πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραήλ, καὶ εἰς σημεῖον ἀντιλεγόμενον· σημεῖον ἀντιλεγόμενον τὸν σταυρὸν προσαγορεύσας. Διὰ τί; Ἐπειδὴ ἐν αὐτῷ τῷ σταυρῷ πολλοὶ τῶν ἀπίστων ἀντιλογίας προσήνεγκαν τῷ Κυρίῳ, καὶ λόγοις καὶ ἔργοις κωμῳδοῦντες, ὄξος ποτίζοντες, χολὴν προσάγοντες, ἀκάνθινον στέφανον περιθέντες, λόγχῃ τὴν πλευρὰν νύττοντες, χερσὶ ῥαπίζοντες, ὀνειδιστικοῖς βοῶντες λόγοις· Ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι. Τοῦτο οὖν ἑρμηνεύων ὁ Συμεὼν ἔλεγε· Καὶ εἰς σημεῖον ἀντιλεγόμενον. Πολλοὶ γὰρ ἀντεῖπον· ὅ τε Πέτρος ἠρνήσατο, καὶ πάντες οἱ ἀπόστολοι ὡς ἀποίμαντα πρόβατα διεσκορπίζοντο· ἐν τῷ οὖν σταυρικῷ σημείῳ, καὶ αὐτῆς τῆς Παρθένου ἐπεπλήρωτο ἡ καρδία λύπης· διὸ καὶ ἔλεγε· Διὰ τί μὴ προετελεύτησα; Διὰ τί δὲ τὴν ἡμέραν ταύτην κατέλαβον; Παρθένος μεμένηκα, καὶ μείζονα μητρῴοις τοῖς σπλάγχνοις δάκνομαι. Τούτους τοὺς ἀπείρους λογισμοὺς τῆς Παρθένου, ῥομφαίαν ὁ Συμεὼν προσηγόρευσεν, ὡς νύττοντας τὰ ἐνδόσθια, ὡς σκάνδαλα προσοίσοντας, καθὼς καὶ ὁ Κύριος προεῖπε· Πάντες ἐν ἐμοὶ σκανδαλισθήσεσθε ἐν τῇ νυκτὶ ταύτῃ· ὅθεν καὶ ἐπήγαγεν ὁ Συμεὼν φάσκων· Καὶ σοῦ δὲ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία, ὅπως ἂν ἀποκαλυφθῶσιν ἐκ πολλῶν καρδιῶν διαλογισμοί. Ὅρα πῶς τοὺς ἀπείρους διαλογισμοὺς ῥομφαίαν προσηγόρευσεν ὁ Συμεών, ὡς νύττοντας τὰ ἐνδόσθια, ὡς ἁπτομένους νεφρῶν καὶ μυελῶν. Τούτοις δὲ περιέπεσεν ἡ Παρθένος Μαρία, μηδέπω τὴν δύναμιν τῆς ἀναστάσεως εἰδυῖα· καὶ ὅτι ἐκ γειτόνων ἡ ἀνάστασις, οὐδέπω ἐγίνωσκεν. Ὅθεν μετὰ τὴν ἀνάστασιν, οὐκέτι ῥομφαία δίστομος ἀλλ' εὐφροσύνη καὶ ἀγαλλίασις. Σημεῖον τοίνυν ἀντιλογίας, τὸ σταυρικὸν σημεῖον ὁ Συμεὼν προσηγόρευσεν, ἐν ᾧ καιρῷ ῥομφαία λογισμῶν τὴν Παρθένον διῆλθεν. Ἔστι δὲ πάντως εἰπεῖν τινα· Καὶ πόθεν ἡμῖν ἡ ἀπόδειξις; Ἐξ αὐτῶν τῶν τοῦ Κυρίου διδαγμάτων. Ἄκουε αὐτοῦ λέγοντος· Ἡ γενεὰ αὕτη, γενεὰ πονηρά ἐστι· σημεῖον ἐπιζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ, εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ τοῦ προφήτου. Ὥσπερ γὰρ ἦν Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους, οὕτως ἔσται καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ καρδίᾳ τῆς γῆς, τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας. Ὁρᾷς πῶς τὸ σταυρικὸν πάθος σημεῖον προσηγορεύθη, οὐ μόνον ἐν τῇ Καινῇ Διαθήκῃ, ἀλλὰ καὶ ἐν τῇ Παλαιᾷ; Σφόδρα γὰρ τὰ παλαιὰ συμφωνεῖ τῇ Νέᾳ. Διὰ τί; Ἐπειδὴ εἷς καὶ ὁ αὐτὸς Θεὸς ὁ κἀκεῖνα νομοθετήσας, καὶ ὧδε βραβεύσας. Καὶ τίς τούτοις μάρτυς; Αὐτὸς ὁ Κύριος. Ἄκουε αὐτοῦ λέγοντος ἐν τῷ προφήτῃ Ἰεζεκιήλ, πρὸς τοὺς θεριστὰς ἀγγέλους, τὴν καθολικὴν συντέλειαν μηνύοντος, οὕτω λέγων· Μὴ φείσησθε τοῖς ὀφθαλμοῖς ὑμῶν,
the fall and rising again of many in Israel, and for a sign which shall be spoken against: calling the cross a sign spoken against. Why? Because on the cross itself many of the unbelievers offered contradiction to the Lord, mocking both in words and in deeds, giving Him vinegar to drink, offering Him gall, placing a crown of thorns around Him, piercing His side with a spear, striking Him with their hands, shouting with reproachful words: He saved others, Himself He cannot save. Explaining this, therefore, Symeon said: And for a sign which shall be spoken against. For many spoke against Him: Peter denied Him, and all the apostles were scattered like sheep without a shepherd; at the sign of the cross, then, the heart of the Virgin herself also was filled with sorrow; wherefore she also said: Why did I not die beforehand? And why have I reached this day? A virgin I have remained, and I am bitten with pains greater than a mother's pangs. These countless thoughts of the Virgin, Symeon called a sword, as piercing the inward parts, as about to bring stumbling-blocks, just as the Lord also foretold: All ye shall be offended in Me this night; whence Symeon also added, saying: And a sword shall pierce through thine own soul also, that thoughts out of many hearts may be revealed. See how Symeon called the countless thoughts a sword, as piercing the inward parts, as touching reins and marrow. Into these fell the Virgin Mary, not yet knowing the power of the resurrection; and that the resurrection was near at hand, she did not yet know. Whence after the resurrection, no longer a two-edged sword, but gladness and exultation. Therefore Symeon called the sign of the cross a sign of contradiction, at which time a sword of thoughts passed through the Virgin. Now certainly someone may say: And whence have we the proof? From the teachings of the Lord Himself. Hear Him saying: This generation is an evil generation; it seeketh a sign, and there shall no sign be given to it, except the sign of Jonah the prophet. For as Jonah was in the belly of the whale, so shall the Son of Man be in the heart of the earth three days and three nights. Do you see how the passion of the cross was called a sign, not only in the New Testament, but also in the Old? For the old things strongly agree with the New. Why? Because it is one and the same God who both enacted those things and ordered these here. And who is witness to these things? The Lord Himself. Hear Him speaking in the prophet Ezekiel to the reaping angels, when declaring the universal consummation, speaking thus: Spare not with your eyes,