Migne Reading Room

PG 39 · cols. 845–856 · Read from the page

On the Trinity, three books

On the Trinity, three books

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 39:845Read from the page
« ἔκτισεν, » ἀλλὰ καὶ κατὰ σχέσιν· ὡς τὸν ἤδη ὄντα κατ' οὐσίωσιν διδάσκαλον, τότε ποιεῖ τις τῶν ἑαυτοῦ παίδων διδάσκαλον, ὅταν διδάσκειν τοὺς παῖδας ὁ διδάσκαλος ἄρξηται· καὶ ὡς ὅτε παῖδα τότε ποιεῖ τις στρατιώτην, ἢ ῥήτορα, ὅταν τὴν στρατείαν, ἢ τὸ ῥητορεύειν ὁ παῖς μετέρχηται. Τῇ γὰρ διανοίᾳ ταύτῃ περὶ τοῦ Πατρὸς καὶ Θεοῦ εἶπεν· « Βοηθὸς καὶ σκεπαστὴς ἐγένετό μοι εἰς σωτηρίαν· » καὶ Ἡσαΐας· « Ἐγένου πάσῃ πόλει ταπεινῇ βοηθός. » Καὶ ὁ Ἱεραψάλτης ἐν μὲν κθ' ψαλμῷ· « Κύριος ἐγενήθη βοηθός μου· » ἐν δὲ λ'· « Γενοῦ μοι εἰς Θεὸν ὑπερασπιστὴν, καὶ εἰς οἶκον καταφυγῆς, τοῦ σῶσαί με· » καὶ Ἀβραὰμ πρὸς Σάῤῥαν τὴν ἑαυτοῦ σύμβιον· « Ἐγένετό μοι καὶ εἰς γυναῖκα· » καὶ ὁ Παῦλος· « Γινέσθω ὁ Θεὸς ἀληθὴς, πᾶς δὲ ἄνθρωπος ψεύστης. » Ἀκολούθως τούτῳ ἐκλαμβάνεται καὶ, « Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ' αὐτοῦ ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ. » Οὐ γὰρ περί του τοιῶσδε λόγῳ φάναι, ἢ τοιῶσδε, τὴν οὐσίαν αὐτοῦ δηλοῖ. Διὸ οὐχ ἁπλῶς τὸ, « κατεστάθην, » ἀλλ', « ἐπὶ τὸ ὄρος Σιὼν, » εἶπεν· ὑπάρχων γὰρ πάντων ἐξ ἀπείρου καὶ ἐπ' ἄπειρον βασιλεὺς (φησὶ γάρ· « Κύριος βασιλεὺς εἰς τὸν αἰῶνα, καὶ ἐπ' αἰῶνα, καὶ ἔτι· » καὶ, « Ἡ βασιλεία σου, βασιλεία πάντων τῶν αἰώνων »), ἐδόκει πως μήπω μὲν βασιλεύειν τῶν μὴ γινωσκόντων αὐτὸν, γεγενῆσθαι δὲ καὶ ἐπὶ αὐτοὺς βασιλεὺς ἐν τῇ ἐνανθρωπήσει, δι' ἣν αὐτός τε Δαυῒδ ἐζήτει ἐν θ' ψαλμῷ· « Κατάστησον, Κύριε, νομοθέτην ἐπ' αὐτούς· γνώτωσαν ἔθνη, ὅτι ἄνθρωποί εἰσιν· » Μιχαίας τε προεφήτευσεν· « Καὶ ὁ Κύριος βασιλεύει ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. » Διεσάφησαν δὲ περὶ τούτου καὶ οἱ ἔξω τοιάδε·
"created," but also according to relation: as one who is already a teacher by essence is then made a teacher of his own children when the teacher begins to teach the children; and as one then makes a boy a soldier or an orator when the boy enters upon military service or the practice of rhetoric. With this meaning it was said concerning the Father and God: "He became to me a helper and protector unto salvation"; and Isaiah: "Thou hast become a helper to every humble city." And the sacred Psalmist in the twenty-ninth Psalm: "The Lord became my helper"; and in the thirtieth: "Become to me a God of defence and a house of refuge, to save me"; and Abraham to Sarah his consort: "She also became my wife"; and Paul: "Let God become true, and every man a liar." In accordance with this is also understood: "Yet I was set as king by Him upon Sion His holy mountain." For to speak of anything in this or that way does not signify its essence. Therefore he did not say simply "I was set," but "upon the mountain Sion"; for, being King of all from infinity to infinity (for he says: "The Lord is King for ever and ever, and beyond"; and, "Thy kingdom is a kingdom of all the ages"), He seemed in a manner not yet to reign over those who did not know Him, but to have become King over them too in the Incarnation, for which David himself also prayed in the ninth Psalm: "Set, O Lord, a lawgiver over them; let the nations know that they are men"; and Micah prophesied: "And the Lord reigneth from henceforth and unto the age." And those outside have declared such things concerning this:
Οὔνομα γὰρ βασιλεὺς Θεὸς ἄμβροτος οὔποτε λῆγον, Οὔποτ' ἀποφθινύθον, οὐδ' ἀποπαυόμενον.
For King is the name of the immortal God, never ceasing, never wasting away, nor coming to an end.
Ὁμοιότροπον τούτῳ ἐστὶ καὶ τὸ, « Δέξασθε τὸν ἀρχιερέα τῆς ὁμολογίας ὑμῶν, πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν. » Πάλιν γὰρ τὸν ἐξ ἡμῶν σύμμορφον γενόμενον ἡμῖν λέγει, καὶ προτρέπει δέξασθαι αὐτὸν,
Similar in manner to this is also: "Receive the high priest of your confession, who is faithful to Him that made him." For again he speaks of Him who from among us became conformed to us, and exhorts us to receive Him,
Notes, col. 845

On the reading

Printed Ἱεραψάλτης, for Ἱεροψάλτης.

PG 39:848Read from the page
Θεὸν μὲν καὶ Υἱὸν τοῦ Θεοῦ ἀληθινὸν ἀνάρχως ὄντα, τότε δὲ δι' ἡμᾶς ἀρχιερέα πεποιημένον, ἐπειδὴ ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω, ἀποδραμὼν αὐτοῦ τῆς ἀκτίστου θεότητος. Ἑπομένως θεωρεῖται καὶ ἡ πρὸς Κορινθίους Παύλου φωνή· « Ἐξ αὐτοῦ δὲ ὑμεῖς ἐστε ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐγενήθη σοφία ὑμῖν ἀπὸ Θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς, καὶ ἀπολύτρωσις· ἵνα, καθὼς γέγραπται, Ὁ καυχωμενος ἐν Κυρίῳ καυχάσθω. Κατὰ γὰρ Θεὸν, φασὶ, καὶ ἀγαθοὶ καὶ σοφοί εἰσιν ἄνθρωποι· » καὶ τὰ ἐναντία τούτων·
as being truly God and Son of God without beginning, yet then made high priest for our sake, since He was in the world, and the world was made through Him, and the world knew Him not, having run away from His uncreated Godhead. Consequently, Paul's utterance to the Corinthians is also viewed in this way: "But of Him are ye in Christ Jesus, who became unto us wisdom from God, and righteousness, and sanctification, and redemption; that, according as it is written, He that glorieth, let him glory in the Lord." For "according to God," they say, "human beings are both good and wise"; and the opposite of these:
Τὰ γὰρ περισσὰ κἀνόητα σώματα Πίπτει βαρείας πρὸς θεοῦ δυσπραξίαις.
For excessive and foolish bodies fall under heavy misfortunes from God.
Ὃν τρόπον γὰρ τεθεὶς φῶς εἶναι ἐθνῶν, οὐκ οὐσιωδῶς ἐγένετο τότε φῶς, ἀλλ' ᾧ φωτίζονται οἱ ἐπιγινώσκοντες αὐτὸν ( « Ἦν » γὰρ, φησὶν, « τὸ φῶς τὸ ἀληθινὸν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον »)· οὕτω καὶ « βασιλεὺς κατεστάθη, » καὶ « Κύριος ἐγένετο, » φύσει καὶ ἀνάρχως ὢν Κύριος, ὅτε οἱ μαθηταὶ, ὡς γέγραπται, δοῦλοι αὐτοῦ γεγόνασιν· ὅτε ὁ Ἀπόστολος ἐπέστελλεν· « Παῦλος δοῦλος Ἰησοῦ Χριστοῦ· » ὅτε καὶ πάντες, τὴν κυριότητα αὐτοῦ καὶ χριστότητα ἐπιγνόντες, Χριστιανοὶ ἐπεκλήθημεν, ὡς δοῦλοι τοῦ δεσποτικοῦ ὀνόματος μετασχόντες· καθὰ λέγει ἐν Ἡσαΐᾳ· « Τοῖς δὲ δουλεύουσίν μοι κληθήσεται ὄνομα καινὸν, ὃ εὐλογηθήσεται ἐπὶ τῆς γῆς. » Κατ' ἐμὲ δὲ ἰδικώτερον τὸ τῶν ὀρθοδόξων ἡμῶν γένος προφητεύει, περὶ οὗ ὁ αὐτὸς εἶπεν· « Οὗτοί εἰσιν σπέρμα εὐλογημένον ὑπὸ Θεοῦ· » καὶ, « Εὐφροσύνη αἰώνιος ὑπὲρ κεφαλῆς αὐτῶν. » Τοιοῦτόν ἐστι καὶ τὸ ἐν τοῖς Ἄσμασι κείμενον· « Ἐκλελογισμένος ἀπὸ μυριάδων· » τοῦτ' ἔστιν, ἐκλελεγμένος, οὐχ ὡς ἐκ πολλῶν υἱῶν μόνος, ἀλλ' ἐπειδὴ Δαυῒδ, ἤτοι ἡ Θεοτόκος, ἐξ ἧς τὸ κατὰ σάρκα Χριστὸς ἐκ πάντων εἰς τὴν οἰκονομίαν ἐπελέγη· καὶ εἰκότως καὶ ἐν αὐτῷ εὐδόκησε, καὶ λέγει· « Τίς ὁμοιωθήσεται τῷ Κυρίῳ ἐν υἱοῖς Θεοῦ; » ἢ καὶ ἐπίλεκτος, ὡς Μονογενὴς, ἐκ πάντων, ἐν τῇ ἐνανθρωπήσει ἀναμάρτητος.
For in the same way as, having been set to be a light of the nations, He did not then become light essentially, but as that whereby those who recognise Him are enlightened (for "He was," he says, "the true light, which enlighteneth every man coming into the world"), so too "He was set as king," and "became Lord," being Lord by nature and without beginning, when the disciples, as it is written, became His servants; when the Apostle wrote: "Paul, a servant of Jesus Christ"; when we all too, having recognised His lordship and anointing, were surnamed Christians, as servants who have partaken of the Master's name; according as he says in Isaiah: "But unto them that serve Me a new name shall be called, which shall be blessed upon the earth." And in my judgement he prophesies more specifically of our orthodox race, concerning which the same prophet said: "These are a seed blessed by God"; and, "Everlasting gladness upon their head." Such also is that which stands in the Song of Songs: "Chosen out from ten thousands"; that is, selected, not as one alone out of many sons, but because David, or rather the Mother of God, from whom Christ is according to the flesh, was chosen out of all for the dispensation; and fittingly He was well pleased in Him too, and says: "Who shall be likened unto the Lord among the sons of God?" or else chosen out, as Only-begotten, out of all, sinless in the Incarnation.
Notes, col. 848

On the reading

Printed καυχωμενος, for καυχώμενος.

Printed βαρείας, for βαρείαις.

PG 39:849Read from the page
ΚΕΦ. Ζ΄.
Chapter VII.
Ἐκ βλασφημίας εἰς βλασφημίαν ἰόντες, προΐσχονται εὐθὺς μετὰ τὰ προκείμενα τὸ παρὰ Παύλου θεολογικῶς εἰρημένον· « Χριστὸν Θεοῦ δύναμιν καὶ Θεοῦ σοφίαν· » κατὰ τὸ σφίσι δοκοῦν ἑρμηνεύοντες συλλογιστικῶς· ὅτι ἡ τοιάδε θέσις δηλοῖ δυνάμει καὶ σοφίᾳ τοῦ Θεοῦ ἐκτίσθαι αὐτόν. Καὶ ἡ φράσις δὲ, καὶ ἡ διάνοια τὴν ἐνανθρώπησιν αὐτοῦ ὑποδείκνυσιν. Ἐν αὐτῇ γὰρ, φησὶ, Χριστὸς ὠνομάσθη, καθ' ὁμοιότητα τῶν πρὸ αὐτοῦ κληθέντων χριστῶν. Εἰ δὲ καὶ εἰς τὴν θεότητα αὐτοῦ δεκτέον τὸ ῥητὸν, αὐτόθεν τὸ ἀκραιφνὲς τῆς πρὸς τὸν Πατέρα αὐτοῦ ὁμοουσιότητος κατασημαίνεται, καὶ δηλοῖ πᾶσαν τὴν πατρικὴν δύναμίν τε καὶ σοφίαν ἐναποκεῖσθαι αὐτῷ, ὡς Λόγῳ δημιουργικῷ, καὶ Υἱῷ αὐτοῦ ἀληθινῷ.
Going from blasphemy to blasphemy, immediately after the foregoing they put forward what was said theologically by Paul: "Christ the power of God and the wisdom of God"; interpreting it syllogistically according to what seems good to them, that such a statement signifies that He was created by the power and wisdom of God. Yet both the wording and the sense point to His Incarnation. For in it, he says, He was named Christ, after the likeness of those before Him who were called anointed ones. And if the saying is also to be received with reference to His Godhead, thereby the unalloyed purity of His consubstantiality with His Father is signified, and it declares that all the Father's power and wisdom reside in Him, as the creative Word and His true Son.
ΚΕΦ. Η΄.
Chapter VIII.
Ἕν τι καὶ τοῦτο πάθημα αἱρετικὸν καθέστηκε, τὸ λέγειν· Εἰ ἀμπέλῳ ἡ Γραφὴ παρείκασε τὸν Χριστὸν, κλήμασι δ' ἀνθρώπους, γεωργῷ δὲ τὸν Πατέρα, ἔστι δὲ ἡ ἄμπελος ὁμοφυὴς τοῖς κλήμασι, καὶ οὐ τῷ γεωργῷ· ἀναφαίνεται, φησὶν, ὁ Υἱὸς ὁμοφυὴς ἡμῖν, οὐ τῷ Θεῷ καὶ Πατρί. Ἡμεῖς δὲ ἀπαντῶντες τῷ λόγῳ αὐτῶν, φαμὲν, ὅτι κατὰ μὲν τὴν θεότητα, αὐτὸς τῆς γεωργοῦ ὑποστάσεως καρπὸς ὑπάρχει· κατὰ δὲ τὴν σάρκα, ἡμεῖς αὐτοῦ κλήματα τυγχάνομεν· προσέχοντες οὐχ ἥκιστα καὶ Παύλῳ δογματικῶς διατεινομένῳ· « Ἡμεῖς γάρ ἐσμεν σῶμα Χριστοῦ, καὶ μέλη ἐκ μέρους· » αὖθίς τε αὖ· « Οὐκ οἴδατε, ὅτι τὰ σώματα ὑμῶν μέλη Χριστοῦ ἐστιν; » Ἐκ γὰρ δὴ τῆς τοιᾶσδε ἀποστολικῆς φράσεως ἐκβάλλονται καὶ οἵδε οἱ αἱρετικοὶ, καὶ οἱ κρίνοντες τὴν σάρκα τοῦ Δεσπότου ἐξ οὐρανοῦ, ἀλλ' οὐκ ἀνθρωπείαν τυγχάνειν.
This too has become a heretical malady, namely to say: If Scripture likened Christ to a vine, and human beings to branches, and the Father to a husbandman, and the vine is of the same nature as the branches and not as the husbandman, then the Son is shown, it says, to be of the same nature as us, not as God the Father. But we, meeting their argument, say that according to the Godhead He Himself is the fruit of the husbandman's subsistence, whereas according to the flesh we are His branches; attending not least to Paul also when he dogmatically insists: "For we are the body of Christ, and members in part"; and again: "Know ye not that your bodies are members of Christ?" For by this apostolic phrase both these heretics are cast out and those who judge the Master's flesh to be from heaven, and not human.
PG 39:852Read from the page
ΚΕΦ. Θ΄.
Chapter IX.
Καὶ εἰς ἕτερα δὲ θεῖα ῥητὰ διηνέχθησαν πρὸς τὴν ἀλήθειαν, καὶ ἔτι διαφέρονται· οἷον εἰς τὸ τῆς προφητείας Ἡσαΐου, ἔνθα ὁ Πατὴρ ἔφη· « Μέγα σοί ἐστι κληθῆναί σε παῖδά μου· » καὶ εἰς τὸ Παύλῳ γεγραμμένον· « Ὁ ὁρισθεὶς Υἱὸς Θεοῦ ἐν δυνάμει κατὰ Πνεῦμα ἁγιωσύνης. » Καὶ ταῦτα γὰρ τῇ θεότητι αὐτοῦ ἐπιῤῥιπτοῦσι, λεχθέντα περὶ τῆς ἐκ Μαρίας δουλικῆς μορφῆς, περὶ ἧς ὁ ἄγγελος εἶπεν αὐτῇ· « Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι· διὸ καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται Υἱὸς Θεοῦ. » Ἔτι μὴν διαφέρονται καὶ εἰς τὸ, « Ὁ Θεὸς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ Πατὴρ τῆς δόξης· » τὸ πᾶν τῇ θεότητι αὐτοῦ ἀπονέμοντες. Λέγει δὲ ἐνταῦθα Πατέρα μὲν, τοῦ μὴ ὁρωμένου· Θεὸν δὲ, τοῦ ὁρωμένου. Περὶ οὗ ὁ αὐτὸς ἄγγελος καὶ μικρῷ πρόσθεν φαίνεται ἐπὶ προσήκοντι καιρῷ, καὶ νεαροῖς τοῖς μνημονευθεῖσιν ὀνόμασιν εὐαγγελισάμενος οὑτωσί· « Τέξῃ υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. Οὗτος ἔσται μέγας, καὶ Υἱὸς Ὑψίστου κληθήσεται. » Προσέτι διαφέρονται (λώβη γάρ ἐστι τὰ νοήματα καὶ ῥήματα αὐτῶν) καὶ εἰς τήνδε τὴν λέγουσαν δεσποτικὴν ῥῆσιν· « Πορεύου πρὸς τοὺς ἀδελφούς μου, καὶ εἰπὲ αὐτοῖς· Ἀναβαίνω πρὸς τὸν Πατέρα μου καὶ Πατέρα ὑμῶν, Θεόν μου καὶ Θεὸν ὑμῶν. » Κἀνταῦθα γὰρ Πατέρα καλεῖ, ἑαυτοῦ μὲν κατὰ φύσιν, ἡμῶν δὲ κατὰ χάριν· Θεὸν δὲ, ἑαυτοῦ μὲν διὰ τὴν πρόσφατον αὐτοῦ μορφὴν, ἡμῶν δὲ κατὰ ἀλήθειαν· ἵνα καὶ τὸ ἀρχαῖον καὶ τὸ πρόσφατον σημαίνηται. Συγκαταβὰς γὰρ εἰς ὅλα τοῖς δούλοις ὁ Δεσπότης, τὸν ἑαυτοῦ Πατέρα, ἡμῶν δὲ Θεὸν, Πατέρα μὲν καὶ ἡμῶν δι' ἀγαθότητα ἐποίησεν, οὐκ ὄντων φύσει υἱῶν, Θεὸν δὲ καὶ ἑαυτοῦ ἐκάλεσε διὰ τὴν ἐνανθρώπησιν αὐτοῦ, ἣν σαφέστερον προανεφώνησεν, εἰπών· « Ἐκ κοιλίας μητρός μου Θεός μου εἶ σύ. » Πῶς γὰρ ἂν καὶ ἐγχωρεῖ τοῦ μονογενοῦς αὐτοῦ Υἱοῦ, τοῦ ἀληθινοῦ καὶ μεγάλου Θεοῦ, εἶναι Θεός; Ὥσπερ οὖν ἡμῶν ἐστι Θεὸς τῇ ἀληθείᾳ, καὶ οὐ Πατὴρ κατὰ φύσιν· οὕτως αὐτοῦ μόνου ἀληθῶς κατ' οὐσίαν ἐστὶ Πατὴρ, καὶ οὐ Θεὸς κατὰ τὴν ἄνω γέννησιν· καὶ ἡμεῖς μέτοχοι τοῦ Χριστοῦ γεγονότες, καταξιούμεθα τὸν ἐπουράνιον Θεὸν ἐπικαλεῖσθαι· « Πάτερ
And in other divine sayings also they have differed from the truth, and still differ: for instance, in that of the prophecy of Isaiah, where the Father said: "It is a great thing for thee to be called My servant"; and in what was written by Paul: "Who was defined as Son of God with power according to the Spirit of holiness." For these things too they cast upon His Godhead, though spoken concerning the servile form from Mary, concerning which the angel said to her: "The Holy Spirit shall come upon thee, and the power of the Most High shall overshadow thee; wherefore also the holy thing which is begotten shall be called Son of God." Moreover, they differ also in: "The God of our Lord Jesus Christ, the Father of glory"; assigning everything to His Godhead. Yet here he calls "Father" of Him who is not seen, and "God" of Him who is seen. Concerning whom the same angel also appears a little before at a fitting season, and brought glad tidings with the new names just mentioned, thus: "Thou shalt bear a son, and shalt call His name Jesus. He shall be great, and shall be called Son of the Most High." Furthermore, they differ (for their thoughts and words are a plague) also in this saying of the Master: "Go unto My brethren, and say unto them, I ascend unto My Father and your Father, and My God and your God." For here too He calls Him Father of Himself by nature, but of us by grace; and God of Himself because of His recent form, but of us in truth; so that both what is ancient and what is recent may be signified. For the Master, having condescended to His servants in all things, made His own Father, who is our God, our Father also through goodness, though we are not sons by nature, and called Him His own God too because of His Incarnation, which He had foretold more clearly, saying: "From my mother's womb Thou art my God." For how is it even admissible that He should be God of His only-begotten Son, the true and great God? Just as, then, He is our God in truth and not Father by nature, so He is truly Father of Him alone according to essence, and not God according to the generation above; and we, having become partakers of Christ, are deemed worthy to call upon the heavenly God: "Father
PG 39:853Read from the page
ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς· » οὕτω καὶ ὁ ἀγαπητὸς Υἱὸς, μετασχὼν, κατὰ Παῦλον Ἑβραίοις ἐπιστέλλοντα, παραπλησίως τοῖς παιδίοις αἵματος καὶ σαρκὸς, καλεῖ τὸν Πατέρα Θεόν. Πρὸς οἷς καὶ τὸ μὴ μίξαντα εἰπεῖν, Πατέρα ἡμῶν καὶ Θεὸν ἡμῶν, ἀλλὰ κεχωρισμένως, « Πατέρα μου καὶ Πατέρα ὑμῶν, Θεόν μου καὶ Θεὸν ὑμῶν, » ἔδειξε τὴν προλεχθεῖσαν διαφορὰν αὐτοῦ τε καὶ ἡμῶν. Οὐχ εὑρίσκεται γὰρ ἑαυτοῦ καὶ ἀνθρώπων ἐπικοίνως εἰρηκώς· Πατέρα ἡμῶν.
of us who is in the heavens;" so also the beloved Son, having partaken, according to Paul writing to the Hebrews, in like manner with the children of blood and flesh, calls the Father God. Moreover, by not mingling them to say, "our Father and our God," but separately, "My Father and your Father, My God and your God," He showed the aforementioned distinction between Himself and us. For He is nowhere found speaking in common of Himself and men as having said, "Our Father."
Ἀλλὰ καὶ ἐν τῷ κατὰ Ἰωάννην Εὐαγγελίῳ, περὶ τῶν μετὰ παῤῥησίας καὶ ἐλευθεροστομίας ὁμολογούντων αὐτὸν ἔμπροσθεν τῶν ἀνθρώπων Θεὸν καὶ Υἱὸν τοῦ Θεοῦ μονογενῆ, ὅ ἐστιν ὁμοούσιον, ὑπισχνεῖται· « Κἀγὼ, φησὶν, ὁμολογήσω αὐτὸν ἔμπροσθεν τοῦ Πατρός μου· » οὐ, τοῦ Πατρὸς ἡμῶν. Οὗ τί ἂν εἴη μεῖζον, ἐν μὲν ἀγαθοῖς, τοῦ ὁμολογηθῆναι ἡμᾶς ὑπ' αὐτοῦ· ἐν δὲ αἰσχίοις, τοῦ ἀρνηθῆναι ἐκείνοις τὴν ἀπὸ τοῦ Θεοῦ γνῶσιν, ὡς ἀντὶ τῆς ἀληθείας ἀνθῃρημένοις ψεῦδος; Καὶ τὸ, « Ἀναβαίνω » δὲ « πρὸς τὸν Πατέρα, » διὰ τὴν οἰκονομίαν εἶπεν, εὐαγγελιζόμενος τοὺς μαθητὰς, οὓς φιλῶν ἀδελφοὺς ἐκάλει, ὅταν ἀναβιβάζηται ἡ ἐξ ἡμῶν ἀπαρχὴ, ἀναβαίνοντος τοῦ ἀεὶ ὄντος πρὸς τὸν ὄντως ὄντα αὐτοῦ Πατέρα. Ἐπείτοιγε λέγει· « Οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς, ὁ ὢν ἐν τῷ οὐρανῷ· » διὰ τῶν τοιούτων λέξεων τῇ θεότητι μυστικῶς ἅμα καὶ λευκῶς σημαίνων εἶναι αὐτόν.
Moreover, in the Gospel according to John, concerning those who with boldness and freedom of speech confess Him before men to be God and only-begotten Son of God, that is, consubstantial, He promises: "I also," He says, "will confess him before My Father;" not, "before our Father." Than which what could be greater, among good things, than that we should be confessed by Him; and among more shameful things, than that the knowledge from God should be denied to those who have chosen falsehood instead of the truth? And the saying, "I ascend to the Father," He spoke on account of the dispensation, bringing glad tidings to the disciples, whom out of love He called brethren, when the first-fruits from us are lifted up, as He who always is ascends to His Father who truly is. Since indeed He says: "No one has ascended into heaven, except Him who descended from heaven, who is in heaven;" through such words signifying mystically and at the same time clearly that He is in the Godhead.
ΚΕΦ. Ι΄.
Chapter X.
Καὶ Παύλου δὲ Φιλιππησίοις γράψαντος περὶ τῆς ἀσυγκρίτου καὶ οἰκονομικῆς τοῦ Θεοῦ Λόγου δι' ἡμᾶς κενώσεως· « Τοῦτο δὴ λογιζέσθω ἐν ὑμῖν, ὅπερ καὶ
And when Paul wrote to the Philippians concerning the incomparable and dispensational emptying of God the Word on our account: "Let this indeed be minded among you, which also
PG 39:856Read from the page
ἐν Χριστῷ Ἰησοῦ· ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο εἶναι ἴσα Θεῷ· ἀλλ' ἑαυτὸν ἐκένωσεν, μορφὴν δούλου λαβὼν, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος· καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος, ἐταπείνωσεν ἑαυτὸν, γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. Διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε, καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα· ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων, καὶ ἐπιγείων, καὶ καταχθονίων· καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται, ὅτι Κύριος Ἰησοῦς εἰς δόξαν Θεοῦ Πατρός· » οὗτοι τῷ μὲν, ὅτι ἐν μορφῇ Θεοῦ, καὶ ἴσα τῷ Θεῷ ὑπάρχων, ἑαυτὸν ἐκένωσεν, ἐν τῷ λαβεῖν μὲν δούλου μορφὴν, καὶ ἐν ταπεινώσει ἀνθρώπων γενέσθαι, ἀπεκδύσασθαι δὲ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, οὐχ ἑτέρου ἀνάγκῃ, ἀλλ' ἑκουσίως· ἔχουσιν· τῷ δὲ, « Διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε, καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, » ἀτρέπτως ἐπιβάλλουσι, καίτοι τῆς « διὸ » λέξεως σημαινούσης, ὡς διὰ τὸ παραπλησίως τῶν παιδίων κεκοινωνηκέναι σαρκὸς καὶ αἵματος, τότε, καὶ οὐκ ἄλλοτε, ὑπερυψώθη τὸ δουλοπρεπὲς μέτρον, καὶ ἐχαρίσθη αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, τὸ πάντων προφερέστατον· οὐ μὴν ὅτι ὁ Μονογενὴς (περὶ οὗ λέγουσι τῆς τε βροντῆς ὁ υἱὸς, ὡς ἀληθινὸς Θεὸς καὶ ἀληθινὸς Υἱὸς Θεοῦ· καὶ Παῦλος, ὡς πρὸ τῆς κενώσεως ἐν μορφῇ καὶ ἰσότητι τοῦ Θεοῦ καὶ Πατρὸς ἦν) δοτὰ ἐκτήσατο ταῦτα. Ἐπείτοι καὶ ἄτοπα λίαν ἐκ τούτου εἰσφέρεται· ἓν μὲν, ὅτιπερ, εἰ ἐν ψιλῷ καὶ μόνῳ τῷ ὀνόματι διακέκριται Θεὸς ὁ Υἱὸς, πλεονεκτήσει τὴν κτίσιν, ἢ μικρὸν, ἢ τὸ σύμπαν οὐδέν· δεύτερον δὲ, ὅτι ἐξυλισθήσειεν αὐτοῦ κατὰ γε τὸ ἐγχωροῦν, καὶ ὅσον ἧκεν εἰς λογισμὸν τὸ χάρισμα· ἐπείπερ τὸ δοτὸν οὐκ εἰς πᾶν ἐρειρισμένον καὶ διαμένον, ἀλλ' εὐαπόβλητόν πως· τρίτον, ὅτιπερ, εἰ κατὰ τὴν θεότητα νοηθείη εἰληφέναι τὸ θεῖον ὄνομα τὸ τηνικαῦτα, ὅτε ἐν κόσμῳ ἐφάνη, εὑρεθήσεται μὴ ἐσχηκὼς πρὸ τούτου, ὃ ὕστερον ἔλαβεν, ἀλλ' ὥσπερ τι χάρισμα, ἢ μισθὸν κομισάμενος ὑπὲρ τῆς πρὸς ἡμᾶς ἀφίξεως. Αὐτὸς δὲ καὶ ἐξ ἀπείρου ὑψώματος δι' ἡμᾶς ἐν τοῖς καθ' ἡμᾶς ἑαυτὴν ἐκένωσε· λαὶ διὰ τὸ εἶναι φυσικῶς Υἱὸς Λόγος, καὶ ἐν μορφῇ Θεοῦ, καὶ ἴσα Θεῷ, καὶ Θεὸς ἐν ἀρχῇ ὢν πρὸς τὸν Θεὸν, οὔτ' ἔξωθεν εἰσκεκριμένον καὶ νόθον οἷον ἔχων τὸ ἀπαράβλητον ὄνομα, οὔθ' ὕστερον τούτῳ ἐκτετιμημένος, ἐπανῆλθε πάλιν εἰς ὅπερ ἦν ἀεὶ καὶ ἐν ἀρχαῖς ὑπερανέχον ὕψος, καὶ εἰς ἔμφυτον τιμὴν καὶ δόξαν, καὶ εἰς ἰδίαν τὴν ἐκ δεξιῶν τοῦ ἑαυτοῦ Πατρὸς συνεδρίαν.
in Christ Jesus: Who, being in the form of God, did not think it robbery to be equal with God, but emptied Himself, taking the form of a servant, being made in the likeness of men; and being found in fashion as a man, He humbled Himself, becoming obedient unto death, even the death of the cross. Wherefore God also has highly exalted Him, and bestowed on Him the name which is above every name: that in the name of Jesus every knee should bow, of things in heaven, and things on earth, and things under the earth; and every tongue shall confess that Jesus Christ is Lord, to the glory of God the Father:" these [heretics] pass over [the words] that He, being in the form of God and equal to God, emptied Himself in taking the form of a servant and being made in the humiliation of men, and in stripping off principalities and powers, not by another's compulsion, but willingly; while upon these words, "Wherefore God also has highly exalted Him, and bestowed on Him the name which is above every name," they unchangeably insist, even though the word "wherefore" signifies that, on account of having partaken of flesh and blood in like manner with the children, then, and not at another time, the servile measure was highly exalted, and the name above every name, the most pre-eminent of all, was bestowed upon Him; not indeed that the Only-begotten (of Whom the son of thunder says that He is true God and true Son of God, and Paul that before the emptying He was in the form and equality of God and the Father) acquired these things as gifts. Since indeed very absurd consequences are also introduced from this: first, that if God the Son is distinguished in bare and mere name alone, He will have the advantage over creation either by a little or by nothing at all; second, that the gift would slip away from Him, so far as it is possible and as far as reasoning goes, since what is given is not firmly fixed and abiding in everything, but somehow easily lost; third, that if according to His Godhead He is conceived to have received the divine name at that time when He appeared in the world, He will be found not to have had before this what He afterwards received, but to have obtained it as some gift or reward for His coming to us. But He Himself also out of an infinite height emptied Himself for us in our condition; and because He is naturally Son-Word, and in the form of God, and equal to God, and God in the beginning with God, neither having the incomparable name as something introduced from without and spurious, nor honoured with it afterwards, He returned again to the pre-eminent height which He always had even in the beginning, and to His innate honour and glory, and to His own session at the right hand of His Father.
Notes, col. 856

On the reading

Printed ἐρειρισμένον, for ἐρηρεισμένον.

Printed ἑαυτὴν, for ἑαυτὸν.

Printed λαὶ, for καὶ.