Ἐν τῇ τῶν Βασιλειῶν ἱστορίᾳ γυνή τις ἀναγέγραπται χήρα, βαρυνομένη λίαν τῇ συμφορᾷ τῆς μονώσεως. Ἐπολιόρκει δὲ αὐτὴν δανειστὴς φιλάργυρος καὶ μισάνθρωπος, ἐνέχυρον τοὺς υἱοὺς ἀφαιρούμενος, οὓς μόνους εἶχεν ἀντὶ πάντων ἡ μήτηρ. Ἐπεὶ δὲ εἰς ἀμηχανίαν αὐτῇ περιειστήκει τὸ πρᾶγμα, καὶ οὐδεὶς ἠλέει τῶν ἐχόντων χρυσίον, ἦλθεν πρὸς τὸν ἔχοντα φιλανθρωπίαν καὶ πίστιν. Ἐλισσαῖος δὲ οὗτος ἦν ὁ προφήτης, ἀνὴρ ἀκτήμων τῶν γηίνων ὑλῶν, καὶ περισσευόμενος τῆς ἀσωμάτου περιουσίας· φιλόσοφος ἐξ ἀροτήρων, ἄοικος, ἀνέστιος, μονοείμων· νεωστὶ μὲν κληρονομήσας, τὴν δὲ κληρονομίαν λαβὼν μηλωτὴν εὔωνον, καὶ εὐλογίαν ἀόρατον, τοῦ πυρίνου ἅρματος ἐκπεσοῦσαν. Οὐ μὴν ἄπρακτον τὴν ἱκέτην ἀπέπεμψεν, οὐδὲ ἀπέγνω τῆς βοηθείας, ἐπειδὴ μὴ παρῆν τὸ ζητούμενον· οὐδὲ εἶπεν ἀγεννῆ τινα καὶ ἄπιστα ῥήματα, ὡς εἷς τῶν πολλῶν· Καὶ πόθεν ἐμοὶ ἀργύριον, ὥστε διαλῦσαι τὸ ὄφλημα; Ὥσπερ δὲ ἄριστος ἰατρὸς, καὶ φαρμάκων μὴ παρόντων, ἐξ ἐπινοιῶν παραδόξων εὗρε τῇ νόσῳ τὴν ἴασιν, καὶ, Τί σοι, φησὶν, ἐπὶ τῆς οἰκίας, ὦ γύναι; Μνημόνευσον, εἴ τι καὶ ὀλίγον ἔνδον τυγχάνει. Οὐδεὶς γὰρ οὕτως πένης, ὡς καθάπαξ μηδενὸς κύριος εἶναι. Ὡς δὲ εἶπεν, ὅτι κεράμιόν ἐστιν, καὶ λείψανον ἐν αὐτῷ βραχὺ ἐλαίου· Παρασκεύασόν μοι, εἶπεν, πλῆθος ἀγγείων. Καὶ ἡ μὲν ηὐτρέπισεν· ὁ δὲ δι' αὐτῆς ἐπλήρωσεν, καὶ τῷ δανειστῇ διελύθη τὸ ὄφλημα· ἡ δὲ γυνὴ ἀπῆλθεν, ἐξ ἀπόρων εὑροῦσα τὸν πόρον. Τὸ γὰρ ὀλίγιστον ἔλαιον, ὃ εἶναι παρ' αὐτῇ εἶπεν πρὸς τὸν προφήτην, ἐπήγασεν ἐκ τοῦ παραδόξου, καὶ πάντας τοὺς εὐτρεπισθέντας ἀμφορίσκους ἐπλήρωσεν· ἔστη δὲ τότε τῆς ῥύσεως, ὅτε ἀγγεῖον οὐκ ἔτι ἦν τὸ δεχόμενον· καὶ τῇ χρείᾳ συνεμετρήθη ἡ χάρις. Ἀληθῶς ἔλαιον ἐκεῖνο, ὃ φυτὸν οὐκ ἐκαρποφόρησεν, ἀλλ' οἱ τοῦ Θεοῦ οἰκτιρμοὶ ἐγεώργησαν. Ταύτην ὠνήσασθε τὴν ἐπιστήμην, εἰ δύνασθε, οἱ ἀπὸ ἡλίου ἀνίσχοντος, μέχρι καὶ δυομένου, βασιλεῖς, δυνάσται, πλούσιοι. Οἱ σοφοὶ τῆς ἐγκοσμίου σοφίας, κτήσασθε τοῦ ἀπὸ ἀροτήρων προφήτου τὸ χάρισμα, ὃ ἀναφαίρετον τῷ λαβόντι συνῆν. Τὰ γὰρ τῆς ὑμετέρας σπουδῆς κτήματα μυρίους ἔχει παρακειμένους τῆς ἀπωλείας κινδύνους· ληστὰς τοιχωρυχοῦντας, τυράννους ἁρπάζοντας, καὶ συκοφάντας ἐπιβουλεύοντας· θάλασσαν καταποντίζουσαν, καὶ γῆν ὑπεῤῥηγνυμένην τοῖς χάσμασιν. Ἔστω τοίνυν ἐλπὶς καὶ ταμιεῖον ἀνθρώποις ἡ τοῦ Θεοῦ δεξιὰ, ἡ τὸν λαὸν Αἰγύπτου ἐξαγαγοῦσα, καὶ ἐν ἐρήμῳ χώρᾳ τὴν εὐθηνίαν τῶν ἀγαθῶν χορηγήσασα· ἡ τῷ Δανιὴλ ἀγαγοῦσα τὸν Ἀμβα-
In the history of the Reigns a certain widow woman is recorded, heavily weighed down by the calamity of her bereavement. And a money-loving and misanthropic creditor was besieging her, taking away as a pledge her sons, whom alone their mother had in place of all else. And when the matter had come round to utter helplessness for her, and none of those who held gold took pity on her, she came to him who possessed humanity and faith. Now this was Elisha the prophet, a man unpossessing of earthly materials, and abounding in incorporeal substance: a philosopher from the ploughmen, houseless, hearthless, clad in a single garment; having newly entered upon an inheritance, and having received as that inheritance a cheap sheepskin mantle and an unseen blessing fallen from the fiery chariot. Yet he did not send the suppliant away empty-handed, nor despair of giving aid because what was sought was not at hand; nor did he utter ignoble and faithless words, like one of the multitude: And whence have I silver wherewith to discharge the debt? Rather, like an excellent physician, even when medicines were absent, out of marvellous devices he found a cure for the malady, and says: What have you in your house, O woman? Call to mind whether even a little happens to be within. For no one is so poor as to be master of nothing at all. And when she said that there was an earthen jar, and a scant remnant of oil therein: Make ready for me, said he, a multitude of vessels. And she made them ready, and through her he filled them, and the debt to the creditor was discharged, and the woman departed, having found a way out of helplessness. For that tiniest bit of oil, which she told the prophet was by her, gushed forth wondrously and filled all the amphorae that had been made ready; and it ceased from flowing only when there was no longer a vessel to receive it, and grace was measured out together with the need. Truly that was oil which no plant bore as fruit, but which the mercies of God cultivated! Buy for yourselves this science, if you can, O kings, potentates, and rich men from the rising of the sun even unto its setting. You who are wise in worldly wisdom, acquire the gift of the prophet from the ploughmen, which abode inalienably with him who received it. For the possessions of your zeal have myriad perils of destruction lying beside them: burglars digging through walls, tyrants plundering, and informers plotting; a sea engulfing, and an earth bursting open beneath with chasms. Let the right hand of God, therefore, be hope and storehouse for men—she that led the people out of Egypt, and in a desert land supplied abundance of good things; she that brought unto Daniel Habak-