Migne Reading Room

PG 39 · cols. 965–976 · Read from the page

On the Trinity, three books

On the Trinity, three books

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 39:965Read from the page
καὶ ἑτέρωθι· « Ὁ μετανοῶν ἐπὶ ταῖς κακίαις τῶν ἀνθρώπων· » τοῦτ' ἔστιν, Ὁ συγγινώσκων ἢ συμπαθῶν· οὐ γὰρ ὡς αὐτὸς ὢν αἴτιος τῆς κακίας, ἢ μετανοεῖ. Πολλάκις δὲ ἡ Γραφὴ τὴν λέξιν, τὴν ἐνταῦθα σημαίνουσαν τόδε τι, ἔθηκεν ὡς ἄλλο τῷ φαινομένῳ μηνύουσαν· ὡς ἡνίκα λέγῃ ἐν Ἐξόδῳ· « Ἦν Μωϋσῆς ποιμαίνων τὰ πρόβατα Ἰοθὼρ γαμβροῦ αὐτοῦ. » Ἦν δὲ τοὐναντίον Ἰοθὼρ πενθερὸς, γαμβρὸς δὲ Μωϋσῆς. Ὅτι δὲ καὶ νῷ παντὶ ἀχώρητος καὶ ἀνέφικτος ὁ ἀόρατος Θεὸς (διὸ ὡς ἐπίπαν αἱ θεηγορίαι οὐχ ὡς ἔτυχε πᾶσιν ἁπλῶς ἐμφανῆ, ἀλλὰ κρύφιον ἔχουσι νοῦν), ἔστιν εὑρεῖν καὶ ἐν βιβλίοις τῶν ἔξω φιλοσοφημάτων. Ἔχουσι γὰρ ταῦτα·
and elsewhere: "He who repents over the evils of men"—that is, He who pardons or has compassion; for He does not repent as though He Himself were the cause of evil. And often Scripture has set down a word, which here signifies such-and-such a thing, as indicating something else in appearance; as when it says in Exodus: "Moses was pasturing the sheep of Jethro his son-in-law [γαμβροῦ]." Yet on the contrary Jethro was father-in-law, and Moses son-in-law. And that the invisible God is uncontainable and unattainable by any mind (wherefore for the most part divine utterances do not have a sense simply manifest to all at random, but a hidden one), it is possible to find even in books of outside philosophies. For they have these words:
Ἄῤῥητα δ' οὐρανίοιο Θεοῦ μελεδήματα θνητοῖς, Ἀφράστοισιν ἕκαστα διαφραχθέντα προνοίαις· Ὧν βροτὸν οὐ θέμις ἐστὶ μετρῳ τ' ἀμέτρητ' ἀνελέσθαι.
Unutterable are the counsels of heavenly God to mortals, each hedged about with ineffable providences; of which it is not lawful for a mortal to take up in measure the immeasurable things.
ΚΕΦ. ΛϚʹ.
Chapter 36.
Καὶ τὴν ἔχουσαν παρ' Ἰωάννῃ περιοχὴν, « Αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωὴ, ἵνα γινώσκωσίν σε, τὸν μόνον ἀληθινὸν Θεὸν, καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν· » καὶ πάλιν· « Πιστεύετε εἰς τὸν Θεὸν, καὶ εἰς ἐμὲ πιστεύετε, » βλασφήμως λίαν Μακεδονιανοὶ ἐμελέτησαν, φάσκοντες τὸ ἅγιον Πνεῦμα μὴ μνημονεύεσθαι, ὡς δῆθεν ὀθνεῖον τῇ φύσει· καὶ διὰ τοῦτο ἐκβάλλεσθαι τοῦ εἶναι ἀληθινὸν Θεόν. [212 a] Ἀλλ' εἴρηται μὲν ἤδη εἰς ὁμοιότροπα προβλήματα πολλὰ περὶ τούτου, καὶ μέντοι ἐν τῷ πρώτῳ λόγῳ ἐν κεφαλαίῳ δεκάτῳ, καὶ ἐν τῷδε τῷ βιβλίῳ ἐν κεφαλαίῳ τεσσαρεσκαιδεκάτῳ· ῥηθήσεται δὲ καὶ νῦν. Εἰ τοίνυν ἡ αἰώνιος ζωὴ, ἡ περὶ τοῦ
And the passage in John, "And this is eternal life, that they may know Thee, the only true God, and Jesus Christ Whom Thou hast sent"; and again, "Believe in God, and believe in Me," the Macedonians have studied most blasphemously, asserting that the Holy Spirit is not mentioned, as being forsooth alien in nature, and for this reason is cast out from being true God. [212 a] Yet much has already been said on this regarding similar questions, both in the first discourse in the tenth chapter and in this book in the fourteenth chapter; and it shall be said now too. If, then, eternal life, which is concerning the
Notes, col. 965

On the reading

Printed μετρῳ, for μέτρῳ.

PG 39:968Read from the page
Πατρὸς καὶ τοῦ Υἱοῦ, ἐστὶ γνῶσις, καὶ τὸ Πνεῦμα δὲ ἀποδέδεικται εἶναι ζωή τε καὶ Πνεῦμα τοῦ Θεοῦ· ἄρα καὶ αὐτὸς μόνος ἀληθινὸς Θεὸς ὑπάρχει, νοούμενος ἀεὶ μετὰ τοῦ Πατρὸς, ὡς Πνεῦμα αὐτοῦ. Διὸ μιᾷ αἰωνίῳ ζωῇ μίαν γνῶσιν, καὶ οὐ διάφορον, ἑπομένην ἐν τῷ ἐκκειμένῳ κεφαλαίῳ ἐδίδασκεν. Λέγων δὲ καὶ εὐαγγελιστὴς, « Ἐν τούτῳ γινώσκομεν, ὅτι ἐν ἡμῖν ἐστὶν ὁ Θεὸς, ἐκ τοῦ Πνεύματος αὐτοῦ, οὗ ἔδωκεν ἡμῖν, » συμμνημονεύεσθαι αὐτὸ καὶ συμπαρεῖναι τῷ Πατρὶ δηλοῖ. Ὅτι δὲ οὔτε ὁ Υἱὸς χωρὶς τοῦ ἁγίου Πνεύματος νοεῖται, εὔδηλον· λέγει γὰρ ὁ μὲν Πατὴρ πρὸς αὐτόν· « Τὸ Πνεῦμα τὸ ἐμὸν, ὅ ἐστιν ἐπὶ σοί· » αὐτός δέ φησι· « Πνεῦμα Κυρίου ἐπ' ἐμέ. » Καὶ ὁ Παῦλος δὲ, τῆς θεότητος τὸ ἐπίκοινον, καὶ τὸ συνεκφωνεῖσθαι τὸ ἅγιον Πνεῦμα τῇ διανοίᾳ τῆς Γραφῆς, κἂν μήποτε ἰδικῶς ἐμφέρηται, σημαίνων, γράφει· « Σπουδάζοντες τηρεῖν τὴν ἑνότητα τοῦ Πνεύματος ἐν τῷ συνδέσμῳ τῆς εἰρήνης. » Ἄλλοτε οὖν πάλιν τοῦ ἁγίου Πνεύματος, ἢ κατὰ μόνας, ἢ σὺν τῷ Πατρὶ μνημονεύει. Ἀναγκαῖον οὖν οἶμαι μᾶλλον λέγειν αὐτοὺς ὡς ὁ πάνσοφος Μωϋσῆς· « Εἰ εὕρηκα χάριν παρὰ σοὶ, ἐμφάνισόν μοι σεαυτόν· γνωστῶς ἴδω σε· » ἵν' ὀψέ ποτε γνοῖεν τὴν τῇ φύσει καὶ συμφωνίᾳ ἀδιαίρετον Τριάδα. Ὡς ἔοικεν γὰρ, οὔπω γνωστῶς ἴσασιν, ἃ πολλοὶ μὲν προφῆται καὶ [212 b] βασιλεῖς ἠθέλησαν ἰδεῖν καὶ ἀκοῦσαι, καὶ οὐκ ἔτυχον· ἡμεῖς δὲ οὐχὶ ἀκούομεν μόνον, ἀλλὰ καὶ βλέπομεν, ὡς παρὰ Λουκᾷ λέγει.
Father and of the Son is knowledge, and the Spirit has been demonstrated to be both life and Spirit of God; therefore He too is only true God, always understood with the Father, as His Spirit. Wherefore he taught in the chapter set forth that one knowledge, and not a different one, follows upon one eternal life. And the evangelist too, when he says, "In this we know that God is in us, from His Spirit Whom He has given us," makes clear that He is mentioned together and is present together with the Father. And that not even the Son is understood without the Holy Spirit is evident; for the Father says to Him: "My Spirit, Which is upon Thee"; and He Himself says: "The Spirit of the Lord is upon Me." And Paul too, signifying the commonness of the Godhead and that the Holy Spirit is uttered together in the sense of Scripture, even if sometimes He is not specifically named, writes: "Eager to keep the unity of the Spirit in the bond of peace." At another time, then, again he makes mention of the Holy Spirit, either alone or with the Father. Necessary, therefore, I think, it is rather for them to say as the all-wise Moses did: "If I have found grace before Thee, manifest Thyself to me, that I may knowingly see Thee"; so that at last, late though it be, they may know the Trinity undivided in nature and harmony. For as it seems, they do not yet knowingly understand what many prophets and [212 b] kings desired to see and hear, and did not obtain; whereas we not only hear, but also see, as He says in Luke.
ΚΕΦ. ΛΖʹ.
Chapter 37.
Ἐν ἴσῳ πεπλάνηνται καὶ περὶ τὸ γεγραμμένον ἐν τῷ Λουκᾷ· « Οὐδεὶς γινώσκει τὸν Υἱὸν, εἰ μὴ ὁ Πατήρ· οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει, εἰ μὴ ὁ Υἱὸς, καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι· » καὶ ἑτέρωθι· « Οὐχ ὅτι τὸν Θεόν τις ἑώρακεν, εἰ μὴ ὁ ὢν ἐκ
Equally have they erred also concerning what is written in Luke: "No one knows the Son except the Father; nor does anyone know the Father except the Son, and he to whom the Son wills to reveal Him"; and elsewhere: "Not that anyone has seen God, except He Who is from
PG 39:969Read from the page
τοῦ Θεοῦ. » Ἡγοῦνται γὰρ, ὡς ἡ, « Οὐδεὶς ἄλλος γινώσκει, » λέξις ἐξωθεῖ τῆς θείας γνώσεως τὸ θεϊκὸν Πνεῦμα· οὐ προσέχοντες, ὡς ἡ λέγουσα φωνὴ, « εἰ μὴ ὁ ὢν ἐκ τοῦ Θεοῦ, » οὐκ ἐκβάλλει αὐτὸ τοῦ ὁρᾷν καὶ γινώσκειν τὸν Πατέρα, ἅτε καὶ Παύλου ὁμοίως γράψαντος περὶ αὐτοῦ· « Πνεῦμα τὸ ἐκ τοῦ Θεοῦ· » καὶ τοῦ Υἱοῦ φήσαντος· « Πνεῦμα, ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται· » εἶτα καὶ ἐν ἑτέρῳ πάλιν τοῦ Παύλου σιωπήσαντος μὲν τῇ λέξει, οὐχὶ δὲ τῷ νῷ, τὸν Υἱὸν, διδάξαντος δὲ τὸ Πνεῦμα μόνον ὁρᾷν καὶ εἰδέναι τὸν Πατέρα ἐν ταῖς συλλαβαῖς ταῖσδε· « Τὸ Πνεῦμα πάντα ἐρευνᾷ καὶ τὰ βάθη τοῦ Θεοῦ· τίς γὰρ οἶδεν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ; οὕτω καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς οἶδεν, εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ· » καὶ πάλιν· « Ὅτι ὁ Θεὸς οἶδεν, τί τὸ φρόνημα τοῦ Πνεύματος. » Ἐρευνᾷ δὲ τὸν Θεὸν οὐχ ὁ μὴ ὁρῶν, μηδὲ συνὼν αὐτῷ· καὶ οἶδεν τὰ τοῦ Θεοῦ οὐχ ὁ μὴ γινώσκων αὐτὸν, μηδὲ ὢν τῆς αὐτῆς θεότητος· ἀδύνατον γὰρ εἰδέναι τὰ τοῦ Θεοῦ οὕτως, ὡς οἶδεν αὐτὰ ὁ Θεὸς, καὶ τὴν ἴσην γνῶσιν κεκτῆσθαι αὐτῷ, μὴ τῆς αὐτῆς αὐτῷ οὐσίας καὶ γνώσεως ὑπάρχοντα. Τὸ δὲ εἰδὸς τὰ τοῦ Θεοῦ καὶ ὂν [213 a] ἐπὶ τὸν Υἱὸν, οἶδεν καὶ τὰ τοῦ Υἱοῦ.
of God." For they suppose that the expression "No one else knows" excludes the divine Spirit from divine knowledge, not paying heed to the fact that the saying "except the One who is from God" does not cast Him out from seeing and knowing the Father, since Paul also wrote similarly concerning Him: "The Spirit that is from God"; and the Son said: "The Spirit, who proceeds from the Father"; and again in another place, while Paul was silent in word—though not in sense—about the Son, he taught that the Spirit alone sees and knows the Father in these syllables: "The Spirit searches all things, even the depths of God; for who among men knows the things of man, except the spirit of man that is in him? So too the things of God no one knows, except the Spirit of God"; and again: "Because God knows what is the mind of the Spirit." Now he searches God who does not fail to see Him and is with Him; and he knows the things of God who is not ignorant of Him and is of the same Godhead; for it is impossible to know the things of God in the way that God knows them, and to possess equal knowledge with Him, without being of the same essence and knowledge as He. And that which knows the things of God and is [213 a] upon the Son knows also the things of the Son.
Ὡς πρὸς τοὺς κτιστούς ἐστι τοίνυν τὸ, « Οὐδεὶς γινώσκει τὸν Πατέρα, » ἢ « τὸν Υἱόν· » οὔτε μὴν ὁρᾷ οὕτως ὡς ἔστιν· οὔτε γὰρ ἡ ἐγχωροῦσα κατανόησις ἐν πᾶσιν, ἐπεὶ μὴ πάντες ἀξιόχρεοι· καὶ ἐν οἷς ἐστιν, οὐχ ἴση ἑκάστῳ ὑπάρχει. Κατὰ γὰρ τὸν Παύλου λόγον· « Ἄλλῳ μὲν δίδοται γνῶσις σοφίας, » ἄλλῳ δὲ τόδε ἢ τόδε· κατὰ δὲ τὸ Εὐαγγέλιον, ᾧ δίδοται περισσότερον, περισσοτέρας εὐθύνας ἐπάγεται. Αἱρετικοὶ δέ φασιν· « Ἐρευνᾷ τὰ βάθη τοῦ Θεοῦ, » ὡς ἀγνοοῦν. Ἀλλ' ἐπήγαγεν, ὡς « Οἶδεν τὰ τοῦ Θεοῦ. »
It is therefore with reference to created beings that it is said, "No one knows the Father," or "the Son"; nor indeed does [any] see Him as He is; for the comprehension that is possible is not in all, since not all are worthy; and in those in whom it is, it does not exist equally in each. For according to the word of Paul: "To one is given the knowledge of wisdom," and to another this or that; and according to the Gospel, to whom more is given, more accounts are exacted. But the heretics say: "He searches the depths of God," as though He were ignorant. Yet he added that "He knows the things of God."
Notes, col. 969

On the reading

Printed οὐχ ἴση, for οὐκ ἴση.

PG 39:972Read from the page
« Ὁ » γὰρ « δοῦλος οὐκ οἶδεν, τί ποιεῖ ὁ κύριος αὐτοῦ. » Ὅτι δὲ οὐκ ἀεὶ τὸ ἐρευνᾷν τῷ ζητεῖν ὅμοιον, διασαφηνίζει τὰ λόγια. Ἡνίκα μὲν γὰρ προφητεύει, « Ἐρευνῶντες, εἰς τίνα, ἢ ποῖον καιρὸν ἐδηλοῦτο ἐν αὐτοῖς Πνεῦμα Χριστοῦ, » τὸ ζητεῖν καὶ μανθάνειν δηλοῖ, παραπλησίως τῷ λέγοντι· « Ἐρευνᾶτε τὰς Γραφάς· » ἡνίκα δὲ ὁ Ἀπόστολος γράφῃ περὶ τοῦ Θεοῦ καὶ Πατρός· « Ὁ δὲ ἐρευνῶν τὰς καρδίας, οἶδεν τί τὸ φρόνημα τοῦ Πνεύματος, ὅτι κατὰ Θεὸν ἐντυγχάνει ὑπὲρ ἁγίων· » ἢ ἐν λʹ ψαλμῷ λέγει· « Ὅτι ἀληθείας ἐκζητεῖ Κύριος· » ἢ ἐν ζʹ· « Ἐτάζων καρδίας καὶ νεφροὺς ὁ Θεός· » ἢ ἑτέρωθι· « Ἐρευνῶν ταμεῖα κοιλίας· » οὐ τὸ ἐξετάζειν καὶ μανθάνειν, ἀλλὰ τὸ περιλαμβάνειν τὴν καρδίαν, ὡς μηδέν που λανθάνειν τῶν πώποτε αὐτῇ ἐνθυμηθέντων, ἢ νενοημένων· ἅπερ καὶ δίχα ἐξιχνιασμῶν οἶδεν ὁ καρδιογνώστης. Εἰ γὰρ τὸ πᾶν τῆς γνώσεως τῷ ἐρευνᾷν ἀπονεμηθείη, καὶ ἐρευνῶν ὡς ἀγνοῶν εὑρεθήσεται καὶ ὁ Θεὸς, καὶ ἀδοξίαν αὐτῷ [213 b] κατ' ἐκείνους οἴσει τόδε ἐν τῷ Σοφωνίᾳ ὑπ' αὐτοῦ, οἷον τὸ ἀπὸ μεταφορᾶς τῶν ἀνθρώπων, εἰρημένον· « Ἐξερευνήσω τὴν Ἱερουσαλὴμ μετὰ λύχνου. » Τὸ ῥῆμα τὸ τοιοῦτο τῆς δυνάμεως αὐτοῦ πολλὴν ἐργάζεται σημείωσιν. Ἐρευνᾷ οὖν τὸ θεῖον Πνεῦμα τοῦ Θεοῦ, οὐχ ὡς ἀγνοοῦν, ἀλλ' ὡς Πνεῦμα τοῦ Θεοῦ ἡνωμένον αὐτῷ τῇ φύσει. Ὅθεν ὁ Ψαλμῳδὸς, οὐ διαστέλλων αὐτὸ τῆς οὐσίας καὶ γνώσεως τοῦ Θεοῦ καὶ Πατρὸς, αὐτὸ δὲ μᾶλλον ἐνυποστάτως εἶναι τὴν σοφίαν αὐτοῦ ἐν ἴσῳ τοῦ Μονογενοῦς ἀναπείθων, ηὔχετο· « Τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ· » τὸ ἀποκαλύπτον μοι, φησὶν, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου.
For "the servant does not know what his master is doing." And that searching is not always like seeking, the oracles make clear. For when it prophesies, "Searching for what, or what manner of time the Spirit of Christ in them was signifying," it signifies seeking and learning, similarly to the saying: "Search the Scriptures"; but when the Apostle writes concerning God and the Father: "And He who searches hearts knows what is the mind of the Spirit, because He intercedes for the saints according to God"; or in the 30th Psalm he says: "Because the Lord seeks out truths"; or in the 7th: "God searching hearts and reins"; or elsewhere: "Searching the inner chambers of the belly"; [it signifies] not examining and learning, but encompassing the heart, so that nothing anywhere of what has ever been thought or conceived by it escapes notice; which things even without tracking out He who knows hearts knows. For if the whole of knowledge were assigned to searching, then God also would be found searching as though ignorant, and according to them this saying by Him in Zephaniah, spoken as it were by a metaphor from men, would bring ingloriousness upon Him [213 b]: "I will search Jerusalem with a lamp." Such an utterance makes a great indication of His power. The divine Spirit of God therefore searches, not as being ignorant, but as the Spirit of God united to Him in nature. Whence the Psalmist, not separating Him from the essence and knowledge of God and the Father, but rather persuading [us] that He is subsistently His wisdom on an equality with the Only-begotten, prayed: "Take not away Thy Holy Spirit from me"—who reveals to me, he says, the unseen and hidden things of Thy wisdom.
ΚΕΦ. ΛΗʹ.
Chapter XXXVIII.
Καὶ τὰς παρὰ Ἰωάννῃ δὲ διαλαλούσας τοῦ Χριστοῦ πανωφελεῖς συλλαβάς· « Ὅταν ἔλθῃ ὁ Παράκλητος, ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ Πατρός μου, τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ· » καὶ πάλιν· « Ὁ δὲ Παράκλητος, τὸ Πνεῦμα τὸ ἅγιον, ὃ πέμψει ὁ Πατὴρ ἐν τῷ ὀνόματί μου, ἐκεῖνος ὑμᾶς διδάξει πάντα, καὶ ὑπομνήσει ὑμᾶς πάντα, ἃ εἶπον ὑμῖν· » οὐκ ἀδιαστρόφως δέχονται, καταψηφιζόμενοι τοῦ ἁγίου Πνεύματος. Ἀντὶ γὰρ τοῦ νοεῖν Παράκλητον, ἢ διὰ τὸ παρακαλεῖσθαι ὡς Θεὸν παρὰ τῆς κτίσεως, ἢ διὰ τὸ παραμυθεῖσθαι αὐτὴν, καὶ θυμηδίαν καὶ εἰρήνην ἐμβάλλειν· συνώνυμοι γὰρ αἱ λέξεις τῆς παρακλήσεως καὶ παραμυθίας εἰσίν· ὡς γράφει· « Καὶ τοὺς ταπεινοὺς τοῦ
And the all-profitable syllables of Christ spoken in John—"When the Paraclete comes, whom I will send to you from My Father, the Spirit of truth, who proceeds from the Father, He shall bear witness concerning Me"; and again: "But the Paraclete, the Holy Spirit, whom the Father will send in My name, He shall teach you all things, and bring to your remembrance all things that I said to you"—they do not receive without perversion, casting their vote against the Holy Spirit. For instead of understanding Paraclete either from His being invoked as God by creation, or from His consoling it and implanting gladness and peace—for the words of invocation/consolation and comfort are synonymous; as he writes: "And the humble of
PG 39:973Read from the page
λαοῦ αὐτοῦ παρεκάλεσεν. » Καὶ ἡ ἐκ [214 a] προσώπου τῶν ἀξιωθέντων τῆς παραμυθίας φησίν· « Κύριε, κατὰ τὸ πλῆθος τῶν ὀδυνῶν μου ἐν τῇ καρδίᾳ μου αἱ παρακλήσεις σου εὔφραναν τὴν καρδίαν μου· » καὶ πάλιν· « Ἔδωκας εὐφροσύνην εἰς τὴν καρδίαν μου. » Καὶ ὡς Παῦλος Θεσσαλονικεῦσιν ἐπεύχεται· « Αὐτὸς δὲ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, καὶ ὁ Θεὸς καὶ Πατὴρ παρακαλέσει ὑμῶν τὰς καρδίας. » Οἱ δὲ ἀντὶ τοῦ οὕτω νοεῖν, λέγουσιν διὰ τὸ παρακαλεῖν ὑπὲρ αὐτῆς ὠνομάσθαι Παράκλητον· καὶ ἐπάγουσιν, ὅτι καὶ ἀποστέλλεται. Ἀλλὰ πρῶτον μὲν τῷ τε ἁγίῳ Πνεύματι καὶ τῷ Υἱῷ ἐπίκοινόν ἐστι τοῦ Παρακλήτου τὸ ὄνομα, ὡς καὶ ἡ φύσις· καθὰ Ἰωάννης γέγραφεν οὕτως, ἐν μὲν ταῖς Καθολικαῖς· « Ταῦτα γράφω ὑμῖν, ἵνα μὴ ἁμάρτητε· ἐὰν δὲ καὶ ἁμάρτωμεν, Παράκλητον ἔχομεν πρὸς τὸν Θεὸν Ἰησοῦν Χριστὸν δίκαιον, καὶ αὐτὸς ἱλασμός ἐστι περὶ τῶν ἁμαρτιῶν ἡμῶν. » Ἐπιτήρησον δὲ τέως, ὅτι Παράκλητον πρὸς τὸν Θεὸν εἰπὼν Ἰησοῦν Χριστὸν, τῷ Παρακλήτῳ τὴν ἐξουσίαν ἀπένειμεν, ὡς αὐτοῦ παρακαλουμένου· « Αὐτὸς, γὰρ, » φησὶν, « ἱλασμός ἐστιν· » ἵν' οὕτω καὶ τὸ αὐτεξούσιον τοῦ Παρακλήτου δείξῃ, καὶ εἰς τὴν μίαν θεότητα τὸν ἱλασμὸν ἀναγάγῃ.
His people." And she [who speaks] in the person [214 a] of those deemed worthy of comfort says: "Lord, according to the multitude of my sorrows in my heart, Thy consolations have gladdened my heart"; and again: "Thou hast put gladness into my heart." And as Paul prays for the Thessalonians: "Now may our Lord Jesus Christ Himself, and God and the Father, comfort your hearts." But instead of understanding it thus, they say that He has been named Paraclete because He entreats on its behalf; and they add that He is also sent. Yet first, the name of Paraclete is common both to the Holy Spirit and to the Son, just as the nature is; as John has written thus, in the Catholic [Epistles]: "These things I write to you, that you may not sin; and if any man sin, we have a Paraclete with God, Jesus Christ the righteous, and He is the propitiation for our sins." Observe, however, for the present, that having called Jesus Christ Paraclete with God, he assigned authority to the Paraclete, as though He Himself were the one entreated: "For He," he says, "is the propitiation"—that thus he might both show the sovereign freedom of the Paraclete and refer the propitiation to the one Godhead.
Καὶ πάλιν ἐν Εὐαγγελίῳ ἀπὸ τοῦ Δεσπότου· « Ἐὰν ἀγαπᾶτέ με, τὰς ἐντολὰς τὰς ἐμὰς τηρήσατε, κἀγὼ ἐρωτήσω τὸν Πατέρα, καὶ ἄλλον Παράκλητον δώσει ὑμῖν, ἵνα μένῃ μεθ' ὑμῶν εἰς τὸν αἰῶνα, τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ ὁ κόσμος οὐ δύναται λαβεῖν, ὅτι οὐ θεωρεῖ αὐτὸ, οὐδὲ γινώσκει αὐτό· ὑμεῖς δὲ γινώσκετε αὐτὸ, ὅτι παρ' ὑμῖν μένει, καὶ ἐν ὑμῖν ἔσται. Οὐκ ἀφήσω ὑμᾶς [214 b] ὀρφανούς· ἔρχομαι πρὸς ὑμᾶς· » ἄλλον Παράκλητον φήσας, οὐ κατ' οὐσίαν, ἀλλὰ καθ'
And again in the Gospel from the Master: "If you love Me, keep My commandments, and I will ask the Father, and He will give you another Paraclete, that He may abide with you for ever, the Spirit of truth, whom the world cannot receive, because it does not behold Him nor know Him; but you know Him, because He abides with you and shall be in you. I will not leave you [214 b] orphans; I am coming to you"—having said "another Paraclete" not in essence, but according to
PG 39:976Read from the page
ὑπόστασιν. Ἔπειτα δὲ τὸ προειπεῖν τὸν Υἱὸν, « Πέμψω ὑμῖν παρὰ τοῦ Πατρός μου τὸ Πνεῦμα τῆς ἀληθείας, » παρέστησεν τὰς τρεῖς ὑποστάσεις, καὶ ὡς εὐδοκίᾳ καὶ συμφωνίᾳ μιᾷ ἡ τοῦ ἁγίου Πνεύματος ἐγένετο παρουσία, ὡς καὶ ἐν τῷ κεφαλαίῳ τῷ, « Ὁ Πατὴρ ἐντολήν μοι δέδωκεν, τί εἴπω, καὶ τί λαλήσω· » καὶ περὶ τοῦ ἁγίου Πνεύματος, « Ἀφ' ἑαυτοῦ οὐ λαλήσει, » προελέχθη. Ὡς γὰρ οὐχ ἀπέζευκται τοῦ Πατρὸς ὁ Υἱὸς πεμφθεὶς, οὕτως οὐδὲ τὸ ἅγιον Πνεῦμα. Τὸ δὲ προσκεῖσθαι, « Πνεῦμα τῆς ἀληθείας, » διδάσκει ἀληθῶς αὐτὸ Πνεῦμα εἶναι τοῦ Θεοῦ, καὶ οὐχ ὡς τὰ λειτουργικά. Τὸ δὲ ἔχειν, « Ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται, » σημαίνει, ὡς ἀνάρχως καὶ ὁμοουσίως ἐκ τῆς πατρικῆς ὑποστάσεως ἐξεφάνη· πᾶσα γὰρ πρόοδος διὰ τῶν ἴσων καὶ ὁμοίων ἐπιτελεῖται· καὶ διαφερόντως ὁμοουσίως ἐγένετο ἡ ἀπὸ τοῦ Θεοῦ γέννησις τοῦ Υἱοῦ, καὶ ἐκπόρευσις τοῦ Πνεύματος αὐτοῦ. Τὸ δὲ, « Ἐκεῖνος ὑμᾶς διδάξει πάντα, καὶ ὑπομνήσει ὑμᾶς πάντα, ἃ εἶπον ὑμῖν, » παράγγελμά ἐστιν μὴ ἀπιστῆσαι τῷ ἁγίῳ Πνεύματι, ὡς ἀνωτέρω εἴρηται, ἐλθόντι μετὰ τὴν ἀνάληψιν τοῦ Χριστοῦ καὶ διδάσκοντι· Οὐχ ἀπᾴδουσα γὰρ, φησὶν, τῆς ἐμῆς γνώμης καὶ διδασκαλίας ἔσται ἡ αὐτοῦ· ἐπειδὴ καὶ τῇ θεότητι ἡνωμένως καὶ ἐχομένως ἔχει· κοινὰ δὲ τῆς ἁγίας Τριάδος τὰ διδάγματα, καὶ τὰ πρὸς σωτηρίαν δωρήματα· καὶ ᾧ εἶπον τρόπῳ τὸ, « Ὁ Πατὴρ ἐντολήν μοι δέδωκεν, τί εἴπω, καὶ τί λαλήσω, » ἔστιν δὲ ὅτι συμφωνίας [215 a]· τῷ αὐτῷ φημὶ καὶ περὶ τοῦ ἁγίου Πνεύματος, ὅτι « Ἐκ τοῦ ἐμοῦ λήψεται, καὶ ἀναγγελεῖ ὑμῖν. » Τῷ δὲ εἰπεῖν, « Ἐὰν ἀγαπᾶτέ με, τὰς ἐντολάς μου τηρήσατε, κἀγὼ ἐρωτήσω τὸν Πατέρα, καὶ ἄλλον Παράκλητον δώσει ὑμῖν, » ἐδήλωσεν μονονουχὶ καὶ ἑαυτὸν Παράκλητον ὀνομάζεσθαι, καὶ ὡς, Εἰ μὴ φυλάξητε, φησὶν, τὰς ἐμὰς ἐντολὰς, ἀνάξιοι τῆς τοῦ ἁγίου Πνεύματος ἐπιφοιτήσεως τυγχάνετε, ἥτις οὐχ ἀπᾴδει τῆς ἐμῆς ἐπιφανείας. Τὸ δὲ γράφειν, « Τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ ὁ κόσμος οὐ δύναται λαβεῖν, ὅτι οὐ θεωρεῖ αὐτὸ, οὐδὲ γινώσκει αὐτό· ὑμεῖς δὲ γινώσκετε αὐτὸ, » ἔδειξεν, ὅτι οἱ μὲν κοσμικοὶ, τοῦτ' ἔστιν αἱρετικοὶ, οὐ δύνανται λαβεῖν αὐτὸ, ὅτι οὐ θεωροῦσιν αὐτὸ τοῖς τῆς πίστεως ὀφθαλμοῖς, οὐδὲ γινώσκουσιν αὐτὸ, μὴ δοξάζοντες ὡς Θεόν· οἱ δὲ ὁμολογοῦντες αὐτὸ εἶναι Θεὸν, ἔχουσιν αὐτὸ μένον παρ' αὐτοῖς.
hypostasis. Furthermore, the Son's foretelling, "I will send to you from My Father the Spirit of truth," set forth the three hypostases, and that the coming of the Holy Spirit took place by one good pleasure and concord, as was also said before in the chapter, "The Father has given Me a commandment, what I should say and what I should speak," and concerning the Holy Spirit, "He will not speak from Himself." For just as the Son when sent is not separated from the Father, so neither is the Holy Spirit. And the addition, "the Spirit of truth," teaches that He is truly the Spirit of God, and not like the ministering [spirits]. And the phrase, "Who proceeds from the Father," signifies that without beginning and consubstantially He was manifested from the paternal hypostasis; for every procession is accomplished through equals and likes; and pre-eminently consubstantially did the generation of the Son from God, and the procession of His Spirit, take place. And the saying, "He shall teach you all things, and bring to your remembrance all things that I said to you," is an injunction not to disbelieve the Holy Spirit, as was said above, when He comes after the Ascension of Christ and teaches: For His teaching, He says, will not be out of harmony with My mind and teaching, since He also holds together in unity and continuity with the Godhead; and common to the Holy Trinity are the teachings, and the gifts unto salvation; and in the way I spoke of "The Father has given Me a commandment, what I should say and what I should speak," which is [a mark] of concord [215 a], in the same way I say also concerning the Holy Spirit, that "He shall take of Mine and declare it to you." And by saying, "If you love Me, keep My commandments, and I will ask the Father, and He will give you another Paraclete," He made clear all but explicitly that He Himself is also called Paraclete, and that, If you do not keep My commandments, He says, you are unworthy of the visitation of the Holy Spirit, which is not out of harmony with My manifestation. And the writing, "The Spirit of truth, whom the world cannot receive, because it does not behold Him nor know Him; but you know Him," showed that the worldly—that is, the heretics—cannot receive Him, because they do not behold Him with the eyes of faith, nor know Him, not glorifying Him as God; whereas those who confess Him to be God have Him abiding with them.
Τὸ δὲ ἔχειν, « Δώσει ὑμῖν, » καὶ, « Παρ' ὑμῖν μένει, καὶ ἐν ὑμῖν ἔσται, » ἐσήμανεν, ὡς καὶ ἄνω καὶ κάτω, ἅτε δὴ Θεὸς, πανταχοῦ παρὸν τὸ ἅγιον Πνεῦμά ἐστιν· εἰ γὰρ καὶ παρ' ἡμῖν μένει καὶ ἐν ἡμῖν ἔσται, καὶ πάντα πληροῖ, κατὰ τὴν σοφίαν λέγουσαν· « Πνεῦμα Κυρίου πεπλήρωκεν τὴν οἰκουμένην· » πῶς ἡμῖν ἀπεστάλη; Ὅτι δὲ καὶ λέγοντος αὐτοῦ ταῦτα, μετ' αὐτοῦ ἦν ὡς ὁμοούσιον, πάλιν αὐτὸς ἔπεισεν, ἐμφυ-
And the phrase, "He will give you," and, "He abides with you, and shall be in you," signified that both above and below, inasmuch as He is indeed God, the Holy Spirit is everywhere present; for if He both abides with us and shall be in us, and fills all things, according to Wisdom saying: "The Spirit of the Lord has filled the inhabited world," how was He sent to us? And that even while He was speaking these things, He was with Him as consubstantial, He again Himself persuaded [us], having breathed
Notes, col. 976

On the reading

Printed οὐχ ἀπέζευκται, for οὐκ ἀπέζευκται.

Printed Οὐχ ἀπᾴδουσα, for Οὐκ ἀπᾴδουσα.

Printed οὐχ ἀπᾴδει, for οὐκ ἀπᾴδει.