Migne Reading Room

PG 40 · cols. 164–173 · Read from the page

Homilies

Homilies

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 40:164Read from the page
Αʹ. Ὁμιλία ἐκ τοῦ κατὰ Λουκᾶν Εὐαγγελίου, εἰς τὸν πλούσιον καὶ εἰς τὸν Λάζαρον.
I. Homily from the Gospel according to Luke, on the Rich Man and on Lazarus.
Οὐ τοῖς ἀποφατικοῖς καὶ δογματικοῖς μόνον θεσπίσμασιν ὁ Θεὸς ἡμῶν καὶ Σωτὴρ παιδεύει τοὺς ἀνθρώπους, ὥστε μισεῖν κακίαν καὶ ἀγαπᾷν ἀρετήν· ἀλλὰ καὶ τοῖς ἐναργέσι τῶν ὑποδειγμάτων, σαφῆ παραδίδωσι τὰ τῆς ἀγαθῆς πολιτείας μαθήματα, ἔργοις ὁμοῦ καὶ λόγοις προσβιβάζων ἡμᾶς τῇ καταλήψει τῆς ἀγαθῆς καὶ φιλοθέου ζωῆς. Οὕτω τοι καὶ νῦν πολλαχοῦ προειρηκὼς ἡμῖν, διά τε προφητικῶν καὶ εὐαγγελικῶν στομάτων, οὐ μὴν ἀλλὰ καὶ διὰ οἰκείας φωνῆς, ἀποστρέφεσθαι μὲν τὸν ὑπερήφανον καὶ ὑψαύχενα πλοῦτον, ἀγαπᾷν δὲ γνώμην φιλάνθρωπον, καὶ τὴν μετὰ δικαιοσύνης πενίαν, ἵνα τὴν τοῦ καλοῦ συμβουλὴν βεβαιοτέραν ἐργάσηται, τεκμηριοῖ τὸν λόγον πρακτικοῖς ὑποδείγμασι, καὶ γράφει τῇ διηγήσει τὸν πλούσιον καὶ τὸν πένητα· καὶ τοῦ μὲν τὴν φιλότιμον ἀπόλαυσιν· τοῦ δὲ, τὴν τεθλιμμένην ζωὴν ὑποδείκνυσι, καὶ τὸ τέλος ἀμφοτέρων τοῦ βίου εις ὅ τι κατέληξεν· ἵνα τοῖς ἀλλοτρίοις ἐπιτηδεύμασι σκεψάμενοι τὴν ἀλήθειαν, σώφρονες γενώμεθα τῶν ἰδίων βίων κριταί.
Not merely by prohibitory and doctrinal decrees does our God and Saviour instruct mankind so as to hate vice and love virtue; rather, by vivid examples as well, He hands down clear lessons of virtuous conduct, leading us on by deeds and words alike to the grasp of a good and devout life. Thus indeed now also, having often declared to us beforehand—both through prophetic and evangelical mouths, and moreover through His own voice—that we should turn away from haughty and stiff-necked wealth, and cherish a humane disposition and poverty joined with righteousness, in order to render His counsel of what is noble all the firmer, He substantiates His teaching with practical examples, and depicts in narrative the rich man and the pauper; and of the one He sets forth the ostentatious indulgence, while of the other He shows the afflicted life, and unto what end the life of both came at last—so that, contemplating the truth in the pursuits of others, we may become sober-minded judges of our own lives.
Ἄνθρωπος ἦν πλούσιος, καὶ ἐνεδιδύσκετο πορφύραν καὶ βύσσον. Διὰ δύο συντόμων ὀνομάτων, ὁ λόγος σκώπτει καὶ κωμῳδεῖ τὴν πλαδῶσαν καὶ ἄμετρον τῶν κακῶς πλουτούντων διάχυσιν. Τῆς μὲν γὰρ πορφύρας τὸ χρῶμα, πολυδάπανον καὶ περίεργον· τῆς δὲ βύσσου, οὐκ ἀναγκαία ἡ χρῆσις. Τῶν δὲ τὴν εὐπολίτευτον ζωὴν αἱρουμένων καὶ ἀπερίεργον, οἰ-
"There was a certain rich man, and he was clothed in purple and fine linen" (Luke 16:19). Through two brief terms, the word mocks and satirizes the flabby and boundless extravagance of the ill-gotten rich. For the dye of purple is lavish and over-curious, while the use of fine linen is unnecessary. Whereas for those who choose a well-ordered and unostentatious life, it is prop-
Notes, col. 164

On the reading

Printed εις, for εἰς.

PG 40:165Read from the page
κεῖον καὶ φίλον τὸ τῇ χρείᾳ τῶν ἀναγκαίων τὴν χρῆσιν μετρεῖν· φεύγειν δὲ τῆς ματαίου κενοδοξίας τὸν συρφετὸν, καὶ τὴν πλάνον διαγωγὴν, ὡς κακίας μητέρα. Καὶ ἵνα σαφέστερον αὐτοῦ τούτου τοῦ λεγομένου τὴν δύναμιν καταμάθωμεν, ἡ τῶν ἐνδυμάτων πρώτη διαγνωσθήτω χρῆσις, μέχρι πόσου καὶ τίνος παραληφθήσεται, ὅροις καὶ κανόσι περιλαμβανομένη σώφροσι. Τί τοίνυν ὁ τοῦ δικαίου νόμος φησίν· Πρόβατον ὁ Θεὸς ἔκτισεν εὔκομον τὴν δορὰν, καὶ τοῖς μαλλοῖς εὐθηνούμενον· τοῦτο λαβὼν, ἀπόκειρον, καὶ δοὺς ὑφαντικῇ τέχνῃ τὴν ὕλην, χιτῶνα σαυτῷ καὶ ἱμάτιον κατασκεύασον, ὅπως ἂν διαφεύγῃς χειμῶνος ταλαιπωρίαν, καὶ τῆς ζεούσης ἀκτῖνος βλάβην. Εἰ δέ σοι καὶ κουφοτέρας ἐσθῆτος χρεία κατὰ τὴν ὥραν τοῦ θέρους, ἔδωκεν ὁ Θεὸς τοῦ λίνου τὴν χρῆσιν εἰς πλατυτέραν ἀπόλαυσιν· καί σοι ῥᾷστον ἐκεῖθεν κτήσασθαι σκέπην εὐσχήμονα, ἀμφιεννῦσαν ὁμοῦ καὶ ἀναψύχουσαν τῇ κουφότητι. Καὶ τούτων ἀπολαύων, ὁμολόγει τῷ κτίστῃ τὴν χάριν, ὑπὲρ ὧν οὐκ ἐποίησεν μόνον ἡμᾶς, ἀλλὰ καὶ τῆς πρὸς τὸ ζῇν ἀσφαλείας ἐφρόντισεν. Ἂν δὲ καταλιμπάνων τὸ πρόβατον καὶ τὸ ἔριον, καὶ τὴν ἀναγκαίαν τοῦ δημιουργοῦ τῶν ὅλων παρασκευὴν, ταῖς ματαίαις ἐπινοίαις, καὶ ταῖς ἐμπλήκτοις ἐπιθυμίαις ἐκδιαιτώμενος, τὴν βύσσον ἐπιζητῇς, καὶ συνάγῃς τὰ τῶν Περσικῶν σκωλήκων νήματα, ἰστὸν δὲ ἀράχνης ἀνεμαῖον ὑφαίνῃς· καὶ πρὸς τὸν ἀνθόβαφον ἐρχόμενος, μισθοὺς τελεῖς δαψιλεῖς, ἵνα τὸν κόχλον ἐκ θαλάσσης θηρεύσας, τῷ αἵματι τοῦ ζώου χρίσῃ τὸ ἔνδυμα, τοῦτο ὑπερμαζῶντός ἐστιν ἀνθρώπου, παραχρωμένου τῇ κτήσει, οὐκ ἔχοντος ὅπου τὸ περιττεῦον ἐκχέῃ. Καὶ διὰ τοῦτο ὁ τοιοῦτος μαστίζεται, παρὰ τοῦ Εὐαγγελίου κατηγορούμενος, ὡς βλὰξ καὶ θηλυδρίας, κόσμοις ἀθλίων κορασίων καλλωπιζόμενος.
er and congenial to measure their use by the need of necessities, and to flee the refuse of vain ostentation and an errant way of life as the mother of vice. And in order that we may learn more clearly the force of this very saying, let the primary use of garments be examined—up to what point and for what end it shall be adopted when bounded by sober-minded limits and rules. What, then, does the law of what is just say? God created the sheep well-fleeced in its hide and abounding in wool; taking this, shear it, and handing the material over to the weaver's art, fashion for yourself a tunic and a cloak, so that you may escape the hardship of winter and the harm of the scorching sunbeam. And if you have need of lighter raiment as well during the season of summer, God has granted the use of flax for fuller enjoyment; and from it you can most easily procure a seemly covering, clothing you and refreshing you at once by its lightness. And as you enjoy these things, acknowledge gratitude to the Creator, inasmuch as He not only made us, but also took thought for our safety in living. Whereas if, forsaking the sheep and its wool and the necessary provision of the Maker of all things, and straying into luxury through vain contrivances and frenzied desires, you seek out fine linen, and gather the threads of Persian worms, and weave an airy spider's web; and going to the dyer of bright hues, you pay lavish wages so that, hunting the murex-shell out of the sea, he may stain your garment with the creature's blood—this is the mark of a man swollen with wantonness, misusing his possessions, having nowhere to pour out his superfluity. And on this account such a man is scourged, arraigned by the Gospel as sluggish and effeminate, decking himself out in the ornaments of wretched little girls.
Ἄλλοι πάλιν κατὰ τὴν γνώμην τῆς ὁμοίας ματαιότητος ἐρασταί· μᾶλλον δὲ, πρὸς τὸ πλέον τὴν κακίαν ἀσκήσαντες, οὐδὲ μέχρι τῶν ειρημένων ἔστησαν τῆς μωρᾶς ἐπινοίας τοὺς ὅρους· ἀλλά τινα κενὴν ὑφαντικὴν ἐξευρόντες καὶ περίεργον, ἥτις τῇ πλοκῇ τοῦ στήμονος πρὸς τὴν κρόκην, τῆς γραφικῆς μιμεῖται τὴν δύναμιν, καὶ πάντων ζώων τοῖς πέπλοις τὰς μορφὰς ἐνσημαίνεται, τὴν ἀνθινὴν καὶ μυρίοις ειδώλοις πεποικιλμένην φιλοτεχνοῦσιν ἐσθῆτα, ἑαυτοῖς τε καὶ γυναιξὶ, καὶ παισίν· παίζοντες λοιπὸν, οὐ σπουδάζοντες· κατὰ τῆς ἀμετρίας τοῦ πλούτου παραχρώμενοι τῷ βίῳ, οὐ χρώμενοι, ἀντινομοθετοῦντες τῷ Παύλῳ, καὶ μαχόμενοι ταῖς θεοπνεύστοις φωναῖς, οὐ γράμμασιν, ἀλλὰ πράγμασιν. Ἃ γὰρ ἐκεῖνος ἀπεκήρυξε λόγῳ, ταῦθ' οὗτοι κρατοῦσι καὶ κυροῦσι τοῖς ἔργοις. Ὅταν οὖν ἐνδυσάμενοι φανῶσιν, ὡς τοῖχοι γεγραμμένοι παρὰ τῶν συντυγχανόντων ὁρῶνται. Καί που καὶ τὰ παιδία αὐτοὺς περιίστανται μειδιῶντα πρὸς ἄλληλα, καὶ δακτυλοδεικνοῦντα τὴν ἐν τοῖς ἱματίοις γραφήν· βαδίζουσι δὲ παρεπόμενα, οὐκ ἀναχωροῦντα
Others again, lovers of a like vanity in disposition—or rather, having practised vice to a still greater pitch—have not even halted the bounds of their foolish contrivance at the things just mentioned; instead, inventing a certain vain and over-curious art of weaving which, by the interlacing of the warp with the woof, imitates the power of painting and imprints upon robes the shapes of all living creatures, they elaborately fashion flowered raiment variegated with myriad figures for themselves, their wives, and their children—playing henceforth rather than acting in earnest; through the excess of their wealth misusing life rather than using it (1 Cor. 7:31), legislating in opposition to Paul, and warring against the divinely inspired utterances not in letters, but in deeds. For the things that he prohibited in word (1 Tim. 2:9-10), these men hold fast and ratify in their works. Whenever, therefore, they appear thus arrayed, they are viewed by passers-by like painted walls. And perchance even little children gather round them, smiling to one another and pointing with their fingers at the pictures upon their garments; and they walk along following behind them, not departing
Notes, col. 165

On the reading

Printed ἰστὸν, for ἱστὸν.

Printed ειρημένων, for εἰρημένων.

Printed ειδώλοις, for εἰδώλοις.

PG 40:168Read from the page
μέχρι πολλοῦ. Ἐκεῖ λέοντες και παρδάλεις· ἄρκτοι, καὶ ταῦροι, καὶ κύνες· ὕλαι, καὶ πέτραι, καὶ ἄνδρες θηροκτόνοι, καὶ πᾶσα ἡ τῆς γραφικῆς ἐπιτήδευσις μιμουμένη τὴν φύσιν. Ἔδει γὰρ μὴ τοὺς τοίχους αὐτῶν μόνον, ὡς ἔοικεν, καὶ τὰς οἰκίας κοσμεῖσθαι· ἀλλὰ ἤδη καὶ τοὺς χιτῶνας, καὶ τὰ ἐν ἐκείνοις ἱμάτια.
at great length. There are lions and leopards; bears, and bulls, and hounds; woods, and rocks, and beast-slaying men, and the whole artifice of painting imitating nature. For it was needful, as it seems, that not only their walls and houses should be adorned, but now their tunics as well, and the mantles worn over them.
Ὅσοι δὲ καὶ ὅσαι τῶν πλουτούντων [ἐν ὑμῖν] εὐλαβέστεροι, ἀναλεξάμενοι τὴν εὐαγγελικὴν ἱστορίαν, τοῖς ὑφανταῖς παρέδωκαν· αὐτὸν λέγω τὸν Χριστὸν ἡμῶν μετὰ τῶν μαθητῶν ἁπάντων· καὶ τῶν θαυμασίων ἕκαστον, ὡς ἡ διήγησις ἔχει. Ὄψει τὸν γάμον τῆς Γαλιλαίας, καὶ τὰς ὑδρίας· τὸν παραλυτικὸν, τὴν κλίνην ἐπὶ τῶν ὤμων φέροντα· τὸν τυφλὸν τῷ πηλῷ θεραπευόμενον· τὴν αἱμοῤῥοοῦσαν τοῦ κρασπέδου λαμβανομένην· τὴν ἁμαρτωλὸν τοῖς ποσὶν τοῦ Ἰησοῦ προσπίπτουσαν· τὸν Λάζαρον ἐκ τοῦ τάφου πρὸς τὴν ζωὴν ὑποστρέφοντα. Καὶ ταῦτα ποιοῦντες, εὐσεβεῖν νομίζουσι, καὶ ἱμάτια κεχαρισμένα τῷ Θεῷ ἀμφιέννυσθαι. Ἐμήν δὲ εἰ δέχονται συμβουλήν, ἐκεῖνα πωλήσαντες, τὰς ζώσας εἰκόνας τοῦ Θεοῦ τιμησάτωσαν. Μὴ γράφε τὸν Χριστὸν (ἀρκεῖ γὰρ αὐτῷ ἡ μία τῆς ἐνσωματώσεως ταπεινοφροσύνη, ἣν αὐθαιρέτως δι' ἡμᾶς κατεδέξατο), ἐπὶ δὲ τῆς ψυχῆς σου, βαστάζων νοητῶς τὸν ἀσώματον Αόγον περίφερε. Μὴ τοῖς ἱματίοις ἔχε τὸν παραλυτικόν· ἀλλὰ τὸν κείμενον ἄῤῥωστον ἐπιζήτησον. Μὴ ἱστόρει συνεχῶς τὴν αἱμοῤῥοοῦσαν· ἀλλὰ χήραν θλιβομένην ἐλέησον. Μὴ τὴν ἁμαρτωλὸν γυναῖκα ἐπιμελῶς ὅρα γονυπετοῦσαν τὸν Κύριον· ἀλλ' ἐπὶ τοῖς αὐτοῦ πλημμελήμασι συντριβόμενος, πυκνὸν ἔκχεον τὸ δάκρυον. Μή τὸν Λάζαρον ἐγειρόμενον ἐκ νεκρῶν σκιαγράφει· ἀλλὰ τῆς σῆς ἀναστάσεως ἀγαθὴν τὴν ἀπολογίαν εὐτρέπιζε. Μὴ τὸν τυφλὸν ἐπὶ τῆς ἐσθῆτος περίφερε· ἀλλὰ τὸν ζῶντα, καὶ τῶν ὄψεων ἀφῃρημένον ταῖς εὐποιίαις παραμυθοῦ. Μὴ τοὺς κοφίνους ζωγράφει τῶν λειψάνων· ἀλλὰ τρέφε τοὺς πεινῶντας. Μὴ τὰς ὑδρίας ἐπὶ τῶν ἱματίων βάσταζε, ἃς ἐν Κανᾷ Γαλιλαίας ἐπλήρωσεν· ἀλλὰ πότιζε τὸν διψῶντα. Ἐπὶ ταῦτα ἡμᾶς ὠφέλησε τὸ ὑπερήφανον ἔνδυμα τοῦ πλουσίου· οὐ μὴν οὐδὲ τὰ ἑξῆς περιοπτέον. Προστέθεικε γὰρ τῇ πορφύρᾳ καὶ τῇ βύσσῳ, τὸ τρυφᾷν καθ' ἡμέραν λαμπρῶς· πάντως δὲ τῆς μιᾶς γνώμης ἀμφότερα, τὸ καὶ τῇ ἀχρήστῳ φιλοτιμίᾳ τῶν ἐσθημάτων ἐγκαλλωπίζεσθαι, καὶ τῇ γαστρὶ καὶ τῇ φάρυγγι δουλεύειν ἡδυπαθῶς.
Now as many men and women among the rich [among you] as are more devout have gathered up the Gospel history and handed it over to the weavers: I mean our Christ Himself together with all the disciples, and each one of the miracles, just as the narrative has it. You will see the wedding of Galilee, and the water-jars; the paralytic carrying his bed upon his shoulders; the blind man being healed with the clay; the woman with an issue of blood taking hold of the hem; the sinful woman falling at the feet of Jesus; Lazarus returning from the tomb to life. And in doing these things, they suppose that they act piously and clothe themselves in garments pleasing to God. Yet if they accept my counsel, let them sell those things and honour the living images of God. Do not paint Christ (for the one humility of the incarnation, which He voluntarily accepted for our sake, suffices Him), but carry about the incorporeal Word spiritually, bearing Him upon your soul. Do not have the paralytic on your garments, but seek out the sick man lying bedridden. Do not continually depict the woman with an issue of blood, but have mercy on an afflicted widow. Do not gaze attentively at the sinful woman kneeling before the Lord, but, broken in heart over your own transgressions, pour forth thick-falling tears. Do not sketch Lazarus being raised from the dead, but prepare a good defence for your own resurrection. Do not carry the blind man around upon your robe, but comfort with good deeds the living man deprived of his eyes. Do not paint the baskets of fragments, but feed the hungry. Do not bear upon your garments the water-jars which He filled at Cana of Galilee, but give drink to the thirsty. Unto these lessons has the proud raiment of the rich man profited us; yet neither must what follows be overlooked. For to the purple and the fine linen it has added that he fared sumptuously every day; and assuredly both belong to one and the same mind—both priding oneself on the useless ostentation of garments, and serving the belly and the throat voluptuously.
Τρυφὴ τοίνυν ἐστὶν πρᾶγμα πολέμιον φιλαρέτου ζωῆς· βλακείας δὲ καὶ διαχύσεως δουλούσης· ἀπολαύσεως ἀμέτρου, καὶ ἀνδραποδώδους συνηθείας. Καὶ
Luxury, therefore, is a thing hostile to a virtue-loving life, belonging to sloth and enslaving dissipation, to measureless indulgence and slavish habit. And
Notes, col. 168

On the reading

Printed και, for καὶ.

Printed Αόγον, for Λόγον.

PG 40:169Read from the page
λεγόμενον μὲν τὸ πρᾶγμα ἕν τι φαίνεται· ἐξεταζόμενον δὲ κατὰ μέρος καὶ κατηγορούμενον, ἐκ ποικίλης καὶ πλείονος καὶ πολυκεφάλου κακίας ἔχει τὴν σύστασιν. Τρυφὴ γὰρ οὐκ ἂν γένοιτο, μὴ πολλαῖς αὐξηθεῖσα ταῖς ὕλαις. Ὕλας δὲ πλούτου σωρεῦσαι ἀναμαρτήτως, ἀμήχανον· πλὴν εἰ μή τινι, κατὰ τὸ σπάνιον, ὡς τῷ Ἰὼβ, συμβαίη, καὶ πλουτεῖν δαψιλῶς, καὶ ζῇν κατὰ τὸ δίκαιον ἀκριβῶς. Δεῖ τοίνυν τῷ τρυφῶντι, πρῶτον μὲν οἰκίας πολυτελοῦς, ψήφῳ καὶ λίθοις καὶ χρυσῷ κατὰ τὰς νύμφας κεκοσμημένης· πρὸς δὲ τὰς ἐξαλλαγὰς τῶν ὡρῶν τοῦ ἐνιαυτοῦ ἐπιτηδείως ἐχούσης. Ζητεῖται γὰρ θερμὴ, ἀλεεινὴ μὲν ἡ τοῦ χειμῶνος, καὶ τετραμμένη πρὸς τὴν ἀκτῖνα τῆς μεσημβρίας· ἀναπεπταμένη δὲ πρὸς τὴν ἄρκτον, θερινή· ἵνα λεπταῖς ὁμοῦ καὶ ψυχραῖς ταῖς αὔραις ταῖς βορειναῖς καταπνέηται. Μετὰ ταύτην, χρεία πολυτελοῦς ἐσθῆτος τῆς μελλούσης ἀμφιέννυσθαι τὰ βάθρα, τὰς κλίνας, τὰς στιβάδας, τὰς θύρας. Πάντα γὰρ παρ' ἐκείνοις ἐπιμελῶς ἐνδύεται καὶ τὰ ἄψυχα, ἐλεεινῶς τῶν πενήτων ἐκδυομένων. Πρόσθες ἑξῆς τούτοις καὶ λόγισαι τὸν ἐν σκεύεσιν ἄργυρον, τὸν χρυσὸν, τὴν πολυδάπανον ἀγορασίαν τῶν ἐκ Φάσιδος ὀρνίθων· οἴνου τοῦ Φοίνικος, ὃν αἱ ἄμπελοι Τύρου πολὺν τοῖς πλουσίοις καὶ τίμιον ἀποῤῥέουσι· πᾶσαν τὴν ἄλλην τῆς ἀπολαύσεως παρασκευὴν, ἣν αὐτῶν τῶν χρωμένων ἐστὶν ἐπιμελῶς ὀνομάσαι. Αὔξουσα γὰρ καθ' ἡμέραν ἐπὶ τὸ περιεργότερον ἡ τρυφὴ, ἤδη καὶ τῶν ἐξ Ἰνδικῆς ἀρωμάτων παρεγχέει τοῖς ὄψοις· καὶ μᾶλλον τῶν ἰατρῶν οἱ μυροπῶλαι τοῖς μαγείροις ὑπηρετοῦσιν. Ἐντεῦθεν ἐννόησον τὸ δορυφορικὸν τῆς τραπέζης πλῆθος, τραπεζοποιοὺς, οἰνοχόους, ταμιείας, καὶ τοὺς τούτων ἀφηγουμένους μουσικούς· μουσικὰς, ὀρχηστρίδας, αὐλητὰς, γελωτοποιοὺς, κόλακας, παρασίτους, τὸν ἀκόλουθον τῆς ματαιότητος συρφετόν. Ταῦτα ἵνα κτηθῇ, πόσοι πένητες ἀδικοῦνται! πόσοι δὲ ὀρφανοὶ κονδυλίζονται! πόσαι δὲ χῆραι δακρύουσιν! πόσοι σφοδρῶς σπαραττόμενοι σπεύδουσιν πρὸς ἀγχόνην! Ἡ δὲ τῶν τοιούτων ψυχὴ, ὥσπερ Ληθαίου τινὸς ὕδατος γευσαμένη, ἑαυτῆς ἀμνημονεῖ καθάπαξ, τίς ἐστιν, καὶ τίνι συνέζευκται, καὶ ὅτι ποτὲ τῆς συζυγίας ταύτης λυθήσεται, καὶ πάλιν ἀνακτισθέντι συνοικήσει τῷ σώματι. Ἐλθόντος δὲ καιροῦ τοῦ καθήκοντος, καὶ τοῦ ἀπαραιτήτου προστάγματος τῆς πρὸς τὸ σῶμα κοινωνίας ἀποσπῶντος αὐτὴν, ἀναλογισμὸς εἰσέρχεται τῶν βεβιωμένων, καὶ ἀνωφελὴς μετάνοια, κατόπιν γινομένη τῆς χρείας. Τότε γὰρ ὀνίνησι μεταμέλεια, ὅταν ὁ μεταβουλευόμενος ἐξουσίαν ἔχῃ τῆς διορθώσεως· ἀναιρεθείσης δὲ τῆς ἐνεργείας τοῦ κατορθοῦν, ἀχρεῖος ἡ λύπη, καὶ μάταιος ἡ μετάγνωσις.
spoken of by name, the thing appears to be something single; yet when examined in detail and arraigned, it has its composition out of a manifold, multiplex, and many-headed wickedness. For luxury could not come into being unless increased by abundant material means; and to heap up the materials of wealth without sin is impossible—unless perhaps in some rare case, as happened with Job, a man should both abound generously in wealth and live strictly according to justice. He who lives in luxury, therefore, needs first a costly house, adorned like brides with mosaic, precious stones, and gold, and suitably arranged for the changes of the seasons of the year. For a warm and sheltered one is sought in winter, turned towards the rays of the midday sun; and in summer one thrown wide open towards the north, so that it may be fanned by the gentle and cool northern breezes alike. After this, there is need of costly drapery to clothe the benches, the couches, the pallets, and the doors; for among those people even inanimate objects are carefully clothed, while the poor are pitiably stripped naked. Add next to these and reckon up the silver in vessels, the gold, the lavish purchase of birds from Phasis, and of Phoenician wine, which the vines of Tyre pour forth copiously and at a high price for the rich, together with all the rest of the apparatus of indulgence, which only those who use such things can accurately name. For luxury, growing day by day ever more fastidious, now even pours spices from India into the dishes, and the perfumers minister to the cooks rather than to the physicians. Consider hence the attendant throng of the table—table-setters, cupbearers, stewards, and the male musicians who lead them, female musicians, dancing-girls, flute-players, buffoons, flatterers, parasites, the rabble that follows in the train of vanity. That these things may be acquired, how many poor folk are wronged! How many orphans are buffeted! How many widows weep! How many, violently mangled, hasten to the noose! Meanwhile the soul of such men, as though it had tasted some water of Lethe, forgets itself altogether—what it is, and to what it has been yoked, and that one day it will be loosed from this union and will dwell once more with the body when refashioned. Yet when the appointed time arrives and the inexorable decree tears it away from fellowship with the body, a reckoning of its past life enters in, and an unprofitable repentance that comes too late for need. For remorse avails only when he who changes his counsel possesses the power of amendment; once the capacity to set things right is taken away, grief is useless and after-repentance vain.
Πτωχὸς δέ τις ἦν ὀνόματι Λάζαρος. Οὐ πένητα ἁπλῶς ὑπογράφει ὁ λόγος, τῆς δαπάνης καὶ τῆς χρείας τῶν ἀναγκαίων ἐστερημένον· ἀλλὰ γὰρ καὶ
And there was a certain beggar named Lazarus. The account does not depict merely a poor man deprived of outlay and the supply of necessities; rather, both
PG 40:172Read from the page
ἀῤῥωστίᾳ ὀδυνηρᾷ συνεχόμενον, καὶ διεῤῥυηκότα τὸ σῶμα, ἄοικον, ἄνεστιον, ἀθεράπευτον, τῇ πύλῃ τοῦ πλουσίου προσεῤῥιμμένον. Καὶ λίαν ἐπιμελῶς τῇ διηγήσει τὰς συμφορὰς ἐπὶ τέλει ἐκτραγῳδεῖ τοῦ πτωχοῦ, ἵνα τὴν τοῦ μὴ ἐλεοῦντος στηλιτεύσῃ σκληρότητα. Ὁ γὰρ πρὸς λιμὸν καὶ νόσον μηδὲν πάσχων ἐλεεινὸν ἢ συμπαθὲς, θηρίον ἐστὶν ἄλογον, κακῶς εἰς ἀνθρώπου μορφωθὲν σχῆμα, ψευδόμενον τῇ προαιρέσει τὴν φύσιν· μᾶλλον δὲ καὶ αὐτῶν τῶν θηρίων ἀσυμπαθέστερον· εἴ γε χοίρου μὲν σφαζομένου, ἕλκονται πρός τινα λυπηρὰν αἴσθησιν οἱ χοῖροι, καὶ τῷ νεοῤῥύτῳ αἵματι ἀνιαρὰ ἐπιτρύζουσι· περιίστανται δὲ τοῦ ταύρου τὸν φόνον οἱ βόες, ἐμπαθεῖ μυκηθμῷ τὴν ἀλγὴν σημαίνοντες. Ἀγέλαι δὲ γεράνων, μιᾶς τῶν συννόμων περιπεσούσης θηράτροις, περιίπτανται τὴν κρατουμένην, καί τινος ὀδυρτικῆς κλαγγῆς τὸν ἀέρα πληροῦσιν, τὴν ὁμόφυλον ζητοῦσαι καὶ σύννομον. Ἄνθρωπον δὲ, τὸ λογικὸν ζῶον καὶ ἥμερον, καὶ καθ' ὁμοιότητα Θεοῦ τὴν ἀγαθότητα παιδευόμενον, μικρὸν οὕτω φροντίζειν τῶν συγγενῶν ἐν ταῖς ὀδυνηραῖς τῶν συμφορῶν περιστάσεσιν!
gripped by painful sickness and wasting away in body, houseless, hearthless, untended, cast before the gate of the rich man. And with exceeding care the narrative sets forth the poor man's calamities in full tragic detail at the close, so as to pillory the hardness of heart of him who showed no pity. For he who feels nothing piteous or compassionate towards famine and disease is an irrational beast, evilly fashioned into human shape, belying his nature by his deliberate choice—nay rather, even more unfeeling than the beasts themselves: seeing that when a swine is slaughtered, the swine are drawn to a certain sorrowful perception and utter distressful grunts over the freshly shed blood; and oxen stand around the slaying of a bull, signifying their grief with impassioned lowing; and flocks of cranes, when one of their fellow-feeders falls into snares, fly around the captive and fill the air with a mournful clangour, seeking their kinswoman and companion. Yet that man, the rational and gentle creature, schooled in goodness after the likeness of God, should care so little for his kindred in the painful crises of their misfortunes!
Ἔκειτο τοίνυν ὁ πολυώδυνος καὶ εὐχάριστος πένης, πόδας οὐκ ἔχων (ἦ γὰρ αὐτὸν ἀλάστορα καὶ ὑπερήφανον ἔφυγεν, ἕτερον τόπον ἐκλεξάμενος ἀντὶ τῆς ξενοκτόνου πύλης, τῆς κεκλεισμένης τοῖς πένησιν), χειρῶν ἀφῃρημένος, καὶ οὐδὲ παλάμην ἔχων προτείνειν εἰς αἴτησιν, ἐμφραχθεὶς αὐτὰ τὰ ὄργανα τῆς φωνῆς, καί τινα βραγχῶσαν καὶ τραχεῖαν τῶν στέρνων ἠχὴν περιιέμενος, πᾶσιν ἁπλῶς ἠκρωτηριασμένος τοῖς μέλεσιν, νόσου πονηρᾶς λείψανον, ἐλεεινὸν ὑπόδειγμα τῆς ἀνθρωπίνης ἀσθενείας. Ἀλλ' ὅμως οὐδὲ τοσοῦτος κατάλογος συμφορῶν ἔκλινεν πρὸς ἐπίσκεψιν τὸν ὑψαύχενα· παρῄει δὲ ὡς λίθον τὸν ἄνθρωπον, ἀπροφάσιστον τὴν ἁμαρτίαν ἐπιτελῶν. Οὐ γὰρ εἶχεν ἐγκαλούμενος λέγειν ταῦτα τὰ κοινὰ καὶ εὐπρόσωπα· Οὐκ ἔγνων, Οὐκ ᾔδειν· Ἔλαθέν με ποτνιῶν ὁ πτωχός· ὃς ἔκειτο πρὸ τῆς πύλης, εἰσιόντος καὶ ἐξιόντος θέαμα, ἵνα ἀπαραίτητον ἐργάσηται τοῦ ὑπερηφάνου τὴν καταδίκην. Ἐπεθύμει καὶ τῶν ψιχίων τῆς τραπέζης, καὶ οὐδὲ τούτων ἐτύγχανεν· ἀλλ' ὁ μὲν τῇ πλησμονῇ διεῤῥήγνυτο· ὁ δὲ, ὑπὸ τῆς ἐνδείας ἐτήκετο. Καλὸν οὖν ἦν καὶ δίκαιον τὴν Χαναναίαν ἐκείνην τὴν Φοίνισσαν διδάσκαλον ἐπιστῆσαι τῷ μισανθρώπῳ πλουσίῳ, λέγουσαν ἐκεῖνα τὰ γεγραμμένα· ὅτι, Ὦ ἀλάστορ καὶ ὑπερήφανε, καὶ τὰ κυνάρια ἐσθίει ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τῶν κυρίων αὐτῶν· σὺ δὲ τὸν ἀδελφόν σου, τὸν ὁμόφυλον, ταύτης τῆς δωρεᾶς οὐκ ἠξίωσας; Ἀλλ' οἱ μὲν κυνες ἐπιμελῶς ἐτρέφοντο, κατ' ἰδίαν οἱ φύλακες, χωρὶς οἱ θηρευταί· καὶ στέγης ἠξιοῦντο καὶ κλίνης, καὶ θεραπευτὰς εἶχον ἀποκεκληρωμένους κατὰ σπουδήν· ἔῤῥιπτο δὲ χαμαὶ ἡ τοῦ Θεοῦ εἰκὼν ἀμελουμένη καὶ πατουμένη, ἣν ἰδίᾳ χειρὶ ὁ τῶν ὅλων ἀριστοτέχνης καὶ δημιουργὸς διεπλάσατο· εἴ τῳ
There lay, then, the pain-racked and thankful poor man, having no feet (or surely he would have fled that accursed and arrogant man, choosing another place instead of that stranger-slaying gate closed against the needy), bereft of hands and having not even a palm to stretch out in entreaty, stopped up in the very organs of his voice and emitting a hoarse and rasping sound from his chest, mutilated in utterly all his limbs, the remnant of a malignant disease, a pitiable example of human infirmity. Yet not even so great a catalogue of misfortunes bent that stiff-necked man to look upon him; he passed the man by like a stone, consummating a sin without excuse. For when called to account he could not utter those common and specious pleas: "I knew not, I was unaware; the beggar imploring help escaped my notice"—when he lay right before the gate, a spectacle as he went in and went out, so as to render the proud man's condemnation inescapable. He longed even for the crumbs from the table, and obtained not even these; rather, the one was bursting with surfeit, while the other wasted away from want. Good and just, therefore, would it have been to set over that misanthropic rich man as teacher that Canaanite woman of Phoenicia, uttering those written words: "O accursed and arrogant man, even the little dogs eat of the crumbs that fall from the table of their masters; yet did you not deem your brother, your fellow-man, worthy of this gift?" Nay, the dogs were carefully fed, the watchdogs apart, the hunting-hounds separately; they were deemed worthy both of roof and of couch, and had attendants earnestly assigned to them; whereas the image of God, which the supreme Artificer and Demiurge of all things fashioned with His own hand, lay cast upon the ground, neglected and trampled underfoot—if to anyone
Notes, col. 172

On the reading

Printed κυνες, for κύνες.

PG 40:173Read from the page
Μωϋσῆς ἀξιόπιστος τεκμηριώσας τῶν ἀνθρώπων τὴν γένεσιν.
Moses is trustworthy in attesting the origin of mankind.
Εἰ μὲν οὖν ἐτελεύτησεν μέχρι τούτου τὸ τοῦ Λαζάρου διήγημα, καὶ οὕτως εἶχε τῶν πραγμάτων ἡ φύσις, ὡς τῇ ἀνωμαλίᾳ τοῦ βίου τούτου τὴν ζωὴν ἡμῶν περιγράφεσθαι, μεγάλας ἂν ἀφῆκα σχετλιάζων φωνάς· ἐφ' οἷς οἱ κτισθέντες ὁμοτίμως, οὕτως ἀνίσως μετὰ τῶν ὁμοφύλων διάγομεν· ἐπειδὴ δὲ καλὰ τὰ λειπόμενα πρὸς ἀκρόασιν, ἐν τοῖς παρελθοῦσι στενάξας, ὁ πένης, ἐν τοῖς ἀκολούθοις εὐθύμησον, μαθὼν τοῦ συμπτώχου σου τὴν μακαρίαν ἀπόλαυσιν. Εὑρήσεις γὰρ δικαίου κριτοῦ ἀκριβὲς δικαστήριον, ἐν ᾧ στενάζει ὁ ἡδυπαθήσας, καὶ τρυφᾷ ὁ μοχθήσας· ἑκάτερος δὲ κομίζεται τὰ πρὸς ἀξίαν ἐπίχειρα.
If, then, the narrative of Lazarus had come to an end at this point, and such were the nature of things that our life were circumscribed by the inequality of this present existence, I should have uttered loud cries of indignation at how we who were created equal in honour pass our lives so unequally among our fellow-men; but since what remains is fair to hear, O poor man who groaned at what went before, take heart at what follows, learning the blessed enjoyment of your fellow-pauper. For you will find the exact tribunal of a righteous Judge, before which he who lived voluptuously groans, and he who toiled revels in delight; and each receives the wages answering to his desert.
Ἐγένετο δὲ ἀποθανεῖν τὸν πτωχὸν, καὶ ἀπενεχθῆναι ὑπὸ τῶν ἀγγέλων εἰς τὸν κόλπον Ἀβραάμ. Ὁρᾷς τοὺς διακονιστὰς τοῦ δικαίου καὶ πένητος, καὶ τοὺς ὑπηρέτας τῆς μεταστάσεως; Ἄγγελοι γὰρ ἐδορυφόρουν, γαληνόν τε καὶ πρᾶον εἰς αὐτὸν βλέποντες, καὶ τῷ σχήματι προδηλοῦντες τὴν ἀναμένουσαν αὐτὸν θεραπείαν καὶ ἄνεσιν. Ἐνετέθη δὲ κομισθεὶς τοῖς κόλποις τοῦ πατριάρχου· ὃ καὶ διαπορήσεως ἀφορμὴν παρέχει τοῖς ἡδέως τὰ βάθη τῶν Γραφῶν βασανίζουσιν. Εἰ γὰρ πᾶς τελευτῶν δίκαιος πρὸς τὸν αὐτὸν κομίζοιτο τόπον, πολύς τις ἂν εἴη καὶ ἐπ' ἄπειρον ἀνηπλωμένος ὁ κόλπος, εἴ γε μέλλοι χωρητικὸς ἔσεσθαι τοῦ πλήθους τῶν ὁσίων παντός. Εἰ δὲ τοῦτο παντελῶς ἀμήχανον (κόλπος γὰρ κοιλανθεὶς ἄνδρα μὲν καὶ ἕνα δυσχερῶς, μόλις δὲ δύο περιστέλλει βρέφη), θεωρία τις ἡμᾶς ἐκδέχεται, τῇ εἰκόνι τοῦ αἰσθητοῦ κόλπου, πρὸς νοητήν τινα πραγματείαν χειραγωγοῦσα. Τί γάρ ἐστι τὸ λεγόμενον· Ὁ Ἀβραὰμ, φησὶν, ἀποδέχεται τοὺς τὸν εὐπολίτευτον ζήσαντας βίον; Εἰπὲ τοίνυν, ὦ θεσπέσιε Λουκᾶ (ὡς πρὸς παρόντα γάρ σε καὶ ὁρώμενον διαλέξομαι), διὰ τί πολλῶν ὄντων δικαίων καὶ πρεσβυτέρων τοῦ Ἀβραὰμ, ταύτην τῶν μεθηλικεστέρων τὴν τιμὴν ἀπεκλήρωσας, σιωπήσας τὸν Ἐνὼχ, τὸν Νῶε, καὶ εἴ τις ἄλλος κατὰ τὸν βίον τούτοις ἀκόλουθος; Ἀλλά σου τάχα συνίημι, καὶ οὐκ ἔξω βάλλει τοῦ σκοποῦ ἃ λογίζομαι. Ἐπειδὴ γὰρ ὁ Ἀβραὰμ θεράπων Χριστοῦ, καὶ διαφερόντως οὗτος ἀνθρώπων τὰ τῆς τοῦ Χριστοῦ ἐπιφανείας ἐδέξατο, καὶ τὸ τῆς Τριάδος μυστήριον ἱκανῶς ἡμῖν ἐν τῇ σκηνῇ τοῦ γέροντος τούτου διετυπώθη, ἥνικα τοὺς τρεῖς ἀγγέλους ὡς ἄνδρας ὁδοιπόρους ἐξένισε· καὶ ἁπλῶς ἐκ πολλῶν μυστικῶν αἰνιγμάτων οἰκεῖος ἄνθρωπος οὗτος γεγένηται τοῦ Θεοῦ, τοῦ χρόνοις ὕστερον ἀμφιεσαμένου τὴν σάρκα, καὶ διὰ μέσου τοῦ ἀνθρωπικοῦ τούτου παραπετάσματος ἐναργῶς ὁμιλήσαντος τοῖς ἀνθρώποις· διὰ τοῦτο, τὸν κόλπον αὐτοῦ οἷον εὔδιόν τινα λιμένα καὶ ἄκλυστον ἀναπαυτήριον
And it came to pass that the beggar died, and was carried away by the angels into Abraham's bosom. Do you see the attendants of the righteous poor man, and the ministers of his departure? For angels escorted him as a bodyguard, looking upon him calmly and gently, and by their bearing foreshadowing the healing and repose awaiting him. And when brought thither he was laid in the bosom of the patriarch—a detail which also furnishes occasion for inquiry to those who gladly search out the depths of the Scriptures. For if every righteous man when he dies were carried to the selfsame place, vast indeed and spread out to infinity would that bosom have to be, if it were to hold the entire multitude of the saints. But if this is utterly impossible (since a hollowed bosom holds even a single grown man with difficulty, and scarcely enfolds two infants), a spiritual contemplation awaits us, leading us by the hand through the image of the sensible bosom towards an intelligible reality. For what is the meaning of the saying that Abraham, as it says, welcomes those who have lived a well-ordered life? Tell me, then, O divinely inspired Luke (for I shall converse with you as though present and seen face to face): when there were many righteous men older than Abraham, why did you assign this honour belonging to men of later age, passing over in silence Enoch, Noah, and whoever else followed them in manner of life? Yet perhaps I grasp your meaning, and my reasoning does not miss the mark. For since Abraham was the servant of Christ, and above other men received the tokens of Christ's manifestation, and the mystery of the Trinity was sufficiently prefigured for us in the tent of this aged patriarch when he entertained the three angels as wayfaring men; and since, in a word, through many mystical figures this man became the intimate friend of God, Who in later times clothed Himself with flesh and through the medium of this human veil conversed manifestly with mankind—on this account he speaks of his bosom as a kind of calm haven and unbuffeted resting-place
Notes, col. 173

On the reading

Printed ἥνικα, for ἡνίκα.