PG 39:785Read from the pageὑπερτάταν· αὐτοδαὴς δὲ ἀρετᾷ βραχὺν οἶμον ἕρπειν.» Ἄρξομαι δὲ ἀφ' ὧν εἰκὸς ἄρξασθαι.
supreme; and self-taught in virtue, [it is wont] to tread a short path.» And I will begin from whence it is fitting to begin.
Αʹ. Εἰ τοίνυν ἀψευδεῖ ἡ Γραφὴ (πάντως δὲ ἀψευδεῖ), Θεὸν ἀληθινὸν καὶ Υἱὸν τοῦ Θεοῦ ἀληθινὸν λέγουσα εἶναι τὸν Θεὸν Λόγον, ὡς πολλαχοῦ ἔχει, καὶ ὡς ὁ Πατὴρ λέγει· «Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός·» καὶ ὡς Ἰωάννης γράφει· «Καὶ ἐσμὲν ἐν τῷ ἀληθινῷ Υἱῷ τοῦ Θεοῦ Ἰησοῦ Χριστῷ· οὗτός ἐστιν ὁ ἀληθινὸς Θεὸς καὶ ζωὴ αἰώνιος·» καὶ ὡς Ἰερεμίας προφητεύει· «Θεοὶ, οἳ τὸν οὐρανὸν καὶ τὴν γῆν οὐκ ἐποίησαν, ἀπολέσθωσαν ἐπὶ τῆς γῆς· Κύριος, ὃς ἐποίησεν τοὺς οὐρανοὺς ἐν συνέσει, αὐτὸς Θεὸς ζῶν καὶ ἀληθινός·» δῆλον δήπουθεν, ὡς φύσει καὶ κυρίως Θεὸς ἄκτιστος ὢν, καὶ ἄναρχος, καὶ ἀπαράλλακτος κατὰ πάντα τοῦ Θεοῦ καὶ Πατρός. Οὔτε γὰρ αἰτία φύσει Θεοῦ ἀληθινοῦ εὑρίσκεται, οὔτε Θεὸς ἀληθινὸς ποιητὸς λέγεται, οὔτε Υἱὸς ἀληθινὸς ἑτεροούσιος νοεῖται. Καὶ τὸ ἔχειν δὲ, «Οὗτός ἐστιν ὁ Υἱός μου·» καὶ, «Οὗτός ἐστιν ὁ ἀληθινὸς Θεός·» ζητεῖν ἄλλον γνήσιον Υἱὸν, ἢ κυρίως Θεὸν, ἀποκλείει· καὶ ἄλλως· Εἰ ἀληθινὸς Θεὸς καὶ Υἱός ἐστιν, κατὰ μὲν τὴν ἄνω γέννησιν, Πατέρα ἔχει, Θεὸν δὲ οὐκ ἔχει· κατὰ δὲ τὴν κάτω, Θεὸν μὲν ἔχει, πατέρα
I. If therefore Scripture lieth not (and assuredly it lieth not), in saying that God the Word is true God and true Son of God, as it hath in many places, and as the Father saith: «This is My beloved Son;» and as John writeth: «And we are in the true Son of God, Jesus Christ; this is the true God and eternal life;» and as Jeremiah prophesieth: «The gods that have not made the heaven and the earth, let them perish upon the earth; the Lord, Who made the heavens in understanding, He is the living and true God;» it is surely plain that by nature and properly He is God uncreated, and without beginning, and in all things indistinguishable from God the Father. For neither is any cause found by nature of the true God, nor is the true God called a thing made, nor is a true Son conceived of another essence. Moreover, the fact that it hath, «This is My Son,» and, «This is the true God,» excludeth seeking another genuine Son, or one who is properly God. And otherwise: If He is true God and Son, according to His generation above He hath a Father, and hath not a God; whereas according to that below, He hath a God, but a father
PG 39:788Read from the pageδὲ οὔ. Ἀτριβῆ οὖν καὶ τοῖς ἅπασι κτίσμασιν παντοίως ἀνεπίβατον μὴ στέλλεσθαι πορείαν, ἄνθρωπον ὅλως ὄντα, καὶ οἱ ἔξω διηγόρευσαν τοιῶσδε·
but not. Even those outside, therefore, have declared in this way that one who is wholly a man should not set out upon an untrodden path, utterly inaccessible to all creatures:
Θεὸν νόμιζε καὶ σέβου, ζήτει δὲ [149 b] μή.
Worship and revere God, but do not inquire into Him.
Ἀθάνατος δὲ Θεὸς, παναγήραος, ἀστυφέλικτος,
Immortal is God, wholly ageless, unshaken,
Ἄρρητος κρυφίοις ὑπὸ δήνεσιν, αὐτογένεθλος,
Ineffable in hidden counsels, self-begotten,
Τίκτων αὐτὸς ἑαυτὸν, ἀεὶ νέος, οὐ ποιητός.
Begetting Himself, ever young, not made.
Αὐτὸς ἀληθείης γενέτης, σοφὸς αὐτὸς ἀληθής.
Himself the begetter of truth, wise, Himself true.
Καὶ ὁ Πίνδαρος δὲ, πιστὸν καὶ ἀληθινὸν λέγων τὸν Θεὸν, ἔφησεν οὕτως·
And Pindar also, calling God faithful and true, spoke thus:
Καὶ μὰν Θεοῦ γένος πιστὸν ἀεί.
And indeed the race of God is ever faithful.
Αὐτὸς γὰρ ὑπάρχων ὁ τῆς ἀληθείας γενέτης, οὐκ ἂν ὑπὸ ἀνθρωπίνης διανοίας ληφθείη, εἰ μὴ τῆς ἀληθείας τῆς αὐτοῦ πληρωθεῖσα, φῶς ἐκ ταύτης ἑαυτῇ πρὸς τὰς ζητήσεις ἀνάψειεν.
For being Himself the begetter of truth, He could not be grasped by human thought, unless, filled with His truth, it should kindle a light for itself therefrom towards its inquiries.
Βʹ. Εἰ Θεὸς εἷς ἐστιν, ὡς Μωϋσῆς λέγει· « Ἄκουε, Ἰσραήλ· Κύριος ὁ Θεός σου Κύριος εἷς ἐστιν· » καὶ ὁ Υἱὸς δὲ ἀνυμνεῖται μονογενὴς Θεὸς καὶ εἷς Κύριος Ἰησοῦς Χριστός· ἐκ παντὸς ὁμοούσιος καὶ ἰσότιμος τῷ Θεῷ καὶ Πατρὶ, τῇ μὲν ὑποστάσει ἄλλος καὶ ἄλλος, τῇ δὲ θεότητι καὶ συμφωνίᾳ εἷς. Ἐν τούτῳ γάρ ἐστιν τὸ, « εἷς Θεός. » Εὑρίσκομεν ἀμέλει τοι καὶ Ἕλληνας αὖθις ὑπὸ ἀνάγκης ἀφανοῦς καὶ ἄκοντας περιτραπέντας εἰς τὴν ἀλήθειαν, καὶ ὁμοφώνῳ καὶ ὁμογνώμονι ἡμῖν διαθέσει ἐν τῷ μέρει τούτῳ κεχρημένους, ἀναφωνοῦντάς τε ἐγγράφως καὶ διαρρήδην ταῦτα·
II. If God is one, as Moses says: "Hear, O Israel: the Lord thy God is one Lord;" and the Son too is hymned as only-begotten God and one Lord Jesus Christ: He is in every way consubstantial and equal in honour with God the Father, distinct in hypostasis as one and another, yet one in Godhead and accord. For herein lies the saying, "one God." Indeed, we find that the Greeks also, once more under an unseen necessity and against their will, have been turned about towards the truth, and have adopted a disposition of one voice and one mind with us in this matter, proclaiming in writing and explicitly these words:
Εἷς Θεός ἐστιν· ἄναξ πανυπέρτατος αὐτὸς ἁπάντων,
One is God; He Himself is supreme king of all,
Καὶ γενέτης πάμπρωτος ἔφυ, καὶ ῥίζα, καὶ ἀρχή.
And He is by nature the very first begetter, and root, and beginning.
Γʹ. Εἰ ἀεὶ ὄνομα, τῷ μὲν Θεῷ τὸ, « Πατὴρ, » τῷ δὲ Υἱῷ τὸ, « Υἱὸς, » καὶ « Μονογενὴς, » φυσικὸς καὶ ἀληθινός ἐστιν Υἱὸς, καὶ ἄναρχος, καὶ οὐ καθ' ἡμᾶς Υἱός. Ὁ γὰρ Μονογενὴς τῷ Πατρὶ οὐκ ἔχει φύσει ὁμοπά-
III. If "Father" is always the name for God, and "Son" and "Only-begotten" for the Son, He is a natural and true Son, and without beginning, and not a son like us. For the Only-begotten does not have with the Father by nature a
PG 39:789Read from the pageτριον ἀδελφὸν, οὐδὲ λέγεται πατὴρ, μήπω γεγεννηκώς.
brother by the same father, nor is he called a father who has not yet begotten.
Δʹ. Εἰ εὐλόγως εἴρηται Λόγος Θεοῦ [150 a] ὁ Υἱὸς, συνυπάρχει τῷ γεννήσαντι, οἰκείως τῇ φύσει ἔχων αὐτῷ, καὶ ἀπαθῶς καὶ ἀνάρχως γεννηθείς. Οὐδὲ γὰρ ὁ Πατὴρ ἐκτὸς τοῦ ὑποστατοῦ Λόγου αὐτοῦ ἐπινοεῖσθαι δύναται· οὔτε μὴν Λόγος κτίζεται, ἀλλὰ γεννᾶται ἀπαθῶς. Παραλλήλως, εἰ τοῦ Θεοῦ Λόγος καὶ σοφία δικαίως ἐγγέγραπται ὁ Υἱὸς, καὶ δι' αὐτοῦ γέγονε τὰ πάντα, οὐκ ἀπὸ Λόγου τοῦ Θεοῦ ἔκτισται, ἀλλ' ἀπὸ γαστρὸς αὐτοῦ γεγέννηται. Εἷς γὰρ ὁ τοῦ Θεοῦ Λόγος, καὶ ἐν ποίῳ ἄλλῳ Λόγῳ εἶχεν κτισθῆναι; Ταῦτα γὰρ καὶ Ἑλλήνων λογάδες διαγορεύουσιν·
IV. If the Son is rightly called the Word of God, He co-exists with the One Who begot Him, belonging properly to Him by nature, and having been begotten impassibly and without beginning. For neither can the Father be conceived apart from His subsistent Word; nor indeed is a Word created, but is begotten impassibly. In like manner, if the Son is justly inscribed as Word and wisdom of God, and through Him all things came to be, He was not created from the Word of God, but was begotten from His womb. For the Word of God is one, and in what other Word could He have been created? For these things even the chosen among the Greeks declare:
Ἄρρητα γὰρ τίκτουσιν αἱ Θεοῦ γοναί.
For ineffable things do the generations of God bring forth.
Παντὸς πάθους δὲ καὶ φύσεως ὑπέρτερος.
And He is above all passion and nature.
Εʹ. Εἰ ἔστιν ὁ Υἱὸς, ὡς ἐδείχθη, αὕτη ἡ αἰώνιος ζωὴ καὶ φῶς τὸ ἀληθινὸν, τοῦ εἶναι καὶ ζῇν οὐκ ἤρξατο. Καὶ παραλλήλως, εἰ ἔστιν ταῦτα καὶ ὁ Πατὴρ, οὐδὲ κατὰ ἐνθύμησιν ἔν τινι παραλλάττει.
V. If the Son, as has been shown, is eternal life itself and the true light, He did not begin to be and to live. And in like manner, if the Father also is these things, He differs in nothing, not even in thought.
Ϛʹ. Εἰ δύναμις καὶ σοφία ὁ Υἱὸς εἶναι τοῦ Θεοῦ εἴρηται, συνάναρχός ἐστι τῷ γεννήσαντι· οὐδὲ γὰρ ἦν, ὅτε ἐκτὸς τούτων ὑπῆρχεν ὁ Πατὴρ, οὐδὲ προσῆκεν εἰπεῖν, ὅτι μὴ ἔχων, ὕστερον ὁτιοῦν προσέλαβεν. Καὶ οἱ ἀπὸ τῆς ἔξωθεν δὲ σοφίας τι μαθόντες, οὐ δεύτερον εἶδος, οὐ δεύτερον χρόνον, εἰ θέμις οὕτω φάναι, ὑπάρξεως θεότητος θεωρήσαντες, ἔφησαν πρὸς τὴν αὐτῶν δύναμιν τάδε·
VI. If the Son is said to be the power and wisdom of God, He is co-eternal without beginning with the One Who begot Him; for there was never a time when the Father existed apart from these, nor was it fitting to say that, not having them, He afterwards acquired anything whatsoever. And those who learned something from the wisdom outside, having contemplated no second form and no second time, if it is lawful so to speak, of the existence of the Godhead, spoke these things according to their ability:
Αὐτὸς πάντα φέρει Θεὸς ἄμβροτος· αὐτὸς ἑαυτοῦ
Immortal God Himself bears all things; He Himself is of Himself
Καὶ γενέτης, καὶ ῥίζα πέλει, καὶ τέρμα, καὶ υἱός.
Both begetter, and root, and end, and son.
Ζʹ. Εἰ τῷ Πατρὶ ἴσως σώζει, ἅτε [150 b] Σωτὴρ, ἔτι μὴν καὶ σοφίζει, ἀληθεύει, δικαιοῖ, ἁγιάζει· καὶ εἰ πάντα, ὅσα ἂν ὁ Πατὴρ ποιῇ, ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ, οὐκ ἀνόμοιος αὐτῷ ἀναφαίνεται.
VII. If He saves equally with the Father, inasmuch as He is Saviour, and furthermore makes wise, speaks truth, justifies, sanctifies; and if whatever things the Father does, these the Son also does in like manner, He is shown to be not unlike Him.
Ηʹ. Εἰ τοῦ Θεοῦ τοῦ ἀνειδέου, καὶ ἀοράτου, καὶ ἀνάρχου, ὡς Παῦλος Ἑβραίοις γράφει, ἀπαύγασμά ἐστιν τῆς δόξης, καὶ χαρακτὴρ τῆς ὑποστάσεως, καὶ εἰκὼν ὁ Μονογενὴς, καὶ εἰ αὐτὸς ἀληθεύει λέγων· « Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακεν τὸν Πατέρα· » καὶ, « Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν· » ὁμοούσιός ἐστιν, καὶ συνάναρχος, καὶ ἴσος, καὶ ἀπαράλλακτος τῷ Θεῷ Πατρί. Καὶ γὰρ ἐκ φωτὸς φῶς οὐχ ἑτεροουσίως οὐδὲ μετέπειτα γεννᾶται· καὶ χαρακτὴρ ὑποστάσεως τὸ ταυτὸν καὶ ἀπαράλλακτον τῆς φύσεως, καὶ δόξης, καὶ παντοκρατορίας δηλοῖ· καὶ εἰκὼν λογικὴ τὸ ἴσον καὶ ὅμοιον σημαίνει· καὶ ὁ βλέπων κτίσμα οὐ βλέπει τὸν ἄκτιστον. Ἓν γὰρ εἶπεν εἶναι τῇ θεότητι τὰς ὑποστάσεις, καὶ ἐν ἑνάδι οὐσίας διέσταλκε δίχα τὰ πρόσωπα.
VIII. If the Only-begotten is the radiance of the glory, and the exact imprint of the hypostasis, and the image of the formless, invisible, and unoriginate God, as Paul writes to the Hebrews (Heb. 1:3), and if He Himself speaks the truth when He says: "He who has seen Me has seen the Father" (John 14:9); and, "I and the Father are one" (John 10:30): He is consubstantial, and co-eternal without beginning, and equal, and indistinguishable from God the Father. For light from light is not begotten with a different essence nor afterwards; and "exact imprint of His hypostasis" manifests sameness and indistinguishableness of nature, and glory, and almighty sovereignty; and "rational image" signifies equality and likeness; and he who sees a creature does not see the uncreated. For He said that the hypostases are one in Godhead, and in a unity of essence He distinguished the persons apart.
PG 39:792Read from the pageΘʹ. Εἰ ἄτρεπτος ὁ Θεὸς καὶ Πατὴρ, οὔθ' ὕστερον, οὔτε παθητῶς ἐγέννα, ἀλλ' ὡς φῶς τὴν αὐγὴν ἀπαθῶς καὶ ἀδιαστάτως· ἀσώματος γάρ. Καὶ οἱ ἔξω σοφοὶ πρὸς τὴν ἰδίαν ἀσθένειαν ἐπίστευσαν οὕτως·
IX. If God the Father is unchangeable, He begot neither afterwards nor passibly, but as light begets radiance, impassibly and without interval; for He is incorporeal. And the wise men outside, according to their own weakness, believed thus:
Οὐ γὰρ ἀπ' ὠδῖνος Θεὸς ἄμβροτος, οὐδ' ἀπὸ κόλπων
For not from birth-pang did immortal God, nor from the folds of a womb
Νηδύος ἐκ λοχίης φάος ἔδρακεν· ἀλλὰ νόοιο
In childbed, behold the light; but by the ineffable
Ἀρρήτῳ στροφαλῆτι κυκλούμενος, αὐτολόχευτος
Whirl of mind circled round, self-delivered,
Γίνεται, ἐξ ἕθεν αὐτὸς ἐὼν γενέτης τε καὶ υἱός.
He comes to be, from Himself being Himself both begetter and son.
Ιʹ. Εἰ πᾶν κτίσμα τρεπτὸν, [151 a] ἄτρεπτος δὲ ὁ Μονογενής· οὐκ ἄρα κτίσμα.
X. If every creature is changeable, and the Only-begotten is unchangeable, then He is not a creature.
ΙΑʹ. Εἰ ἡ κτίσις οὐ γινώσκει τὸν Πατέρα, εἰ μὴ ἃ ἀποκαλύψῃ ὁ Υἱὸς, ὁ δὲ Υἱὸς γινώσκει, οὐδενὸς ἀποκαλύπτοντος αὐτῷ· οὐκ ἔστιν κτιστὸς, ἀλλὰ γεννητός.
XI. If creation does not know the Father, except those things which the Son may reveal, whereas the Son knows Him, with no one revealing to Him: He is not created, but begotten.
ΙΒʹ. Εἰ τῷ Πατρὶ ἴσον αὐτὸν ἴσασιν αἱ Γραφαί· Παῦλος γὰρ γράφει· « Οὐχ ἁρπαγμὸν ἡγήσατο εἶναι ἴσα Θεῷ· » καὶ· « Ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος· » καὶ ὁ εὐαγγελιστής. λέγει, ὅτι « Ἴσον ἑαυτὸν ὁ Υἱὸς ἐποίει τῷ Θεῷ· » καὶ εἰ Θεὸν, πρὸς ὃν οὐ λογισθήσεται ἕτερος, λέγει αὐτὸν Ἰερεμίας· καὶ Ἠσαΐας Θεὸν, ἰσχυρὸν, ἐξουσιαστήν· πῶς ὑστερεῖ κατὰ αἱρετικοὺς, καὶ οὐκ ἔστιν ἴσος κατὰ πάντα τῷ Πατρί;
XII. If the Scriptures know Him to be equal to the Father—for Paul writes: "He did not count it robbery to be equal to God" (Phil. 2:6); and: "In Him dwells all the fullness of the Godhead" (Col. 2:9); and the evangelist says that "the Son was making Himself equal to God" (John 5:18); and if Jeremiah calls Him "God, besides Whom no other shall be reckoned" (Bar. 3:36); and Isaiah calls Him "God, mighty, ruler" (Isa. 9:6)—how is He inferior according to the heretics, and not equal in all things to the Father?
ΙΓʹ. Εἰ Παῦλος τοῦ πρεσβυτέρου νόμου τὸ σωτήριον κήρυγμα, τὸ περὶ Χριστοῦ καὶ ἁγίου Πνεύματος, προφερέστερον ἡγεῖται, διὰ τὸ ἔχειν τὸ τέλειον, ὡς ἐν τῷ λʹ ἐδείχθη λόγῳ· πρέπει πάντῃ τε καὶ πάντως τοῦ Θεοῦ καὶ Πατρὸς κατὰ μηδὲν τὸν Υἱὸν καὶ τὸ Πνεῦμα μειονεκτεῖν.
XIII. If Paul considers the saving proclamation, concerning Christ and the Holy Spirit, superior to the older law because it has perfection, as was shown in the thirtieth discourse: it is altogether and in every way fitting that the Son and the Spirit be in no respect inferior to God the Father.
ΙΔʹ. Εἰ ἐκφεύγειν τὸ ἔγκλημα τῆς κτισματολατρείας τοὺς πιστεύοντας τῷ Υἱῷ παρεγγυᾷ Παῦλος, ἔτι δὲ καὶ ἀθέους ἀποκαλεῖ τοὺς πρὸ τούτου ἐκτὸς
XIV. If Paul enjoins those who believe in the Son to escape the charge of creature-worship, and moreover calls atheists those who before this apart
Notes, col. 792
On the reading
Printed εὐαγγελιστής., for εὐαγγελιστὴς.
PG 39:793Read from the pageτοῦ Υἱοῦ τὸν Θεὸν καὶ Πατέρα μόνον ἐγνωκότας· οὐ κτίσμα ὁ Θεὸς Λόγος.
from the Son have known God the Father alone; God the Word is not a creature.
ΙΕʹ. Εἰ Ἰουδαῖοι, ἀπιστήσαντες τῷ Χριστῷ, ἴσον ἑαυτὸν ποιοῦντι τῷ Θεῷ, καὶ διὰ τοῦτο σταυρώσαντες αὐτὸν κατεκρίθησαν, Χριστιανοὶ δὲ πιστεύσαντες ἀνωτέρω ἐκείνων γεγόνασιν· οὐ μικρότερος ἔν τινι τοῦ ἰδίου Πατρὸς ὁ Υἱός.
XV. If the Jews, having disbelieved in Christ when He made Himself equal to God, and having crucified Him on this account, were condemned, whereas Christians, having believed, have become superior to them: the Son is in no respect lesser than His own Father.
ΙϚʹ. Εἰ τοῦ μόνου Θεοῦ ἐξαίρετον τὸ ὑμνεῖσθαι « μέγας Θεὸς, » ἀναφθέγγεται δ' [151 b] ὁ Παῦλος, « Τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, » καὶ ὁ Δαυῒδ, « Τίς ὅμοιός σοι ἐν θεοῖς, Κύριε; » οὐκ ἐξοχώτερος τοῦ Υἱοῦ, οὐδὲ ἀπαράβλητος πρὸς αὐτόν.
XVI. If it is the special prerogative of the only God to be hymned as "great God," and Paul proclaims, "Of our great God and Saviour Jesus Christ" (Titus 2:13), and David says, "Who is like unto Thee among the gods, O Lord?" (Ps. 85:8 / 88:7): He is not more eminent than the Son, nor incomparable with Him.
ΙΖʹ. Εἰ ὁ αὐτὸς Παῦλος οὐ συναριθμεῖ αὐτὸν τοῖς κτιστοῖς θεοῖς, συντάττει δὲ μετὰ τοῦ Πατρὸς, Κορινθίοις γράφων, « Καὶ γὰρ εἴπερ εἰσὶ λεγόμενοι θεοὶ πολλοὶ, καὶ κύριοι πολλοὶ ἐν τε οὐρανῷ καὶ ἐπὶ γῆς, ἀλλ' ἡμῖν εἷς Θεὸς ὁ Πατὴρ, ἐξ οὗ τὰ πάντα· καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι' οὗ τὰ πάντα· » οὐκ ἐν ποιήμασι συντετάξεται, μετὰ δὲ Πατρὸς συνδοξασθήσεται.
XVII. If the same Paul does not number Him among the created gods, but ranks Him with the Father, writing to the Corinthians: "For even if there are so-called many gods and many lords in heaven and on earth, yet for us there is one God, the Father, from Whom are all things; and one Lord, Jesus Christ, through Whom are all things" (1 Cor. 8:5-6): He will not be ranked among things made, but will be glorified together with the Father.
ΙΗʹ. Εἰ δημιουργὸς πάντων, καὶ αὐτῶν τῶν αἰώνων ἐστὶν ὁ Υἱὸς, ὡς ἐγράφη, πρὸ πάσης ἐνεργείας ἐστίν· ὁ δὲ πρὸ πάσης ἐνεργείας οὐκ ἐδημιουργήθη. Οὐδὲν γὰρ προαιώνιον, ἢ πρὸ ἐνεργείας νοεῖται κτιστὸν, ἀλλ' ἢ ἐν ἑνάδι ἀγένητος Τριὰς μόνη. Καὶ ἄλλως· Εἰ πάντων γενεσιουργός ἐστι τῶν ὄντων, οὐκ ἔστιν ὡς ταῦτα κτιστός. Κατ' οὐδὲν γὰρ τοῖς κτίσμασιν ὁ κτίστης παραπλήσιος εἶναι δύναται, ἢ ὀφείλει. Ἀλλ' οὐδὲ κτίσμα δημιουργοῦν οὐσιοῖ, ἢ λογικὸν ἀποτελεῖ.
XVIII. If the Son is creator of all things, and even of the ages themselves, as it has been written (Heb. 1:2), He exists before all activity; and He Who is before all activity was not created. For nothing pre-eternal, or prior to activity, is conceived as created, except the unbegotten Trinity alone in unity. And otherwise: If He is the producer of all beings, He is not created like them. For in no way can or ought the Creator to be similar to the creatures. Moreover, neither does a creature, when fashioning, give essence or render anything rational.
ΙΘʹ. Εἰ ἦν ἐν τῇ ἀρχῇ Θεὸς πρὸς τὸν Θεὸν, ἀρχὴν ἄλλην αὐτὸς οὐκ ἔχει, ἀρχαιότερος ὢν πάσης ἀρχῆς. Ἐπεὶ ἀνάγκη πᾶσα δοῦναι ἀρχὴν καὶ τῷ Πατρί. « Ἦν » γὰρ, φησὶν, « ἐν τῇ ἀρχῇ Θεὸς πρὸς τὸν Θεόν. » Οὐχ ἔστιν δὲ ἀρχὴ τῆς μιᾶς θεότητος τῆς οὔσης ἐν τῇ ἀρχῇ.
XIX. If in the beginning God was with God, He Himself has no other beginning, being older than every beginning. Otherwise there is every necessity to assign a beginning to the Father also. For "in the beginning," he says, "God was with God" (John 1:1-2). But there is no beginning of the one Godhead that is in the beginning.
Κʹ. Εἰ νοῦ παντὸς ἀνώκισται, πῶς Παρθένος ῥεύσεως ἐκτὸς ἔτεκεν, μείνασα πάλιν παρθένος· πολλῷ μᾶλλον ἀνεφικτότερον, πῶς αὐτογενὴς Θεὸς καὶ Πατὴρ, ἀνάρχως, καὶ δίχα πάθους ἐξ ὅλου ἑαυτοῦ ὅλον ἰσομέτρως τέτοκε τὸν Υἱόν.
XX. If it is lodged above all mind how a Virgin gave birth apart from flux, remaining a virgin still, by far more unattainable is how the self-existing God and Father, without beginning and without passion, begot from the whole of Himself the whole Son in equal measure.
ΚΑʹ. Εἰ ἡμᾶς πλάσας, αὐτεξουσίους [152 a] ἐποίησεν, κρίσιν ὁρίσας ἐπὶ καλῇ καὶ κακῇ πράξει· πῶς αὐτὸς οὐκ ἔχει τοῦτο, ὃ ἔδωκεν ἡμῖν ὁ κατὰ τὴν προφητείαν ὢν Θεὸς, ἰσχυρὸς, ἐξουσιαστής·
XXI. If, having formed us, He made us endowed with free will, appointing judgement upon good and evil action, how does He Himself not have this which He gave to us—He Who according to the prophecy is God, mighty, ruler?
ΚΒʹ. Εἰ πιστός ἐστι Πέτρος ἐν ταῖς Πράξεσι
XXII. If Peter is trustworthy in the Acts
Notes, col. 793
On the reading
Printed Οὐχ ἔστιν, for Οὐκ ἔστιν.
PG 39:796Read from the pageβοῶν· « Τούτῳ πάντες οἱ προφῆται μαρτυροῦσιν, ἄφεσιν ἁμαρτιῶν λαβεῖν διὰ τοῦ ὀνόματος αὐτοῦ πάντα τὸν πιστεύοντα εἰς αὐτόν· » ἀληθινὸν ὄνομα ἔχει τὸ, « ὁ Θεὸς, » καὶ, « Υἱὸς μονογενὴς τοῦ Θεοῦ· » ψευδώνυμον γὰρ οὐδὲν ὀνίνησιν.
crying out: "To Him all the prophets bear witness, that everyone who believes in Him receives forgiveness of sins through His name" (Acts 10:43): He has the true name, "God," and "only-begotten Son of God;" for a false name profits nothing.
ΚΓʹ. Εἰ ἀληθεύει ὁ ἀψευδὴς Θεὸς, ὁ καὶ τοὺς ψευδομένους ἀπολλύων, ὡς ὁ Ἱεροψάλτης λέγει, παρὰ τῷ Θεολόγῳ εἰπών· « Πάντα ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστιν· » καὶ, « Τὰ ἐμὰ σά ἐστιν, καὶ τὰ σὰ ἐμά· » Θεός ἐστιν ἄναρχος Κύριος, οὗ ἡ βασιλεία ἀτελεύτητος, καὶ πάντα, ὅσα ἐστὶν ὁ Πατὴρ, οὐδὲν λαβὼν παρ' αὐτοῦ κατὰ τὴν θείαν φύσιν, ἀλλὰ κατὰ τὴν ὕστερον τοῦ δούλου μορφήν. Οἷα δὲ περί τε τῆς ἄνω ἀεὶ κρατούσης ἀληθείας, περί τε τῆς κάτω οὐκ ἀληθείας ἐφθέγξαντο καὶ Ἕλληνες, ἐπαΐωμεν·
XXIII. If the truthful God, Who also destroys those who speak lies, as the sacred Psalmist says (Ps. 5:7), speaks the truth when He says in the Theologian: "All things that the Father has are Mine" (John 16:15); and, "Mine are Thine, and Thine are Mine" (John 17:10): the Lord is God without beginning, Whose kingdom has no end, and all things that the Father is, having received nothing from Him according to the divine nature, but only according to the form of a servant assumed afterwards. Let us hear what things the Greeks also uttered concerning both the truth that ever reigns above and the untruth below:
Ἀψευδὴς μεγάλοιο Θεοῦ νόος· ἐν δὲ βροτοῖσι
Unerring is the mind of great God; but among mortals
Ψευδομένοις χαλεπὰ ὤπασε δυσμοραπαθ.
To those who lie He has bestowed harsh and ill-fated things.
ΚΔʹ. Εἰ κληρονόμος πάντων καθέστηκεν, οὐ δοῦλος, ἀλλὰ γνήσιος Υἱός. Εἰ δὲ μὴ δοῦλος, ἀλλ' Υἱὸς, Θεός ἐστιν ἄναρχος. Υἱὸς γὰρ γεννᾶται, οὐ κτίζεται· καὶ περὶ τῶν κτιστῶν καὶ ὑπὸ χρόνον γέγραπται· « Τὰ σύμπαντα δοῦλα σά. »
XXIV. If He has been appointed heir of all things, He is not a servant, but a genuine Son. And if not a servant, but a Son, He is God without beginning. For a Son is begotten, not created; and concerning things created and under time it is written: "All things are Thy servants" (Ps. 118:91).
ΚΕʹ. Εἰ ὡς μέγα (καὶ γάρ ἐστιν ἀληθῶς μέγα καὶ μόνου Θεοῦ) περὶ Πατρὸς εἶπεν Παῦλος· « Ὁ ἐπὶ πάντων, καὶ διὰ πάντων, καὶ ἐν πᾶσιν· » τὰ δὲ ἴσα αὐτὸς περὶ τοῦ Υἱοῦ γέγραφεν· « Ἐξ ὧν ὁ Χριστὸς [152 b] τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων Θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ἀμήν· » καὶ ὁ εὐαγγελιστής φησιν· « Ὁ ἐρχόμενος ἄνωθεν, ἐπάνω πάντων ἐστίν· » οὐχ ἀφέστηκεν ἔν τινι, οὐδ' ἀποδεῖ τοῦ Πατρός. Ὅπως δὲ εὐλαβῶς ἔχουσι περὶ τούτων οἱ Ἑλλήνων θεολόγοι, οἱ πολλὰ μὲν ἀκούσαντες, οὐχ ὀλίγα ἀναγνόντες, ἐωρακότες δὲ καὶ πλεῖστα, ἐπισκοπεῖν ἄξιον. Φάσκουσι γάρ·
XXV. If Paul spoke of the Father as a great thing (for it is indeed truly great and proper to God alone): "Who is over all, and through all, and in all" (Eph. 4:6); and the same has written equal things of the Son: "From whom is Christ according to the flesh, Who is over all, God blessed for ever. Amen" (Rom. 9:5); and the evangelist says: "He Who comes from above is above all" (John 3:31): He is not distant in anything, nor falls short of the Father. And it is worth considering how reverently the theologians of the Greeks hold regarding these things, who heard much, read not a little, and saw very many things. For they declare:
Πάντα Θεοῦ πλήρη, πάντων πέρας ἐστὶ καὶ ἀρχὴ,
All things are full of God; He is the end and beginning of all,
Πάντα φέρων, λύων τε καὶ ἐξ αὐτῶν πάλιν αὔξων.
Bearing all things, and loosing them, and from them again increasing them.
ΚϚʹ. Εἰ τοῦ Υἱοῦ ἡ κτίσις ἰδία γέγραπται (φησὶν γάρ· « Εἰς τὰ ἴδια ἦλθεν· » καὶ πάλιν· « Τὰ ἐμὰ
XXVI. If creation is written as the Son's own (for it says: "He came unto His own" (John 1:11); and again: "My
Notes, col. 796
On the reading
Printed οὐχ ἀφέστηκεν, for οὐκ ἀφέστηκεν.