἀπολέσει αὐτούς· καὶ τὸν ἀμπελῶνα ἐκδώσεται ἄλλοις γεωργοῖς, οἵτινες δώσουσι τοὺς καρποὺς ἐν τοῖς καιροῖς αὐτῶν. » Ὁ δὲ Κύριος βεβαιοῖ τὸ ῥῆμα, καὶ ἐπάγει λέγων πρὸς ἐκείνους· « Ἀρθήσεται ἀφ' ὑμῶν ἡ βασιλεία τοῦ Θεοῦ. » Καὶ λέγει περὶ ταύτης, ἧς οἶδε νύμφης τῆς ἐν ᾌσμασιν αὐτῷ προσομιλούσης· « Καὶ δωθήσεται ἔθνει τῷ ποιοῦντι τοὺς καρποὺς αὐτοῦ. » Αὕτη ὑπὸ τῶν ἀποστόλων τίθεται φυλάκισσα ἐν ἀμπελῶνι τούτῳ τῆς πίστεως πολυβότρυϊ καρπῷ. « Ἔθεντό με φυλάκισσαν ἐν ἀμπελῶνι. » Εἶτα ἐξομολογουμένη ἡ Ἰουδαίων συναγωγὴ, καὶ αὐτὴ ὁμολογεῖ ὡς ἐλθοῦσα ἀπὸ Ἰουδαίων εἰς τὴν ἁγίαν Ἐκκλησίαν, καί φησι· « Τὸν ἀμπελῶνα ἐμὸν οὐκ ἐφύλαξα· » ὅπερ ἐστί· Τὰ
For a vineyard is recorded in many places in the divine Scriptures; yet briefly we must cite that evangelical saying of the Lord concerning those who do not render the fruits to the messengers sent to them: "The lord of the vineyard will come, and will miserably destroy those wicked men, and will let out the vineyard to other husbandmen, who will render the fruits in their seasons." And the Lord confirms the saying, and adds, speaking to them: "The kingdom of God shall be taken away from you." And He speaks concerning this Bride whom He knows as conversing with Him in the Song of Songs: "And it shall be given to a nation producing the fruits thereof." She is set by the apostles as a keeper in this vineyard of faith rich in clustered fruit: "They set me as a keeper in the vineyard." Then, making confession, the synagogue of the Jews herself also confesses as having come from the Jews into the holy Church, and says: "My own vineyard I have not kept;" which is to say: The
Notes, col. 48

On the reading

Printed Ιουδαΐζειν, for Ἰουδαΐζειν.

Printed δωθήσεται, for δοθήσεται.

PG 40:49Read from the page
ἐν νόμῳ προτεταγμένα οὐκ ἐτήρησα· ἵνα διὰ τῆς ἐξομολογήσεως ἐπιτύχῃ τῆς τῶν ἁμαρτημάτων ἀφέσεως.
things ordained beforehand in the Law I have not kept; in order that through confession she may obtain the forgiveness of sins.
ΙΕʹ. Στ. ϛʹ. Ἀπάγγειλόν μοι, ὃν ἠγάπησεν ἡ ψυχή μου, ποῦ ποιμαίνεις, ποῦ κοιτάζεις ἐν μεσημβρίᾳ.
XV. Verse 6. Tell me, O Thou Whom my soul has loved, where Thou dost pasture, where Thou dost rest at midday.
Ἐπειδὴ γὰρ προφητικῶς καὶ ἐν Δαβὶδ ἀποτυποῦται καὶ ἐν αὐτῇ τὸ ῥῆμα· « Ἀγαπήσω σε, Κύριε, ἡ ἰσχύς μου· » καὶ αὐτὴ δὲ κατηξιώθη προαγαπηθεῖσα ὑπὸ τοῦ Κυρίου ἀγαπῆσαι τὸν Κύριον, ὥς φησι Παῦλος· « Οὐχ ὅτι ἡμεῖς ἠγαπήσαμεν τὸν Θεὸν, ἀλλ' ὅτι αὐτὸς ἠγάπησεν ἡμᾶς, καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν· » διὰ τοῦτο ἀγαπηθεῖσα ἀνταγαπᾷ καὶ λέγει· « Ἀπάγγειλόν μοι, ὃν ἠγάπησεν ἡ ψυχή μου, ποῦ ποιμαίνεις, ποῦ κοιτάζεις ἐν μεσημβρίᾳ· » τουτέστι· Κατὰ τὴν τοῦ πάθους ὥραν, ὅτε ἀπὸ ὥρας ἕκτης ἕως ἐννάτης σκότος ἐγένετο, διὰ τοῦτο « ποῦ ποιμαίνεις, ποῦ κοιτάζεις ἐν μεσημβρίᾳ, » ἐν ᾗ καὶ ἀκμὴ τοῦ καύσωνος τῶν πειρασμῶν. Ποῦ κρυπτάζεις, τοὺς σοὺς ἐάσας πειράζεσθαι;
For since the word is prophetically prefigured both in David and in her: "I will love Thee, O Lord, my strength;" and she herself too, having first been loved by the Lord, was counted worthy to love the Lord, as Paul says: "Not that we loved God, but that He loved us, and gave Himself up for us;" therefore, having been loved, she loves in return and says: "Tell me, O Thou Whom my soul has loved, where Thou dost pasture, where Thou dost rest at midday;" that is to say: At the hour of the passion, when from the sixth hour until the ninth darkness came on, therefore "where Thou dost pasture, where Thou dost rest at midday," wherein also is the height of the scorching heat of temptations. Where dost Thou hide Thyself, having left Thine own to be tempted?
ΙϚʹ. Μήποτε γένωμαι ὡς περιβαλλομένη ἐπ' ἀγέλαις ἑταίρων σου.
XVI. Lest perchance I become as one veiled beside the flocks of Thy companions.
Ὅπερ ἐστί· Μήποτε μετὰ τῶν αἱρέσεων γένωμαι περιβαλλομένη. Διὰ τοῦτο ἀνταποκρίνεται αὐτῇ καὶ λέγει·
Which is to say: Lest perchance I become veiled along with the heresies. Therefore He answers her in turn and says:
ΙΖʹ. Στ. ζʹ. Ἐὰν μὴ γνῷς σεαυτὴν, ἡ καλὴ ἐν γυναιξίν.
XVII. Verse 7. Unless you know yourself, O beautiful among women.
Ὅπερ ἐστίν· Ἐὰν μὴ γνῷς σεαυτὴν, οἵα ὑπῆρχες, καὶ οἵα γέγονας. Καλὴν δὲ ἐν γυναιξὶ λέγει. Ἐν πάσαις γὰρ ταῖς αἱρέσεσι καὶ ταῖς συναγωγαῖς μόνη καλὴ, οὐκ ἐξ ἑαυτῆς ἔχουσα τὸ κάλλος, ἀλλ' ἐκ τοῦ ὡραίου κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων. Ἐναποτυπώσας δὲ ἐν αὐτῇ τὸ ἴδιον κάλλος ὁ Μονογενὴς διὰ τοῦ λουτροῦ τῆς παλιγγενεσίας, χρησίμως ἐγκαλεῖ αὐτῇ, καὶ λέγει· « Ἐὰν μὴ γνῷς σεαυτὴν, ἡ καλὴ ἐν γυναιξίν. »
Which is to say: Unless you know yourself, of what sort you were, and of what sort you have become. And He calls her beautiful among women; for among all the heresies and synagogues she alone is beautiful, having her beauty not from herself, but from Him Who is comely in beauty beyond the sons of men. Having imprinted His own beauty upon her through the laver of regeneration, the Only-begotten profitably reproves her, and says: "Unless you know yourself, O beautiful among women."
ΙΗʹ. Ἔξελθε ἐν πτέρναις τῶν ποιμνίων, καὶ ποίμαινε τὰς ἐρίφους σου.
XVIII. Go forth in the footsteps of the flocks, and pasture your kids.
Ἐὰν μὴ γνῷς, φησὶ, ποῦ ἦς, καὶ ποῦ εἶ· ἐὰν μὴ γνῷς τὸ κάλλος ὅπερ εἴληφας, « ἔξελθε ἐν πτέρναις τῶν ποιμνίων. » Ἀπειλητικὸς ὁ λόγος, ἐπιτιμητικὸν τὸ ῥῆμα. Ὅπου γὰρ ἀγνοία, ἐκεῖ καὶ ἐπιτιμία. Ἐπειδὴ γὰρ προεῖπε· « Μήποτε γένωμαι ὡς περιβαλλομένη ἐπ' ἀγέλαις ἑταίρων σου· » ὅπερ ἐστί· Μηποτε κατὰ τῶν αἱρέσεων ἀναμιγῶ· διὰ τοῦτο ὥσπερ ἀπειλητικῶς ἐπιτιμᾷ αὐτῇ, καὶ λέγει· Ἐὰν μὴ γνῷς σου τὸ κάλλος, ὅτι παρ' ἐμοῦ αὐτὸ κέκτησαι, « ἔξελθε ἐν πτέρναις τῶν ποιμνίων, καὶ ποίμαινε τὰς ἐρίφους σου· » τουτέστιν· Εἰ ἀναξίαν
Unless you know, He says, where you were, and where you are; unless you know the beauty which you have received, "go forth in the footsteps of the flocks." Threatening is the discourse, rebuking is the word; for where ignorance is, there rebuke also is. For since she previously said: "Lest perchance I become as one veiled beside the flocks of Thy companions;" which is to say: Lest perchance I be mingled among the heresies; therefore, as though threateningly, He rebukes her, and says: Unless you know your beauty, that from Me you have acquired it, "go forth in the footsteps of the flocks, and pasture your kids;" that is to say: If unworthy
Notes, col. 49

On the reading

Printed ἀγνοία, for ἄγνοια.

Printed Μηποτε, for Μήποτε.