Migne Reading Room

PG 39 · cols. 893–904 · Read from the page

On the Trinity, three books

On the Trinity, three books

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 39:893Read from the page
ΚΕΦ. Κ΄.
Chapter XX.
Ἀποτίθεσθαι τὸν Μονογενῆ τὴν βασιλείαν, καὶ μὴ εἶναι βασιλέα αἰώνιον, ὑποτάσσεσθαί τε τῷ Θεῷ, ὥς τινα ἀντίθεον (ἵλεως δὲ ἡμῖν ἔστω), καὶ εἶναι μόνον ‹ τὰ πάντα ἐν πᾶσι › τὸν Πατέρα φαντάζονται, ἀφ' ὧν Κορινθίοις Παῦλος ἔγραψε τοιάδε· ‹ Ὅταν παραδιδῷ τὴν βασιλείαν τῷ Θεῷ καὶ Πατρὶ, ὅταν καταργήσῃ πᾶσαν ἀρχὴν, καὶ ἐξουσίαν, καὶ δύναμιν· δεῖ γὰρ αὐτὸν βασιλεύειν, ἄχρις οὗ ἂν θῇ πάντας τοὺς ἐχθροὺς αὐτοῦ ὑπὸ τοὺς πόδας αὐτοῦ. Ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος· πάντα γὰρ ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ. Ὅταν δὲ εἴπῃ· Τὰ πάντα ὑποτέτακται, δῆλον, ὅτι ἐκτὸς τοῦ ὑποτάξαντος αὐτῷ τὰ πάντα· ὅταν δὲ ὑποταγῇ αὐτῷ τὰ πάντα, τότε αὐτὸς ὁ Υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα, ἵνα ᾖ ὁ Θεὸς τὰ πάντα ἐν πᾶσιν. › Καὶ εἰς τοῦτο δὲ, ὅτι περὶ τὴν τοῦ δούλου μορφὴν ἐλεῖσθαι ὀφείλομεν τὸν νοῦν ἀκριβῶς· εἴ γέ τις ἀναλογιζόμενος ὅπερ εἰ θεϊκῶς ὑποτάσσεται, ἀπ' ἀρχῆς ἂν ὑπετέτακτο. Ἔτι δὲ καὶ ἐκ τῆς προφητείας Δανιὴλ, ἐχούσης ὧδέ πως κατὰ λέξιν· ‹ Ἐθεώρουν ἐν ὁράματι τῆς νυκτὸς, καὶ ἰδοὺ μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ, ὡς Υἱὸς ἀνθρώπου ἐρχόμενος, καὶ ἕως τοῦ Παλαιοῦ τῶν ἡμερῶν ἔφθασεν· καὶ προσήχθη αὐτῷ, [186 b], καὶ αὐτῷ ἐδόθη ἡ ἀρχὴ, καὶ ἡ τιμὴ, καὶ ἡ βασιλεία· καὶ πάντες οἱ λαοὶ, φυλαὶ, γλῶσσαι δουλεύσουσιν αὐτῷ· ἡ ἐξουσία αὐτοῦ ἐξουσία αἰώνιος, ἥτις οὐ παρελεύσεται· καὶ ἡ βασιλεία αὐτοῦ οὐ διαφθαρήσεται. › Παλαιὸν γὰρ ἡμερῶν τὸν Πατέρα λέγει· ὡς Υἱὸν δὲ ἀνθρώπου προσαχθέντα αὐτῷ, ᾧτινι ἐδόθη, ἡ ἀρχὴ, καὶ ἡ τιμὴ, καὶ ἡ βασιλεία, τὸν σύμμορφον τῆς ταπεινώσεως ἡμῶν δηλοῖ. Ἐὰν οὖν μὴ δώσωσι, διὰ τοῦτο εἰρῆσθαι τῷ Ἀποστόλῳ καὶ τῷ προφήτῃ τὰ προκείμενα, λείπεται αὐτοὺς παραγράψασθαι τὸν ἕτερον. Ἀπὸ γὰρ τοῦ ἀποστολικοῦ ῥητοῦ, νῦν μὲν βασιλεύει ὁ Υἱὸς, μετὰ δὲ τὴν ἀνάστασιν ἀποτίθεται, κατ' αὐτούς. Ἀπὸ δὲ τῆς προφητείας, νῦν μὲν οὔπω βασιλεύει ὁ Βασιλεὺς τῶν βασιλευόντων καὶ Κύριος τῶν κυριευόντων, τότε δὲ ἄρχεται, μετὰ τοῦτο ἔμπαλιν φαίνεσθαι ἐπὶ τοῦ Θεοῦ καὶ Πατρός. Εὑρίσκεσθαι δὲ πρὸς τούτοις, ὅτι τῇ μὲν Παρθένῳ Μητρὶ αὐτοῦ καὶ τῷ Ἰωσὴφ ὑπετάγη εἰς τὴν οἰκονομίαν, ἑκὼν δὲ δῆλον ὅτι, καὶ οὐχ ἀνάγκῃ, οὐδὲ καταβάλλων τι τοῦ βασιλικοῦ γέρως, μᾶλλον δὲ τῇ συγκαταβάσει δεικνὺς τὸ ὑπέρογκον τῆς θεότητος, καὶ τὸ πρᾶον τῆς Δημιουργοῦ δυνάμεως, καὶ οἰκονομῶν τὸ ἡμᾶς πατράσι πείθεσθαι· οἷς
They imagine that the Only-begotten layeth down His kingdom and is not an eternal King, and is subjected to God like some rival god (may He be gracious to us!), and that the Father alone is "all in all," from the things which Paul wrote to the Corinthians as follows: "When He shall deliver up the kingdom to God and the Father, when He shall have abolished all rule, and authority, and power; for He must reign until He hath put all His enemies under His feet. The last enemy that is abolished is death; for He hath put all things under His feet. And when He saith, All things are put in subjection, it is manifest that it is excepting Him who subjected all things unto Him; and when all things have been subjected unto Him, then shall the Son Himself also be subjected to Him who subjected all things unto Him, that God may be all in all." And on this point too, we ought to turn our mind carefully to the form of a servant; for if anyone considers whether He is subjected as God, He would have been subjected from the beginning. And moreover also from the prophecy of Daniel, which runs thus verbatim: "I beheld in a vision of the night, and lo, with the clouds of heaven, one like a Son of man coming, and He reached even to the Ancient of days; and He was brought near to Him, and to Him was given dominion, and honour, and kingdom; and all peoples, tribes, and tongues shall serve Him; His authority is an eternal authority, which shall not pass away; and His kingdom shall not be destroyed." For by the Ancient of days he meaneth the Father; and by the one brought near to Him as a Son of man, to whom was given dominion, and honour, and kingdom, he signifieth Him who was conformed to our lowliness. If therefore they do not grant that the foregoing passages were spoken by the Apostle and the prophet for this reason, it remaineth for them to reject one or the other. For from the apostolic saying, now indeed the Son reigneth, but after the resurrection He layeth it down, according to them. And from the prophecy, now indeed the King of kings and Lord of lords doth not yet reign, but then beginneth, and after this again appeareth in God and the Father. And in addition to these things it is found that He was subjected to His Virgin Mother and to Joseph for the dispensation, willingly, clearly, and not of necessity, nor casting away aught of His royal prerogative, but rather by His condescension showing the surpassing greatness of His Godhead, and the gentleness of His creative power, and ordering that we should obey fathers; to whom
PG 39:896Read from the page
τὸ τιμᾶσθαι δικαίως δέδωκεν αὐτὸς, ὡς παρὰ Λουκᾷ εἶπεν· ‹ Τί ὅτι ἐζητεῖτέ με; Οὐκ ᾔδειτε ὅτι ἐν τῷ οἴκῳ τοῦ Πατρός μου δεῖ με εἶναι; Καὶ κατῆλθε, › φησὶν, ‹ εἰς Ναζαρὲθ, καὶ ἦν ὑποτασσόμενος αὐτοῖς. › Τῷ δὲ Πατρὶ καὶ τῷ Θεῷ οὐδέπω, [187 a] κατ' αὐτοὺς, ὑπετάγη· καὶ ἐψεύσθη μὲν παρὰ Παύλου, Φιλιππησίοις ἐπιστέλλοντος· ‹ Γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ › Ὥσπερ οὖν ἴσα Θεῷ καὶ ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐ δι' ἑαυτὸν, ἀλλ' ὑπὲρ ἡμῶν, ἁμαρτία γέγονε καὶ κατάρα· οὕτως, οὐ δι' ἑαυτὸν, ἀλλὰ δι' ἡμᾶς γέγραπται παραδώσων καὶ ὑποταγησόμενος· ἐπειδὴ διὰ φιλανθρωπίαν γέγονεν ἀσυγχύτως, ὅπερ ἐσμὲν, ἐκτὸς ἁμαρτίας, μείνας εἷς καὶ ὁ αὐτός. Πῶς γὰρ ὁ πάντων ποιητὴς καὶ πάντων κρατῶν· (ἐν τοῖς πᾶσι δὲ τίθενται καὶ οἱ αἰῶνες), ὁ προφητευθεὶς πρῶτος, καὶ εἰς τὰ ἐφεξῆς, καὶ Παντοκράτωρ, δύναται εἰς τοὺς ἐφεξῆς αἰῶνας μὴ κρατεῖν καὶ βασιλεύειν σὺν Πατρὶ καὶ Πνεύματι, καθὰ καὶ νῦν, καὶ ἀεί.
He Himself hath justly given to be honoured, as in Luke He said: "Why is it that ye sought Me? Knew ye not that I must be in My Father's house? And He went down," it saith, "to Nazareth, and was subject unto them." But to the Father and God He hath not yet, according to them, been subjected; and Paul hath been proven false, when writing to the Philippians: "Having become obedient unto death, even the death of the cross." Just as, therefore, being equal with God and in the form of God, not for His own sake, but for our sakes, He became sin and a curse; so, not for His own sake, but for our sakes it is written that He will deliver up and be subjected; since through love for mankind He became without confusion that which we are, apart from sin, remaining one and the same. For how can the Maker of all things and Ruler of all (and among all things the ages also are reckoned), He who was prophesied as first, and unto the ages to come, and Almighty, be able in the ages to come not to rule and reign with the Father and the Spirit, even as both now and ever?
Ὅτι δὲ ἀτελεύτητος αὐτοῦ ἡ βασιλεία ὑπάρχει (μία γάρ ἐστιν ἀδιαίρετος τῆς Τριάδος), ἐν τῷ πρώτῳ λόγῳ ἐμαρτυρήθη ἐξεργαστικώτερον, ἐν οἷς Γαβριὴλ εὖγε φαίνεται εἰρηκώς· ‹ Βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰσραὴλ εἰς τοὺς αἰῶνας, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος· › καὶ Δαυΐδ· ‹ Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· ῥάβδος εὐθύτητος, ἡ ῥάβδος τῆς βασιλείας σου· ἠγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀδικίαν· διὰ τοῦτο ἔχρισέ σε, Θεὲ, ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου. › Περὶ δὲ τοῦ γράφειν, ‹ Ἵνα ᾖ ὁ Θεὸς τὰ πάντα ἐν πᾶσιν, › μάλιστα μὲν ἀδιακρίτως ἔχει Θεὸν, ὅμως παραπλήσια τούτου ὁ αὐτὸς Ἀπόστολος γράφει περὶ τοῦ Υἱοῦ, Ῥωμαίοις μέν· ‹ Ἐξ ὧν ὁ Χριστὸς τὸ [187 b] κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων Θεός· › Κολοσσαεῦσι δὲ περὶ τοῦ μέλλοντος αἰῶνος διαλεγόμενος, φησίν· ‹ Ὅπου οὐκ ἔνι Ἕλλην καὶ Ἰουδαῖος, Σκύθης, δοῦλος, ἐλεύθερος, ἀλλὰ τὰ πάντα ἐν πᾶσι Χριστός· › καὶ πάλιν περὶ τῆς Ἐκκλησίας γράφων, φησίν· ‹ Ἥτις ἐστὶν τὸ σῶμα τοῦ τὰ πάντα
And that His kingdom is without end (for one and indivisible is that of the Trinity) hath been attested more elaborately in the first book, wherein Gabriel is seen to have well said: "He shall reign over the house of Israel unto the ages, and of His kingdom there shall be no end"; and David: "Thy throne, O God, is unto the age of the age; a sceptre of uprightness is the sceptre of Thy kingdom; Thou hast loved righteousness and hated iniquity; therefore God, Thy God, hath anointed Thee with the oil of gladness above Thy fellows." And as to writing, "That God may be all in all," chiefly indeed it hath God without distinction, yet things similar to this the same Apostle writeth concerning the Son, to the Romans indeed: "Of whom is Christ according to the flesh, who is over all, God"; and to the Colossians, discoursing concerning the age to come, he saith: "Where there is neither Greek nor Jew, Scythian, bond, free, but Christ is all and in all"; and again writing concerning the Church, he saith: "Which is the body of Him who all things
PG 39:897Read from the page
ἐν πᾶσιν πληροῦντος Χριστοῦ· › καὶ ἀλλαχοῦ· ‹ Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτὸς, καὶ εἰς τοὺς αἰῶνας › καὶ πάλιν· ‹ Ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων, καὶ ἐπιγείων, καὶ καταχθονίων· καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται, Εἷς Κύριος Ἰησοῦς Χριστός. › Καὶ γὰρ εἰ μὴ διέσφαλται τὸ, ‹ Ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος· › καὶ τὸ, ‹ Ἐν αὐτῷ κόσμον καταλλάσσων· › καὶ τὸ, ‹ Ἐν αὐτῷ εὐδόκησε πᾶν τὸ πλήρωμα κατοικῆσαι, καὶ δι' αὐτοῦ ἀποκαταλλάξαι τὰ πάντα εἰς αὐτὸν, › οὐχὶ δὲ εἰς ἄλλον· τῇ θεότητι αἱρεσιομάχοι διετάφησαν· οὐ μόνον ὡς Υἱῷ πρὸς Πατέρα κοινωνίαν, ἀλλ' οὐδὲ ὡς φίλῳ πρὸς φίλον ἰσότητα συγκτητορίας παραχωροῦντες αὐτῷ. Ἰωσαφὰτ γὰρ βασιλεὺς Ἰούδα πρὸς Ἀχαὰβ βασιλέα Ἰσραὴλ τῆς φιλίας τὴν κοινωνίαν ἐνδεικνύμενος, ἔλεγεν· ‹ Καθὼς σὺ, › φησὶν, ‹ οὕτως κἀγώ· καὶ καθὼς ὁ λαός σου, οὕτως καὶ ὁ λαός μου· καὶ καθὼς οἱ ἵπποι σου, οὕτως καὶ οἱ ἵπποι μου· › καὶ τῷ παρ' αὐτοῦ μὴ τεχθέντι, τῆς ἰδίας προετίθει βασιλείας ὁμοτιμίαν. Ὁμοίως δὲ καὶ τοῖς μαθηταῖς ἦν, φησὶ, κατὰ τὴν Γραφὴν διὰ τὸν Χριστὸν ἅπαντα κοινὰ καὶ ἀμέριστα. Ἀναιδέστερα τοίνυν τὰ αἱρετικῶν ῥήματα τῶν τοῦ διαβόλου. Ἐκεῖνος [188 a] μὲν γὰρ ὁ Θεομισὴς τὴν οἰκονομίαν οὐδέπω μαθὼν, τὴν ὅτε ἡμῖν, τότε καὶ ἀγγέλοις γνωσθεῖσαν· ( ‹ οὔπω › γὰρ αὐχηματικώτερόν φημι, ὅτε καὶ δι' ἡμῶν, πειθόμενος Παύλῳ φανερῶς φθεγγομένῳ· ‹ Ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις διὰ τῆς Ἐκκλησίας ἡ πολυποίκιλος τοῦ Θεοῦ σοφία), › καὶ διὰ τοῦτο πειράζειν τολμῶν, τῇ ἐξουσίᾳ κατελίμπανε τοῦ Σωτῆρος, εἰπών· ‹ Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, βάλε σεαυτὸν κάτω. › Οὗτοι δὲ, τὸ τῆς θείας καὶ ἀφράστου γεννήσεως, ὅσον τὸ ἐπ' αὐτοῖς, παραλύοντες ἀξίωμα, τρόπον τινὰ τὸν αἰώνιον ἐκμοχλεύουσι θρόνον, καὶ διορίζοντες φάσκουσιν· Ἀπιστοῦμέν σοι λέγοντι· ‹ Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν· › καὶ, ‹ Πάντα, ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστιν. › Ἀπιστοῦμεν δὲ οὐδὲν ἧττον καὶ τῷ Θεῷ καὶ Πατρὶ φάσκοντι· ‹ Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ εὐδόκησα. › Τοῦ βασιλικοῦ κατάβηθι θρόνου. Δι' ἃ παρὰ τῷ Λουκᾷ ἐν παραβολῇ φρικτὰ ἀποφαίνεται περὶ αὐτῶν. Λέγει γὰρ τοῖς ἀγγέλοις· ‹ Τοὺς ἐχθρούς μου τούτους τοὺς μὴ θελή-
in all things of Christ who filleth all in all"; and elsewhere: "Christ is the same yesterday and to-day, and unto the ages"; and again: "That in the name of Jesus every knee should bow, of things in heaven, and things on earth, and things under the earth, and every tongue shall confess, One Lord Jesus Christ." For if the saying hath not failed, "In Him dwelleth all the fulness of the Godhead"; and, "In Him reconciling the world"; and, "In Him it pleased all the fulness to dwell, and through Him to reconcile all things unto Him," and not unto another, the heretics have declared war against the Godhead, not only not granting to Him communion as Son with the Father, but not even equality of joint possession as friend with friend. For Jehoshaphat king of Judah, showing the fellowship of friendship towards Ahab king of Israel, said: "As thou art," he saith, "so am I; and as thy people, so is my people; and as thy horses, so are my horses"; and to him who was not begotten of him, he accorded equal honour of his own kingdom. And likewise to the disciples also, it saith, according to Scripture, all things were common and undivided through Christ. More shameless therefore are the sayings of the heretics than those of the devil. For that hater of God, not yet having learned the dispensation, which when to us, then also to the angels was made known (for I say "not yet" more boastfully, when even through us, obeying Paul who speaketh clearly: "That now unto the principalities and powers might be made known through the Church the manifold wisdom of God"), and on this account daring to tempt, left it to the authority of the Saviour, saying: "If Thou art the Son of God, cast Thyself down." But these men, dissolving, so far as in them lieth, the dignity of the divine and ineffable generation, in a manner prise up the eternal throne, and laying down the law say: We believe Thee not when Thou sayest, "I and the Father are one," and, "All things whatsoever the Father hath are Mine." And we believe no less neither God and the Father when He saith, "This is My beloved Son, in whom I am well pleased." Come down from the royal throne. Wherefore in Luke in a parable He pronounceth fearful things concerning them. For He saith to the angels: "Those Mine enemies who would not
Notes, col. 897

On the reading

Printed διετάφησαν, for διεσάφησαν.

PG 39:900Read from the page
σαντάς με βασιλεῦσαι ἐπ' αὐτοὺς, ἀγάγετε ὧδε. καὶ κατασφάξατε ἔμπροσθέν μου. ›
that I should reign over them, bring hither, and slay them before Me."
ΚΕΦ. ΚΑ΄.
Chapter XXI.
Προσάπτειν πού τοι τῷ Θεῷ Λόγῳ, καὶ ου τῇ οἰκονομίᾳ, τὰ ἀνθρωποπαθῶς λεχθέντα βουλόμενοι, σάρκα ἄψυχον γεγενῆσθαι αὐτὸν λέγουσιν· καὶ ὡσανεὶ ὑπ' ἀγωνίας μεταμελομένῳ τῷ ἀτρέπτῳ καὶ ἀκηράτῳ μεγάλῳ Θεῷ, ἢ ὡς ἐξ ἀνάγκης, καὶ οὐχ ἑκοντὶ καὶ ἀσμένως, ἐπὶ [188 b] ταύτην ἐλθόντι, ἢ καὶ ὡς μὴ δυναμένῳ τὴν ἀρχὴν, εἰ ἤθελεν, τὰ περὶ τὸν σταυρὸν ἀποστῆσαι· οὕτω περιφρονοῦντες τῆς ἀκαταφρονήτου θεότητος, ὀνειδίζουσιν αὐτῷ καὶ τὸ ἐν Ματθαίῳ ἐμφερόμενον· ‹ Πάτερ, εἰ δυνατὸν, παρελθέτω τὸ ποτήριον τοῦτο· › καὶ τὸ, ‹ Σῶσόν με ἐκ τῆς ὥρας ταύτης· › καὶ τὸ ἐν τῷ σταυρῷ εἰρημένον· ‹ Θεέ μου, Θεέ μου, ἵνα τί ἐγκατέλιπές με; › καὶ τὸ, ‹ Περίλυπός ἐστιν ἡ ψυχή μου μέχρι θανάτου· › καὶ τὸ δακρῦσαι αὐτὸν ἐπὶ Λαζάρῳ· καὶ τὸ ὡσανεὶ κεκοπιακότα ἐξ ὁδοιπορίας ἀναπαύσασθαι· καὶ τὸ προσεύξασθαι· καὶ τὴν τῆς τροφῆς ἔφεσιν· καὶ τὴν δίψαν· καὶ τὸν ἐπὶ τοῦ σκάφους ὕπνον· (φεῦ τῆς κακοπιστίας!) καὶ τὸ, ‹ Ὤφθη ἄγγελος Κυρίου ἐνισχύων αὐτόν· › καὶ ὅσα τοιαῦτα. Οἷς ἀντιβαίνει πάλιν καὶ ἐπανίσταται τὸ μαρτυρεῖσθαι κατὰ τὴν θεότητα εἶναι ἴσα Θεῷ· καὶ ὡς ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών· καὶ ὅσα προείρηται. Καὶ αὐτὸ τοῦτο, τὸ εἰπεῖν πεποιθήσει, ‹ Πάτερ· › καὶ ὅτι αὐτὸς πάντα τὰ ἔμψυχα ψυχοῖ· καὶ ὅτι οὐχ ὡς ὑπουργὸς ἐφθέγξατό ποτε· ‹ Ἐν τῷ ὀνόματι τοῦ Θεοῦ, › ἢ ‹ τοῦ Πατρός μου γενέσθω › ἓν ὧν ἐποίησε θαυμάτων, καθὰ οἱ μαθηταὶ αὐτοῦ τοῖς τε δυσιάτως ἔχουσι καὶ τοῖς σαθρῷ σώματι κεχρημένοις ἔλεγον· ‹ Ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ ἐγέρθητι· › καὶ ἐν τῷ παντοδυνάμῳ καὶ εὐκλεεῖ ὀνόματι τούτῳ ἐποίουν, ὅσα ἦν τῇ κτίσει ὁμοῦ πάσῃ δράσαι ἀδύνατα· ἀλλ' ἰδίᾳ ἐξουσίᾳ ἐνήργει δυνάμεις, συνεχώρει ἁμαρτίας, λέγων βασιλικῶς· ‹ Ἀφέωνταί σοι αἱ [189 a] ἁμαρτίαι· › ἐκ τοῦ ᾅδου ἐξήρπαζεν, δαίμονας ἐφυγάδευεν, τῇ θαλάσσῃ ἐμβριμούμενος ἐπέταττεν· ‹ Σιώπα, πεφίμωσο· › τοῖς ἀνέμοις ἐπετίμα, καὶ ἐκόπαζον· τῷ Πέτρῳ δοὺς τὰς κλεῖς τοῦ οὐρανοῦ, ἔλεγεν· ‹ Ὃ ἐὰν λύσητε ἐπὶ τῆς γῆς, ἔσται λελυμένον ἐν τοῖς οὐρανοῖς· καὶ ὃ ἐὰν δήσητε ἐπὶ τῆς γῆς, ἔσται δεδεμένον ἐν τοῖς οὐρανοῖς· › τῷ Λα-
Wishing, as it were, to attach to God the Word, and not to the dispensation, the things spoken after the manner of men, they say that He became soulless flesh; and as though to the unchangeable and undefiled great God repenting from agony, or as having come to this of necessity and not willingly and gladly, or even as not having been able at the beginning, if He had wished, to put away the things concerning the cross; thus despising the Godhead that is not to be despised, they reproach Him also with what is recorded in Matthew: "Father, if it be possible, let this cup pass"; and, "Save Me from this hour"; and what was spoken on the cross: "My God, My God, why hast Thou forsaken Me?"; and, "My soul is exceeding sorrowful, even unto death"; and His weeping over Lazarus; and His resting as though wearied from a journey; and His praying; and His desire for food; and His thirst; and His sleep upon the boat (alas for their evil unbelief!); and, "There appeared an angel of the Lord strengthening Him"; and all such things. Against which again standeth and riseth up the testimony that according to His Godhead He is equal with God; and that He emptied Himself, taking the form of a servant; and all that hath been said before. And this very thing, His saying with confidence, "Father"; and that He Himself animateth all things that have soul; and that never as a minister did He utter, "In the name of God," or "of My Father, let there be done" one of the miracles which He wrought, even as His disciples said to those who were hard to heal and afflicted with a decaying body, "In the name of Jesus Christ, arise"; and in this almighty and glorious name they did what was impossible for the whole creation together to do; but by His own authority He wrought mighty works, forgave sins, saying royally, "Thy sins are forgiven thee"; from Hades He snatched away, demons He put to flight, rebuking the sea He commanded, "Peace, be still"; the winds He rebuked, and they ceased; to Peter giving the keys of heaven, He said: "Whatsoever ye shall loose on earth shall be loosed in the heavens; and whatsoever ye shall bind on earth shall be bound in the heavens"; to La-
Notes, col. 900

On the reading

Printed ου, for οὐ.

PG 39:901Read from the page
ζάρῳ παρεκελεύετο· ‹ Δεῦρο ἐκ τάφων ἔξω· › Ἄλλῳ προσέταττεν· ‹ Νεανίσκε, ἐγέρθητι· › τῷ λεπρῷ ἔφραζεν· ‹ Θέλω, καθαρίσθητι· › ἄλλῳ· ‹ Θάρσει, τέκνον· ἀφέωνταί σοι αἱ ἁμαρτίαι· › ἑτέρῳ· ‹ Ἔγειρε, ἆρον τὸν κράββατόν σου, καὶ περιπάτει· › τῷ δαίμονι· ‹ Τὸ ἄλαλον, › φησὶν, ‹ καὶ κωφὸν δαιμόνιον, ἐγώ σοι ἐπιτάσσω, ἔξελθε. › Καὶ οὐ μόνον ταῦτα ἀντιστήκει, ἀλλὰ καὶ προανῃρέθη τῶν ὑβριστῶν ἡ ἔννοια τοῦ, ‹ Ἵνα τί ἐγκατέλιπές με; › τοῦ μὲν Κυρίου παρὰ τῷ αὐτῷ Ἰωάννῃ προαναφωνήσαντος· ‹ Ἰδοὺ ἔρχεται ὥρα, καὶ νῦν ἐλήλυθεν, ἵνα σκορπισθῆτε ἕκαστος εἰς τὰ ἴδια, καὶ ἐμὲ μόνον ἀφῆτε· καὶ οὐκ εἰμὶ μόνος, ὅτι ὁ Πατήρ μου μετ' ἐμοῦ ἐστιν· › τοῦ δὲ Παύλου Ἑβραίοις ἐπιστείλαντος, ὅτι καὶ τὸ ἅγιον Πνεῦμα ἀχώριστον αὐτοῦ ἦν· ‹ Εἰ γὰρ, › φησὶ, ‹ τὸ αἷμα ταύρων καὶ τράγων, καὶ σποδὸς δαμάλεως, ῥαντίζουσα τοὺς κεκοινωμένους. ἁγιάζει πρὸς τὴν τῆς σαρκὸς καθαρότητα· πόσῳ μᾶλλον τὸ αἷμα Ἰησοῦ, ὅστις διὰ Πνεύματος ἁγίου ἑαυτὸν ἄμωμον προσήνεγκε τῷ Θεῷ, καθαρίσει τὰς καρδίας ὑμῶν ἀπὸ συνειδήσεως πονηρᾶς; ›
To Lazarus He commanded, "Come forth out of the tombs"; to another He ordered, "Young man, arise"; to the leper He spoke, "I will; be thou made clean"; to another, "Be of good cheer, child; thy sins are forgiven thee"; to another, "Arise, take up thy bed, and walk"; to the demon, "Thou dumb and deaf spirit," He saith, "I command thee, come out." And not only do these things withstand them, but even beforehand was refuted the thought of the insolent concerning, "Why hast Thou forsaken Me?", since the Lord Himself in the same John foretold: "Behold, the hour cometh, and now is come, that ye shall be scattered every man to his own, and shall leave Me alone; and yet I am not alone, because My Father is with Me"; and since Paul wrote to the Hebrews that the Holy Spirit also was inseparable from Him: "For if," he saith, "the blood of bulls and of goats, and the ashes of a heifer, sprinkling those who have been defiled, sanctifieth unto the purity of the flesh, how much more shall the blood of Jesus, who through the Holy Spirit offered Himself without blemish to God, cleanse your hearts from an evil conscience?"
Τότε δὲ προσήνεγκε διὰ τοῦ ἁγίου Πνεύματος ἑαυτὸν τῷ [189 b] Θεῷ, ὅτε εἰς τὸν σταυρὸν ἑκουσίως ἀνέβη. Ὥστε, οὐχ ὡς τῷ ῥήματι δοκεῖ δηλοῦν, ψιλῶς νοεῖν χρή· ἀλλ' ὅτι κἀνταῦθα συγκαταβὰς εἰς πάντα, καὶ πτωχεύων τῇ τοῦ δούλου μορφῇ, καὶ μεταπλάσας τῷ λόγῳ ἑαυτὸν ἀτρέπτως εἰς τὸ κοινὸν, καὶ πᾶσαν τῆς ἐνανθρωπήσεως ἀκολουθίαν φυλάττων, καὶ μηδὲν τοῦ χαρακτῆρος τῆς ἀληθείας ἀφανίζων, τὰ πρέποντα ἀνθρώποις χαμαιζήλως, ὥσπερ ἡ ὄντως σοφία, ἐφθέγξατο, πρὸς τὸ καὶ ἡμᾶς ὁμοιουμένους αὐτῷ, καὶ τελέως συμμόρφους, κατὰ τὸν Ἀπόστολον, γινομένους, ποιεῖν τὰ πρέποντα καὶ ἀρέσκοντα αὐτῷ, καὶ πορεύεσθαι ἀπὸ τῶν γηΐνων ἐπὶ τὰ αἰθέρια. Οἷα δὲ καὶ περὶ τούτου παρὰ τοῖς ἔξω λέλεκται, οὐδὲν οἷον καὶ αὐτῶν ἐκείνων ἀκούειν. Οὕτω γὰρ οὐ μόνον τὴν παρ' ἡμῖν τῶν ἁγίων μεγαλοφωνίαν ἔτι πλέον στέρξομεν, ἀλλὰ καὶ μᾶλλον καὶ μᾶλλον θαυμάσομεν τὴν μίαν ἁπάντων χορηγὸν σοφίαν. Ἔχει δὲ ὧδε·
And then He offered Himself through the Holy Spirit to God, when He voluntarily went up to the cross. Therefore we must not understand it barely as the word seemeth to signify; but that here also, condescending in all things, and becoming poor in the form of a servant, and transforming Himself in speech without change into the common condition, and keeping the whole sequence of the incarnation, and obscuring nothing of the character of truth, He, as the very Wisdom, spoke lowly things befitting men, to the end that we also, being made like unto Him and wholly conformed according to the Apostle, might do the things that are fitting and pleasing to Him, and journey from earthly things to the heavenly. And what things have been said concerning this even by those without, there is nothing like hearing from them themselves. For thus we shall not only cherish yet more the lofty utterance of the saints among us, but shall also marvel more and more at the one Wisdom, bestower of all gifts. Now they have it thus:
Πολλάκι γὰρ φθέγγονται, ὅσα σθένος ἐστὶν ἀκοῦσαι
For often they utter such things as there is strength to hear
Θνητοῖς· ἄλλα δ' ἔνεστι νοηματα κρείσσονα μύθοις.
for mortals; but other thoughts are within, stronger than words.
Notes, col. 901

On the reading

Printed νοηματα, for νοήματα.

PG 39:904Read from the page
Τῶς ἐχρῆν καθαροῖσιν ὑπ' ὄμμασιν ὀξέα λεύσσειν.
Thus it was fitting to gaze keenly with pure eyes.
Καὶ πρὸς ἀληθείην Θεοῦ ὄλβια δέχνυσο δῶρα, Ἄλλην θειοτέρην μύθων πρὸς ἀτραπὸν ὁδεύων.
And towards the truth of God receive blessed gifts, journeying towards another, more divine path than fables.
Πῶς γὰρ ἂν ἐπληροφορήθημεν, ὅτι τὰς ἀσθενείας ἡμῶν, κατὰ τὸ γεγραμμένον, εἰς τὸν τίμιον ἀνήνεγκε σταυρόν, ὥστε διὰ τούτου κρείττονα παρασχεῖν τοῖς ἀνθρώποις κατάστασιν, εἰ μὴ πρότερον αὐτὰς, καθ' ὃν οἶδε τρόπον, εἰς ἑαυτὸν ἀνέλαβέ τε καὶ ἔδειξεν ;
For how should we have been fully assured that He bore our infirmities, according to what is written, onto the precious cross, so as through this to provide a better condition for men, had He not first taken them up into Himself in the manner which He knows and shown them?
Πῶς δὲ ἂν εὐκρινὲς κατέστη, ὡς σὰρξ ἔμψυχος [190 a] ἐγένετο ἀληθῶς, καὶ οὐ φαντασία, οἰηθέντων αὐτὸν, Μανιχαίων μὲν, σῶμα δοκήσει ἐσχηκέναι. Ἀρειανῶν δὲ ἄψυχον γεγενῆσθαι, εἰ μὴ εἶπε, « Περίλυπός ἐστιν ἡ ψυχή μου, » καὶ δειλίαν ἔδειξε, καὶ βρωμάτων, καὶ πομάτων, καὶ ὕπνου μετέλαβε ; Τὰ γὰρ τοιαῦτα οὔτε θεότητι ἁρμόττει, οὔτε σαρκὶ ἀψύχῳ. Περὶ μὲν τὸ σῶμα θεωρεῖται τὰ πάθη μόνον τὰ αὐτοῦ τοῦ σώματος φθαρτικὰ, οὐ μὴν τὰ λογισμῶν ἐρημίᾳ τῶν χρησίμων ἡμῖν ἐπιγιγνόμενα· περὶ δὲ τὴν ψυχὴν καταλαμβάνονται αἱ ὑπὲρ τῶν παθῶν φροντίδες. Διὸ καὶ οἱ ἔξω παραγγέλλουσι περὶ τῆς ἐμπλήκτου ἀνοίας·
And how would it have been made clear that He truly became ensouled flesh, and not a phantom—since the Manichaeans suppose He had a body in appearance, and the Arians that it was soulless—had He not said, "My soul is exceedingly sorrowful," and shown fear, and partaken of food and drink and sleep? For such things befit neither deity nor soulless flesh. Around the body are observed only the passions destructive of the body itself, not those that supervene through a dearth of thoughts useful to us; while around the soul are grasped the anxieties over the passions. Wherefore even those outside give injunctions concerning senseless folly:
Φεῦγε τάχος χθονίων παθέων ἄπο, τηλόσε φεῦγε, Ψυχῆς ὄμμα φέριστον ἔχων, καὶ ἀκλινέας αὐγάς.
Flee swiftly away from earthly passions, flee far off, keeping the soul's best eye and unswerving rays.
Σώματος ὡς ἀνέχοιτο μέγα βρίθοντα χαλινὰ, Ἐκ καθαρῆς ψυχῆς τε καὶ αἰθερίης πατρὸς αἴγλης.
That it may hold up the heavy-weighing reins of the body, from both a pure soul and the ethereal radiance of the Father.
Ἐπισκοπούμενοι τοίνυν οὐχ ἥκιστα καὶ τὰ ἄλλα γραφικὰ, τὰ μακρὰν ἀπέχοντα τῶν αἱρετικῶν κακονοιῶν, ὡς ἤδη μοι εἴρηται, μαθησόμεθα, ὅτι οὐ δείδιεν ὁ τροπῆς καὶ πάθους παντὸς ἀμέτοχος Θεὸς, ὁ ἑκοντὶ, κατὰ τὸν Ἀπόστολον Γαλάταις γράφοντα, « Ἀπεκδυσάμενος τὰς ἀρχὰς καὶ ἐξουσίας, καὶ δοὺς ἑαυτὸν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν, ὅπως ἐξέληται ἡμᾶς ἐκ τοῦ αἰῶνος τοῦ ἐνεστῶτας πονηροῦ· » ὁ ἐπιπλήξας Πέτρῳ δυσχεράναντι, ἡνίκα προέλεγε δεῖν σταυρωθῆναι αὐτὸν, καὶ ἀποθανεῖν, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι· ὁ ἐθελοντὴς ἐπὶ τὸν σταυρὸν ἀνελθὼν, καὶ ἠγαλλιωμένος ὡς γίγας δραμεῖν [190 b] ὁδόν· ὁ τῷ ζωοποιῷ αὐτοῦ θανάτῳ τὸν θάνατον θανατώσας καὶ πάντας ἐκ θανάτου λυτρούμενος· οὗ ἡ αὐτεξούσιος ἐνέργεια καὶ ἄλλο πλῆθος θανάτῳ χρόνιον ἅμα αὐτῷ συνανέστησεν, καὶ ὅλῃ τῇ ἀνθρωπείᾳ φύσει ἀναστάσεως ἐλπίδα ἐδωρήσατο· ὁ πᾶσιν ἄφοβον κατασκευάσας τὸν ὑπὲρ αὐτοῦ θάνατον, καὶ πόθον τὸ
Examining therefore not least the other scriptural passages that are far removed from the heretical evil notions, as has already been said by me, we shall learn that God, Who is without share in any change or passion, does not fear—He Who willingly, according to the Apostle writing to the Galatians, "having stripped the principalities and powers, and having given Himself for our sins, that He might deliver us from the present evil age"; Who rebuked Peter when he took it ill, when He foretold that He must be crucified, and die, and on the third day rise again; Who willingly ascended the cross, and exulted as a giant to run His course; Who by His life-giving death put death to death and redeems all from death; Whose self-governing operation raised up with Himself also another multitude long held in death, and bestowed upon all human nature the hope of resurrection; Who made death on His behalf fearless for all, and longing
Notes, col. 904

On the reading

Printed ἐνεστῶτας, for ἐνεστῶτος.