Migne Reading Room

PG 40 · cols. 404–413 · Read from the page

Homilies

Homilies

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 40:404Read from the page
ἵνα μὴ νομισθῇ ἄνθρωπον θεραπεύειν, ἀλλὰ πιστευθῇ Θεὸν ἱκετεύειν, διὰ τοῦτό φησιν· Ὁ βασιλεύς μου καὶ ὁ Θεός μου. Οὐ βασιλεύομαι ὑπὸ ἁμαρτίας. Ὁ βασιλεύς μου. Θεὸν οὐκ ἔχω τὴν κοιλίαν, ἀλλὰ τὴν σὴν ἀξίαν. Καὶ ὁ Θεός μου. Οὐ νῦν δὲ, οὐδὲ πρὸς ὀλίγον, οὐδὲ ἐν ἀνάγκῃ μόνῃ, ἀλλὰ καὶ ἀεὶ καὶ χωρὶς ἀνάγκης σοι προσελεύσομαι. Ὅτι πρὸς σὲ προσεύξομαι, Κύριε. Οὐκ εἶπεν, Ἐνώπιόν σου προσεύξομαι· ἀλλὰ, Πρὸς σέ· ἵνα τὴν πρὸς Θεὸν ἐγγύτητα δείξῃ· Τῷ πρωῒ εισακούσῃ τῆς φωνῆς μου. Τί λέγεις, προφῆτα; Μεσημβρίας γὰρ οὐκ εἰσακούει; Καὶ πῶς ἐν ἄλλοις ἔλεγες· Ἑσπέρας καὶ πρωῒ καὶ μεσημβρίας, διηγήσομαι καὶ ἀπαγγελῶ, καὶ εισακούσεται τῆς φωνῆς μου; Ἀλλ' ὅτ' ἂν, φησὶν, τὰς ὑπὲρ ἐμαυτοῦ ἢ ὑπὲρ τῶν συνόντων πρεσβείας προσφέρω, τότε κατὰ πᾶσαν ὥραν τὸν Θεὸν ἱκετεύω. Εὐλογήσω γὰρ Κύριον ἐν παντὶ καιρῷ. Ἐπειδὴ δὲ νῦν ὑπὲρ τῆς κληρονομούσης τῆς ἐξ ἐθνῶν Ἐκκλησίας πρεσβεύω· τότε δὲ εισάγεται εἰς τὴν κληρονομίαν, ὅτ' ἂν ὁ τοῦ Πατρὸς κληρονόμος τῷ πρωῒ ἀναστῇ, καὶ συγκληρονόμον αὐτὴν ἀναδείξῃ· διὰ τοῦτο τὴν ἐν τῷ πρωῒ τῇ Ἐκκλησίᾳ αιτούμενος ἐπαγγελίαν, λέγω· Τῷ πρωῒ εισακούσῃ τῆς φωνῆς μου. Ὅτε καὶ ἡ Μαρία, εἰς τύπον τῆς Ἐκκλησίας ορθρίσασα, ὡς ἐπὶ θάλαμον τὴν τάφον, ἐπιζητεῖ τὸν νυμφίον. Τῷ πρωῒ δὲ, καὶ τὴν ταχεῖαν τοῦ Θεοῦ καὶ ἑτοιμοτάτην ἀντίληψιν ἔστιν λαβεῖν. Διώξωμεν γὰρ τοῦ γνῶναι τὸν Κύριον· ὡς ὄρθρον ἕτοιμον εὑρήσομεν αὐτόν· καὶ ἥξει ἡμῖν ὡς ὑετὸς πρώϊμος καὶ ὄψιμος τῇ γῇ. Ὅτι αὐτῷ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς ἀτελευτήτους αἰῶνας τῶν αιώνων. Ἀμήν.
lest he be thought to court a man, rather that he might be believed to entreat God, on this account he says: My King and my God. I am not ruled over by sin: My King. I hold not the belly as God, rather Thy majesty: And my God. Not now only, nor for a brief while, nor in necessity alone, rather evermore and even apart from necessity shall I draw near unto Thee: For unto Thee will I pray, O Lord. He did not say, Before Thee will I pray, rather, Unto Thee, so as to show nearness unto God: In the morning Thou shalt hear my voice. What are you saying, O prophet? Does He not hear at midday? And how did you say elsewhere: At evening and in the morning and at midday I will recount and declare, and He shall hear my voice? Yet whenever, says he, I offer intercessions on my own behalf or on behalf of my companions, then at every hour I entreat God; for I will bless the Lord at every season. Seeing, however, that I am now interceding on behalf of the Church from the Gentiles, her who obtains the inheritance — and she is brought into the inheritance at that hour when the Heir of the Father rises in the morning and declares her a joint-heir — on this account, asking for the promise made in the morning to the Church, I say: In the morning Thou shalt hear my voice. When Mary too, rising at dawn as a type of the Church, comes unto the tomb as unto a bridal chamber and seeks the Bridegroom. By in the morning one may also understand the swift and most ready succour of God. For let us press on to know the Lord: we shall find Him ready as the dawn, and He shall come unto us as the early and the latter rain to the earth. For unto Him belong glory and dominion, now and ever and unto the endless ages of ages. Amen.
ΙϚʹ. Εἰς τὸν αὐτὸν εʹ ψαλμὸν λόγος βʹ
XVI. Second Discourse on the same Fifth Psalm.
Οὐχ οὕτως ἑωσφόρος ἁπαλοῖς σκιρτήμασιν ἐν οὐρανῷ τρέχων εὐαγγελίζεται κόσμῳ, ὅτι ἡ νὺξ παρέρχεται, ἡ δὲ ἡμέρα ὡς νύμφη παραγίνεται, καὶ ὁ ἥλιος ὡς νυμφίος ἐκ τοῦ παστοῦ τῆς ἀνατολῆς προέρχεται, ὡς ὁ νοητὸς ἑωσφόρος, τὸ Πνεῦμα τὸ ἅγιον, τῇ Ἐκκλησίᾳ νύμφῃ καὶ κληρονόμῳ εὐαγγελίζεται, ὅτι ὡς νὺξ ὁ βίος παρέρχεται· Παράγει γὰρ τὸ σχῆ-
Not so does the morning star, coursing across heaven with gentle leaps, bring glad tidings to the world that the night is passing away, and the day arriving like a bride, and the sun coming forth like a bridegroom out of the bridal canopy of the east, as the intelligible morning star, the Holy Spirit, brings glad tidings to the Church, the bride and heiress, that this present life is passing away like night; for the fashion
Notes, col. 404

On the reading

Printed εισακούσῃ, for εἰσακούσῃ.

Printed εισακούσεται, for εἰσακούσεται.

Printed εισάγεται, for εἰσάγεται.

Printed αιτούμενος, for αἰτούμενος.

Printed ορθρίσασα, for ὀρθρίσασα.

Printed τὴν τάφον, for τὸν τάφον.

Printed αιώνων, for αἰώνων.

PG 40:405Read from the page
μα τοῦ κόσμου τούτου· ἡ δὲ ἡμέρα τῆς κληρονομίας τῶν αἰωνίων ἀγαθῶν παραγίνεται, καὶ ὁ νυμφίος Χριστὸς μετὰ τῆς κληρονομίας ἔρχεται. Ὅθεν, Ὑπὲρ τῆς κληρονομούσης, ἐπέγραψεν τὸν ψαλμόν. Εις τὸ τέλος ὑπὲρ τῆς κληρονομούσης. Καὶ μάρτυς Ἠσαΐας· Ἰδοὺ Κύριος ἐν ισχύϊ ἔρχεται· ιδοὺ ὁ μισθὸς αὐτοῦ μετ' αὐτοῦ, καὶ τὸ ἔργον ἑκάστου ἐναντίον αὐτοῦ. Ὅτι δὲ ἡ κληρονομία μισθὸς εἴρηται, λέγει τοῖς υἱοῖς τῆς Ἐκκλησίας ὁ Δαβίδ· Ἰδοὺ ἡ κληρονομία Κυρίου, υιοί· ἀντὶ τοῦ, Ὡς υἱοῖς καὶ τέκνοις λέγω· Ὁ μισθὸς τοῦ καρποῦ τῆς γαστρός. Τοῖς γὰρ καμοῦσιν κληρονόμοις καὶ υἱοῖς, ἡ κληρονομία μισθός· τοῖς δὲ μὴ καμοῦσιν, ἡ κληρονομία δωρεά. Καὶ ἐπειδὴ τὸ τέλος τῆς ἐνταῦθα ζωῆς, τῆς ἐκεῖ κληρονομίας καὶ διαγωγῆς γίνεται ἡ ἀρχή· ἵνα ἡ κληρονόμος παραλάβῃ τὰς νομὰς τὰς οὐρανίους μονάς διὰ τοῦτο, Εις τὸ τέλος ὑπὲρ τῆς κληρονομούσης, ὑπέγραψεν τὸν ψαλμόν. Εις τὸ τέλος ὑπὲρ τῆς κληρονομούσης. Ἵνα ἐν εὐσεβείᾳ καὶ καλῇ πολιτείᾳ τὸν βίον ἡ ψυχὴ τελέσασα, τῆς κληρονομίας ἐν ἀπολαύσει γένηται. Εις τὸ τέλος ὑπὲρ τῆς κληρονομούσης. Καὶ τίς ἡ κληρονομοῦσα; Ἡ Ἐκκλησία, καὶ πᾶσα θεοφιλὴς ψυχὴ, ἡ ὡς νύμφη καὶ παρθένος ἁρμοσθεῖσα τῷ Χριστῷ. Ἡρμοσάμην γὰρ ὑμᾶς ἑνὶ ἀνδρὶ, παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ. Καὶ τίς ἡ κληρονομία; Ἡ τῶν οὐρανῶν βασιλεία. Ὁ Χριστὸς λέγει· Δεῦτε, οι εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν. Καὶ διὰ τί ἡ τῶν οὐρανῶν βασιλεία κληρονομία λέγεται; Ἵνα οἱ ταύτης ἀπολαῦσαι θέλοντες γνήσιοι υἱοὶ καὶ φίλοι τοῦ Θεοῦ γένωνται. Οὐδεὶς γὰρ τοὺς ἐχθροὺς καὶ ἀλλοτρίους, κληρονόμους ἐνιστᾷ. Ὅθεν καὶ ἕκαστος τῶν διατιθεμένων ἐγγράφως τῷ κληρονόμῳ εὐχαριστεῖ. Ὁ δεῖνα, φησὶν, ἔστω μου κληρονόμος, ὁ ἀεὶ γνησίως μοι ὑπηρετήσας, ὁ ἐν πᾶσίν με ἀναπαύσας, ὁ πάντοτέ μοι εὐαρεστήσας. Εἰ δὲ ἄνθρωπος τὸν ἐνάρετον υἱὸν ἢ φίλον, κληρονόμον καθιστᾷ, πολλῷ μᾶλλον ὁ Θεὸς ὡς δίκαιος δικαστής. Τοῦτο καὶ ὁ Χριστὸς ἐν τῇ ἑαυτοῦ διαθήκῃ ποιῶν· Δεῦτε, οι εὐλογημένοι τοῦ Πατρὸς, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν. Εἶτα ἡ εὐχαριστία· Ἐπείνασα γὰρ, καὶ ἐδώκατέ μοι φαγεῖν· καὶ τὰ ἑξῆς. Ἐφ' ὅσον ἐποιήσατε ενὶ τούτων, ἐμοὶ ἐποιήσατε. Ὡς κληρονόμοι ἐθρέψατε· τῆς κληρονομίας ἀπολαύσατε.
of this world is passing away, whereas the day of the inheritance of everlasting blessings is arriving, and Christ the Bridegroom is coming with the inheritance. Hence he inscribed the psalm, For her who obtains the inheritance: Unto the end, for her who obtains the inheritance. And Isaiah bears witness: Behold, the Lord comes in strength; behold, His reward is with Him, and the work of each one before Him. And that the inheritance is called a reward, David declares to the sons of the Church: Behold, the inheritance of the Lord, sons — that is to say, As unto sons and children I speak — the reward of the fruit of the womb. For to heirs and sons who have toiled, the inheritance is a reward; whereas to those who have not toiled, the inheritance is a free gift. And seeing that the end of our life here becomes the beginning of our inheritance and way of life yonder, in order that the heiress may receive her pastures, the heavenly mansions, on this account he subscribed the psalm, Unto the end, for her who obtains the inheritance. Unto the end, for her who obtains the inheritance: so that the soul, having finished its life in godliness and noble conduct, may enter into the enjoyment of the inheritance. Unto the end, for her who obtains the inheritance. And who is she who obtains the inheritance? The Church, and every God-loving soul that has been betrothed to Christ as a bride and virgin; for I espoused you to one husband, to present you as a chaste virgin to Christ. And what is the inheritance? The kingdom of heaven. Christ says: Come, blessed of My Father, inherit the kingdom prepared for you. And why is the kingdom of heaven called an inheritance? So that those who wish to enjoy it may become genuine sons and friends of God; for nobody appoints his enemies and strangers as heirs. Hence too each testator expresses gratitude in writing to his heir: Let such a one, says he, be my heir, who ever served me genuinely, who gave me rest in all things, who at all times pleased me well. Now if a man appoints his virtuous son or friend as heir, how much more does God as a righteous Judge! Doing this very thing in His own testament, Christ says: Come, blessed of My Father, inherit the kingdom prepared for you. Next comes the expression of gratitude: For I was hungry, and you gave Me to eat, and the rest: Inasmuch as you did it unto one of these, you did it unto Me. As heirs you nourished Me; enjoy the inheritance.
Καὶ τίνες οἱ κληρονόμοι; Ἀνάγνωθι τὴν διαθήκην τοῦ Χριστοῦ, καὶ εὑρίσκεις τὰ πρόσωπα τῶν κληρονόμων, ἵνα μάθῃς εἰ τὸ σὸν πρόσωπον ἐμφέρεται ἐν τῇ διαθήκῃ. Καὶ τίς ἡ τοῦ Χριστοῦ διαθήκη; Τὸ Εὐαγγέλιον. Καὶ ὅτι τὸ Εὐαγγέλιον ὁ Χριστὸς διαθήκην λέγει· Καθὼς διέθετό μοι ὁ Πατὴρ διαθήκην κἀγὼ διατίθεμαι ὑμῖν· ἵνα ὡς κληρονόμοι διαπαν-
And who are the heirs? Read the testament of Christ, and you find the persons of the heirs, so that you may learn whether your own person is entered in the testament. And what is the testament of Christ? The Gospel. And that Christ calls the Gospel a testament: Even as the Father appointed unto Me a testament, I also appoint unto you, that as heirs continually
Notes, col. 405

On the reading

Printed Εις, for Εἰς.

Printed ισχύϊ, for ἰσχύϊ.

Printed ιδοὺ, for ἰδοὺ.

Printed υιοί, for υἱοί.

Printed οι, for οἱ.

Printed ενὶ, for ἑνὶ.

PG 40:408Read from the page
τὸς ἐσθίητε καὶ πίνητε ἐπὶ της τραπέζης μου. Καὶ ἐπειδὴ ὡς διαθήκη ἐγράφη ὁ ἐπὶ τῆς κληρονομούσης ψαλμὸς, ἀνάγνωθι αὐτὸν ἀκριβῶς, καὶ ἐν αὐτῷ εὑρίσκεις οἵα εἶναι ὀφείλει ἡ κληρονόμος ψυχή. Καὶ πάλιν· Ἰδοὺ ἐγὼ διατίθεμαι διαθήκην καινὴν τῷ οἴκῳ Ἰσραήλ· οὐ κατὰ τὴν διαθήκην ἣν διεθέμην τοῖς πατράσιν ὑμῶν. Τὴν παλαιὰν διαθήκην ὁ Χριστὸς διαθέμενος οὐκ ἀπέθανεν, καὶ ὁ Ἰουδαῖος οὐκ ἐκληρονόμησεν. Τὴν καινὴν διαθέμενος ἀπέθανεν, καὶ ἡ Ἐκκλησία ἐκληρονόμησεν. Ἐὰν γὰρ ἀκούσῃς; ἀδελφὲ, ὅτι ὁ δεῖνα ὁ ἀποθανὼν εἰς σὲ διέθετο, καί σε κληρονόμον ἐνεστήσατο, εὐθέως τρέχεις, θόρυβον χαρᾷ κεράσας, καὶ ζάλην γαλήνῃ μίξας, καὶ περιεργάζῃ ἀκριβῶς, καὶ τοὺς δημοσίους χαρτοφύλακας ἐπερωτᾷς, καὶ χρήματα δαπανᾷς, καὶ ἀγοράζεις γράμματα, καὶ ἀντίγραφα τῆς διαθήκης αἰτεῖς, ἵνα χρήματα κληρονομήσῃς φθαρτά.
you may eat and drink at My table. And seeing that the psalm concerning her who obtains the inheritance was written like a testament, read it carefully, and in it you find what manner of soul the heiress ought to be. And again: Behold, I appoint a new testament unto the house of Israel — not according to the testament which I appointed unto your fathers. When Christ appointed the old testament He did not die, and the Jew did not inherit; when He appointed the new testament He died, and the Church inherited. For if you hear, brother, that such a man who has died has made a will in your favour and appointed you heir, straightway you run, mingling tumult with joy and blending storm with calm, and you make exact inquiry, and question the public keepers of the archives, and spend money, and buy documents, and request copies of the will, in order that you may inherit perishable wealth.
Ἐνταῦθα δὲ, ὅπου Χριστὸς ὁ ἀποθανὼν κληρονόμον σε ἐνεστήσατο, ὅπου πλοῦτος ἀλήστευτος, καὶ κληρανομία οὐράνιος, καὶ διαθήκη ἀζήμιος, ὁ ψαλμὸς, πόσῳ μᾶλλον ὀφείλεις, ὡς διαθήκην ἐν χάρτῃ καθαρῷ, μεταγράψαι αὐτὸν ἐν τῇ ψυχῇ, ἵνα εἴδῃς εἴ σοι ἁρμόζει ἡ κληρονομία, ἢ οὔ! Οὐ γὰρ ἁπλῶς ἡ κληρονομία καταλέλειπται, ἀλλ' ἐπὶ αἱρέσει φανερᾷ. Ἄκουσον καὶ τοῦ προφήτου ὡς συμβολαιογράφου παραναγινώσκοντος αὐτὴν τῷ Θεῷ ἐν τῷ προκειμένῳ ψαλμῷ, καὶ λέγοντος περὶ τῶν ἀποκληρονόμων· Ὅτι οὐχὶ Θεὸς θέλων ἀνομίαν σὺ εἶ. Οὐ παροικήσει σοι πονηρευόμενος, οὐδὲ διαμενοῦσιν παράνομοι κατέναντι τῶν ὀφθαλμῶν σου. Ἐμίσησας πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν, ἀπολεῖς πάντας τοὺς λαλοῦντας τὸ ψεῦδος. Τοὺς Ἰουδαίους ὡς μισητοὺς ἀποκληρονόμους ἐποίησας, τοὺς Κυριοκτόνους· ὅτι μάρτυρας ψευδεῖς κατὰ σοῦ ἠγόρασαν. Ἰδοὺ οὕτος ἀποκληρονόμους εἶπας· ειπὲ τίνες οι τῆς κληρονομίας ἀπολαύσαντες. Τίνες; Οἱ τῆς κληρονομίας συμμύσται. Καὶ τίνες οὗτοι; Μαθηταὶ πάντες; οι ἐπὶ τὸν Θεὸν ἐλπίζοντες. Καὶ εὐφρανθήσονται πάντες οι ἐλπίζοντες ἐπὶ σοί· εις αιῶνα ἀγαλλιάσονται, καὶ κατασκηνώσεις ἐν αὐτοῖς. Ἐπειδὴ γὰρ ἐν σοί εισιν πάντες οι θησαυροὶ τῆς γνώσεως καὶ τῆς σοφίας, ἐν αὐτοῖς δὲ κατασκηνοῖς, ἀγαλλιῶνται διόλου, ὡς ἐν σοὶ κληρονομοῦντες τοὺς μεγάλους θησαυρούς. Εις τὸ τέλος ὑπὲρ τῆς κληρονομούσης. Καὶ τίνες οἱ κληρονόμοι; Οἱ πραεῖς. Λέγει ἐν τῇ διαθήκῃ αὐτοῦ ὁ Χριστός· Μακάριοι οι πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν. Ει πραεῖς κληρονόμοι, οἱ ὀργίλοι ξένοι τῆς κληρονομίας, καὶ οἱ θυμικοὶ καὶ πλῆκται. Ὑπὲρ τῆς κληρονομούσης. Καὶ τίς ἡ κληρονόμος ψυχή; Ἡ πένητας θρέψασα, καὶ διὰ τῶν πενήτων τὸν Χριστόν. Αὐτὸς λέγει· Δεῦτε, οι εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν. Τί γὰρ
Here, however, where Christ Who died has appointed you heir, where there is wealth unplundered, and a heavenly inheritance, and a testament exempt from loss — namely the psalm — how much more ought you, as a testament upon a clean scroll, to transcribe it within your soul, so that you may see whether the inheritance belongs to you or not! For the inheritance has not been left unconditionally, rather upon a manifest condition. Hear also the prophet, like a notary, reading it aloud before God in the psalm before us, and saying concerning the disinherited: For Thou art not a God Who willeth iniquity. Neither shall the evildoer dwell beside Thee, nor shall transgressors abide before Thine eyes. Thou hast hated all who work iniquity; Thou shalt destroy all who speak falsehood. The Jews, the slayers of the Lord, Thou hast made disinherited as hateful men, because they bought false witnesses against Thee. Behold, thus you have named the disinherited; tell us who are those who have enjoyed the inheritance. Who are they? The fellow-initiates of the inheritance. And who are these? All disciples who hope in God: And all who hope in Thee shall be glad; unto eternity shall they exult, and Thou shalt dwell in them. For seeing that in Thee are all the treasures of knowledge and wisdom, and Thou dwellest in them, they exult utterly, as inheriting in Thee those great treasures. Unto the end, for her who obtains the inheritance. And who are the heirs? The meek. Christ says in His testament: Blessed are the meek, for they shall inherit the earth. If the meek are heirs, the wrathful are strangers to the inheritance, as are the hot-tempered and violent. For her who obtains the inheritance. And what soul is the heiress? She who has nourished the poor, and through the poor has nourished Christ. He Himself says: Come, blessed of My Father, inherit the kingdom prepared for you. For what
Notes, col. 408

On the reading

Printed της, for τῆς.

Printed ἀκούσῃς;, for ἀκούσῃς,.

Printed κληρανομία, for κληρονομία.

Printed οὕτος, for οὕτως.

Printed ειπὲ, for εἰπὲ.

Printed οι, for οἱ.

Printed πάντες;, for πάντες,.

Printed εις, for εἰς.

Printed αιῶνα, for αἰῶνα.

Printed εισιν, for εἰσιν.

Printed Εις, for Εἰς.

Printed Ει, for Εἰ.

PG 40:409Read from the page
σοι ἐποιήσαμεν οἱ κληρονόμοι; Ἐπείνασα, καὶ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ ἐποτίσατέ με· καὶ τὰ ἑξῆς. Ἐφ' ὅσον ἐποιήσατε ενὶ τούτων τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε. Ὡς κληρονόμοι με ἐθρέψατε· τῆς κληρονομίας ἀπολαύσατε. Ὑπὲρ τῆς κληρονομούσης. Τίς ἡ κληρονόμος ψυχή; Ἡ δραμοῦσα τὴν ὁδὸν τῶν ἐντολῶν τοῦ Χριστοῦ, ἡ λέγουσα· Ὁδὸν ἐντολῶν σου ἔδραμον· ἐκληρονόμησα τὰ μαρτύριά σου. — Ὑπὲρ τῆς κληρονομούσης. Τίς ἡ κληρονομοῦσα; Ἡ Ἐκκλησία, ἡ διωκομένη, καὶ συμπάσχουσα τῷ Χριστῷ. Κληρονόμοι τοῦ Θεοῦ, συγκληρονόμοι δὲ Χριστοῦ. Πῶς; Εἴπερ συμπάσχομεν, ἵνα καὶ συνδοξασθῶμεν. — Ὑπὲρ τῆς κληρονομούσης. Τίς ἡ κληρονόμος ψυχή; Ἡ τὰ τοῦ κόσμου τῷ κόσμῳ προσρίψασα, καὶ τὰ οὐράνια ἐπιποθήσασα.
did we heirs do for Thee? I was hungry, and you gave Me to eat; I was thirsty, and you gave Me to drink, and the rest: Inasmuch as you did it unto one of the least of these, you did it unto Me. As heirs you nourished Me; enjoy the inheritance. For her who obtains the inheritance. What soul is the heiress? She who has run the way of the commandments of Christ, who says: I have run the way of Thy commandments; I have inherited Thy testimonies. — For her who obtains the inheritance. Who is she who obtains the inheritance? The Church, persecuted and suffering together with Christ: Heirs of God, and joint-heirs with Christ. How? If indeed we suffer with Him, that we may also be glorified with Him. — For her who obtains the inheritance. What soul is the heiress? She who has flung back the things of the world unto the world, and has longed after heavenly things.
Ὁ Χριστὸς λέγει· Πᾶς ὅστις ἀφῆκεν οικίαν, ἢ ἀδελφοὺς, καὶ τὰ ἑξῆς, ἑκατονταπλασίονα λήψεται, καὶ ζωὴν αιώνιον κληρονομήσει. Ειπὲ καὶ οὗτος ἀποκληρονόμους. Παῦλος λέγει· Ὅτι πᾶς πόρνος, ἢ ἀκάθαρτος, ἢ πλεονέκτης, οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ Θεοῦ. Καὶ πότε ἡ κληρονομία; Εἰς τὸ τέλος. Ἵνα ἕως τέλους εὐχαριστήσωμεν τῷ Θεῷ τῷ κληροδότῃ· ἵνα μὴ ἀρξάμενοι εὐαρεστεῖν, λιποτακτήσαντες ἀποβληθῶμεν. Ὁ γὰρ ὑπομείνας εις τέλος, οὗτος σωθήσεται. — Ψαλμὸς τῷ Δαβίδ. Πᾶσα πρᾶξις ἀγαθὴ παντὶ τῷ ἱκανῷ τῇ χειρί. Ὁ γὰρ ἐναρξάμενος ἐν ὑμῖν ἔργον ἀγαθὸν, ἐπιτελέσει ἄχρις ἡμέρας Χριστοῦ Ἰησοῦ. Οὐκ ἐθεάσασθε, ὅπως πολλοὶ διὰ κληρονομίαν χρημάτων, γέροντας πλουσίους ζητοῦσιν, καὶ ἀδυνάτους ὄντας νοσοκομοῦσιν, καὶ ἀνέχονται τῶν τοῦ γήρους ἐλαττωμάτων, βηχὸς καὶ τρισμοῦ θώρακος, καὶ κορύζης, καὶ ποδαλγίας, καὶ βοῆς, ἐν νυκτὶ καὶ ἡμέρᾳ, καὶ νεότητα γήρει προσδαπανῶσιν, καὶ πρὸ τῶν χρημάτων πολλάκις γίνονται κληρονόμοι; Καὶ μετά ταῦτα πάντα, ἄδηλος ἡ ἐλπὶς τῶν προσδοκηθέντων.
Christ says: Everyone who has left house, or brothers, and the rest, shall receive a hundredfold, and shall inherit everlasting life. Recite in like manner the disinherited as well. Paul says: That every fornicator, or impure person, or covetous man, has no inheritance in the kingdom of Christ and of God. And when is the inheritance? Unto the end: so that unto the end we may give thanks to God the Giver of the inheritance, lest, having begun to please Him well, we desert our post and be cast out; for he who has endured unto the end, this man shall be saved. — A Psalm unto David. Every good deed belongs to everyone sufficient of hand; for He Who has begun a good work in you will bring it to completion until the day of Christ Jesus. Have you not observed how many people, for the sake of an inheritance of money, seek out rich old men, and tend them in their infirmity, and put up with the infirmities of old age — coughing and wheezing of the chest, running of the nose, gout, and shouting, night and day — and lavish their youth upon old age, and oftentimes become heirs of those ailments before the money? And after all these things, uncertain is the hope of what was expected.
Ἢ γὰρ ὁ νέος προλαβὼν ἀπέθανεν, ἢ ὁ γέρων μετανοήσας εἰς ἄλλον διέθετο, ἢ γάρτης τυραννίδα
For either the young man dies beforehand, or the old man changes his mind and makes his will in favour of another, or a document breathing tyranny
Notes, col. 409

On the reading

Printed ενὶ, for ἑνὶ.

Printed οικίαν, for οἰκίαν.

Printed αιώνιον, for αἰώνιον.

Printed Ειπὲ, for Εἰπὲ.

Printed οὗτος, for οὕτως.

Printed εις, for εἰς.

Printed μετά, for μετὰ.

Printed γάρτης, for χάρτης.

PG 40:412Read from the page
πνέων τὴν διαθήκην ἀνέτρεψεν. Ἐνταῦθα δὲ, ὅπου ἡ κληρονομία βεβαία καὶ ἀμετάθετος, ὅπου διατιθέμενος ὁ Χριστὸς, καὶ διαθήκη τὸ Εὐαγγέλιον, καὶ μάρτυρες οἱ ἀπόστολοι· ὅπου οὐρανὸς καὶ τὰ ἐν αὐτῷ καλὰ, Ἃ ὀφθαλμὸς οὐκ εἶδεν, καὶ οὖς οὐκ ἤκουσεν, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ὅσα ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν· πόσῳ μᾶλλον ὀφείλομεν σπουδάσαι κληρονομεῖν; Ὑπὲρ τῆς κληρονομούσης. Καὶ ὁ χορὸς τῶν προφητῶν ὑπὲρ αὐτῆς δικάζεται, λέγων· Τὰ ῥήματά μου ἐνώτισαι, Κύριε. Ὁ ἄνω ἀντάρτης, κάτω ἀντίδικος τῆς νύμφης σου γέγονεν· ὡς γέγραπται· Ὁ ἀντίδικος ὑμῶν διάβολος, ὡς λέων περιπατεῖ, ζητῶν τίνα καταπίῃ. Ἀλλ' ἐπειδὴ ὁ ἀντίδικος οὗτος πολλοὺς ἀποκληρονόμους ἐξαρχῆς ἐποίησεν, ὑπὲρ αὐτῆς τῆς κληρονομούσης ἐντυγχάνω σοι. Τὰ ῥήματά μου ἐνώτισαι, Κύριε. Κληρονόμος τοῦ Νῶε ἦν ὁ Χὰμ, ὡς Υἱός· ἀλλὰ ποιήσας αὐτὸν γελάσαι τὴν γύμνωσιν τοῦ πατρὸς, γυμνὸν τῆς κληρονομίας τοῦ πατρὸς ἐποίησεν, καὶ τὴν ἐλευθερίαν ἐκδύσας, δουλείαν ἐνέδυσεν, καὶ τὴν εὐλογίαν αὐτῷ εις κατάραν ἔτρεψεν. Ἐπικατάρατος Χαναὰμ παῖς· οικέτης ἔσται τοῖς ἀδελφοῖς αὐτοῦ.
overturns the testament. Here, however, where the inheritance is sure and immutable, where the Testator is Christ, and the testament is the Gospel, and the witnesses are the apostles; where heaven is and the good things therein, Which eye has not seen, nor ear heard, nor have they entered into the heart of man, whatsoever things God has prepared for those who love Him — how much more ought we to be zealous to inherit! For her who obtains the inheritance. And the choir of the prophets pleads on her behalf, saying: Give ear to my words, O Lord. He who rebelled above has below become the adversary of Thy bride, as it is written: Your adversary the devil walks about like a lion, seeking whom he may devour. Yet seeing that this adversary from the beginning made many disinherited, I intercede with Thee on behalf of her who obtains the inheritance: Give ear to my words, O Lord. Ham was Noah's heir, as being his son; yet the adversary, having caused him to mock his father's nakedness, stripped him bare of his father's inheritance, and divesting him of freedom clothed him in slavery, and turned his blessing into a curse: Cursed be Canaan the servant; a house-slave shall he be unto his brethren.
Ἐπεὶ οὖν καὶ αὐτὸς καὶ νῦν τὴν νύμφην σου γυμνωθῆναι βούλεται· ἵνα γυμνόν σε ὡς τὸν Νῶε ὁρῶσα ἐν τῷ πάθει, γελάσῃ σε· ἵνα ἀποκληρονόμον αὐτὸν ποιήσῃς, λέγων· Ὑπάγετε ἀπ' ἐμοῦ, οι κατηραμένοι. Γυμνὸς ἤμην, καὶ οὐ περιεβάλετέ με. Ἵνα οὖν ὁ ἀντίδικος αὐτῆς διάβολος αισχυνθῇ, καὶ ἡ νύμφη ἐντὸς τῆς κληρονομίας εὑρεθῇ, δίδαξον αὐτὴν, Δέσποτα Χριστὲ, μὴ γελάσαι τὴν γύμνωσίν σου· ἀλλ' ἵνα μάθῃ, ὅτι ἡ σὴ γύμνωσις τὸν κόσμον ἐνέδυσεν· ὅτι ὥσπερ πλούσιος ὢν, δι' ἡμᾶς ἐπτώχευσας, ἵνα ἡμεῖς πλουτήσωμεν· οὕτως ὁ οὐρανὸν καὶ γῆν ἐνδυόμενος, ἐγυμνώθης ἵνα κόσμον ἐνδύσῃς. Τὰ ῥήματά μου ἐνώτισαι, Κύριε. Τὸν Ἰσραὴλ μετὰ τῆς Αἰγυπτίας μητρὸς ἀποκληρονόμον παντὶ διαπαίγνιον ἐποίησεν. Ἰδοῦσα γὰρ Σάῤῥα τὸν υιὸν Ἄγαρ τῆς Αἰ-
Therefore, seeing that he even now wishes Thy bride also to be stripped bare — so that, beholding Thee naked in Thy Passion like Noah, she may mock Thee, and that Thou mayest make her disinherited, saying: Depart from Me, you accursed; I was naked, and you did not clothe Me — in order, then, that her adversary the devil may be put to shame, and the bride may be found within the inheritance, teach her, O Master Christ, not to mock Thy nakedness, rather to learn that Thy nakedness clothed the world: that just as, though rich, for our sakes Thou becamest poor, so that we might become rich, so too Thou Who clothest heaven and earth wast stripped bare in order to clothe the world. Give ear to my words, O Lord. Israel together with his Egyptian mother He made disinherited, a laughing-stock unto everyone; for Sarah, seeing the son of Hagar the Egyp-
Notes, col. 412

On the reading

Printed εις, for εἰς.

Printed οικέτης, for οἰκέτης.

Printed αὐτὸν, for αὐτὴν.

Printed οι, for οἱ.

Printed αισχυνθῇ, for αἰσχυνθῇ.

Printed Ἰσραὴλ, for Ἰσμαὴλ.

Printed υιὸν, for υἱὸν.

PG 40:413Read from the page
γυπτίας παίζοντα μετὰ Ἰσαὰκ τοῦ υἱοῦ αὐτῆς, εἶπεν τῷ Ἀβραάμ· Ἔκβαλε τὴν παιδίσκην καὶ τὸν υἱὸν αὐτῆς. Οὐ γὰρ μὴ κληρονομήσῃ ὁ υἱὸς τῆς παιδίσκης μετὰ τοῦ υἱοῦ μου Ἰσαάκ. Ἐπεὶ οὖν καὶ νῦν ἡ ἀποκληρονόμος τῶν Ἰουδαίων Συναγωγὴ καταπαίζει τῆς Ἐκκλησίας, ἐκείνην ἔκβαλε, καὶ ταύτην εἰσάγαγε. Τὰ ῥήματά μου ἐνώτισαι, Κύριε. Διὰ πορνείας βεβηλώσας τὸν Ἠσαῦ, ἀπολέσαι τὴν κληρονομίαν τῶν πρωτοτοκίων παρεσκεύασεν, καὶ τοῦ ἀδελφοῦ δοῦλον τὸν υἱὸν ἐποίησεν, καὶ δεύτερον Χαναὰμ τὸν Ἠσαῦ ἐχειροτόνησεν. Μή τις, φησὶν, ᾖ πόρνος, ἢ βέβηλος, ὡς Ἠσαῦ.
Egyptian woman playing with Isaac her son, she said to Abraham: Cast out the bondmaid and her son; for the son of the bondmaid shall by no means inherit with my son Isaac. Since, therefore, even now the disinherited Synagogue of the Jews mocks at the Church, cast out that one, and bring in this one. Give ear to my words, O Lord. Having profaned Esau through fornication, he caused him to lose the inheritance of the birthright, and made the son a slave of his brother, and appointed Esau a second Canaan. Lest anyone, he says, be a fornicator, or profane, like Esau.
Ἵνα μὴ οὖν πορνείᾳ σώματος καὶ λιχνείᾳ λόγων αἱρετικῶν, τὰ τέκνα τῆς νύμφης τὸν Ἠσαῦ μιμήσωνται, Τὰ ῥήματά μου ἐνώτισαι, Κύριε. Τὸν Ναβουθὲ διὰ τὴν κληρονομίαν τοῦ ἀμπελῶνος φονευθῆναι ἐποίησεν· ἀλλὰ καὶ ἔκραξεν ὁ Ναβουθὲ πρὸς τὴν Ἀχαάβ· Οὐ δώσω κληρονομίαν πατέρων μού σοι. Βλέπετε γὰρ τὸν Ναβουθὲ ὑπὲρ τῆς κληρονομίας φονευόμενον, ἵνα εἴδῃς τὸν Χριστὸν ὑπὲρ τῆς Ἐκκλησίας σταυρούμενον. Καὶ ἑαυτὸν, φησὶν, παρέδωκεν ὑπὲρ αὐτῆς· ἵνα παραστήσῃ αὐτῷ ἔνδοξον τὴν Ἐκκλησίαν. Ὑπὲρ ἧς οὖν ἑαυτὸν παρέδωκας, Δέσποτα, ὑπὲρ ταύτης δέησιν προσφέρω σοι. Τὰ ῥήματά μου ἐνώτισαι, Κύριε. Ὅθεν καὶ ὁ Ἀπόστολος μιμητὴς Χριστοῦ, ὑπὲρ τῆς Ἐκκλησίας κακοπαθῶν, καὶ λέγων· Μέχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν, καὶ διψῶμεν, καὶ τὰ ἑξῆς· ὡς ἐρωτηθεὶς, Καὶ ὑπὲρ τίνος τὰ τοιαῦτα καὶ τοσαῦτα κακὰ ὑπομένεις, Παῦλε; ἀποκρίνεται· Ὑπὲρ τῆς κληρονομούσης. Καὶ ὅτι πάντα ὑπὲρ τῆς σωτηρίας τῶν ὁμογενῶν ἔπασχεν, μάρτυς αὐτὸς, λέγων· Ηὐχόμην αὐτὸς ἐγὼ ἀνάθεμα εἶναι ὑπὲρ τῶν ἀδελφῶν μου. — Ὑπὲρ τῆς κληρονομούσης. Ῥήματα δὲ τοῦ προφήτου τίνα; Οὐ τὰ διὰ λόγων ἀπαγγελλόμενα, ἀλλὰ τὰ διὰ κατορθωμάτων γνωριζόμενα. Σύνες τῆς κραυγῆς μου. Κραυγὴ δὲ τοῦ δικαίου, οὐχ ἡ πληκτικὴ τοῦ ἀέρος φωνὴ, ἀλλ' ἡ οὐρανόφρων τῆς ψυχῆς διαγωγή.
Lest, therefore, by fornication of the body and gluttony for heretical doctrines, the children of the bride should imitate Esau: Give ear to my words, O Lord. He caused Naboth to be murdered on account of the inheritance of the vineyard; yet Naboth also cried out to Ahab: I will not give you the inheritance of my fathers. For behold Naboth being murdered on behalf of the inheritance, so that you may know Christ being crucified on behalf of the Church. And He delivered Himself up for her, he says, that He might present the Church to Himself glorious. On behalf of her, therefore, for whom Thou didst deliver up Thyself, O Master, on her behalf I offer supplication unto Thee: Give ear to my words, O Lord. Hence the Apostle too, an imitator of Christ, suffering hardship on behalf of the Church and saying: Even unto this present hour we both hunger and thirst, and what follows, as though asked: And on whose behalf do you endure such and so great evils, Paul? replies: On behalf of her who inherits. And that he suffered all things on behalf of the salvation of his kinsmen, he himself is witness, saying: I myself wished to be anathema for the sake of my brethren. — On behalf of her who inherits. And what are the words of the prophet? Not those announced through speech, but those made known through virtuous deeds. Understand my cry. Now the cry of the righteous man is not the voice that strikes the air, but the heavenly-minded conduct of the soul.
Πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου. Φωνὴν δὲ λέγει, οὐ τὸν σαλπιγγοφανῆ ἦχον, ἀλλὰ τὸν βαρύτατον τῆς καρδίας στεναγμόν. Οὕτω γὰρ γέγραπται· Καὶ κατεστέναξαν υἱοὶ Ἰσραὴλ ἀπὸ τῶν ἔργων· καὶ εἰσήκουσεν τῆς φωνῆς αὐτῶν ὁ Θεός.
Attend to the voice of my supplication. By voice he means not the trumpet-like sound, but the deepest groan of the heart. For thus it is written: And the sons of Israel groaned by reason of the works; and God hearkened to their voice.
Notes, col. 413

On the reading

Printed τὴν Ἀχαάβ, for τὸν Ἀχαάβ.

Printed εἴδῃς, for εἰδῇς.