Οὐδὲν γὰρ οἷον αὐτῇ χρήσασθαι τῇ λέξει τῇ γραφικῇ, ἱκανῶς διὰ μιᾶς λέξεως ἑρμηνευούσῃ τὴν ἄτιμον τοῦ πλουσίου κατάλυσιν. Ὁ γὰρ ἁμαρτωλὸς τελευτῶν, ὄντως θάπτεται, χθόνιος ὢν τὸ σῶμα, γήινος δὲ καὶ τὴν ψυχήν· καὶ τὸ φυσικὸν ἐκείνης ἀξίωμα τῇ συμπαθείᾳ τῆς σαρκὸς πρὸς τὴν ὕλην καταγαγὼν, οὐδὲν χρηστὸν τῆς ἑαυτοῦ ζωῆς καταλιμπάνων ὑπόμνημα, λήθῃ δὲ ἀτίμῳ καλυπτόμενος, καὶ τὸν τῶν βοσκημάτων θάνατον τελευτῶν. Τάφος μὲν γὰρ ἔχει τὸ σῶμα· ᾅδης δὲ τὴν ψυχήν· δύο σκοτεινὰ δεσμωτήρια, μεριζόμενα τοῦ πονηροῦ τὴν τιμωρίαν. Καὶ τίς οὐκ ἂν τῆς ἀβουλίας τὸν ἄθλιον καταμέμψαιτο; ἥνικα μὲν ὑπὲρ γῆς ἦν γαυροῦντα, μεγαλαυχούμενον, πάντων ὑπερφρονοῦντα τῶν συζώντων καὶ ὁμοφύλων, καὶ μονονουχὶ μύρμηκας καὶ σκώληκας ἀποκαλοῦντα τοὺς ἐντυγχάνοντας, κενῷ δὲ φρονήματι τῆς ὀλιγοχρονίου δόξης διαῤῥηγνύμενον· ἡνίκα δὲ ἀπεσπάσθη τοῦ βίου, καὶ ὡς μαστιγίας δοῦλος ἀφῃρέθη τῶν ἀλλοτρίων, ὧν ἐξ ἀνοίας ἐνόμιζεν εἶναι δεσπότης, εἰς ἀντίῤῥοπον τῆς ὑπερηφανείας καταφέρεται ταπεινότητα, καὶ γραὸς θρηνούσης ὀδυρμοὺς προβαλλόμενος, μακρὰ καὶ ἀνόνητα τὸν πατριάρχην ἀποκαλεῖται, λέγων· [ Πάτερ Ἀβραὰμ, ἐλέησόν με, καὶ πέμψον Λάζαρον, ἵνα βάψῃ τὸ ἄκρον τοῦ δακτύλου αὐτοῦ ὕδατος, καὶ καταψύξῃ τὴν γλῶσσάν μου, ὅτι ὀδυνῶμαι ἐν τῇ φλογὶ ταύτῃ· ] ζητῶν ἔλεον, ὃν οὐκ ἔδωκεν, ἡνίκα τοῦ εὐεργετεῖν πρόχειρον εἶχεν τὴν ἐξουσίαν· ἀξιῶν δὲ αὐτῷ βοηθὸν κατὰ τοῦ πυρὸς ἀφικέσθαι τὸν Λάζαρον· εὐχόμενος ἀπομυζῆσαι τοῦ λεπροῦ τὸν δάκτυλον, ὀλίγον νενοτισμένον ὕδατι. Τοιαῦται τῶν φιλοσωμάτων ἀβουλίαι· τοῦτο τῶν φιλοπλούτων καὶ φιληδόνων τὸ τέλος. Καὶ προσήκει τὸν συνετὸν καὶ προμηθῆ τοῦ μέλλοντος, οἷον φάρμακόν τι προφυλακτικὸν νοσήματος τὴν παραβολὴν ἡγησάμενον, φυγεῖν τῶν ὁμοίων κακῶν τὴν πεῖραν· τὸ συμπαθὲς καὶ φιλάνθρωπον, ὡς αἰτίαν τῆς ζωῆς τῆς μελλούσης, ἀσκήσαντα. Δραματικῶς γὰρ ἡμῖν ὁ λόγος τὴν νουθεσίαν ἐπὶ προσώπων ὡρισμένων ἐξέθετο, ἵνα ἐμψύχως καὶ δεικτικῶς παιδευθέντες τῆς ἀγαθῆς πολιτείας τὸν νόμον, μηδέποτε καταφρονήσωμεν τῶν τῆς Γραφῆς παραγγελμάτων, ὡς ἄχρι λόγου μόνον φοβούντων, οὐ μὴν τὴν ἀπειλὴν προαγόντων εἰς τιμωρίαν. Οἶδα γὰρ, ὡς οἱ πολλοὶ τῶν ἀνθρώπων ταῖς τοιαύταις ὑπονοίαις δελεαζόμενοι, ἀκώλυτον ἑαυτοῖς τοῦ ἁμαρτάνειν τὴν ἐξουσίαν χαρίζονται. Πᾶν δὲ τοὐναντίον παρὰ τῆς προκειμένης Γραφῆς διδασκόμεθα, ὡς οὐδὲ συγγνώμη τις τῆς ἐκεῖ κρίσεως ἐπελαφρύνει τὴν κόλασιν, οὐδὲ ἐλαττοῖ τὴν ὡρισμένην τιμωρίαν φιλανθρωπία· εἴ γε δεῖ ταῖς φωναῖς τοῦ πατριάρχου τεκμηριῶσαι τὸν λόγον. Πολλὰ γὰρ ἱκετευθεὶς παρὰ τοῦ πλουσίου, καὶ μυρίων ἐλεεινῶν ἐπακούσας φωνῶν, οὔτε τοῖς ὀδυρμοῖς ἐπεκλάσθη, οὔτε τῆς ὀδύνης ἐξείλετο τὸν πικρῶς μαστιζόμενον· αὐστηρῷ δὲ τῷ φρονήματι τὴν δικαίαν κρίσιν ἐκύρωσεν, εἰπὼν, ὅτι πρὸς ἀξίαν ἑκάστῳ διε-
For nothing is so fitting as to employ the scriptural expression itself, which adequately interprets through a single word the dishonourable end of the rich man. For the sinner, when he dies, is truly buried, being earthy in body and earthly in soul as well; having dragged down its natural dignity to matter through sympathy with the flesh, leaving behind no good memorial of his life, covered with dishonourable oblivion, and dying the death of brute beasts. For the tomb holds his body, and Hades his soul—two dark prisons sharing between them the punishment of the wicked man. And who would not blame the wretched man for his folly? Whilst he was upon earth, he pranced insolently and boasted aloud, disdaining all his contemporaries and fellow-men, all but calling those who met him ants and worms, and bursting with the empty pride of short-lived glory; yet when he was torn away from life and, like a whipping-slave, stripped of the alien goods whereof in his senselessness he fancied himself master, he sinks down to an abasement answering to his arrogance, and putting forth the lamentations of a wailing crone, calls at length and in vain upon the patriarch, saying: ["Father Abraham, have mercy on me, and send Lazarus, that he may dip the tip of his finger in water and cool my tongue, for I am in anguish in this flame";] seeking mercy which he did not show when he had ready at hand the power to do good, begging that Lazarus might come to him as a helper against the fire, and praying to suck the leper's finger slightly moistened with water. Such are the follies of lovers of the body; this is the end of lovers of wealth and lovers of pleasure. And it befits the prudent man who takes forethought for the future, accounting the parable a kind of prophylactic medicine against disease, to flee the experience of like evils, practising compassion and humanity as the cause of the life to come. For the account has set forth its admonition for us dramatically in the person of definite characters, so that, being vividly and demonstratively taught the law of good conduct, we may never despise the precepts of Scripture as terrifying merely in word and not carrying their threat forward into punishment. For I know that most men, enticed by such notions, grant themselves unhindered licence to sin. Yet we are taught the exact opposite by the Scripture before us: that no indulgence lightens the chastisement of the judgement yonder, nor does clemency lessen the appointed punishment, if indeed we are to substantiate our statement by the words of the patriarch. For though earnestly entreated by the rich man, and having heard countless piteous cries, he neither relented at his lamentations nor rescued from torment him who was being bitterly scourged, but with stern resolve ratified the righteous judgement, saying that according to desert unto each has been appor-