Τοῦτο γὰρ ἐπάγει, τὸ εἰπεῖν· Πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου. Καὶ μὴν φωνῇ οὐ προσέχεται. Ἀλλὰ καὶ ἡ φωνὴ, ὅτ' ἂν μὲν ἀγράφως προφέρηται, τότε ἀκοῆς χρήζει· ὅτ' ἂν δὲ ἡ φωνὴ ἐν χάρτῃ γραφῇ, καὶ τῷ βασιλεῖ προσενεχθῇ, τότε ὡς διὰ τῶν γραμμάτων λαλοῦσα, ὀφθαλμῶν χρείαν ἔχει. Πολλάκις γὰρ μὴ λαλῶν ἀναγινώσκει ὁ ἄρχων, καὶ ὁρᾷ τὸν χάρτην ὡς ἱκέτην, καὶ τὰς ἐγγράφους φωνὰς ὡς ἐλεεινὰς ἱκεσίας, καὶ τοὺς λόγους οὓς εἶχεν διὰ τοῦ πυλῶνος τῆς ἀκοῆς εισαγαγεῖν τῇ διανοίᾳ, τούτους ὡς διὰ τιμιωτέρων θυμῶν τῶν ὀμμάτων εἰσάγει. Πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου. Ὡς ὁρᾷς ἀκούεις, καὶ ὡς ἀκούεις βλέπεις· ἀνόργανον γὰρ καὶ ἀμερὲς καὶ ἁπλοῦν τὸ Θεῖον. Καὶ ἐπειδὴ δεήσεως ἐμνήσθη· δέησιν δὲ ἔγγραφον οὐδεὶς ἀρχόντων ἐπιδέχεται, ἀλλὰ βασιλεὺς μόνον· διὰ τοῦτο καὶ τὴν ἀξίαν τοῦ ἱκετευομένου ὁμολογεῖ. Ὁ βασιλεύς μου. Βασιλεύεις γὰρ καὶ τοῦ συνηγόρου καὶ τῆς συνηγορουμένης. Βασιλέα δὲ καλέσας, ἵνα μὴ νομισθῇ ἄνθρωπον ἐπιβοᾶσθαι, τὸ κράτος καὶ τὴν ὕπαρξιν ὁμολογεῖ τοῦ βασιλέως. Προλαμβάνει τὸν Θωμᾶν ἐν τῇ ὁμολογίᾳ τῆς ἀληθείας. Ὥσπερ γὰρ ἐκεῖνος εἶπεν· Ὁ Κύριός μου καὶ ὁ Θεός μου· καὶ οὐκ ἠρκέσθη μόνῳ τῷ εἰπεῖν, Ὁ Κύριός μου, ἐπειδὴ καὶ ἄνθρωπος τῆς προσηγορίας ταύτης ἠξιώθη· οὕτως γὰρ περὶ τοῦ Ἀβραὰμ ἔλεγεν ἡ Σάῤῥα· Ὁ δὲ κύριός μου πρεσβύτερος· ὁμοίως δὲ καὶ ὁ Ἰακὼβ ἔλεγεν τῷ βεβήλῳ Ἠσαῦ· Ὁ κύριός μου γινώσκει, ὅτι τὰ παιδία ἁπαλώτερα· οὐδεὶς δὲ τῶν ἁγίων εἶπεν· Ὁ Θεὸς ὁ ἄνω μου. Ἐπεὶ οὖν τὸ, Ὁ κύριός μου, καὶ ἀνθρώποις ἐλέχθη, οὐ μόνον ἁγίοις, ἀλλὰ καὶ βεβήλοις, οὐδεὶς δὲ τῶν ἀνθρώπων παρά τινος τῶν ἁγίων ἤκουσεν, Ὁ Θεός· ἵνα δείξῃ ὁ Θωμᾶς, ὅτι τὸν Χριστὸν οὐχ ὡς ἄνθρωπον ἐκυριολόγει, ἀλλ' ὡς Θεὸν ὁμολόγει, οὐκ εἶπεν ἁπλῶς, Ὁ Κύριός μου, ἀλλὰ, Ὁ Κύριός μου καὶ ὁ Θεός μου· ὡς ἀγοράσας με τῷ ἰδίῳ αἵματι, πραθέντα τῇ ἁμαρτίᾳ. Ὁ Θεός μου· ὡς ἄφεσιν ἁμαρτιῶν μοι χαρισάμενος· οὐδεὶς γὰρ δύναται ἀφιέναι ἁμαρτίας, ει μὴ εἷς ὁ Θεός. Ὁ Κύριός μου καὶ ὁ Θεός μου : ἀντὶ τοῦ, Ὁ δεσπότης μου καὶ ὁ δημιουργός μου. Τὸ γὰρ δεσπόζειν, πολλῶν ἐστιν· τὸ δὲ δημιουργεῖν, μόνου Θεοῦ.
For he subjoins this, namely saying: Attend unto the voice of my supplication. Yet surely one does not attend visually to a voice! Nay, even a voice, whenever it is uttered unwritten, then requires hearing; whereas whenever the voice is written on a scroll and presented to the king, then, as speaking through the letters, it has need of eyes. For oftentimes the ruler reads without speaking aloud, and beholds the scroll as a suppliant, and the written utterances as pitiable entreaties; and the words which he would have brought into his mind through the gateway of hearing, these he brings in through the more honourable doors, as it were, of the eyes. Attend unto the voice of my supplication. As Thou seest Thou hearest, and as Thou hearest Thou beholdest; for the Divine nature is without organs, without parts, and simple. And since he made mention of supplication — and no ruler receives a written petition save the emperor alone — on this account he also confesses the dignity of Him Who is entreated: My King. For Thou reignest over both the advocate and her for whom advocacy is made. And having called Him King, lest he be thought to cry aloud unto a man, he confesses the might and the very being of the King. He anticipates Thomas in the confession of the truth. For just as that disciple said, My Lord and my God, and was not content with saying merely, My Lord, seeing that man also was counted worthy of this title — for thus Sarah said concerning Abraham, And my lord is old; and likewise Jacob too said to the profane Esau, My lord knows that the children are frail — whereas none of the saints ever said to a man, My God above; since therefore the phrase My lord was spoken to men as well, not only to holy men, rather even to profane ones, while no man ever heard from any of the saints the title God: in order that Thomas might show that he was addressing Christ not as a human lord, rather confessing Him as God, he did not say simply, My Lord, rather, My Lord and my God: My Lord, as having bought me with Thine own blood when I had been sold unto sin; My God, as having freely granted me forgiveness of sins — for none can forgive sins save God alone. My Lord and my God: that is to say, My Master and my Creator; for to be master belongs to many, whereas to create belongs to God alone.