Migne Reading Room

PG 40 · cols. 176–185 · Read from the page

Homilies

Homilies

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 40:176Read from the page
εἶναι τῶν δικαίων φησίν. Ἐν Χριστῷ γὰρ πάντων ἡμῶν ἡ σωτηρία καὶ ἡ ἀπεκδοχὴ τοῦ μέλλοντος αἰῶνος, τῷ ἐκ τῆς σαρκὸς τοῦ Ἀβραὰμ κατὰ τὴν ἀνθρωπικὴν ἀκολουθίαν βλαστήσαντι. Καί μοι δοκεῖ ἡ περὶ τὸν γέροντα τοῦτον τιμὴ εἰς τὸν Σωτῆρα τὴν ἀναφορὰν ἔχειν, τὸν κριτὴν ὄντα καὶ μισθαποδότην τῆς ἀρετῆς, καὶ τῇ θεραπευτικῇ φωνῇ προσκαλούμενον τοὺς δικαίους, καὶ λέγοντα· Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου· κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν.
for the righteous. For in Christ is the salvation of us all and the expectation of the age to come—in Him Who according to human succession sprang from the flesh of Abraham. And it seems to me that the honour paid to this aged patriarch has reference to the Saviour, Who is the Judge and Rewarder of virtue, and Who with soothing voice calls the righteous unto Himself and says: "Come, ye blessed of My Father, inherit the kingdom prepared for you."
Ἐγένετο δὲ ἀποθανεῖν τὸν πτωχόν. Διπλῆ τις ἐστὶν ἡ περὶ τὸν πτωχὸν σημασία· ἡ μὲν δηλοῦσα τῶν ἀναγκαίων τὴν ἔνδειαν· ἡ δὲ τὴν μετριοφροσύνην καὶ τοῦ ἤθους τὴν ταπεινότητα. Μὴ τοίνυν ὁ τῶν ὑλῶν ἀπόρως ἔχων, καὶ πενόμενος ἀργυρίου, ἠμφιεσμένος δὲ τὴν ἐλεεινὴν ἐφεστρίδα, οἰκειούσθω τῆς ἀρετῆς τὸν ἔπαινον, μηδὲ νομιζέτω ἀρκέσειν αὐτῷ τὴν ἔνδειαν πρὸς σωτηρίαν. Οὐ γὰρ ὁ κατ' ἀνάγκην πενόμενος ἐπαινεῖται· ἀλλ' ὁ τὴν γνώμην αὐθαιρέτως μετριάζων θαυμάζεται. Ἐπεὶ τοῖς ἀπορουμένοις ἁπλῶς, ἔχουσι δὲ τὸν τρόπον ἀδιαγώγητον ἢ ἀκατόρθωτον, ἐφόδιον γίνεται πολλῶν καὶ πονηρῶν τολμημάτων ἡ πρὸς ἀνάγκην ἀκτημοσύνη. Καὶ πάντας ἐγὼ τοὺς τοιχωρύχους καὶ ἀνδραποδιστὰς, ἔτι μὴν λωποδύτας, καὶ κλέπτας, καὶ τοὺς ἀνδροφόνους αὐτοὺς, εἴ ποτε παρέβαλον ἀρχοντικῷ κριτηρίῳ, πένητας ἐθεασάμην, ἀγνώστους, ἀοίκους, ἀνεστίους. Ὡς ἐκ τούτου πρόδηλον εἶναι, ὅτι μακαρίζει νῦν ἡ Γραφὴ τὸν πτωχὸν ἐκεῖνον τὸν φιλοσόφῳ ψυχῇ τοὺς μόχθους βαστάζοντα· καρτεροῦντα δὲ γενναίως πρὸς τὰς περιστάσεις τοῦ βίου, καὶ οὐδὲν κακουργοῦντα πονηρὸν, ἵνα τῇ σαρκὶ χαρίσηται τῆς τρυφῆς τὴν ἀπόλαυσιν. Ὃν καὶ σαφέστερον διαγράφει ἐν τῷ πρώτῳ τῶν μακαρισμῶν ὁ Κύριος, λέγων· Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι. Οὔτε οὖν πᾶς πτωχὸς δίκαιος, ἀλλ' ἐκεῖνος οἷος ὁ Λάζαρος· οὔτε πᾶς πλούσιος ἀπεγνωσμένος, ἀλλ' ὁ μετὰ τοιαύτης ζῶν προαιρέσεως, οἵαν εἶχεν ὁ τοῦ Λαζάρου σύγχρονος, καὶ τούτου οἱ διὰ τῆς πείρας τοῦ βίου μάρτυρες πρόδηλοι. Τί γὰρ τοῦ θείου Ἰὼβ πλουσιώτερον; Ἀλλ' ὅμως ἡ εἰς ἄγαν εὐπορία τὸν ἄνδρα, οὔτε τῆς δικαιοσύνης ἠλλοτρίωσεν, οὔτε, συλλήβδην εἰπεῖν, τῆς ἀρετῆς ἐξώρισεν. Τί τοῦ Ἰσχαριώτου πενέστερον; Οὐδὲν ἀπώνατο τῆς ἐνδείας εἰς σωτηρίαν· ἀλλὰ τοῖς ἕνδεκα πένησι καὶ φιλοσόφοις συνδιαιτώμενος, καὶ αὐτῷ γε τῷ Κυρίῳ, τῷ δι' ἡμᾶς αὐθαιρέτως πτωχεύσαντι, κακίᾳ προαιρέσεως εἰς φιλαργυρίαν παρενεχθεὶς, ἐκεῖθεν καὶ τὴν προδοσίαν ἐῥαδιούργησεν.
And it came to pass that the beggar died. Twofold is the signification attaching to "the poor man": the one denoting lack of necessities, the other moderation of mind and humility of character. Let not, then, him who is destitute of material means and lacking silver, and clad in a pitiable cloak, lay claim to the praise of virtue, nor suppose that his indigence will suffice him for salvation. For it is not he who is poor by necessity that is praised, but he who by his own free choice moderates his temper that is admired. Since for those who are merely indigent, yet keep their conduct undisciplined or unamended, poverty under compulsion becomes a provision for many wicked audacities. Indeed, all the housebreakers and kidnappers, and clothes-stealers too, and thieves, and the very murderers themselves, whenever I have visited a magistrate's court, I have seen to be poor men, obscure, houseless, and hearthless. Hence it is plain that Scripture here pronounces blessed that poor man who bears his toils with a philosophic soul, enduring nobly the trials of life and committing no wicked crime in order to gratify the flesh with the enjoyment of luxury—whom the Lord delineates yet more clearly in the first of the Beatitudes, saying: "Blessed are the poor in spirit." Neither, then, is every poor man righteous, save such a one as Lazarus; nor is every rich man desperate of salvation, save he who lives with such a deliberate purpose as Lazarus's contemporary had—and of this there are manifest witnesses from the experience of life. For what was wealthier than the divine Job? Yet exceeding affluence neither estranged the man from righteousness nor, to speak summarily, banished him from virtue. What was poorer than Iscariot? Yet he gained nothing from his indigence unto salvation; rather, though sharing his daily life with the eleven poor and philosophic disciples, and with the Lord Himself Who voluntarily became poor for our sake, he was carried away through wickedness of choice into avarice, and from that source contrived his betrayal.
Ἄξιον δὲ καὶ τὴν ἐκφορὰν ἑκατέρου τῶν τεθνηκότων συνετῶς δοκιμάσαι. Ὁ μὲν γὰρ πτωχὸς κοιμηθεὶς ἀγγέλους εἶχεν δορυφόρους καὶ θεραπευτὰς, ἄγοντας αὐτὸν μετὰ καλῆς τῆς ἐλπίδος εἴς τὸν τόπον τῆς ἀναπαύσεως· ὁ δὲ πλούσιος ἀποθανὼν, φησὶν, ἐτάφη.
And it is worthwhile also to examine thoughtfully the funeral procession of each of the dead. For the poor man, when he fell asleep, had angels as bodyguards and attendants conducting him with good hope to the place of rest; whereas the rich man also died, it says, and was buried.
Notes, col. 176

On the reading

Printed εἴς, for εἰς.

PG 40:177Read from the page
Οὐδὲν γὰρ οἷον αὐτῇ χρήσασθαι τῇ λέξει τῇ γραφικῇ, ἱκανῶς διὰ μιᾶς λέξεως ἑρμηνευούσῃ τὴν ἄτιμον τοῦ πλουσίου κατάλυσιν. Ὁ γὰρ ἁμαρτωλὸς τελευτῶν, ὄντως θάπτεται, χθόνιος ὢν τὸ σῶμα, γήινος δὲ καὶ τὴν ψυχήν· καὶ τὸ φυσικὸν ἐκείνης ἀξίωμα τῇ συμπαθείᾳ τῆς σαρκὸς πρὸς τὴν ὕλην καταγαγὼν, οὐδὲν χρηστὸν τῆς ἑαυτοῦ ζωῆς καταλιμπάνων ὑπόμνημα, λήθῃ δὲ ἀτίμῳ καλυπτόμενος, καὶ τὸν τῶν βοσκημάτων θάνατον τελευτῶν. Τάφος μὲν γὰρ ἔχει τὸ σῶμα· ᾅδης δὲ τὴν ψυχήν· δύο σκοτεινὰ δεσμωτήρια, μεριζόμενα τοῦ πονηροῦ τὴν τιμωρίαν. Καὶ τίς οὐκ ἂν τῆς ἀβουλίας τὸν ἄθλιον καταμέμψαιτο; ἥνικα μὲν ὑπὲρ γῆς ἦν γαυροῦντα, μεγαλαυχούμενον, πάντων ὑπερφρονοῦντα τῶν συζώντων καὶ ὁμοφύλων, καὶ μονονουχὶ μύρμηκας καὶ σκώληκας ἀποκαλοῦντα τοὺς ἐντυγχάνοντας, κενῷ δὲ φρονήματι τῆς ὀλιγοχρονίου δόξης διαῤῥηγνύμενον· ἡνίκα δὲ ἀπεσπάσθη τοῦ βίου, καὶ ὡς μαστιγίας δοῦλος ἀφῃρέθη τῶν ἀλλοτρίων, ὧν ἐξ ἀνοίας ἐνόμιζεν εἶναι δεσπότης, εἰς ἀντίῤῥοπον τῆς ὑπερηφανείας καταφέρεται ταπεινότητα, καὶ γραὸς θρηνούσης ὀδυρμοὺς προβαλλόμενος, μακρὰ καὶ ἀνόνητα τὸν πατριάρχην ἀποκαλεῖται, λέγων· [ Πάτερ Ἀβραὰμ, ἐλέησόν με, καὶ πέμψον Λάζαρον, ἵνα βάψῃ τὸ ἄκρον τοῦ δακτύλου αὐτοῦ ὕδατος, καὶ καταψύξῃ τὴν γλῶσσάν μου, ὅτι ὀδυνῶμαι ἐν τῇ φλογὶ ταύτῃ· ] ζητῶν ἔλεον, ὃν οὐκ ἔδωκεν, ἡνίκα τοῦ εὐεργετεῖν πρόχειρον εἶχεν τὴν ἐξουσίαν· ἀξιῶν δὲ αὐτῷ βοηθὸν κατὰ τοῦ πυρὸς ἀφικέσθαι τὸν Λάζαρον· εὐχόμενος ἀπομυζῆσαι τοῦ λεπροῦ τὸν δάκτυλον, ὀλίγον νενοτισμένον ὕδατι. Τοιαῦται τῶν φιλοσωμάτων ἀβουλίαι· τοῦτο τῶν φιλοπλούτων καὶ φιληδόνων τὸ τέλος. Καὶ προσήκει τὸν συνετὸν καὶ προμηθῆ τοῦ μέλλοντος, οἷον φάρμακόν τι προφυλακτικὸν νοσήματος τὴν παραβολὴν ἡγησάμενον, φυγεῖν τῶν ὁμοίων κακῶν τὴν πεῖραν· τὸ συμπαθὲς καὶ φιλάνθρωπον, ὡς αἰτίαν τῆς ζωῆς τῆς μελλούσης, ἀσκήσαντα. Δραματικῶς γὰρ ἡμῖν ὁ λόγος τὴν νουθεσίαν ἐπὶ προσώπων ὡρισμένων ἐξέθετο, ἵνα ἐμψύχως καὶ δεικτικῶς παιδευθέντες τῆς ἀγαθῆς πολιτείας τὸν νόμον, μηδέποτε καταφρονήσωμεν τῶν τῆς Γραφῆς παραγγελμάτων, ὡς ἄχρι λόγου μόνον φοβούντων, οὐ μὴν τὴν ἀπειλὴν προαγόντων εἰς τιμωρίαν. Οἶδα γὰρ, ὡς οἱ πολλοὶ τῶν ἀνθρώπων ταῖς τοιαύταις ὑπονοίαις δελεαζόμενοι, ἀκώλυτον ἑαυτοῖς τοῦ ἁμαρτάνειν τὴν ἐξουσίαν χαρίζονται. Πᾶν δὲ τοὐναντίον παρὰ τῆς προκειμένης Γραφῆς διδασκόμεθα, ὡς οὐδὲ συγγνώμη τις τῆς ἐκεῖ κρίσεως ἐπελαφρύνει τὴν κόλασιν, οὐδὲ ἐλαττοῖ τὴν ὡρισμένην τιμωρίαν φιλανθρωπία· εἴ γε δεῖ ταῖς φωναῖς τοῦ πατριάρχου τεκμηριῶσαι τὸν λόγον. Πολλὰ γὰρ ἱκετευθεὶς παρὰ τοῦ πλουσίου, καὶ μυρίων ἐλεεινῶν ἐπακούσας φωνῶν, οὔτε τοῖς ὀδυρμοῖς ἐπεκλάσθη, οὔτε τῆς ὀδύνης ἐξείλετο τὸν πικρῶς μαστιζόμενον· αὐστηρῷ δὲ τῷ φρονήματι τὴν δικαίαν κρίσιν ἐκύρωσεν, εἰπὼν, ὅτι πρὸς ἀξίαν ἑκάστῳ διε-
For nothing is so fitting as to employ the scriptural expression itself, which adequately interprets through a single word the dishonourable end of the rich man. For the sinner, when he dies, is truly buried, being earthy in body and earthly in soul as well; having dragged down its natural dignity to matter through sympathy with the flesh, leaving behind no good memorial of his life, covered with dishonourable oblivion, and dying the death of brute beasts. For the tomb holds his body, and Hades his soul—two dark prisons sharing between them the punishment of the wicked man. And who would not blame the wretched man for his folly? Whilst he was upon earth, he pranced insolently and boasted aloud, disdaining all his contemporaries and fellow-men, all but calling those who met him ants and worms, and bursting with the empty pride of short-lived glory; yet when he was torn away from life and, like a whipping-slave, stripped of the alien goods whereof in his senselessness he fancied himself master, he sinks down to an abasement answering to his arrogance, and putting forth the lamentations of a wailing crone, calls at length and in vain upon the patriarch, saying: ["Father Abraham, have mercy on me, and send Lazarus, that he may dip the tip of his finger in water and cool my tongue, for I am in anguish in this flame";] seeking mercy which he did not show when he had ready at hand the power to do good, begging that Lazarus might come to him as a helper against the fire, and praying to suck the leper's finger slightly moistened with water. Such are the follies of lovers of the body; this is the end of lovers of wealth and lovers of pleasure. And it befits the prudent man who takes forethought for the future, accounting the parable a kind of prophylactic medicine against disease, to flee the experience of like evils, practising compassion and humanity as the cause of the life to come. For the account has set forth its admonition for us dramatically in the person of definite characters, so that, being vividly and demonstratively taught the law of good conduct, we may never despise the precepts of Scripture as terrifying merely in word and not carrying their threat forward into punishment. For I know that most men, enticed by such notions, grant themselves unhindered licence to sin. Yet we are taught the exact opposite by the Scripture before us: that no indulgence lightens the chastisement of the judgement yonder, nor does clemency lessen the appointed punishment, if indeed we are to substantiate our statement by the words of the patriarch. For though earnestly entreated by the rich man, and having heard countless piteous cries, he neither relented at his lamentations nor rescued from torment him who was being bitterly scourged, but with stern resolve ratified the righteous judgement, saying that according to desert unto each has been appor-
Notes, col. 177

On the reading

Printed ἥνικα, for ἡνίκα.

PG 40:180Read from the page
κλήρωσεν ὁ Θεός· καὶ σοὶ μὲν ἐπὶ τοῦ βίου τρυφήσαντι κατὰ τῶν ἀλλοτρίων συμφορῶν, δίκη τοῦ πλημμελήματος ἐπετέθη, ἃ πάσχεις· τῷ δ' ἐκεῖ μοχθήσαντι, καὶ πατηθέντι, καὶ πικρῶς ἀνασχομένῳ τῆς ἐνσάρκου ζωῆς, γλυκεῖά τις καὶ εὐφραίνουσα ἡ ἐνθάδε ἀπενεμήθη κατάστασις. Πρὸς δὲ τούτοις, καὶ χάσμα μέγα εἶναί φησιν τὸ κωλύον αὐτοὺς τὴν πρὸς ἀλλήλους ἐπιμιξίαν, καὶ διεῖργον τοὺς τιμωρουμένους ἀπὸ τῶν τιμωμένων, ἵνα εὐκρινῶς διάγωσιν ἀπ' ἀλλήλων ἀμφότεροι, ἀσύγχυτον ἔχοντες τῶν ἀγαθῶν καὶ τῶν κακῶν τὴν ἀπόλαυσιν. Οἶμαι δὲ τὴν αἰσθητὴν παραβολὴν νοητῆς εἶναι θεωρίας αἴνιγμα. Οὐ γὰρ δὴ τάφρον ὄντως ἐννοήσωμεν ἐκεῖ πρὸς τῶν ἀγγέλων διορυχθεῖσαν, οἷάπερ ἐν τοῖς στρατοπέδοις γίνεται τὰ τῶν πολεμίων μεταίχμια· ἀλλὰ τὸν χωρισμὸν ἡμῖν ὁ Λουκᾶς ὑπογράφων, ὃν ἀπ' ἀλλήλων εἰσὶ κεχωρισμένοι, οἵ τε κατ' ἀρετὴν, καὶ οἱ ἑτέρως ζήσαντες, ὑπέθετο τὴν εἰκόνα τοῦ χάσματος. Ἐπισφραγίζεται τὴν διάνοιαν ἡμῖν ταύτην καὶ Ἠσαΐας, οὕτω πως λέγων· Μὴ οὐκ ἰσχύει ἡ χειρ Κυρίου τοῦ σῶσαι, ἢ ἐβάρυνε τὸ οὖς αὐτοῦ τοῦ μὴ ἀκοῦσαι; Ἀλλὰ τὰ ἁμαρτήματα ἡμῶν διιστῶσιν ἀνὰ μέσον τοῦ Θεοῦ.
tioned by God: and upon you, who in your lifetime revelled in luxury amid the misfortunes of others, the penalty of your transgression—what you now suffer—has been laid; whereas unto him who toiled yonder, and was trampled down, and bitterly endured life in the flesh, a sweet and gladdening state has been allotted here. Besides this, he says there is also a great chasm preventing their intercourse with one another and sundering those under punishment from those held in honour, so that both may abide distinctly apart from each other, having an unmingled experience of good things and of evil. Yet I suppose the sensible parable to be an enigma of spiritual contemplation. For surely we are not to imagine an actual trench dug yonder by the angels, like the spaces set between hostile armies in military camps; rather, in depicting for us the separation whereby those who have lived virtuously and those who have lived otherwise are parted from one another, Luke set before us the image of the chasm. Isaiah also sets his seal upon this thought for us, speaking somewhat thus: "Is the Lord's hand unable to save, or has He made His ear heavy so as not to hear? Nay, our sins make a division between us and God."
Βʹ. Ὁμιλία ἐκ τοῦ κατὰ Λουκᾶν Εὐαγγελίου, εἰς τὸν οἰκονόμον τῆς ἀδικίας.
II. Homily on the passage of the Gospel according to Luke, on the steward of unrighteousness.
Πολλάκις ὑμῖν εἶπον διαλεγόμενος, ὅτι πεπλασμένη τις καὶ ψευδὴς ἔννοια τοῖς ἀνθρώποις ἐμπεσοῦσα, πληθύνει τὰ ἁμαρτήματα, καὶ ἐλαττοῖ τὰ ἀγαθὰ, ἅπερ ἕκαστος ὀφείλομεν ἐπὶ τῆς ἑαυτῶν πολιτείας ἀσκεῖν. Αὕτη δέ ἐστιν τὸ νομίζειν, ὅτι πάντα ὅσα ἔχομεν ἐν τῇ χρήσει τοῦ βίου, ὡς κύριοι κεκτήμεθα καὶ δεσπόται. Καὶ ταύτης ἕνεκεν τῆς ὑπολήψεως, σφοδρῶς ὑπὲρ αὐτῶν διαμαχόμεθα, καὶ πολεμοῦμεν, καὶ δικαζόμεθα, καὶ εἰς ἄκρον αὐτῶν περιεχόμεθα, ὡς ἐξαιρέτων κτημάτων. Ἡ δὲ ἀλήθεια οὐχ οὕτως ἔχει· ἀλλὰ καὶ σφόδρα ἐναντίως. Πάντα γὰρ ὧν ἀπελάβομεν, οὐχ ἡμέτερα· οὔτε μὴν ἡμεῖς, ὡς αὐθένται καὶ κύριοι, τῷ βίῳ τούτῳ, ὡς ἡμετέρᾳ οἰκίᾳ, ἐνωκίσθημεν· ἀλλ' ὡς πάροικοι, καὶ ἐπήλυδες, καὶ μετανάσται, ἀγόμεθα ὅπου οὐ θέλομεν, καὶ ἡνίκα οὐ προσεδοκῶμεν. Ἀφαιρούμεθα δὲ τῶν ὄντων, ὁτὰν δόξῃ τῷ Κυρίῳ, τῆς κτήσεως. Διὸ καὶ εὐμετάβολον χρῆμά ἐστιν τὸ τῆς ἐπικήρου ταύτης ζωῆς· καὶ ὁ σήμερον ἔνδοξος, αὔριον ἐλεεινὸς, οἴκτου καὶ βοηθείας ἄξιος· ὁ νῦν εὔπορος καὶ εὐθηνούμενος ταῖς ὕλαις τοῦ πλούτου, πένης μετὰ μικρὸν, οὐδὲ τὸν ἄρτον οἴκοθεν ἔχων, ὃν προσφέρηται εἰς ζωήν. Καὶ τούτῳ
Often in discoursing with you I have said that a fictitious and false notion, falling upon mankind, multiplies sins and diminishes the good deeds which each of us ought to practise in our conduct of life. And this notion is to suppose that all things whatsoever we hold for the use of life we possess as lords and masters. Because of this assumption, we contend vehemently over them, and wage war, and go to law, and cling to them to the uttermost as choice possessions. Yet the truth does not stand thus, but altogether the opposite. For none of all the things we have received is ours; nor yet were we settled in this life as independent masters and lords, as in a house of our own; rather, like sojourners, strangers, and migrants, we are led away whither we do not wish, and at an hour when we did not expect it. And we are stripped of our goods whenever it seems good to the Lord of the property. Wherefore the condition of this perishable life is an easily changeable thing: he who today is glorious is tomorrow pitiable, deserving of compassion and aid; he who now is affluent and flourishing in the materials of wealth is shortly afterwards a pauper, not even having bread from his own store to take for sustenance. And in this
Notes, col. 180

On the reading

Printed χειρ, for χεὶρ.

Printed ὁτὰν, for ὅταν.

PG 40:181Read from the page
μάλιστα ὁ Θεὸς ἡμῶν, τῶν θνητῶν ὑπερέχει, τῷ ἀεὶ ὁ αὐτὸς εἶναι, καὶ ὡσαύτως ἔχειν, καὶ ἀναφαίρετον κεκτῆσθαι ζωὴν, καὶ δόξαν, καὶ δύναμιν.
above all does our God surpass mortals: in being ever the same, and abiding unchangeably, and possessing inalienable life, and glory, and power.
Πόθεν οὖν εἰς ταύτην ἦλθον τὴν ἀρχὴν τοῦ λόγου, ἦ τάχα γνώριμον ἤδη τυγχάνει τοῖς νοῦν ἔχουσι καὶ φιλολόγοις. Ὁ Λουκᾶς ἡμῖν παραβολὴν ἀναπλάσας ὑπανέγνω ἀρτίως, ἐν ᾗ τὸν οἰκονόμον τῶν ἀλλοτρίων ὑπογράφει στενόμενον καὶ θλιβόμενον, ἐπειδὴ ὡς παθητὴς καὶ πολυδάπανος ἤκουσεν παρὰ τοῦ κυρίου τῶν χρημάτων καὶ τῶν κτημάτων, ὅτι Δὸς τὸν λόγον τῆς διοικήσεως, καὶ μετάστηθι· οὐ γάρ σε τοῖς ἐμοῖς, ὡς ἰδίοις, ἐντρυφᾷν ἀνέξομαι. Τοῦτο δέ ἐστιν, οὐ γενομένου πράγματος ἐξήγησις, ἀλλὰ πλάσις παραβολῆς, τοῖς ἐπεσκιασμένοις τῶν λόγων ἠθικὴν ἀρετὴν ἐκπαιδεύουσα. Γνῶθι τοίνυν ἕκαστος, ὡς ἀλλοτρίων εἶ διοικητὴς, καὶ ῥίψας ἀπὸ τῆς ψυχῆς σου τῆς αὐθεντίας τὴν ὑπερηφανίαν, τὸ τοῦ ὑπευθύνου καὶ οἰκονόμου ἀνάλαβε ταπεινὸν καὶ εὐλαβὲς, ἀει τὸν κύριόν σου ἀναμένων, καὶ μετὰ δειλίας συγγράφων τῆς ἀπολογίας τὸ λογοθέσιον. Πάροικος γὰρ εἶ, ὀλιγοχρονίου χρήσεως καὶ παροδικῆς λαβὼν συγχώρησιν. Εἰ ἀμφιβάλλεις ἐπὶ τοῖς γνωρίμοις, κατάμαθε τὰ γινόμενα, καὶ τῇ ἀψευδεῖ διδασκάλῳ, τῇ πείρᾳ, παιδεύθητι.
Whence, then, I have come to this opening of my discourse is perhaps already plain to men of understanding and lovers of learning. Luke has just read aloud to us a parable which he framed, wherein he depicts the steward of another's goods straitened and distressed because, as a spendthrift and lavish squanderer, he heard from the master of the money and possessions: "Give an account of your stewardship, and depart; for I shall not suffer you to revel in my goods as though they were your own." Now this is not the narrative of an actual occurrence, but the framing of a parable, teaching moral virtue through veiled words. Know, therefore, each one of you, that you are a manager of what belongs to another; and casting from your soul the arrogance of absolute ownership, take up the humble and circumspect temper of an accountable steward, ever awaiting your Master and drawing up in fear the audit-roll of your defence. For you are a sojourner, having received permission for a brief and passing use. If you doubt what is well known, observe what happens around you, and be schooled by that unerring teacher, experience.
Κέκτησαι χωρίον, ἢ παρὰ πατέρων λαβὼν, ἢ ἀπό τινος συναλλάγματος κύριος γεγονώς. Ἀναλόγισαι οὖν τῇ μνήμῃ καὶ ἀπαρίθμησαι πάντας, εἰ δύνασαι, τοὺς πρὸ σοῦ κατεσχηκότας αὐτό· ἐπίβαλλε δὲ καὶ τῷ μέλλοντι χρόνῳ τὸν νοῦν, καὶ πόσοι αὐτοῦ κυριεύσουσι μετὰ σὲ κατανόησον. Φράσον δέ μοι, τίνος ἡ δεσποτεία, καὶ τίσι κατ' ἐξαίρετον διαφέρουσα τοῖς ἐσχηκόσι, τοῖς ἔχουσιν, ἢ τοῖς μέλλουσιν; Εἰ γάρ τις ἐκ μηχανῆς πάντας ἀθροίσειεν, εὑρεθήσονται πλείους τῶν βώλων οἱ κεκτημένοι. Μᾶλλον δὲ, εἴπερ ἀκριβῶς βούλει κατιδεῖν τίνι παρόμοιος ὁ βίος ἡμῶν, μνημόνευσον εἴποτε ὥρᾳ θέρους ὁδοιπορῶν, ἐθεάσω δένδρον ἀμφιθαλὲς, ἐπὶ πολὺ τοῦ πλάτους καὶ τοῦ μήκους διῆκον, ἱκανὸν τῇ σκιᾷ οἰκίας πληρῶσαι χρείαν. Τούτῳ τερφθεὶς ὑπῆλθες, καὶ, ἐφ' ὅσον ἐξῆν, ἐκεῖσε κατέμεινες. Ἐπεὶ δὲ ἔδει πάλιν ἀπᾶραι, καὶ σοῦ βουλομένου τὴν ἄφιξιν, ἕτερος ὁδοιπόρος ἐπέστη. Καὶ σὺ μὲν ἐφόρτους τὴν ἀποσκευήν· ὁ δὲ τὴν ἰδίαν καθῄρει, καὶ πάντα τὰ σὰ ἀθρόον διεδέξατο, τὴν στιβάδα, τὸ πῦρ, τὴν τοῦ δένδρου σκιὰν, τὸ παραῤῥέον ὕδωρ. Καὶ ὁ μὲν εἴχετο τῆς κατακλίσεως· σὺ δὲ, τοῦ περιπάτου. Ἐτέρφθη κἀκεῖνος, εἶτα ἀφῆκεν· καὶ τὸ ἓν
You have acquired an estate, either having received it from your fathers or having become its owner through some contract. Call to mind, then, in memory and reckon up, if you can, all those who held it before you; and direct your mind to future time as well, and consider how many will be masters of it after you. Tell me, pray: whose is the lordship, and to whom does it pre-eminently belong—to those who have held it, to those who hold it now, or to those who are to come? For if someone, as by a stage-machine, were to gather them all together, the owners will be found more numerous than the clods of earth. Nay rather, if you wish to perceive accurately what our life resembles, recall whether ever, while travelling in summer-time, you beheld a flourishing tree, spreading far in breadth and height, sufficient by its shade to supply the need of a house. Delighted with it, you went beneath it and stayed there so long as was permitted. Then, when it was necessary to depart again, and as you were preparing to leave, another wayfarer came up. And while you were loading up your baggage, he was taking down his own, and succeeded all at once to everything that had been yours—the pallet of leaves, the fire, the shade of the tree, the stream flowing past. And he betook himself to reclining, while you took to the road. He too delighted in it, and then left it; and the one
Notes, col. 181

On the reading

Printed παθητὴς, for σπαθητὴς.

Printed ἀει, for ἀεὶ.

PG 40:184Read from the page
δένδρον ἐπὶ μιας ἡμέρας ἐγένετο τάχα δέκα ξένων ὀλιγοχρόνιον καταγώγιον· καὶ τὸ πάντων γενόμενον, ἑνὸς ἦν τοῦ ὄντος κυρίου. Οὑτωσὶ δὲ καὶ αἱ περιουσίαι τῆς ἐνταῦθα διαγωγῆς, τέρπουσι μὲν πολλοὺς καὶ τρέφουσι· τῆς δεσποτείας μόνῳ τῷ Θεῷ προσηκούσης, τῷ ἄφθαρτον καὶ ἀνώλεθρον ἔχοντι τὴν ζωήν. Ἐθεάσω καὶ πανδοχεῖον, ἐφ' οὗ πάντως ὁδεύων κατέλυσας· ἔλαβες δὲ ἐκεῖθεν πολλὰ, βαστάζων μηδὲν, κλίνην, τράπεζαν, ἐκπώματα, πίνακα, ἄλλα σκεύη παντοδαπά. Οὐδέπω δέ που πρὸς αὐτάρκειαν χρησαμένου, ἧκεν ἄλλος πνευστιῶν, κεκονιαμένος κατεπείγων σε καὶ ἐξείρων τοῦ πανδοχείου, καὶ ζητῶν τὰ ἀλλότρια ὡς ἐξαίρετα.
tree in a single day became perchance a brief lodging for ten strangers; and what had belonged to all was the property of one real owner. Even so the possessions of our sojourn here delight and nourish many, whereas the lordship belongs to God alone, Who possesses an incorruptible and indestructible life. You have also beheld an inn, at which you have surely halted on a journey; and you took many things from there, though carrying nothing yourself: a bed, a table, cups, a platter, and other vessels of every sort. Yet before you had somehow used them to sufficiency, another arrived panting, covered with dust, pressing hard upon you and thrusting you out of the inn, and claiming what belongs to others as his own choice property.
Τοιοῦτος ἡμῶν ὁ βίος, ἀδελφοὶ, καὶ εἴ τι τῶν λεχθέντων προδικώτερον. Ἐγὼ δὲ θαυμάζω τοὺς λέγοντας· Τὸ χωρίον μου· καὶ, Ἡ οἰκία μου· ὅπως ματαίῳ συλλαβῇ ἐξοικειοῦνται τὰ μὴ προσήκοντα, καὶ τρισὶ στοιχείοις ἀπατηλοῖς ἐναγκαλίζονται τὰ ἀλλότρια. Ὡς γὰρ τὰ τῶν θαυματοποιῶν προσωπεῖα, ἔχει μὲν οὐδεὶς κατ' ἐξαίρετον, πάντες δὲ ἐπιτίθενται οἱ τῶν δραμάτων ὑποκριταί· οὕτω τὴν γῆν καὶ τὰς ἀπ' ἐκείνης ὕλας, ἄλλοι ἐξ ἄλλων ὡς ἱμάτια μετενδύονται. Μή τι βασιλείας, εἰπέ μοι, δυνατώτερον; ἀλλ' ὅμως ἐρεύνησον τὰ βασίλεια· ζήτησον χλαμύδας βασιλικάς· εὑρήσεις δὲ ταύτας ἱκανὰς, αἳ πολλῶν βασιλέων ἐνέδυσαν σώματα. Ὁμοίως δὲ καὶ τοὺς στεφάνους, καὶ τὰς πόρπας, καὶ τὰς ζώνας, πάντα κληρονομίαν ἄστατον, χρῆσιν κοινὴν ἀπὸ τῶν ὁδευόντων εἰς τοὺς μένοντας ἀποβαίνουσαν. Τί δὲ τῶν ὑπαρχόντων ἀξίας ἡ σκηνὴ, τὸ ἀργυροῦν ὄχημα, ἡ καλαμὶς ἡ χρυσῆ; καὶ οὐκ ἀεὶ ταῦτα ἔχει τὸν ὕπαρχον, καὶ οὐδέποτε τὸν αὐτὸν, εἰ μὴ πρὸς ὀλίγον ἕκαστον; Ὡς γὰρ ἡ κλίνη τῆς ἐκφορᾶς ἄλλοτε ἄλλα δέχεται σώματα· οὕτω καὶ τῶν ἀρχῶν τὰ σύμβολα τοὺς χρωμένους ἀμείβει. Ἐντεῦθεν καὶ ὁ Ἀπόστολος ἡμῖν ἐβόα πλείστας φωνὰς, ταύτης τῆς διανοίας παιδευτικάς· Παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου· καὶ τὸ, Ὡς μηδὲν ἔχοντες, καὶ πάντα κατέχοντες· καὶ, Οἱ χρώμενοι, ὡς μὴ παραχρώμενοι. Πάντα γὰρ ταῦτα πρὸς ἕνα τείνει σκοπὸν, ὅτι προσῆκεν ὡς ἐφημέρους ἡμᾶς διαζῇν, ἀναμένοντας τῆς ἐξόδου τὸ σύνθημα.
Such is our life, brethren, or even more transient than what has been said. For my part, I marvel at those who say, My estate, and, My house: how by a vain syllable they appropriate things that do not belong to them, and with three deceptive letters embrace what belongs to another. For just as no one holds the masks of marvel-workers as his own private property, yet all the actors of the dramas put them on, so too people put on the earth and the materials derived from it one after another like garments. Tell me, is anything mightier than sovereignty? Yet search the palaces, seek out royal cloaks, and you will find plenty of them that have clothed the bodies of many kings; and likewise the crowns, and the brooches, and the girdles—all an unstable inheritance, a common use passing from travellers to those who remain behind. And what is the stage-pomp of the dignity of those in power, the silver chariot, the golden rod? Does not these things always have the prefect, yet never the same one, save each for a brief while? For just as the funeral bier receives different bodies at different times, so too the emblems of offices change those who use them. Hence the Apostle also cried aloud to us very many utterances instructive of this thought: For the fashion of this world passes away; and that saying, As having nothing, and possessing all things; and, Those who use, as though not overusing. For all these tend towards a single aim: that it befits us to live through our days as creatures of a day, awaiting the watchword of our departure.
Notes, col. 184

On the reading

Printed μιας, for μιᾶς.

Printed ἐξείρων, for ἐξείργων.

Printed προδικώτερον, for παροδικώτερον.

PG 40:185Read from the page
Καὶ ἵνα καταμάθῃς ἀκριβῶς, ὅτι νόμοις ὑπόκεισαι καὶ κανόσι δεσποτικοῖς, καθ' οὕς σε προσῆκεν ἀκριβῶς διορθοῦν· ἀπὸ σαυτοῦ πρῶτον κατανόησον, ὅτι καὶ τὸ σῶμά σου, καὶ ἡ ψυχὴ πανταχόθεν τοῖς τῆς ἀρετῆς ὑπόκειται παραγγέλμασιν, καὶ οὐδὲ σαυτοῦ κύριος εἶ· ἀλλὰ προσῆκέν σε οἰκονομεῖν καὶ λόγον καὶ πρᾶξιν, καὶ πᾶν τῆς ζωῆς σου κίνημα. Ἔλαβες σῶμα παρὰ τοῦ κτίσαντος, ἐκ πολλῶν μορίων συγκείμενον, καὶ πέντε αἰσθήσεσιν εἰς τὰς τῆς ζωῆς χρείας οἰκονομούμενον. Εἰσὶ δὲ οὐδὲ αὗται ἐλεύθεροι καὶ αὐτόνομοι· ἀλλ' ἑκάστη δούλη νόμων ἐστίν. Καὶ πρῶτος ἀκούει ὀφθαλμός· Βλέπε φύσιν, καὶ θεώρει ἃ βλέπειν καλόν· ἥλιον, πᾶσαν τὴν οἰκουμένην φωτίζοντα· σελήνην, τὸ σκυθρωπὸν καὶ ζοφῶδες τῆς νυκτὸς καταυγάζουσαν· τοὺς ἄλλους ἀστέρας, οὐ πολὺ μὲν, οὐδὲ αὔταρκες ἡμῖν τὸ παρ' ἑαυτῶν φῶς χορηγοῦντας· πλὴν τὸ κάλλος ὃ ἔλαχον, ἀποστίλβοντας. Θεώρει γῆν, φυτοῖς παντοδαπέσι καὶ βοτάναις κομῶσαν θάλασσαν ἡπλωμένην, ὡς πεδίον ὁμαλὲς, ὅταν εἰς καθαρὰν γαλήνην παγῇ. Εἰς ταῦτα καὶ τὰ τοιαῦτα κατακέχρησο τῷ ὁρᾷν· τὰς δὲ ἄλλας θέας, ἕσαι διὰ τῆς ὄψεως τὴν βλάβην ἐπεισάγουσι τῇ ψυχῇ, φεῦγε καὶ παράτρεχε, καὶ ἐπιτίθει σαυτῷ κάλυμμα, ἵνα μὴ βλέπῃ. Βέλτιον γὰρ σκοτίσαι τὴν αἴσθησιν, ὅταν τῶν ἔργων τοῦ σκότους τὴν αἰτίαν παρέχει. Διὰ τοῦτο χθὲς ἔλεγεν ἡμῖν ὁ Κύριος διὰ Ματθαίου· Πᾶς ὁ βλέπων γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ· καὶ βέλτιον ἐκκόπτειν αὐτὸν, ὅταν ἄτακτα βλέπῃ καὶ ἐπιζήμια. Καὶ ἡ ἀκοὴ παραγγέλματα κωλυτικὰ πάσης [κακῆς] ἀκροάσεως. Χρὴ γὰρ αὐτὴν, ὅταν μὲν ἀγαθῶν τινων ἀκούῃ, ἀναπεπταμένην εἶναι, καὶ δι' ἑαυτῆς τῇ ψυχῇ παραπέμπειν τῶν συμφερόντων λόγων τὴν αἴσθησιν.
And so that you may learn accurately that you are subject to a master's laws and canons, according to which it behooved you to set yourself right with precision, perceive first from yourself that both your body and your soul are on every side subject to the precepts of virtue, and you are not even master of yourself; rather, it befits you to steward speech and action and every movement of your life. You received a body from the Creator, compounded of many parts and administered by five senses for the needs of life. Yet not even these are free and self-governing, for each is a servant of laws. And first the eye hears: Look upon nature, and behold what is noble to look upon: the sun, enlightening the whole inhabited world; the moon, illuminating the gloomy and murky darkness of the night; the other stars, furnishing from themselves a light neither great nor self-sufficient for us, yet flashing forth the beauty allotted to them. Behold the earth, luxuriant with plants of every sort and herbs, the sea spread out like a level plain when it settles into a clear calm. Upon these and suchlike sights employ your vision freely; whereas other spectacles, such as bring harm into the soul through sight, flee and pass by, and place a veil upon yourself so that it may not look. For it is better to darken the sense when it furnishes the occasion for the works of darkness. Wherefore yesterday the Lord said to us through Matthew: Everyone who looks upon a woman to lust after her has already committed adultery with her in his heart; and it is better to pluck it out when it looks upon unruly and harmful things. And hearing too has precepts forbidding every [evil] listening; for when it hears good things, it ought to stand wide open and transmit through itself to the soul the perception of profitable words.
Εἰ δέ τις κακίας ἑταῖρος, καὶ λοιμὸς, καὶ φθόρος πλησιάσας αὐτῇ, ἐπαντλεῖν μέλλει τῆς ἁμαρτίας τὸν βόρβορον, δεῖ φεύγειν αὐτὸν, ὡς ἰοβόλον θηρίον. Σωφρονείτω καὶ ἡ γλῶσσα μετὰ τοῦ στόματος· λαλείτω τὰ δίκαια· τῶν δὲ ἀπηγορευμένων ἀπεχέσθω, λοιδοριῶν, συκοφαντιῶν, κατηγορίας ἀδίκου, καταλαλιᾶς τῆς κατὰ τῶν ἀδελφῶν, βλασφημίας τῆς πρὸς Θεόν· φθεγγέσθω δὲ ὅσα εὔφημα, ὅσα εὐσεβῆ, ὅσα πράξεων ἀγαθῶν ἔχει τὴν συμβουλήν· καὶ λεγέτω πᾶς ἄνθρωπος τὰ τοῦ Ἱεροψάλτου· Εἶπα· Φυλάξω τὰς ὁδούς μου, τοῦ μὴ ἁμαρτάνειν με ἐν γλώσσῃ μου· καὶ τὸ, Ταῖς γλώσσαις αὐτῶν ἐδολιοῦσαν· καὶ τὸ, Τί ἐγκαυχᾶς ἐν κακίᾳ, ὁ δυνατὸς ἀνομίαν; Ὅλην τὴν ἡμέραν ἀδικίαν ἐλογίσατο ἡ γλῶσσά σου· ὡσεὶ ξυρὸν ἠκονημένον ἐποίησας δόλον. Γευέσθω τῶν ὠφελούντων τὸ στόμα. Σωφρονείτω καὶ ἡ ῥὶς, μὴ τρυφὴν ἀεὶ ὀσφραινομένη, μήτε μύρων πολυτελῶν ἀτμοὺς εὐώδεις ἐπὶ τὴν κεφαλὴν ἀνέλκουσα. Τῶν
Yet if some companion of vice, a pestilence and a corrupter, draws near to it and is about to pour in the mire of sin, one must flee him like a venomous beast. Let the tongue also be temperate along with the mouth: let it speak what is righteous, and abstain from what is forbidden—from revilings, slanders, unjust accusation, backbiting against brethren, and blasphemy against God; and let it utter whatever is auspicious, whatever is devout, whatever holds counsel for good deeds; and let every person speak the words of the sacred Psalmist: I said, I will guard my ways, that I may not sin with my tongue; and that saying, With their tongues they dealt deceitfully; and, Why do you boast in malice, O mighty man, of iniquity? All the day long your tongue has devised unrighteousness; like a sharpened razor you have wrought deceit. Let the mouth taste things that profit. Let the nostril also be temperate, not forever sniffing after luxury, nor drawing up to the head the fragrant vapours of costly unguents. For of
Notes, col. 185

On the reading

Printed παντοδαπέσι, for παντοδαποῖς.

Printed ἕσαι, for ὅσαι.

Printed ἐγκαυχᾶς, for ἐγκαυχᾷς.