μα τοῦ κόσμου τούτου· ἡ δὲ ἡμέρα τῆς κληρονομίας τῶν αἰωνίων ἀγαθῶν παραγίνεται, καὶ ὁ νυμφίος Χριστὸς μετὰ τῆς κληρονομίας ἔρχεται. Ὅθεν, Ὑπὲρ τῆς κληρονομούσης, ἐπέγραψεν τὸν ψαλμόν. Εις τὸ τέλος ὑπὲρ τῆς κληρονομούσης. Καὶ μάρτυς Ἠσαΐας· Ἰδοὺ Κύριος ἐν ισχύϊ ἔρχεται· ιδοὺ ὁ μισθὸς αὐτοῦ μετ' αὐτοῦ, καὶ τὸ ἔργον ἑκάστου ἐναντίον αὐτοῦ. Ὅτι δὲ ἡ κληρονομία μισθὸς εἴρηται, λέγει τοῖς υἱοῖς τῆς Ἐκκλησίας ὁ Δαβίδ· Ἰδοὺ ἡ κληρονομία Κυρίου, υιοί· ἀντὶ τοῦ, Ὡς υἱοῖς καὶ τέκνοις λέγω· Ὁ μισθὸς τοῦ καρποῦ τῆς γαστρός. Τοῖς γὰρ καμοῦσιν κληρονόμοις καὶ υἱοῖς, ἡ κληρονομία μισθός· τοῖς δὲ μὴ καμοῦσιν, ἡ κληρονομία δωρεά. Καὶ ἐπειδὴ τὸ τέλος τῆς ἐνταῦθα ζωῆς, τῆς ἐκεῖ κληρονομίας καὶ διαγωγῆς γίνεται ἡ ἀρχή· ἵνα ἡ κληρονόμος παραλάβῃ τὰς νομὰς τὰς οὐρανίους μονάς διὰ τοῦτο, Εις τὸ τέλος ὑπὲρ τῆς κληρονομούσης, ὑπέγραψεν τὸν ψαλμόν. Εις τὸ τέλος ὑπὲρ τῆς κληρονομούσης. Ἵνα ἐν εὐσεβείᾳ καὶ καλῇ πολιτείᾳ τὸν βίον ἡ ψυχὴ τελέσασα, τῆς κληρονομίας ἐν ἀπολαύσει γένηται. Εις τὸ τέλος ὑπὲρ τῆς κληρονομούσης. Καὶ τίς ἡ κληρονομοῦσα; Ἡ Ἐκκλησία, καὶ πᾶσα θεοφιλὴς ψυχὴ, ἡ ὡς νύμφη καὶ παρθένος ἁρμοσθεῖσα τῷ Χριστῷ. Ἡρμοσάμην γὰρ ὑμᾶς ἑνὶ ἀνδρὶ, παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ. Καὶ τίς ἡ κληρονομία; Ἡ τῶν οὐρανῶν βασιλεία. Ὁ Χριστὸς λέγει· Δεῦτε, οι εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν. Καὶ διὰ τί ἡ τῶν οὐρανῶν βασιλεία κληρονομία λέγεται; Ἵνα οἱ ταύτης ἀπολαῦσαι θέλοντες γνήσιοι υἱοὶ καὶ φίλοι τοῦ Θεοῦ γένωνται. Οὐδεὶς γὰρ τοὺς ἐχθροὺς καὶ ἀλλοτρίους, κληρονόμους ἐνιστᾷ. Ὅθεν καὶ ἕκαστος τῶν διατιθεμένων ἐγγράφως τῷ κληρονόμῳ εὐχαριστεῖ. Ὁ δεῖνα, φησὶν, ἔστω μου κληρονόμος, ὁ ἀεὶ γνησίως μοι ὑπηρετήσας, ὁ ἐν πᾶσίν με ἀναπαύσας, ὁ πάντοτέ μοι εὐαρεστήσας. Εἰ δὲ ἄνθρωπος τὸν ἐνάρετον υἱὸν ἢ φίλον, κληρονόμον καθιστᾷ, πολλῷ μᾶλλον ὁ Θεὸς ὡς δίκαιος δικαστής. Τοῦτο καὶ ὁ Χριστὸς ἐν τῇ ἑαυτοῦ διαθήκῃ ποιῶν· Δεῦτε, οι εὐλογημένοι τοῦ Πατρὸς, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν. Εἶτα ἡ εὐχαριστία· Ἐπείνασα γὰρ, καὶ ἐδώκατέ μοι φαγεῖν· καὶ τὰ ἑξῆς. Ἐφ' ὅσον ἐποιήσατε ενὶ τούτων, ἐμοὶ ἐποιήσατε. Ὡς κληρονόμοι ἐθρέψατε· τῆς κληρονομίας ἀπολαύσατε.
of this world is passing away, whereas the day of the inheritance of everlasting blessings is arriving, and Christ the Bridegroom is coming with the inheritance. Hence he inscribed the psalm, For her who obtains the inheritance: Unto the end, for her who obtains the inheritance. And Isaiah bears witness: Behold, the Lord comes in strength; behold, His reward is with Him, and the work of each one before Him. And that the inheritance is called a reward, David declares to the sons of the Church: Behold, the inheritance of the Lord, sons — that is to say, As unto sons and children I speak — the reward of the fruit of the womb. For to heirs and sons who have toiled, the inheritance is a reward; whereas to those who have not toiled, the inheritance is a free gift. And seeing that the end of our life here becomes the beginning of our inheritance and way of life yonder, in order that the heiress may receive her pastures, the heavenly mansions, on this account he subscribed the psalm, Unto the end, for her who obtains the inheritance. Unto the end, for her who obtains the inheritance: so that the soul, having finished its life in godliness and noble conduct, may enter into the enjoyment of the inheritance. Unto the end, for her who obtains the inheritance. And who is she who obtains the inheritance? The Church, and every God-loving soul that has been betrothed to Christ as a bride and virgin; for I espoused you to one husband, to present you as a chaste virgin to Christ. And what is the inheritance? The kingdom of heaven. Christ says: Come, blessed of My Father, inherit the kingdom prepared for you. And why is the kingdom of heaven called an inheritance? So that those who wish to enjoy it may become genuine sons and friends of God; for nobody appoints his enemies and strangers as heirs. Hence too each testator expresses gratitude in writing to his heir: Let such a one, says he, be my heir, who ever served me genuinely, who gave me rest in all things, who at all times pleased me well. Now if a man appoints his virtuous son or friend as heir, how much more does God as a righteous Judge! Doing this very thing in His own testament, Christ says: Come, blessed of My Father, inherit the kingdom prepared for you. Next comes the expression of gratitude: For I was hungry, and you gave Me to eat, and the rest: Inasmuch as you did it unto one of these, you did it unto Me. As heirs you nourished Me; enjoy the inheritance.
Καὶ τίνες οἱ κληρονόμοι; Ἀνάγνωθι τὴν διαθήκην τοῦ Χριστοῦ, καὶ εὑρίσκεις τὰ πρόσωπα τῶν κληρονόμων, ἵνα μάθῃς εἰ τὸ σὸν πρόσωπον ἐμφέρεται ἐν τῇ διαθήκῃ. Καὶ τίς ἡ τοῦ Χριστοῦ διαθήκη; Τὸ Εὐαγγέλιον. Καὶ ὅτι τὸ Εὐαγγέλιον ὁ Χριστὸς διαθήκην λέγει· Καθὼς διέθετό μοι ὁ Πατὴρ διαθήκην κἀγὼ διατίθεμαι ὑμῖν· ἵνα ὡς κληρονόμοι διαπαν-
And who are the heirs? Read the testament of Christ, and you find the persons of the heirs, so that you may learn whether your own person is entered in the testament. And what is the testament of Christ? The Gospel. And that Christ calls the Gospel a testament: Even as the Father appointed unto Me a testament, I also appoint unto you, that as heirs continually