γραφὲν, ὅτι· « Αὐτὸ τὸ Πνεῦμα ὑπερεντυγχάνει ὑπὲρ ἡμῶν στεναγμοῖς ἀλαλήτοις· ὁ δὲ ἐρευνῶν τὰς καρδίας οἶδεν, τί τὸ φρόνημα τοῦ Πνεύματος, ὅτι κατὰ Θεὸν ἐντυγχάνει ὑπὲρ ἁγίων. » Μάλιστα γὰρ ἐσήμηνε τῷ ἔχειν « ἀλαλήτοις, » μὴ ζητεῖσθαι τὰ τοιαῦτα· ἀκατάληπτα γὰρ, φησὶν, καὶ ἄφραστα· τῷ δὲ ἔχειν « κατὰ Θεὸν, » μὴ καθ' ἡμᾶς εἶναι ταῦτα, μηδὲ χρῆναι νοεῖσθαι κατὰ τὴν ἀνθρωπίνην συνήθειαν· ὑπερέχει γὰρ πάντα νοῦν καὶ λόγου φύσιν ἐλέγχει. Ἔπειτα οὐκ εἶπεν ἀπολελυμένως, Ἐντυγχάνει, ἢ κατεντυγχάνει καθ' ἡμῶν, καὶ κατὰ [211 a] ἁγίων· ἀλλ', « Ὑπερεντυγχάνει ὑπὲρ ἡμῶν, » καὶ, « ὑπὲρ ἁγίων. » Τοῦ ἁγίου Πνεύματος ἴδιον, ὡς Θεοῦ, τὸ φιλάνθρωπον. Ὅμως ἐπειδὴ κατὰ ἄνθρωπον ταῦτα, καὶ οὐ θεοπρεπῶς, προφέρουσιν, γνώτωσαν ὀψὲ γοῦν ποτε, ὡς ἐντυχεῖν καὶ τὸ σκοπῆσαι λέγεται· οἷον ὡς εἰώθαμεν λέγειν· Ἐνέτυχον τῇ βίβλῳ· καὶ πλέον τοῦτο κυριωτέρως φαίη τις· τὸ γὰρ πρὸς ἡδονὴν καὶ ἔντευξίν τινες καλοῦσι ποιήσασθαι. Αἰτιάσασθαι μᾶλλον ἤπερ ἐντυχεῖν λέγεται. Στεναγμοὺς δὲ ἐνταῦθα τοὺς οἰκτιρμοὺς λέγει. Τὸ οὖν Πνεῦμα, φησὶ, τοῦ Θεοῦ ὑπερσκοπεῖ τὰ ὑπὲρ ἡμῶν οἰκτιρμοῖς ἀκαταλήπτοις· τοσοῦτον γὰρ καὶ τοῦτο μυστικῶς εἰρημένον ὑπερβαίνει τὴν κτίσιν, ὅτι εὐθὺς τῷ καρδιογνώστῃ Θεῷ ὡς μέγα τὸ εἰδέναι τὸ φρόνημα τοῦ ἁγίου Πνεύματος ἀπένειμεν. Ἔπειτα δὲ καὶ ὁ Υἱὸς ὁμοίως ἐντυγχάνει ὑπὲρ ἡμῶν· καὶ ὅμως μέγας, καὶ ἐξουσιαστὴς, καὶ ἀληθινὸς Θεός ἐστιν. Γράφει γὰρ περὶ αὐτοῦ ὁ αὐτὸς ἀπόστολος, Ἑβραίοις μέν· « Πάντοτε ζῶν εἰς τὸ ἐντυγχάνειν ὑπὲρ αὐτῶν· » Ῥωμαίοις δέ· « Χριστὸς Ἰησοῦς ὁ ἀποθανὼν, μᾶλλον δὲ ἐγερθεὶς ἐκ νεκρῶν· ὅς ἐστιν ἐν δεξιᾷ τοῦ Θεοῦ, ὃς καὶ ἐντυγχάνει ὑπὲρ ἡμῶν. » Ὅτι δὲ τὸ ὄνομα τοῦ Παρακλήτου, καὶ τὸ ἐντυγχάνειν ὑπὲρ ἡμῶν, οὐ κατὰ τὸ δοκοῦν τῇ λέξει καὶ τὴν κοσμικὴν ὁμιλίαν ἐκδέχεσθαι χρὴ, ἔστιν ἐξ ὁμοιοτρόπων ῥημάτων διδαχθῆναι· ὡς ἡνίκα περὶ τοῦ Θεοῦ καὶ Πατρὸς γράφει ἐν πεʹ ψαλμῷ· « Ποίησον μετ' ἐμοῦ σημεῖον εἰς ἀγαθὸν, καὶ ἰδέτωσαν οἱ μισοῦντές με, καὶ αἰσχυνθήτωσαν, ὅτι σὺ, Κύριε, ἐβοήθησάς μοι καὶ παρεκάλεσάς με· » καὶ Παῦλος· « Αὐτὸς δὲ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, καὶ ὁ Θεὸς καὶ Πατὴρ παρακαλέσει ὑμῶν [211 b] τὰς καρδίας· »
written, "The Spirit Himself makes intercession on our behalf with unutterable groanings; and He Who searches the hearts knows what is the mind of the Spirit, because according to God He intercedes on behalf of the saints." Especially by having "unutterable" did he signify that such things are not to be inquired into; for they are incomprehensible, he says, and ineffable; and by having "according to God," that these things are not after our manner, nor ought to be understood according to human custom; for it surpasses all mind and refutes the nature of speech. Next, he did not say absolutely, "He intercedes," or "He intercedes against us" and "against the saints," but "He makes intercession on our behalf" and "on behalf of the saints." Proper to the Holy Spirit, as God, is love for humankind. Yet since they bring these things forward in a human way and not in a manner befitting God, let them learn at last, late though it be, that ἐντυχεῖν is also said for "to examine," just as we are accustomed to say, "I read [ἐνέτυχον] the book"; and one might say this rather more properly, for some call even doing something for pleasure an ἔντευξις. It is called αἰτιάσασθαι [to blame, sc. αἰτήσασθαι, to ask] rather than ἐντυχεῖν. And here he calls compassions "groanings." The Spirit of God, then, he says, watches over what is on our behalf with incomprehensible compassions; for this too, spoken mystically, so far surpasses creation that straightway he assigned to God the Knower of hearts, as something great, the knowing of the mind of the Holy Spirit. Next, the Son too likewise intercedes on our behalf; and yet He is great, and ruler, and true God. For the same apostle writes concerning Him, to the Hebrews: "Always living to make intercession on their behalf"; and to the Romans: "Christ Jesus who died, yea rather who was raised from the dead, who is at the right hand of God, who also intercedes on our behalf." And that the name of the Paraclete and "to intercede on our behalf" ought not to be taken according to what seems good to the word and worldly speech, one may learn from phrases of a like manner: as when Scripture writes concerning God and the Father in Psalm 85: "Work with me a sign for good, and let those who hate me see and be put to shame, because Thou, Lord, hast helped me and comforted [παρεκάλεσάς] me"; and Paul: "May our Lord Jesus Christ Himself, and God and Father comfort [παρακαλέσει] [211 b] your hearts";