τῷ χρόνῳ δὲ τὴν ἐπιθυμίαν πλεονάσας, καὶ πληρωθεὶς τὴν ψυχὴν, ἀθρόον ἐκρήγνυσι τὴν κακίαν, ὡς ἐπὶ τῶν σωλήνων τὰ ὕδατα. Καὶ λοιπόν ἐστιν ἀφόρητος τῷ πρεσβύτῃ, μονονουχὶ συνελαύνων αὐτὸν πρὸς τοὺς τάφους ὑγιαίνοντα καὶ βαδίζοντα. Ἂν κούφως ἀναβῇ τὸν ἵππον, ὑπερθαυμάζει· ἂν τροφῆς ἐῤῥωμενέστερον μεταλάβῃ, γογγύζει· ἂν τοὺς οἰκέτας ἐωθινὸς διεγείρει πρὸς τὰς ὑπηρεσίας, τῇ ἐγρηγόρσει καὶ τῇ δυνάμει τοῦ γέροντος ἄχθεται. Ἂν δὲ καὶ δωρήσεταί τι τῶν κειμηλίων, ἢ οἰκέτην ἀφῇ τῆς δουλείας, τότε δὴ τότε, καὶ λῆρος, καὶ παραπαίων, καὶ τοὺς τῆς ζωῆς ὑπερβὰς ὅρους, καὶ τῶν ἀλλοτρίων σπαθητὴς, καὶ πᾶν βλάσφημον ἀκούων ἐμπαροινεῖται· διὰ τί μὴ ταχέως ἀπέθανεν, ἐγκαλούμενος.
yet with time, having multiplied his desire and filled up his soul, all at once he bursts forth with his wickedness, like water in pipes. And thenceforth he is unbearable to the aged man, all but driving him towards the tombs while still healthy and walking about. If he lightly mounts his horse, he marvels exceedingly; if he partakes of food somewhat vigorously, he mutters; if at dawn he rouses the servants to their duties, he is vexed at the wakefulness and strength of the old man. And if he also bestows one of his treasured heirlooms, or sets a servant free from slavery, then indeed, then is he drunkenly abused, hearing himself called dotard, and deranged, and one who has overstepped the bounds of life, and squanderer of what belongs to others, and every abusive name, reproached for why he has not swiftly died.
Σὸς οὗτος, ὦ μιαρὴ πλεονεξία, καρπός· παρὰ σοῦ τὰ κέντρα λαμβάνων ὁ παῖς, πολέμιος γίνεται τοῦ γεννήσαντος. Σὺ πληροῖς τὴν γῆν ληστῶν καὶ φονευτῶν, καταποντιστῶν δὲ θάλασσαν, τὰς πόλεις θορύβων, τὰ δικαστήρια ψευδομαρτύρων, συκοφαντῶν, προδοτῶν, συνηγόρων, δικαστῶν ἐκεῖ ῥεπόντων, ὅπου δ' ἂν σὺ καθελκύσῃς. Πλεονεξία, μήτηρ τῆς ἀνισότητος, ἀνηλεὴς, μισάνθρωπος, ὠμοτάτη. Διὰ ταύτην ὁ τῶν ἀνθρώπων βίος ἀνωμαλίας γέμει· καὶ οἱ μὲν ἐκ τοῦ κόρου ναυτιῶσι τὴν περισσείαν τῶν κτημάτων, οἷον τροφήν ἄπληστον ἀποβλύζοντες· ἄλλοι δὲ λιμῷ καὶ ἐνδείᾳ πιεζόμενοι κινδυνεύουσιν. Οἱ μὲν ὑπ' ὀρόφοις χρυσοπάστοις κατάκεινται, καὶ ὡς μικρὰς πόλεις οἰκοῦσι τὰς οἰκίας, λουτροῖς καὶ οἴκοις ποικίλοις, καὶ στοαῖς ἐπὶ μακρότατον διηκούσαις, καὶ παντοίᾳ πολυτελείᾳ κεκοσμημένας· ἕτεροι δὲ δύο δοκῶν σκέπην οὐκ ἔχουσιν· ἀλλ' ὅταν ἐν ὑπαίθρῳ διαζῇν μὴ δύνωνται, ἢ πρὸς τὰς καμίνους καταφεύγουσι τῶν λουτρῶν, ἢ καὶ τοῖς βαλανεῦσι κακοξένοις περιτυχόντες, παραπλησίως τοῖς χοίροις τὴν κόπρον ὀρύττοντες, τὴν ἀναγκαίαν θέρμην ἑαυτοῖς μηχανῶνται. Καὶ τὸ ὁμότιμον ζῶον, ὁ ἄνθρωπος, τοσαύτην ἔχει τὴν διαφορὰν τῆς διαίτης πρὸς τὸ ὁμόφυλον· οὐκ ἄλλου τινὸς τὴν ἀταξίαν ταύτην καὶ τὴν ἀνωμαλίαν, ἢ τῆς πλεονεξίας ἐπεισαγούσης. Ὁ μὲν γυμνοῖς ἀσχημονεῖ μέλεσι· καὶ ὁ ἄλλος πρὸς τὸ τὴν ἐσθῆτα δυσαρίθμητον ἔχειν, πορφυραῖς πλαξὶν τοὺς τοίχους ἐνδύει. Ὁ πένης ἐπὶ ξυλίνης τραπέζης ἄρτον ἀπορεῖ διαθρύψαι· καὶ ὁ τρυφῶν ἀργυρῆν τράπεζαν ἐλάσας εἰς πλάτος, τῷ στίλβοντι ψυχαγωγεῖται τῆς ὕλης. Καὶ πόσῳ δικαιώτερον ἦν, τὸν μὲν ἑστιᾶσθαι ἀρκούμενον τῇ ἄλλῃ τρυφῇ, τῆς τραπέζης δὲ τιμὴν τῶν ἀπόρων εἶναι τρυφήν; Ἄλλος γηραιὸς, καὶ βαδίζειν ἀδυνατῶν, ἢ διά τινα λώβην χωλεύων, ὄνον οὐ κέκτηται, ἀναγκαῖον τῆς χρείας ὄχημα· καὶ ἕτερος διὰ πλῆθος τὰς ἀγέλας οὐ γνωρίζει τῶν ἵππων. Τῷ μὲν ἔλαιον ἐνδεῖ πρὸς τὸ λύχνον ἀνάψαι· καὶ ἄλλος μόναις ταῖς λυχνίαις πλουτεῖ. Ὁ μὲν ἐπὶ τοῦ ἐδάφους ἔῤῥιπται· καὶ ὁ μάτην πλουτῶν, τῷ κόσμῳ τῆς κλίνης περιαστράπτεται, ἀργυρᾶς σφαίρας ἐχούσης καὶ ἁλύσεις ἀντὶ τῶν σχοίνων. Ταῦτα τὰ τῆς ἀκορέστου
Yours is this fruit, O abominable covetousness: receiving his goads from you, the son becomes an enemy of him who begot him. You fill the earth with brigands and murderers, and the sea with pirates, the cities with tumults, the law-courts with false witnesses, informers, traitors, advocates, and judges inclining whithersoever you drag them down. Covetousness, mother of inequality, merciless, hating mankind, most savage! Because of her, human life is fraught with unevenness: some out of surfeit feel nausea at the superfluity of their possessions, disgorging as it were insatiable nourishment, while others, pressed down by famine and want, are in peril of their lives. Some recline beneath gold-spangled roofs, and inhabit houses like miniature cities, adorned with baths and varied chambers, and colonnades stretching to the utmost length, and every sort of lavishness; whereas others do not possess the shelter of two beams, but when they are unable to live through the weather in the open air, either flee for refuge to the furnaces of the bath-houses, or even lighting upon inhospitable bath-keepers, digging into dung much like swine, contrive the needful warmth for themselves. And this creature of equal honour, man, has so great a difference in mode of life towards his fellow in kind—none other bringing in this disorder and unevenness save covetousness. One goes unseemly with naked limbs, while another, besides having raiment past numbering, clothes his very walls with purple slabs. The poor man lacks bread to break upon a wooden table, while the luxurious man, having beaten out a silver table in breadth, beguiles his soul with the glitter of the material. And how much more righteous had it been for the one to feast content with his other luxury, while the price of the table became the luxury of the destitute? Another, aged and unable to walk, or limping through some maiming, possesses not an ass, the needful mount for his want, while another through their multitude does not even recognize his herds of horses. One lacks oil wherewith to light a lamp, while another is rich in lampstands alone. One lies cast upon the ground, while he who is rich in vain is flashed round about by the adornment of his couch, which has silver spheres and chains instead of cords. Such are the