λεγόμενον μὲν τὸ πρᾶγμα ἕν τι φαίνεται· ἐξεταζόμενον δὲ κατὰ μέρος καὶ κατηγορούμενον, ἐκ ποικίλης καὶ πλείονος καὶ πολυκεφάλου κακίας ἔχει τὴν σύστασιν. Τρυφὴ γὰρ οὐκ ἂν γένοιτο, μὴ πολλαῖς αὐξηθεῖσα ταῖς ὕλαις. Ὕλας δὲ πλούτου σωρεῦσαι ἀναμαρτήτως, ἀμήχανον· πλὴν εἰ μή τινι, κατὰ τὸ σπάνιον, ὡς τῷ Ἰὼβ, συμβαίη, καὶ πλουτεῖν δαψιλῶς, καὶ ζῇν κατὰ τὸ δίκαιον ἀκριβῶς. Δεῖ τοίνυν τῷ τρυφῶντι, πρῶτον μὲν οἰκίας πολυτελοῦς, ψήφῳ καὶ λίθοις καὶ χρυσῷ κατὰ τὰς νύμφας κεκοσμημένης· πρὸς δὲ τὰς ἐξαλλαγὰς τῶν ὡρῶν τοῦ ἐνιαυτοῦ ἐπιτηδείως ἐχούσης. Ζητεῖται γὰρ θερμὴ, ἀλεεινὴ μὲν ἡ τοῦ χειμῶνος, καὶ τετραμμένη πρὸς τὴν ἀκτῖνα τῆς μεσημβρίας· ἀναπεπταμένη δὲ πρὸς τὴν ἄρκτον, θερινή· ἵνα λεπταῖς ὁμοῦ καὶ ψυχραῖς ταῖς αὔραις ταῖς βορειναῖς καταπνέηται. Μετὰ ταύτην, χρεία πολυτελοῦς ἐσθῆτος τῆς μελλούσης ἀμφιέννυσθαι τὰ βάθρα, τὰς κλίνας, τὰς στιβάδας, τὰς θύρας. Πάντα γὰρ παρ' ἐκείνοις ἐπιμελῶς ἐνδύεται καὶ τὰ ἄψυχα, ἐλεεινῶς τῶν πενήτων ἐκδυομένων. Πρόσθες ἑξῆς τούτοις καὶ λόγισαι τὸν ἐν σκεύεσιν ἄργυρον, τὸν χρυσὸν, τὴν πολυδάπανον ἀγορασίαν τῶν ἐκ Φάσιδος ὀρνίθων· οἴνου τοῦ Φοίνικος, ὃν αἱ ἄμπελοι Τύρου πολὺν τοῖς πλουσίοις καὶ τίμιον ἀποῤῥέουσι· πᾶσαν τὴν ἄλλην τῆς ἀπολαύσεως παρασκευὴν, ἣν αὐτῶν τῶν χρωμένων ἐστὶν ἐπιμελῶς ὀνομάσαι. Αὔξουσα γὰρ καθ' ἡμέραν ἐπὶ τὸ περιεργότερον ἡ τρυφὴ, ἤδη καὶ τῶν ἐξ Ἰνδικῆς ἀρωμάτων παρεγχέει τοῖς ὄψοις· καὶ μᾶλλον τῶν ἰατρῶν οἱ μυροπῶλαι τοῖς μαγείροις ὑπηρετοῦσιν. Ἐντεῦθεν ἐννόησον τὸ δορυφορικὸν τῆς τραπέζης πλῆθος, τραπεζοποιοὺς, οἰνοχόους, ταμιείας, καὶ τοὺς τούτων ἀφηγουμένους μουσικούς· μουσικὰς, ὀρχηστρίδας, αὐλητὰς, γελωτοποιοὺς, κόλακας, παρασίτους, τὸν ἀκόλουθον τῆς ματαιότητος συρφετόν. Ταῦτα ἵνα κτηθῇ, πόσοι πένητες ἀδικοῦνται! πόσοι δὲ ὀρφανοὶ κονδυλίζονται! πόσαι δὲ χῆραι δακρύουσιν! πόσοι σφοδρῶς σπαραττόμενοι σπεύδουσιν πρὸς ἀγχόνην! Ἡ δὲ τῶν τοιούτων ψυχὴ, ὥσπερ Ληθαίου τινὸς ὕδατος γευσαμένη, ἑαυτῆς ἀμνημονεῖ καθάπαξ, τίς ἐστιν, καὶ τίνι συνέζευκται, καὶ ὅτι ποτὲ τῆς συζυγίας ταύτης λυθήσεται, καὶ πάλιν ἀνακτισθέντι συνοικήσει τῷ σώματι. Ἐλθόντος δὲ καιροῦ τοῦ καθήκοντος, καὶ τοῦ ἀπαραιτήτου προστάγματος τῆς πρὸς τὸ σῶμα κοινωνίας ἀποσπῶντος αὐτὴν, ἀναλογισμὸς εἰσέρχεται τῶν βεβιωμένων, καὶ ἀνωφελὴς μετάνοια, κατόπιν γινομένη τῆς χρείας. Τότε γὰρ ὀνίνησι μεταμέλεια, ὅταν ὁ μεταβουλευόμενος ἐξουσίαν ἔχῃ τῆς διορθώσεως· ἀναιρεθείσης δὲ τῆς ἐνεργείας τοῦ κατορθοῦν, ἀχρεῖος ἡ λύπη, καὶ μάταιος ἡ μετάγνωσις.
spoken of by name, the thing appears to be something single; yet when examined in detail and arraigned, it has its composition out of a manifold, multiplex, and many-headed wickedness. For luxury could not come into being unless increased by abundant material means; and to heap up the materials of wealth without sin is impossible—unless perhaps in some rare case, as happened with Job, a man should both abound generously in wealth and live strictly according to justice. He who lives in luxury, therefore, needs first a costly house, adorned like brides with mosaic, precious stones, and gold, and suitably arranged for the changes of the seasons of the year. For a warm and sheltered one is sought in winter, turned towards the rays of the midday sun; and in summer one thrown wide open towards the north, so that it may be fanned by the gentle and cool northern breezes alike. After this, there is need of costly drapery to clothe the benches, the couches, the pallets, and the doors; for among those people even inanimate objects are carefully clothed, while the poor are pitiably stripped naked. Add next to these and reckon up the silver in vessels, the gold, the lavish purchase of birds from Phasis, and of Phoenician wine, which the vines of Tyre pour forth copiously and at a high price for the rich, together with all the rest of the apparatus of indulgence, which only those who use such things can accurately name. For luxury, growing day by day ever more fastidious, now even pours spices from India into the dishes, and the perfumers minister to the cooks rather than to the physicians. Consider hence the attendant throng of the table—table-setters, cupbearers, stewards, and the male musicians who lead them, female musicians, dancing-girls, flute-players, buffoons, flatterers, parasites, the rabble that follows in the train of vanity. That these things may be acquired, how many poor folk are wronged! How many orphans are buffeted! How many widows weep! How many, violently mangled, hasten to the noose! Meanwhile the soul of such men, as though it had tasted some water of Lethe, forgets itself altogether—what it is, and to what it has been yoked, and that one day it will be loosed from this union and will dwell once more with the body when refashioned. Yet when the appointed time arrives and the inexorable decree tears it away from fellowship with the body, a reckoning of its past life enters in, and an unprofitable repentance that comes too late for need. For remorse avails only when he who changes his counsel possesses the power of amendment; once the capacity to set things right is taken away, grief is useless and after-repentance vain.