χάρτου οὐ προσφέρονται· οὕτως τῷ Θεῷ αἱ ἀρεταὶ πᾶσαι ὁμοῦ, ἄνευ ταπεινοφροσύνης οὐκ ἐμφανίζονται. Καὶ μάρτυς ὁ Φαρισαῖος καὶ ὁ τελώνης. Ὁ Φαρισαῖος ἔλεγεν ἔχειν κατορθώματα· Ὁ Θεὸς, εὐχαριστῶ σοι, ὅτι οὐκ εἰμὶ ὡς οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγες, ἄδικοι, μοιχοί. Νηστεύω δὶς τοῦ Σαββάτου, ἀποδεκατῶ μου τὰ ὑπάρχοντα Καλὰ τὰ ῥήματα, ἀλλ' εὐλάβεια οὐδαμοῦ· καλὰ τὰ κατορθώματα, ἀλλὰ ταπεινοφροσύνη οὐδαμοῦ. Ὁ τελώνης τὸ στῆθος ἔτυπτεν, καὶ ὡς ἁμαρτωλὸς προσέπιπτεν, καὶ τὴν ταπεινοφροσύνην ἐνεφάνισεν· καὶ ως ἀντίδικον τὸν ὑπερήφανον Φαρισαῖον ἐνίκησεν. Κατέβη γὰρ οὗτος δεδικαιωμένος. — Ὁ βασιλεύς μου. Διὰ τί ὁ Δαβὶδ βασιλέα αὐτοῦ τὸν Θεὸν ἐκάλεσεν; Ἵνα δείξῃ, ὅτι κἂν ἀνθρώπων ἐβασίλευεν, ἀλλὰ τῷ Θεῷ ὡς στρατιώτης ἐδούλευεν· κἂν τῶν ὁμογενῶν ἐκυρίευεν, ἀλλ' ὑπὸ τοῦ βασιλέως τοῦ ἄνω ἐκυριεύετο· κἂν τὸ βασιλικὸν ἐφόρει ἀξίωμα, ἀλλ' ὑπὸ ἁμαρτίας οὐκ ἐβασιλεύετο. Ὁ βασιλεύς μου. Ἐμοὶ μὲν γὰρ ἐπένδυμα τὸ βασιλικὸν ἀξίωμα. Πρῶτον μὲν γὰρ ἄνθρωπόν με ἐποίησας, καὶ οὕτως τὴν βασιλείαν ἐπέθηκας. Σὺ δὲ συγγενὲς καὶ σύντροφον καὶ συνυπάρχον τὸ βασίλειον. Ὁ βασιλεύς μου.
paper are not presented; so too all virtues together, without humility, do not appear before God. And witness the Pharisee and the tax-collector. The Pharisee said that he possessed upright deeds: O God, I thank Thee that I am not like the rest of men, extortioners, unjust, adulterers. I fast twice in the Sabbath; I give tithes of what I possess. Fair are the words, yet reverence is nowhere; fair are the upright deeds, yet humility is nowhere. The tax-collector beat his breast, and fell down as a sinner, and displayed humility; and as against an adversary he conquered the arrogant Pharisee. For this man went down justified. — My King. Why did David call God his King? In order to show that even though he reigned over men, yet he served God as a soldier; even though he exercised lordship over those of his own race, yet he was governed by the King on high; even though he wore the royal dignity, yet he was not ruled over by sin. My King. For to me the royal dignity is an outer garment. For first Thou madest me a man, and then laidst the kingship upon me; whereas with Thee sovereignty is kindred and connatural and coexistent. My King.
Καὶ ἐπειδὴ ἄνθρωποι ἀνθρώπων βασιλεύουσιν, τὸ ἐξαίρετον ἐπήγαγεν· Καὶ ὁ Θεός μου. Ὁ ὡς Θεὸς δημιουργήσας με, καὶ ὡς βασιλεὺς πρόνοιάν μου ποιούμενος. Διὰ τί δὲ εἶπον Καὶ ὁ Θεός μου ; — Ὅτι πρὸς σὲ προσεύξομαι, Κύριε. Προσευχὴ γὰρ οὐκ ἀνθρώπῳ, οὐ στρατηγῷ, οὐχ ἡγεμόνι, οὐκ ἄρχοντι, οὐ βασιλεῖ, ἢ μόνῳ τῷ Θεῷ προσφέρεται. Δι' ὃ οὐ μόνον σε βασιλέα μου, ἀλλὰ καὶ Θεὸν ὡμολόγησα. Διὰ τί; Ὅτι πρὸς σὲ προσεύξομαι, Κύριε. Καὶ πρόσχες τῇ ἁρμονίᾳ. Ἐπειδὴ εἶπεν· Πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, διὰ τὴν δέησιν βασιλέα εἶπεν. Ὁ βασιλεύς μου. Ἐπειδὴ προσεύξασθαι προέθετο, Θεὸν ὡμολόγησεν. Καὶ ὁ Θεός μου. Ὡς βασιλεῖ τὴν δέησιν, ὡς Θεῷ τὴν προσευχὴν προσήνεγκεν. Τῷ πρωῒ εἰσακούσῃ τῆς φωνῆς μου. Προφῆται εἶπον περὶ τῆς κληρονόμου Ἐκκλησίας· Βοηθήσει αὐτῇ ὁ Θεὸς, τὸ πρὸς πρωῒ πρωΐ· ὁ μονογενὴς Θεὸς, ὄρθρου ἐκ νεκρῶν ἀνιστάμενος. Ἐκείνην τὴν πρωϊνὴν βοήθειαν κἀγὼ ἐπεύχομαι. Τῷ πρωῒ εἰσακούσῃ τῆς φωνῆς μου. Τῷ πρωῒ παραστήσομαί σοι. Ἵνα θεασάμενός σε ὡς ἀπὸ θαλάμου τοῦ τάφου νυμφίον ἀνιστάμενον, ἵνα παραστήσῃς ἑαυτῷ ἔνδοξον τὴν Ἐκκλησίαν, εἴπω μετὰ ἀγγέλων εὐφημῶν· Παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου. Ἵνα οὖν τοῦτο ἴδω, Τῷ πρωῒ παραστήσομαί σοι, καὶ ἐπόψῃ με, ἢ. ἐπόψομαι. Τὰ γὰρ δύο κεῖται. Ἐὰν μὲν, Ἐπόψῃ, ἀντὶ τοῦ, Εἶδες ποιμαίνοντα, ἐπόψῃ βασιλεύοντα· εἶδες ψάλλοντα, ἐπόψῃ
And since men reign over men, he added what is pre-eminent: And my God. He Who as God fashioned me, and as King exercises providence over me. And why did I say, And my God? — Because unto Thee shall I pray, O Lord. For prayer is offered not to a man, not to a general, not to a governor, not to a ruler, not to a king, save to God alone. Wherefore I confessed Thee not only as my King, but also as God. Why? Because unto Thee shall I pray, O Lord. And attend to the harmony. Since he said, Attend to the voice of my supplication, because of the supplication he called Him King: My King. Since he purposed to pray, he confessed Him God: And my God. As to a King he brought the supplication, as to God the prayer. In the morning Thou shalt hear my voice. Prophets spoke concerning the heiress Church: God shall help her right early in the morning — the only-begotten God, rising at dawn from the dead. That morning help I too pray for: In the morning Thou shalt hear my voice. In the morning I shall stand before Thee. So that, beholding Thee rising as a Bridegroom from the bridal chamber of the tomb, that Thou mightest present the Church glorious unto Thyself, I may say in acclamation with the angels: The queen stood at Thy right hand. In order, then, that I may see this, In the morning I shall stand before Thee, and Thou shalt behold me — or, I shall behold. For both readings stand. If on the one hand it is Thou shalt behold, it stands for: Thou sawest me tending flocks, Thou shalt behold me reigning; Thou sawest me singing psalms, Thou shalt behold me