PG 39:21Read from the pageνόμιος λέγει· Πῶς οὖν καὶ ἐν Παλαιᾷ Διαθήκῃ λέγει· Δύο καὶ δύο, ἓν κατέναντι τοῦ ἑνός; Ἀμφιλόχιος εἶπεν· Ἄκουσον, ὦ ταλαίπωρε καὶ δυσωδέστατε· δύο καὶ δύο τέσσαρά εἰσιν. Μάρκος, Ματθαῖος, Λουκᾶς καὶ Ἰωάννης· οἱ τέσσαρες εὐαγγελισταὶ, οἱ εὐαγγελισάμενοι τὴν ὑφήλιον πᾶσαν τὴν σωτηρίαν ἡμῶν τῶν Χριστιανῶν. Ὁ δὲ ἅγιος Πατὴρ ἀποστείλας τὸν Μονογενῆ καὶ ὁμόθρονον, καὶ ὁμοούσιον καὶ ἀΐδιον αὐτοῦ Λόγον, τοῦ σαρκωθῆναι, ἔφη· Αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς, καὶ τὰ ἑξῆς. Εὐνόμιος εἶπε· Πῶς οὖν διὰ τοῦ Προφήτου λέγει· Οὐκ ἐκρύβη τὸ ὀστοῦν μου ὃ ἐποίησας ἐν κρυφῇ; Ἀμφιλόχιος λέγει· Μὴ γὰρ περὶ τοῦ Χριστοῦ τοῦτο λέγει; οὐχί· ἀλλὰ περὶ τοῦ Ἀδὰμ, ἡνίκα χοῦν λαβὼν ἀπὸ τῆς γῆς ὁ Θεὸς, ἔπλασε τὸν ἄνθρωπον, καὶ εἶπεν· Οὐ καλὸν εἶναι τὸν ἄνθρωπον μόνον· ποιήσωμεν αὐτῷ βοηθὸν κατ' αὐτόν· καὶ ἐπέβαλεν ὁ Θεὸς ἔκστασιν ἐπὶ τὸν Ἀδὰμ, καὶ ὕπνωσε· καὶ ἔλαβε μίαν τῶν πλευρῶν αὐτοῦ, καὶ ἀνέπλασεν αὐτῷ εἰς γυναῖκα, καὶ ἔδωκεν αὐτῷ. Διὰ τοῦτο ὁ Προφήτης ὡς ἐκ τοῦ Ἀδὰμ εἶπεν· Οὐκ ἐκρύβη τὸ ὀστοῦν μου ἀπὸ σοῦ, ὃ ἐποίησας ἐν κρυφῇ. Ὑπολαβὼν δὲ Εὐνόμιος λέγει· Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ· πῶς τοῦτο λέγει ὁ Προφήτης; Ὁρᾷς ὅτι ποίημά ἐστιν ὁ Υἱὸς, καὶ οὐχὶ ὁμοούσιος. Ἀμφιλόχιος εἶπε· Μὴ γὰρ καὶ τοῦτο περὶ τοῦ Χριστοῦ λέγει; οὐχί· ἀλλ' ὅτε συνήντησε ταῖς γυναιξὶ, λέγω δὴ Μαριὰμ καὶ Μάρθαν, λέγουσιν αὐτῷ ἐκεῖναι μὴ γνωρίσασαι αὐτόν· Κύριε, εἰ εἶδας ποῦ ἔθηκαν αὐτὸν, εἰπὲ ἡμῖν· καὶ ὁ Κύριος ἔφη· Μαρία, μή μου ἅπτου· πορεύου δὲ πρὸς τοὺς ἀδελφούς μου, καὶ εἰπὲ αὐτοῖς, καὶ τὰ ἑξῆς. Ταῦτα ἀκούσας ὁ Εὐνόμιος ἔφη· Αὔριον ἐπὶ τοῦ βασιλέως καὶ τῆς συγκλήτου διαλεγόμεθα· καὶ ἀνεχώρησαν ἀπ' αὐτοῦ. Καὶ ἦν πᾶσα ἡ πόλις αἰδουμένη εἰς ἀκρόασιν Ἀμφιλοχίου καὶ Εὐνομίου· ἔλεγον γὰρ ἀμφιβάλλοντες πρὸς ἀλλήλους, καὶ λέγοντες· Ἆρα ποῖος νικᾷ; οὗ-
nomius says: How then does it also say in the Old Testament: Two and two, one against one? Amphilochius said: Listen, O wretched and most foul-smelling man: two and two are four. Mark, Matthew, Luke, and John: the four evangelists, who preached the gospel to the whole world of the salvation of us Christians. And the holy Father, having sent His Only-begotten and co-enthroned and consubstantial and eternal Word to become incarnate, said: Ask of Me, and I will give Thee the nations for Thine inheritance, and the ends of the earth for Thy possession, and what follows. Eunomius said: How then does He say through the Prophet: My bone was not hidden, which Thou madest in secret? Amphilochius says: Does he indeed say this of Christ? No; rather of Adam, when God took dust from the earth and formed man, and said: It is not good for man to be alone; let us make him a helper according to him. And God cast a trance upon Adam, and he slept; and He took one of his ribs, and fashioned it into a woman for him, and gave her to him. Therefore the Prophet, as in the person of Adam, said: My bone was not hidden from Thee, which Thou madest in secret. And taking up the word, Eunomius says: The Lord created Me the beginning of His ways; how does the Prophet say this? You see that the Son is a creature, and not consubstantial. Amphilochius said: Does he indeed say this also of Christ? No; rather when He met the women, I mean Mary and Martha, those women, not recognizing Him, say to Him: Lord, if Thou knowest where they have laid Him, tell us; and the Lord said: Mary, touch Me not; but go to My brethren, and say to them, and what follows. Having heard these things, Eunomius said: Tomorrow before the emperor and the senate we shall dispute; and they departed from him. And the whole city was in awe at the hearing of Amphilochius and Eunomius; for they were saying, doubting among themselves and saying: Which one then conquers? Thi-
PG 39:24Read from the pageτος ἢ ἐκεῖνος ; Δι’ ὅλης δὲ τῆς νυκτὸς προσηύχετο ὁ Ἀμφιλόχιος, λέγων· Κύριε Ἰησοῦ Χριστὲ, ἃ ἐπηγγείλω μοι, ποίησον, ἵνα δοξασθῇ σου τὸ πανάγιον ὄνομα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Καὶ ταῦτα αὐτοῦ προσευχομένου καὶ λέγοντος, παρῆλθεν ἡ νύξ.
...than he? And throughout the whole night Amphilochius prayed, saying: Lord Jesus Christ, what Thou hast promised me, do, that Thy all-holy name may be glorified, of the Father and of the Son and of the Holy Spirit. And while he was praying and saying these things, the night passed.
Εʹ. Πρωΐας δὲ γενομένης, ἐπιλαβόμενος τῆς χειρὸς τοῦ διακόνου λέγει αὐτῷ· Ἀδελφὲ Θεόδουλε, σήμερον θάνατος καὶ ζωὴ ἡμῖν πρόκειται. Καὶ ὁ διάκονος ἔφη· Καὶ τίς ἐστιν ὁ λόγος οὗτος, πάτερ; Ἀμφιλόχιος εἶπεν· Ἐπειδὴ [οὐκ] ἔστιν ἔθος ἐν τῷ εἰσιέναι ἡμᾶς εἰς τὸν βασιλέα εἰπεῖν τὸ, Ὀρθοὶ πάντες. Σὺ οὖν, τέκνον μου, ἐν τῷ εἰσιέναι ἡμᾶς ἐν τῇ εἰσόδῳ τοῦ παλατίου, κράξον μεγάλῃ τῇ φωνῇ· Ὀρθοὶ πάντες, εἴτε ζωὴ εἴτε θάνατος. Ὁ διάκονος ἔφη· Καὶ πάντως, ἐὰν εἴπω οὕτως, ἀποκτενεῖ με ὁ βασιλεύς. Καὶ ὁ Ἀμφιλόχιος ἔφη· Μὴ φοβοῦ, τέκνον, τὸν βασιλέα τοῦτον τὸν δυνάμενον σῶμα ἀποκτεῖναι, καὶ τὴν ψυχὴν μὴ ἀποκτεῖναι· ἀλλὰ μᾶλλον φοβήθητι ἐκεῖνον τὸν ἀποκτείνοντα τὴν ψυχὴν καὶ τὸ σῶμα ἐν γεέννῃ. Ὁ διάκονος ἔφη· Ναὶ, πάτερ· καθὼς ἔφησας, οὕτω ποιήσω, εἴτε ζωὴ, εἴτε θάνατος. Ταῦτα λέγοντες, ἤγγισαν τῇ εἰσόδῳ τοῦ παλατίου. Καὶ μηνύσασι ταχυδρόμοις τὴν παρουσίαν Ἀμφιλοχίου, ἐκελεύσθη τοῦ εἰσιέναι· καὶ λέγει τῷ ἀρχιδιακόνῳ αὐτοῦ· Ἄλλαξόν μου τὴν στολὴν τῆς ἑαυτοῦ. Καὶ τούτου γενομένου λέγει αὐτῷ· Ἀπόδος μοι τὴν παρακαταθήκην ἣν παρεθέμην σοι ἐν τῷ ἐξιέναι ἡμᾶς ἐκ τοῦ ἡμετέρου τόπου. Καὶ λύσας αὐτοῦ τὸ ἐγχείριον, ἔδωκε τὴν ἀνθρακιὰν ζῶσαν ὥσπερ ἦν τὸ πρότερον. Καὶ τοῦτο εἰδὼν ὁ διάκονος, ἐθαρσοποιήθη.
5. And when morning came, taking the deacon by the hand he says to him: Brother Theodulus, today death and life are set before us. And the deacon said: And what is this saying, father? Amphilochius said: Since it is [not] the custom when we enter before the emperor to say, Stand upright all. Thou therefore, my child, when we enter at the entrance of the palace, cry out with a loud voice: Stand upright all, whether life or death. The deacon said: And surely, if I speak thus, the emperor will kill me. And Amphilochius said: Fear not, child, this emperor who is able to kill the body, and cannot kill the soul; but rather fear Him who kills both soul and body in Gehenna. The deacon said: Yea, father; as thou hast said, so will I do, whether life or death. Saying these things, they approached the entrance of the palace. And when couriers announced the arrival of Amphilochius, he was bidden to enter; and he says to his archdeacon: Exchange my stole for thine own [lit. of himself]. And when this was done he says to him: Give me back the deposit which I entrusted to thee when we went out from our place. And having untied his napkin, he gave back the live coals just as they were before. And seeing this, the deacon took courage.
PG 39:25Read from the pageΚαὶ βαλὼν θυμίαμα ἀνέκραξε μεγάλῃ τῇ φωνῇ ὁ διάκονος· Ὀρθοὶ πάντες. Καὶ ἐσαλεύθη τὸ παλάτιον ὅλον, καὶ ἐξέστησαν ἅπαντες. Πλησίον δὲ γενόμενος τοῦ βασιλέως, ἔφη· Εἰρήνη τῷ βασιλεῖ· τὸ δὲ παιδίον παρέδραμε. Καὶ ὁ βασιλεύς· Ἀμφιλόχιε· ναὶ, φησὶ, διὰ τί ἐνύβρισας τὸ βασίλειόν μου, καὶ ἐμοὶ μὲν ἀπέδωκας τὴν εἰρήνην, τὸν δὲ υἱόν μου παρῆλθες ; Οὐκ οἶδας ὅτι καὶ οὗτος μετ’ ἐμοῦ βασιλεύσει ; Καὶ ὁ Ἀμφιλόχιος ἀποκριθεὶς εἶπεν· Ἄκουσόν μου, βασιλεῦ ἀγαθώτατε· εἰ σὺ, ὁ σύνδουλός μου, ὁ σήμερον ὢν καὶ αὔριον μὴ ὑπάρχων, ἠγανάκτησας ὑβριζομένου τοῦ υἱοῦ σου, ὁ δὲ Θεὸς ὁ οὐράνιος οὐκ ἀγανακτήσει ὑβριζομένου τοῦ Υἱοῦ αὐτοῦ ; Καὶ ὁ βασιλεὺς ἔφη· Ἀναιδέστατε γέρων καὶ κύων, διὰ τί ἀγανακτήσει ; Καὶ ὁ Ἀμφιλόχιος ἔφη· Βασιλεῦ ἀγαθώτατε, ἄκουσον τοῦ παιδός σου· τὸ μὲν γῆρας, διὰ τῶν χρόνων· ἡ δὲ ἀναιδία, διὰ τοὺς ἀτάκτους· κύων δὲ, ὅτι τρεῖς ληστὰς θεωρῶν, οὐ παύομαι ὑλακτῶν· λέγω δὴ Εὐνόμιον, Ἀρειανὸν καὶ Μακεδόνιον· οὓς ἐκκόψει Κύριος ἐκ τοῦ λαοῦ τούτου, ὅτι ἐνύβρισαν αὐτοῦ τὴν θεότητα. Καὶ ὁ βασιλεὺς ἐν ἑαυτῷ γενόμενος, εἶπεν· Ἀληθῶς εἴρηκεν ὁ γέρων οὗτος. Εἰ γὰρ ἐγὼ ἠγανάκτησα ὑβριζομένου τοῦ υἱοῦ μου· ὁ οὐράνιος Θεὸς οὐκ ἀγανακτήσει, ὑβριζομένου τοῦ Υἱοῦ αὐτοῦ ; Πολλῷ μᾶλλον ἀγανακτήσει καθ’ ἡμῶν. Καὶ λέγει ὁ βασιλεὺς τοῖς παρεστῶσιν αὐτῷ· Κατασπάσατε αὐτοὺς ἀπὸ τῶν θρόνων αὐτῶν. Ἦσαν γὰρ παρακαθήμενοι οἱ διδάσκαλοι τῆς ἀπωλείας οἱ τρεῖς. Καὶ ὁ δῆμος ἔκραζον, λέγοντες· Τὰς κεφαλὰς αὐτῶν ἀποτμηθήτωσαν ξίφει. Ὁ δὲ Ἀμφιλόχιος εἶπε· Κύριε βασιλεῦ, μὴ κελεύσῃς τοῦτο γενέσθαι, ἀλλὰ δέομαί σου τοῦ κράτους, ἐξορισθῆναι αὐτοὺς ἕκαστον ἐν τῇ ἰδίᾳ πατρίδι. Καὶ προσέταξεν ὁ βασιλεὺς, γενέσθαι καθὼς ἔταξεν ὁ πατὴρ ἡμῶν Ἀμφιλόχιος. Ὁ δὲ δῆμος ἔκραζον λέγων· Εἰς τὸ ἐξώτερον πῦρ ἀπελθέτωσαν. Καὶ παραλαβόντες αὐτοὺς, καὶ πληγὰς ἐπιθέντες, ἐθριάμβευσαν αὐτοὺς ἐν τῇ πόλει λέγοντες· Οὗτοί εἰσιν οἱ ἐχθροὶ τοῦ Θεοῦ, καὶ τῶν Χριστιανῶν· καὶ ἐπιβάντες αὐτοὺς εἰς τὴν ἑπτάλωφον, ἐξεδίωξαν αὐτοὺς μετὰ τῶν μαθητῶν αὐτῶν εἰς τὰς χώρας αὐτῶν. Τὸν δὲ δοῦλον τοῦ Θεοῦ Ἀμφιλόχιον, χρήματα πολλὰ δοὺς αὐτῷ ὁ βασιλεὺς Θεοδόσιος, ἀπέλυσεν αὐτὸν ἐν τῇ ἰδίᾳ πόλει, εὐλογηθεὶς ὑπ’ αὐτοῦ, καὶ πᾶσα ἡ σύγκλητος. Ὁμοίως καὶ πάντες οἱ ἐπίσκοποι ἀπῆλθον εἰς τὰς πόλεις αὐτῶν. Ὁ δὲ Ἀμφιλόχιος, μετὰ τὸ ἀπολῦσαι ἀπὸ τῆς ὁδοῦ, ἔζησεν ἔτη γʹ, καὶ οὕτω πρὸς Κύριον ἐπεδήμησε· δοξάζων τὸν Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
And having cast incense, the deacon cried out with a loud voice: Stand upright all. And the whole palace was shaken, and all were amazed. And having drawn near to the emperor, he said: Peace to the emperor; but he passed by the child. And the emperor said: Amphilochius, yea, why hast thou insulted my imperial majesty, and given peace to me, yet passed by my son? Knowest thou not that he also shall reign with me? And Amphilochius answering said: Hear me, most gracious emperor: if thou, my fellow-servant, who art today and tomorrow art no more, wast indignant when thy son was insulted, shall not the heavenly God be indignant when His Son is insulted? And the emperor said: Most shameless old man and dog, why shall He be indignant? And Amphilochius said: Most gracious emperor, hear thy servant: old age is on account of the years; shamelessness, on account of the disorderly; and a dog, because seeing three robbers I cease not from barking, namely Eunomius, Arianus, and Macedonius, whom the Lord shall cut off from this people, because they insulted His divinity. And the emperor, coming to himself, said: Truly has this old man spoken. For if I was indignant when my son was insulted, shall not the heavenly God be indignant when His Son is insulted? Much more will He be indignant against us. And the emperor says to those standing by him: Drag them down from their thrones. For the three teachers of perdition were sitting beside him. And the people cried out, saying: Let their heads be cut off with the sword. But Amphilochius said: Lord emperor, command not this to be done, but I beseech thy power that each of them be banished into his own native land. And the emperor ordered it to be done as our father Amphilochius had appointed. And the people cried out saying: Let them depart into the outer fire. And having taken them, and laid stripes upon them, they led them in triumph through the city saying: These are the enemies of God and of the Christians; and having put them upon the heptalophos [carriage], they drove them out with their disciples into their own countries. And the servant of God Amphilochius, the Emperor Theodosius having given him much money, dismissed him to his own city, having been blessed by him, together with all the senate. Likewise also all the bishops departed to their own cities. And Amphilochius, after being dismissed from the journey, lived three years, and thus departed to the Lord, glorifying the Father and Son and Holy Spirit, now and always, and unto the ages of ages. Amen.
Notes, col. 25
On the reading
Printed ληστὰς, for λῃστὰς.
Printed ἀναιδία, for ἀναιδεία.
PG 39:27Read from the pageVETERUM TESTIMONIA
Testimonies of the Ancients
DE S. AMPHILOCHIO ICONIENSI EPISCOPO.
Concerning St Amphilochius, Bishop of Iconium.
S. BASILIUS, lib. De Spiritu sancto, cap. 1, pag. 1, tom. III noviss. edit. BB. Paris. 1730.
St Basil, book On the Holy Spirit, ch. 1, p. 1, vol. III of the newest Benedictine edition, Paris, 1730.
Ἐπήνεσα τὸ φιλομαθές σου καὶ φιλόπονον τοῦ τρόπου, καὶ ἥσθην γε ὑπερφυῶς τῷ ἐπιστατικῷ καὶ νηφαλίῳ τῆς διανοίας, δι' ἧς οὐδεμίαν ἀδιερεύνητον οἴει χρῆναι καταλιμπάνειν φωνὴν, τῶν ὅσαι περὶ Θεοῦ κατὰ πᾶσαν χρείαν τοῦ λόγου προφέρονται, ὦ φίλη κεφαλὴ, καὶ τιμιωτάτη μοι πασῶν, ἀδελφὲ Ἀμφιλόχιε.
I praised your eagerness to learn and your industriousness of character, and I was exceedingly delighted at the attentive and sober quality of your mind, by which you think it right to leave no expression unexamined of all those that are uttered concerning God according to every need of the discourse, O dear head, and most honoured to me of all, brother Amphilochius.
IDEM, Epist. CLXXXVIII, quae est Canonica I, ibid., pag. 268.
The same, Letter CLXXXVIII, which is Canonical Letter I, ibid., p. 268.
Σοφοῦ ἐπερώτημα, καὶ τὸν ἀνόητον σοφίζει· ὅπερ τῇ τοῦ Θεοῦ χάριτι συμβαίνει ἡμῖν, ὁσάκις ἄν σου δεξώμεθα τῆς φιλοπόνου ψυχῆς τὰ γράμματα· ἐπιστατικώτεροι γὰρ ἑαυτῶν καὶ ἐμφρονέστεροι γινόμεθα ἀπ' αὐτῆς τῆς ἐρωτήσεως, πολλὰ ὧν οὐκ ἐπιστάμεθα, διδασκόμενοι· καὶ γίνεται ἡμῶν διδάσκαλος, ἡ περὶ τὸ ἀποκρίνεσθαι μέριμνα.
The question of a wise man makes even the foolish wise; which by the grace of God happens to us as often as we receive the letters of your industrious soul; for we become more attentive and more prudent than ourselves from the very question, being taught many things that we did not know, and our care about answering becomes our teacher.
IDEM, Epist. CXCIX, quae est Canonica II, ibid., pag. 290.
The same, Letter CXCIX, which is Canonical Letter II, ibid., p. 290.
Ἐθαυμάσαμέν σου τὴν φιλομάθειαν ὁμοῦ καὶ τὴν ταπεινοφροσύνην· ὅτι καὶ μαθεῖν καταδέχῃ τὴν τοῦ διδάσκειν τάξιν πεπιστευμένος, καὶ μανθάνειν παρ' ἡμῶν, οἷς οὐδὲν μέγα πρόσεστι πρὸς γνῶσιν.
We admired your eagerness to learn together with your humility; that you condescend to learn even though entrusted with the office of teaching, and to learn from us, to whom nothing great belongs in point of knowledge.
S. GREGORIUS NAZIANZENUS, in Paraenetico ad Olympiadem virginem, vers. 100-104, Opp. tom. II, pag. 134.
St Gregory of Nazianzus, in the Exhortation to the Virgin Olympias, lines 100-104, Works, vol. II, p. 134.
Ἣ σ' ἐκ πατρὸς ἔδεκτο, καὶ ἔπλασεν ἤθεσι κεδνοῖς, Αὐτοκασιγνήτη μέγ' ἀμύμονος ἀρχιερῆος Ἀμφιλόχου, τὸν ἔπεμψα Θεῷ, Θέκλη γε σὺν ἁγνῇ, Ἄγγελον ἀτρεκίης ἐριηχέα, κῦδος ἐμεῖο.
Who received you from your father and formed you in noble ways, the own sister of the great blameless high priest Amphilochius, whom I sent to God, with chaste Thecla at least, a loud-voiced messenger of truth, my glory.
S. HIERONYMUS, Epist. LXX, al. LXXXIV, ad Magnum oratorem, § 4, Opp. tom. I, pag. 427, edit. Veron.
St Jerome, Letter LXX, otherwise LXXXIV, to Magnus the orator, § 4, Works, vol. I, p. 427, Verona edition.
Exstant libri : Cappadocumque Basilii, Gregorii et Amphilochii, qui omnes in tantum philosophorum doctrinis atque sententiis suos refarciunt libros, ut nescias quid in illis primum admirari debeas, eruditionem saeculi, an scientiam Scripturarum.
Their books are extant: and those of the Cappadocians Basil, Gregory, and Amphilochius, all of whom stuff their books so full with the doctrines and maxims of the philosophers that you do not know what you ought to admire first in them, their secular learning or their knowledge of the Scriptures.
IDEM, lib. De Vir. illustr., cap. CXXXIII.
The same, book On Illustrious Men, ch. CXXXIII.
Amphilochius Iconii episcopus, nuper mihi librum legit De Spiritu sancto, quod Deus et quod adorandus, quodque et omnipotens sit.
Amphilochius, Bishop of Iconium, recently read to me a book On the Holy Spirit, that He is God and that He is to be worshipped, and that He is also almighty.
THEODORITUS, Hist. eccl., lib. IV, cap. 11.
Theodoret, Ecclesiastical History, book IV, ch. 11.
Ὡσαύτως δὲ καὶ ὁ πανεύφημος Ἀμφιλόχιος, τὴν Λυκαόνων μητρόπολιν νέμειν πεπιστευμένος, καὶ ἅπαν ἰθύνων τὸ ἔθνος, ἐπισκήψασαν αὐτόσε τὴν λύμην ταύτην μαθὼν, ἐξανέστησε πάλιν. καὶ τὰ ὑπ' αὐτοῦ νεμόμενα τῆς λώβης ἐκείνης ἠλευθέρωσε ποίμνια.
In like manner also the all-renowned Amphilochius, entrusted with governing the metropolis of the Lycaonians and guiding the entire nation, having learnt that this plague had fallen upon that place, drove it out again, and freed the flocks pastured by him from that defilement.
IDEM, ibid., cap. 30.
The same, ibid., ch. 30.
Ἐν Πισιδίᾳ Ὅπτιμος, καὶ Ἀμφιλόχιος ἐν Λυκαονίᾳ, γενναίως ὑπὲρ τῆς προγονικῆς παραταττόμενοι πίστεως, τὰς ἐναντίας ἀπεκρούοντο προσβολάς.
In Pisidia Optimus, and Amphilochius in Lycaonia, drawing up nobly in battle array for the ancestral faith, beat back the assaults of the adversaries.
PG 39:29Read from the pageἮσαν δὲ ἄνδρες ἀξιάγαστοι, καὶ ζήλου καὶ σοφίας ἀνάπλεοι· Ἀμφιλόχιος Λυκαόνων, κ. τ. λ.
And they were admirable men, and full of zeal and wisdom: Amphilochius of the Lycaonians, etc.
Μετὰ δὲ τὴν ἐκεῖθεν ἐπάνοδον, ἀφίκετο μὲν Ἀμφιλόχιος ὁ θαυμάσιος, οὗ πολλάκις ἐμνήσθην, ἀντιβολῶν τοὺς τῶν Ἀρειανῶν ἐκ τῶν πόλεων ἐξελαθῆναι συλλόγους. Ὁ δὲ βασιλεὺς ἀπηνεστέραν ὑπολαβὼν τὴν αἴτησιν, οὐκ ἐδέξατο. Ὁ δὲ σοφώτατος Ἀμφιλόχιος παραυτίκα σιγήσας, μνήμης ἀξίαν ἐξεῦρε μηχανήν. Εἴσω γὰρ αὖθις τῶν βασιλείων γενόμενος, καὶ παρεστῶτα τῷ βασιλεῖ τὸν υἱὸν Ἀρκάδιον θεασάμενος (νεωστὶ δὲ οὗτος κεχειροτόνητο βασιλεὺς), αὐτὸν μὲν ἠσπάσατο συνήθως τὸν βασιλέα, ἀγέραστον δὲ κατέλιπε τὸν υἱόν. Ὁ δὲ βασιλεὺς, ἐπιλησθῆναι νομίσας τὸν Ἀμφιλόχιον, προσελθεῖν καὶ φιλῆσαι προσέταξε τὸν υἱόν. Ὁ δὲ ἀποχρῆναι ἔφη τὴν αὐτῷ παρ’ αὐτοῦ προσενεχθεῖσαν τιμήν. Ὁ δὲ δυσχεράνας, οἰκείαν ἐκάλει παροινίαν τὴν τοῦ παιδὸς ἀτιμίαν. Τηνικαῦτα λοιπὸν ὁ σοφώτατος Ἀμφιλόχιος ἐκκαλύπτει τὸν τοῦ γεγενημένου σκοπὸν, καὶ βοῶν ἔφη· Ὁρᾷς, ὦ βασιλεῦ, ὅπως οὐ φέρεις τὴν τοῦ παιδὸς ἀτιμίαν, ἀλλὰ τοῖς εἰς τοῦτον παροινοῦσι χαλεπαίνεις πικρῶς ; Πίστευσον δὴ οὖν, καὶ τῶν ὅλων Θεὸν τοὺς τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ βλασφημοῦντας βδελύττεσθαι, καὶ ὡς ἀχαρίστους περὶ τὸν Σωτῆρα καὶ εὐεργέτην γεγενημένους μισεῖν. Οὕτω συνεὶς ὁ βασιλεὺς, καὶ τά τε πεπραγμένα, τά τε εἰρημένα θαυμάσας, νόμον εὐθὺς ἔγραψε τοὺς τῶν αἱρετικῶν συλλόγους κωλύοντα.
After his return thence, the wonderful Amphilochius, whom I have often mentioned, came entreating that the assemblies of the Arians be driven out from the cities. But the emperor, considering the request too harsh, did not receive it. And the most wise Amphilochius, keeping silent for the moment, devised a plan worthy of remembrance. For having entered again within the palace, and beholding his son Arcadius standing beside the emperor (for he had recently been proclaimed emperor), he greeted the emperor himself as usual, but left the son without honour. And the emperor, thinking that Amphilochius had forgotten, bade him approach and kiss his son. But he said that the honour offered to him by himself was sufficient. And he, being displeased, called the dishonouring of his child an outrage against himself. Then at length the most wise Amphilochius uncovers the purpose of what had been done, and crying out said: Seest thou, O emperor, how thou bearest not the dishonouring of thy child, but art bitterly angry with those who act outrageously towards him? Believe therefore that the God of all also abhors those who blaspheme His only-begotten Son, and hates them as having become ungrateful towards their Saviour and benefactor. Thus the emperor, understanding, and marvelling at both what had been done and what had been said, straightway wrote a law forbidding the assemblies of the heretics.
Ex dictis beati Amphilochii Iconiensis episcopi aliqua proferemus, quem et sapientissimus Joannes Antiochenus cum orientali concilio probatissimum doctorem pronuntiavit, et imperatores Gratianus et major Theodosius talem judicaverunt, ut
From the sayings of blessed Amphilochius, bishop of Iconium, we shall bring forward certain things, whom both the most wise John of Antioch with the eastern council declared a most approved teacher, and the emperors Gratian and Theodosius the Great judged to be such that...
Ἀμφιλόχιος, ἐπίσκοπος γενόμενος τοῦ Ἰκονίου, φίλος καὶ κοινωνικὸς τοῦ μακαρίου Βασιλείου, καὶ αὐτὸς ἐν τοῖς πρὸς Σέλευκον αὐτῷ γραφεῖσιν Ἰάμβοις, κ. τ. λ.
Amphilochius, having become bishop of Iconium, friend and companion of blessed Basil, also himself in the Iambics written by him to Seleucus, etc.
Ταράσιος ὁ ἁγιώτατος πατριάρχης εἶπεν· Ὁ πατὴρ ἡμῶν ὁ ἅγιος Ἀμφιλόχιος μέγας ἐστὶ, καὶ τὰ ἑξῆς.
Tarasius the most holy patriarch said: Our father Saint Amphilochius is great, and so forth.
Ἀνεγνώσθη σύνοδος γενομένη ἐν Σίδῃ, κατὰ τῆς αἱρέσεως τῶν Μεσσαλιανῶν, ἤγουν Εὐχιτῶν ἤτοι Ἀδελφιανῶν. Ἐξῆρχε δὲ τῆς τυνόδου Ἀμφιλόχιος ὁ τοῦ Ἰκονίου, συνεδρευόντων αὐτῷ καὶ ἑτέρων ἐπισκόπων κεʹ.
There was read a synod held in Side against the heresy of the Messalians, that is, the Euchites or Adelphians. And Amphilochius of Iconium presided over the synod, twenty-five other bishops also sitting with him.
Notes, col. 29
On the reading
Printed τυνόδου, for συνόδου.