Migne Reading Room

PG 39 · cols. 773–784 · Read from the page

On the Trinity, three books

On the Trinity, three books

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 39:773Read from the page
λέγων· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου;
saying: The Lord said unto my Lord?
Κεφ. ΛΔʹ. Περὶ τοῦ, Οὔπω γὰρ ἦν Πνεῦμα ἅγιον, ὅτι Ἰησοῦς οὔπω ἐδοξάσθη.
Chapter XXXIV. Concerning the saying: For the Holy Spirit was not yet given, because Jesus was not yet glorified.
Κεφ. ΛΕʹ. Περὶ τοῦ γράφειν· Αὐτὸ τὸ Πνεῦμα ὑπερεντυγχάνει ὑπὲρ ἡμῶν στεναγμοῖς ἀλαλήτοις· Ὁ δὲ ἐρευνῶν τὰς καρδίας οἶδεν, τί τὸ φρόνημα τοῦ Πνεύματος, ὅτι κατὰ Θεὸν ὑπερεντυγχάνει ὑπὲρ ἁγίων.
Chapter XXXV. Concerning what is written: The Spirit Himself maketh intercession for us with groanings that cannot be uttered; and He that searcheth the hearts knoweth what is the mind of the Spirit, because He maketh intercession for the saints according to God.
Κεφ. ΛϚʹ. Αὕτη γάρ ἐστιν ἡ αἰώνιος ζωὴ, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεόν· καὶ πάλιν· Πιστεύετε εἰς τὸν Θεόν; καὶ εἰς ἐμὲ πιστεύετε. Οὐκ εἶπε δὲ, φησὶν, Καὶ εἰς τὸ ἅγιον Πνεῦμα.
Chapter XXXVI. For this is eternal life, that they may know Thee, the only true God; and again: Believe ye in God? Believe also in Me. But He did not say, say they, And in the Holy Spirit.
Κεφ. ΛΖʹ. Οὐδεὶς γινώσκει τὸν Πατέρα, εἰ μὴ ὁ Υἱός· οὐδὲ τὸν Υἱόν τις ἐπιγινώσκει, εἰ μὴ ὁ Πατήρ. Καὶ πρὸς τοὺς λέγοντας, ἐρευνᾷν τὸ ἅγιον Πνεῦμα τὰ βάθη τοῦ Θεοῦ, ὡς ἔσθ' ὅτε ἀγνοοῦν.
Chapter XXXVII. No one knoweth the Father save the Son, neither doth any know the Son save the Father. And against those who say that the Holy Spirit searcheth the depths of God as being at times ignorant.
Κεφ. ΛΗʹ. Περὶ τοῦ ἀφορίζειν αὐτοὺς μόνῳ τῷ ἁγίῳ Πνεύματι τὸ ὄνομα τοῦ Παρακλήτου· λέγειν δὲ, ὅτι καὶ ἀπεστάλη παρὰ τοῦ Υἱοῦ. Καὶ περὶ τοῦ καὶ τὸν Υἱὸν ἀπεστάλθαι παρὰ τοῦ Πατρὸς καὶ τοῦ ἁγίου Πνεύματος. Ἐν ταυτῷ καὶ περὶ Μοντανοῦ.
Chapter XXXVIII. Concerning their restricting the name of the Paraclete to the Holy Spirit alone, while saying that He was also sent by the Son. And concerning the fact that the Son also was sent by the Father and the Holy Spirit. In the same place also concerning Montanus.
Κεφ. ΛΘʹ. Περὶ τοῦ, Ἐξαπέστειλεν ὁ Θεὸς τὸ Πνεῦμα αὐτοῦ ἐν ταῖς καρδίαις ἡμῶν, κράζον· Ἀββὰ, ὁ Πατήρ.
Chapter XXXIX. Concerning the saying: God hath sent forth His Spirit into our hearts, crying: Abba, Father.
Κεφ. Μʹ. Πρὸς τὸ εἰπεῖν τὸν Υἱὸν περὶ τοῦ Πνεύματος· Ἐκεῖνος ἐμὲ δοξάσει, ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται, καὶ ἀναγγελεῖ ὑμῖν.
Chapter XL. Against the Son's saying concerning the Spirit: He shall glorify Me, for He shall receive of Mine, and shall declare it unto you.
Κεφ. ΜΑʹ. Περὶ Μοντανιστῶν οὕτωσί· Ὅτι τὸν αὐτὸν λέγουσιν εἶναι Πατέρα, καὶ Υἱὸν, καὶ Παράκλητον. Ὅτι λέγουσιν Μοντανὸν ἐσχηκέναι τὸ τέλειον τοῦ Παρακλήτου. Ὅτι λέγουσιν· Ὑμεῖς, φησὶν, οὐ πιστεύετε μετὰ τὴν ἐν κόσμῳ ἐπιδημίαν τοῦ Δεσπότου γεγενῆσθαι προφήτας.
Chapter XLI. Concerning the Montanists thus: That they say the Father, and the Son, and the Paraclete are one and the same. That they say Montanus possessed the fullness of the Paraclete. That they say: Ye, say they, do not believe that prophets arose after the Master's sojourn in the world.
Κεφ. ΜΒʹ. Περὶ παραινέσεως. Περὶ τοῦ προειρῆσθαι τὴν αἱρετικὴν ἀσέβειαν.
Chapter XLII. Concerning exhortation. Concerning the fact that heretical impiety was foretold.
ΚΕΦ. Α΄.
Chapter I.
Ψυχὴ καθ' αὑτὴν ἐν τῷ νοητῷ ἀπαθὴς ὑπάρχουσα, τοῦ παθαίνεσθαί ποτε αἰτίαν ἔχει τὸ σώματι συνεῖναι, καὶ τὴν ἰδίαν αὐτῆς προαίρεσιν, ἤτουν τῆς γνώσεως τὴν ἔφεσιν. Τὸ μὲν γὰρ σῶμα ἐναποκεκλεισμένην ἔχον αὐτὴν ἐν ἑαυτῷ, ὡς ἐν τυφλῷ φρουρίῳ, διὰ τῶν ὑλικῶν παθῶν ἀποῤῥηγνύει τῆς τοῦ Θεοῦ ὁμι-
The soul, being by itself impassible in its intelligible nature, hath as the cause of its ever suffering passion its union with the body and its own choice, that is, its desire for knowledge. For the body, holding it shut up within itself as in a dark prison-house, through material passions breaketh it off from com-
PG 39:776Read from the page
λίας, καὶ καταφέρει πρὸς γῆν καὶ τὰ γῆς, οἶμαι, φροντίσματα· καὶ οὕτω κατακρατεῖν ἐπιχειρεῖ τῆς φύσει κρείττονος, καὶ τοσούτῳ κρείττονος, ὅσον τὸ ἀθάνατον τοῦ θνητοῦ. Ἡ δέ γε τῆς ἰδίας αὐτῆς προαιρέσεως, ἢ γνώσεως πάλιν ἐπιθυμία, ἕλκει μὲν εἰς τὸ θέλειν εἰδέναι τι αὐτὴν, καὶ ἐπὶ τοῦτο πορεύεται, μὴ ἔχουσα δὲ ὀρθὸν τῆς πορείας ἀγωγὸν, ἢ κακῶν χρησαμένη ὁμιλίαις ἀνθρώπων, πλανᾶται καὶ ἀπορεῖ, καὶ τέλος, ἐφ' ἣν τύχοι προσορμήσασα δόξαν, ἀμαθῶς ταύτην ἀνείλετο· καὶ οὕτω δὴ γέγονεν οἰκτίστη τε καὶ ἀθλία, ἐν γνώσεως ἀγαθῆς ὑποψίᾳ καὶ δόξῃ θηρασαμένη κακόνοιαν. Ὅτι γὰρ πάντες ἄνθρωποι κατὰ φύσιν τοῦ γινώσκειν ὀρεγόμεθα, δηλοῖ τοῦτο, ὥς φησιν Ἀριστοτέλης, καὶ ἡ τῶν αἰσθήσεων ἐπιθυμία, πέρα τῆς χρείας ἡμᾶς ἐφ' ἑαυτὴν παραπέμπουσα. Ὁρᾷν γοῦν, ἢ ποιεῖν ἔσθ' ὅτε ἐπιθυμοῦμεν, κἂν μὴ πάνυ ἀναγκαῖον, ἀλλὰ καὶ ἐπιβλαβὲς τὸ ὁρώμενον, ἢ πραττόμενον ᾖ. Ὅτι δὲ ταῦτα οὕτως ἄντικρυς εἴρηται, τῶν θείων Γραφείων διασαφοῦσιν οἱ ἀξιώσαντες εἰπεῖν τοιῶσδε· Ἰάκωβος ὁ τῆς εὐκλεοῦς μνήμης· «Οὐκ ἔστιν ἡ σοφία αὕτη ἄνωθεν κατερχομένη, ἀλλ' ἐπίγειος, ψυχικὴ, δαιμονιώδης.» Ἐπιφέρει τε· «Ἡ γὰρ ἄνωθεν σοφία, πρῶτον μὲν ἁγνή ἐστιν, εἰρηνικὴ, ἐπιεικὴς, εὐπειθὴς, μεστὴ ἐλέους καὶ καρπῶν ἔργων ἀγαθῶν, ἀδιάκριτος, ἀνυπόκριτος.» Καὶ ἔτι διψύχους προσαγορεύει τοὺς ἀγελαίους, καὶ οὐ καθαρὰν γνῶσιν καὶ σταθερὰν ψυχῆς προαίρεσιν ἔχοντας τῶν ἀνθρώπων, φάσκων τοιάδε· «Ἐγγίσατε τῷ Θεῷ, καὶ ἐγγιεῖ ὑμῖν· καθαρίσατε. χεῖρας, ἁμαρτωλοὶ, καὶ ἁγνίσατε καρδίας, δίψυχοι.» Ἀλλὰ καὶ πρὸς τοὺς μισοπόνηρον ζῆλον ψυχῆς ἔχοντας, καὶ νικηφόρους ὄντας ἀρετῆς, οὓς οὐ διαφεύγει τῶν τιμίων οὐδὲ ἓν, διαλέγεται, ὥστε εἴργειν τῶν μὴ τοιούτων ἀνθρώπων τὸ ἀκόλαστον, καὶ μεταδιδόναι καὶ ἄλλοις, ὧν αὐτοὶ ἔχουσιν ἀγαθῶν, ῥήμασιν αὐτοῖς· «Ἀδελφοὶ, ἐάν τις παρ' ὑμῖν πλανηθῇ ἀπὸ τῆς ἀληθείας, καὶ ἐπιστρέψῃ τις αὐτὸν, γινωσκέτω, ὅτι ὁ ἐπιστρέψας ἁμαρτωλὸν ἐκ πλάνης ὁδοῦ αὐτοῦ, σώσει ψυχὴν αὐτοῦ ἐκ θανάτου, καὶ καλύψει πλῆθος ἁμαρτιῶν.»
-munion, and draweth it down towards the earth and, I suppose, earthly cares; and thus it attempteth to master that which is by nature superior, and as much superior as the immortal is to the mortal. Moreover, the desire of its own choice or of knowledge draweth it to wish to know something, and it proceedeth towards this; yet having no right guide for its course, or having made use of the company of evil men, it wandereth and is perplexed, and in the end, upon whatever opinion it happeneth to light, it ignorantly taketh this up; and so it becometh most pitiable and wretched, having hunted after evil-mindedness under the guise and appearance of good knowledge. For that all men by nature desire to know is shown, as Aristotle saith, by our desire for the senses, which leadeth us on to itself even beyond need. At any rate we sometimes desire to see or to do a thing, even though what is seen or done be not at all necessary, nay, even harmful. And that these things are thus expressly stated is made clear by those of the divine Scriptures who have thought fit to speak in this manner: James of glorious memory saith: «This wisdom is not one that cometh down from above, but is earthly, sensual, devilish.» And he addeth: «For the wisdom from above is first pure, then peaceable, gentle, easy to be entreated, full of mercy and fruits of good works, without partiality, without hypocrisy.» And further he calleth double-minded those of the common herd of men who have not pure knowledge and a steadfast choice of soul, speaking thus: «Draw nigh to God, and He will draw nigh to you; cleanse your hands, ye sinners, and purify your hearts, ye double-minded.» Moreover, he also discourseth with those who have a zeal of soul that hateth evil, and are victorious in virtue, whom none of the things of worth escapeth, so that they restrain the licentiousness of men who are not such, and impart to others also of the good things which they themselves possess, in these very words: «Brethren, if any among you err from the truth, and one convert him, let him know that he who converteth a sinner from the error of his way shall save his soul from death, and shall cover a multitude of sins.»
Notes, col. 776

On the reading

Printed καθαρίσατε. χεῖρας, for καθαρίσατε χεῖρας.

PG 39:777Read from the page
Οὐδὲν δὲ ἧττον καὶ Πέτρος διδάσκων, πόθεν ἀπαθὴς τυγχάνουσα ψυχὴ, παθῶν ἀνάπλεώς ποτε γίνεται, ἐπιστρέφων δὲ εἰς τὸ μνημονεύειν τῆς ἀποβιώσεως ἡμῶν, ἔγραφεν· «Ἀπέχεσθε ἀπὸ τῶν σαρκικῶν ἐπιθυμιῶν, αἵτινες στρατεύονται κατὰ τῆς ψυχῆς.» Καὶ Σολομὼν δὲ ὁ τοῦ Δαυῒδ φησιν· «Ὥσπερ οὐχ ὅμοια πρόσωπα ἀνθρώπων, οὕτως οὐδὲ αἱ καρδίαι τῶν ἀνθρώπων ταῖς καρδίαις ὅμοιαι.» Ὕπεισι δέ με καὶ ἐκ τῶν τοῦ μεγάλου ἀθληφόρου Παύλου, ἅπερ τοιῷδε τρόπῳ ἀνείρηκεν· «Ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ Πνεύματος τοῦ Θεοῦ· μωρία γὰρ αὐτῷ ἐστιν·» καὶ πάλιν· «Ὁ δὲ πνευματικὸς ἀνακρίνει μὲν πάντας. αὐτὸς δὲ ὑπ' οὐδενὸς ἀνακρίνεται.»
None the less Peter also, teaching whence a soul that is impassible becometh at times full of passions, and turning to remind us of our departure from life, wrote: «Abstain from fleshly lusts, which war against the soul.» And Solomon also, the son of David, saith: «As the faces of men are not alike, so neither are the hearts of men like unto other hearts.» There come also to my mind passages from the great champion Paul, which he hath declared in this manner: «Now the natural man receiveth not the things of the Spirit of God, for they are foolishness unto him;» and again: «But he that is spiritual judgeth all things, yet he himself is judged of no man.»
Ἀλλ' ὅπερ μὲν ἔλεγον, ἡ προαίρεσις αὕτη καὶ τὸ σῶμα πολλάκις καθέλκειν ἐπὶ τὰ πάθη πέφυκε τὴν ψυχήν· ποτὲ δὲ καὶ συνεισφέρει, αὐτῇ φημι τῇ ψυχῇ, ἀγαθὰ οὐκ ὀλίγα· τὸ μὲν σῶμα, τὴν τῶν αἰσθητῶν γνῶσιν καὶ τὴν ἄλλην ὑπηρεσίαν· ἡ δὲ προαίρεσις αὐτῆς, τὴν ἀπὸ τῆς εὐβουλίας καὶ ὀρθοδοξίας μακαριότητα· ὥσπερ πάλιν ἡ ψυχὴ, ὅταν εὖ ζῇ μετὰ σώματος, καὶ κατακρατῇ, καὶ πρὸς Θεὸν ἐπιστρέφηται, καὶ τῶν αὐτοῦ πληροῦται νοήσεων, πλείονα καὶ σεμνότερα δίδωσιν. Τὸ μὲν γὰρ γήϊνον, ἀπαθὲς οἷον ἀποφαίνειν σπουδάζει, κοσμοῦσα αὐτὸ ἱδρῶτι, καὶ καρτερίᾳ, καὶ πᾶσιν τοῖς ἐξ ἀρετῆς πόνοις, καὶ διακυβερνῶσα, καὶ διὰ τῆς τῶν ἀλγεινῶν πείρας, ἐπὶ τὴν θεοσεβῆ ζωὴν ἀνεγείρουσα· τὴν δὲ ἰδίαν προαίρεσιν, καὶ τὴν πίστιν, ἄπταιστον διακρατεῖ, καὶ τὸν ἄνθρωπον ὑπὲρ ἄνθρωπον ποιεῖ, πίστει καὶ λόγοις αὐτὸν εἰς τὸ σεμνὸν προβιβάζουσα, καὶ πρὸς ἱκεσίαν τῆς Τριάδος ῥέπουσα, καὶ τροφὴν ποιουμένη τὴν ἀπὸ τούτων ὠφέλειαν. Εἰ γὰρ νομιοῦμεν ψυχὴν, κοσμεῖσθαι καὶ τρέφεσθαι οὐκ ἄλλοις, ἀλλ' ἢ λόγοις καὶ πίστει πέφυκεν. Ἀνθρώπῳ γὰρ τροφὴ ἄμφω, ἥ τε ἐκ τῆς γεωργίας, ἥ τε ἐκ τῶν λόγων καὶ τῆς πίστεως· ἀλλ' ἡ μὲν τὸ σῶμα εἶναί τε καὶ ἀντέχειν, ἡ δὲ ταῖς ψυχαῖς τὸ ἑτέρων προέχειν δίδωσιν, καὶ διὰ πίστεως καὶ λόγων καὶ ἡ ἄλλη σύμπασα κατορθοῦται ζωή. Φωρᾷν ἔνεστι ταῦτα μὴ ἄλλως ἔχειν, ἐπιπορευόμενον τῷ νῷ, ὡς αὐτίκα τῷ τοιούτῳ ἐπιλάμπει καὶ συνεργεῖ ὁ ἐπιβεβηκὼς τοῖς ὅλοις Υἱὸς
But as I was saying, this choice and the body are often wont to drag the soul down to passions; yet at times they also contribute, to the soul itself I mean, no small goods: the body, the knowledge of sensible things and all other service; and its choice, the blessedness that cometh from sound counsel and right belief; even as in turn the soul, when it liveth well with the body, and mastereth it, and turneth towards God, and is filled with His thoughts, giveth greater and more august gifts. For the earthly part it striveth to render as it were impassible, adorning it with sweat and endurance and all the toils that spring from virtue, and guiding it, and through trial of painful things arousing it to the godly life; while its own choice and faith it keepeth unshaken, and maketh man above man, advancing him in faith and doctrines unto what is venerable, and inclining to supplication of the Trinity, and making the profit from these things its nourishment. For if we consider rightly, the soul is naturally adorned and nourished by nothing else than doctrines and faith. For both are food for man, both that from husbandry and that from doctrines and faith; yet the one giveth the body to exist and endure, whereas the other giveth souls to excel others, and through faith and doctrines the whole rest of life also is set aright. One may discern that these things are not otherwise by going over them in mind, how straightway upon such a man there shineth and worketh with him the Son Who rideth upon all things,
PG 39:780Read from the page
Λόγος τοῦ Θεοῦ, ὁ μηδενὸς μηδὲ αὐτῶν τῶν καταφρονούντων αὐτοῦ καταφρονῶν, ὁ τῇ ψυχῇ, εἰς ἣν διὰ τοῦ φυσήματος τὸ ἅγιον αὐτοῦ Πνεῦμα κατῴκισεν, τὸν λόγον τῶν πάντων τὸ τιμιώτατον κατασπείρας. Διὸ καὶ θαυμαστῶς ὑπὸ τῶν ἔξω εἰς στίχου τινὸς ἀκροτελεύτιον εἴρηται·
the Word of God, Who despiseth none, not even those who despise Him, Who hath sown reason, the most precious of all things, in the soul wherein through His breathing He made His Holy Spirit to dwell. Wherefore it hath also been admirably said by those without as the closing phrase of a certain verse:
Πανταχοῦ λόγος, ἔνθα καὶ ἄνθρωπος.
Everywhere is reason, wherever there is also man.
Ἀλλὰ ταῦτα μὲν ὧδέ πῃ ἔχει. Αἱρετικοὶ δὲ, μηδὲν ἀναπνέοντες καθαρὸν, ταῖς κειμέναις περὶ τοῦ λυτρωτοῦ Θεοῦ Λόγου, τοῦ πάντων γενεσιουργοῦ, ὑψηλαῖς μαρτυρίαις τε καὶ δωρεαῖς, καὶ μεγαλουργίαις οὐ προσέχοντες, τὰ περὶ τῆς ἀῤῥητοτάτης καὶ ἀτρεπτοτάτης φιλανθρώπου ἐνανθρωπήσεως αὐτοῦ νομιζόμενα ἐκείνοις εἶναι μικροπρεπῆ ῥήματα, τῇ θεότητι αὐτοῦ προσάπτουσιν· καὶ ἀφ' ὧν ὤφειλον, τήν τε δόξαν διειδέναι τοῦ Θεοῦ, καὶ ἀνυμνεῖν πλέον τὸ φιλάνθρωπον αὐτοῦ, διὰ τούτων ἔξω τε τῆς ἀληθείας φερόμενοι ἁλίσκονται, καὶ ὑβρίζειν τὸν εὐεργέτην καὶ Σωτῆρα προάγονται· φροντίς τε αὐτοῖς, οὐχ ὅπως ἐξιλεώσωνται αὐτὸν ὡς κριτήν· ἀλλ' ὅπως ὑπὸ κρίσιν ὄντα, ὡς κτιστὸν, καὶ μετὰ τὴν εἰς οὐρανοὺς ἄνοδον καὶ τὴν ἐκ δεξιῶν τοῦ ἑαυτοῦ Πατρὸς ἰσότιμον συνεδρίαν ἀποδείξωσιν. Πολλάκις δὲ καὶ τὰ περὶ αὐτοῦ, ἢ παρ' αὐτοῦ μὴ λεχθέντα, ἢ δι' ἐπικρύψεως ᾐνιγμένα, ὡς κατ' αὐτοῦ, ἢ παρ' αὐτοῦ ἀποπεφασμένα ἀβασανίστως διατιθέασιν, καὶ πάντα σαθρὸν καὶ ἄναλκιν ἐκτετιμήκασι νοῦν· οὐδὲν καλλίους ἀλόγων ζώων ἑαυτοὺς προσάγοντες τούτῳ τῷ περιποθήτῳ Δεσπότῃ, τῷ ἄγοντι δίχα βίας τοὺς πειθομένους εἰς τὴν τοῦ Πατρὸς, καὶ ἑαυτοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, μίαν ἀδιαίρετον βασιλείαν, καὶ φειδοῖ τῇ πρὸς ἡμᾶς παραινοῦντι· «Μὴ γίνεσθε ὡς ἵππος καὶ ἡμίονος, οἷς οὐκ ἔστιν σύνεσις.» Τὰ γὰρ ἄλογα ζῶα, φησὶν, οἷς ἡ ψυχὴ τὸ ἐξ ὕλης αἷμα, κατὰ τὸν εἰπόντα ἐν τῇ Γενέσει, «Τὸ αἷμα αὐτοῦ ἡ ψυχὴ αὐτοῦ,» εἰς γῆν νένευκεν, ἀεὶ τῇ γαστρὶ μόνῃ δουλεύοντα, καὶ οὐκ ἀνέστηκεν τῷ σώματι καὶ τῷ νῷ, ὡς ὁ ἄνθρωπος, ὁ καὶ τῶν ἐπιγείων αἰσθανόμενος, καὶ τὰ μετέωρα βλέπων, καὶ ἐπὶ τὴν ἄνω γαληνοτάτην καὶ ἀπαθεστάτην κατάστασιν σπεύδων, καὶ ὡς] ἐν πανδοχίῳ τινὶ ἐν τῷ κόσμῳ ἡγούμενος καταλελυκέναι, καὶ παρασκευαζόμενος ἵν' εὐφρονῇ ἐφ' ἑκάστης πρὸς τὴν ἐκ τούτου ἔξοδον· διά τε τοῦτο ἁπλοῦς τὴν πίστιν καὶ τὴν γνώμην ὁ σοφὸς ὑπάρχει. Παντὶ γάρ τῳ δῆλον, ὡς πάσης τῆς διὰ λόγων καὶ ἐν λόγοις τέχνης ἡ ἀλήθεια κρείττων ἀεὶ, ἥτις συμπέφυκεν τῇ ἁπλότητι. Ταράττειν δὲ καὶ ταράττεσθαι δοκοῦσιν οἱ τεχνικοὶ λόγοι, οἳ πλεονάζουσιν αἱρετικοῖς τοῖς τῆς θεολογικῆς θεωρίας, ὡς καὶ Ἕλληνες
But these matters stand somewhat thus. Now the heretics, breathing nothing pure, paying no heed to the lofty testimonies and gifts and mighty works set forth concerning our Redeemer God the Word, the Creator of all things, attach to His Godhead those sayings concerning His most ineffable and immutable loving-kindness in becoming man which they deem mean and unseemly; and from the very things whereby they ought to have discerned the glory of God and praised His loving-kindness the more, through these they are caught being carried away outside the truth, and are led on to insult their Benefactor and Saviour; and their care is not how to propitiate Him as Judge, but how to prove Him to be under judgement, as a creature, even after His ascent into the heavens and His sitting in equal honour at the right hand of His Father. Often too, without examination, they treat things neither spoken of Him nor by Him, or things hinted at through concealment, as declarations against Him or by Him, and they have prized every unsound and feeble notion; presenting themselves as no better than irrational beasts to this most longed-for Master, Who leadeth without compulsion those who obey into the one indivisible kingdom of the Father, and of Himself, and of the Holy Spirit, and with forbearance exhorteth us: «Be ye not as horse and mule, which have no understanding.» For irrational beasts, He saith, whose soul is blood from matter, according to him who said in Genesis, «His blood is his soul,» incline towards the earth, ever serving the belly alone, and stand not upright in body and mind like man, who both perceiveth earthly things and beholdeth things on high, and hasteneth towards the serene and most impassible state above, and deemeth that he hath lodged in the world as in a certain inn, and prepareth himself that he may be of good cheer each day for his departure hence; and for this reason the wise man is simple in faith and judgement. For it is plain to every one that truth, which is innate in simplicity, is ever stronger than all art in words and through words. And artificial arguments seem both to trouble and to be troubled, which abound among heretics who are estranged from theological contemplation, even as the Greeks
Notes, col. 780

On the reading

Printed ὡς], for ὡς.

PG 39:781Read from the page
ἀλλοτρίοις. Θεὸν μὲν γὰρ, καὶ Κύριον, καὶ Υἱὸν καλοῦσιν αὐτὸν, οὐκ ἔτι δὲ ὡς μὲν Θεὸν καὶ Κύριον ἄκτιστον, ἄναρχον, αὐτεξούσιον, καὶ ἴσον τῷ Θεῷ Πατρί· ὡς δὲ μονογενῆ Υἱὸν ὁμοούσιον τῷ γεννήσαντι λέγουσιν· καὶ ταῦτα ἐκφαίνοντα καὶ προφαίνοντα τὸ ὁμότιμον καὶ ἰσοσθενὲς τῆς ἁγίας Τριάδος εἴς τε τὸ περὶ τὸ βάπτισμα θεῖον αὐτοῦ δόγμα, καὶ ἐν ἄλλοις δὲ πολλοῖς, ὡς εἴρηται· ἀλλ' Ἕλλησι τρόπον τινὰ συμφερόμενοι, διαφορότητας καὶ ὑφέσεις οὐσιῶν καὶ δόξης, κατὰ νόας ἰδίους, τῶν θείων καὶ ὁμοουσίων τριῶν ὑποστάσεων ὑφιστᾶσιν καὶ διανοοῦνται περί τε τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος τοῦ Θεοῦ.
are; for they call Him God, and Lord, and Son, yet no longer speak of Him as uncreated, without beginning, self-governing, and equal to God the Father insofar as He is God and Lord, nor as consubstantial with Him Who begat Him insofar as He is the only-begotten Son; even though these names manifest and show forth the equal honour and equal power of the Holy Trinity both in His divine teaching concerning baptism and in many other places, as hath been said; but agreeing after a fashion with the Greeks, according to their own notions they posit and conceive differences and subordinations of essences and of glory among the three divine and consubstantial hypostases, both concerning the Son and concerning the Holy Spirit of God.
Ἅπερ καὶ οἱ ἀλάστορες καὶ μυσαροὶ δαίμονες, οἱ δι' οἰκείας γνώμης κακότητα ἀναδειχθέντες, ἄχρηστα καὶ μισόκαλα κτίσματα ἀκοῦσαι, μήτιγε καὶ εἰπεῖν, φρίττουσιν. Οἱ μὲν οὖν λόγοι, οἱ τὰς θεολογίας περιέχοντες, ἀποχρώντως ἀπειργάσθησαν, ἤδη οὐσῶν μὲν καὶ ἄλλων μυριολέκτων ἀποδείξεων, μὴ μνημονευθεισῶν δὲ, ὅπως μήτε ὀκνοῖεν διὰ τὸ πλῆθος οἱ ἐντυγχάνοντες, μήτε μακροπερίοδος καὶ πολυλογῶν φαίνηται ὁ γράφων. Εἰ γὰρ «ἁπλοῦς ὁ μῦθος τῆς ἀληθείας ἔφυ,» φασὶν οἱ τῶν Ἑλλήνων εὐδόκιμοι, καὶ Ἀλήθεια διὰ τοῦτο εἰκότως ἂν τὸ Θεῖον προσαγορεύοιτο μόνον· δῆλον, ὡς καὶ ὁ περὶ τοῦ Θεοῦ Λόγου λόγος ἁπλοῦς, καὶ πάσης διαστρόφου ποικιλίας ἀπηλλαγμένος. Ἵνα δὲ εὐσύνοπτοι ὦσιν αἱ θεηγορίαι, διὰ τὰ νυνὶ λεχθησόμενα προβλήματα αἱρετικῶν, φέρε, ὡς ἐν μερικῇ καὶ συντόμῳ ἀνακεφαλαιώσει συνείρωμεν τὸν λόγον αὐτῶν, εἰ καὶ ταυτοεπεῖν μέλλομεν, ἀλλ' ὅμως διὰ τὸ χρειῶδες καὶ τὸ πᾶσι πινταχόθεν ἁλώσιμα, κατά γε τὸ ἐφικτὸν, γενέσθαι τὰ περὶ αὐτῶν. Καὶ γὰρ καὶ οἱ προθέμενοι οἰκοδομίαν ποιήσασθαι, συνοψίσαντες πρότερον τὰς ἁρμοζούσας ὕλας ἀποτίθενται, εἶτα ἐξ αὐτῶν πλησίον ἑκάστου τόπου ἐξεργάζεσθαι μέλλοντος παρατιθέασιν, ὡς ἂν ἔχοιεν ὑπ' ὄμμασι καὶ ἐν προχείρῳ ἕκαστοι τῶν τῇ χειρουργίᾳ κεχρημένων, καὶ οὕτω τοῦ πράγματος ἄρχονται. Τῷ δὲ Θεῷ αὖθις τὸ πᾶν θαῤῥήσας, τῷ τὰ κύματα παύοντι, καὶ εὔδιον πλοῦν διδόντι, καὶ πάντα κατορθοῦντι, οὗ κατὰ χάριν (ἣν καὶ ἁμαρτωλοῖς καὶ στενοῖς τὸν λόγον, ἰδίᾳ δ' ἐμοῦ λέγω, χορηγεῖν εἴωθεν) εἰς ταύτην προελήλυθα τὴν
Which things even the avenging and abominable demons, who through the wickedness of their own judgement have been shown to be useless creatures and haters of the good, shudder to hear, much less to speak. Now the arguments containing the theological proofs have been sufficiently worked out, though there are also other testimonies spoken ten thousand times, which have not been mentioned lest readers should shrink back because of their multitude, and lest the writer should appear long-winded and wordy. For if «the speech of truth is by nature simple,» as those of repute among the Greeks say, and Truth for this reason might fittingly be applied as a name to the Divine alone, it is clear that discourse concerning God the Word is also simple and free from all crooked complexity. Yet in order that the divine utterances may be easy to survey, because of the objections of the heretics shortly to be discussed, come, let us string together our account of them as in a partial and concise recapitulation, even if we are going to repeat ourselves, yet nevertheless for the sake of usefulness and that matters concerning them may become, as far as is attainable, accessible on every side to all. For even those who purpose to construct a building first survey and lay aside the fitting materials, then set them from there near each place that is about to be worked, so that each of those engaged in the handiwork may have them before their eyes and close at hand, and thus they begin the work. Having again entrusted all to God, Who stilleth the waves, and granteth a calm voyage, and directeth all things aright, by Whose grace (which He is wont to supply even to sinners and those slow of speech, and I speak particularly of myself) I have come forth to this
Notes, col. 781

On the reading

Printed πινταχόθεν, for πανταχόθεν.

PG 39:784Read from the page
ἐπιθυμίαν, πρόειμι ἐπὶ τὰ ἑξῆς, πιστεύων, ὡς πρὶν ἢ λαλήσω σὺν τοῖς παιδίοις, οἷς ἔδωκέν μοι, καὶ τοῖς παιδίοις τῶν παιδίων, δι' ἃ καὶ ζῶντες πονοῦμεν, ἔτι δὲ καὶ πᾶσιν, οἷς οἶδεν, τὴν χάριν δέξομαι. Αὐτοῦ γὰρ χρυσοῦν θέσπισμά ἐστιν· «Πάντα, ὅσα ἂν αἰτήσητε ἐπὶ τῷ ἐμῷ ὀνόματι, λήψεσθε·» καὶ, «Ἄνοιξον τὸ στόμα σου, καὶ πληρώσω αὐτό·» καὶ, «Οὐχ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρός μου τὸ λαλοῦν ἐν ὑμῖν.» Περὶ οὗ καὶ παρ' οὗ συναισθήσεως ἀξιωθέντες καὶ οἱ ἔξω φασίν·
desire, I proceed to what followeth, believing that before I speak I shall receive grace together with the children whom He hath given me, and the children's children, for whom while living we also toil, and moreover with all whom He knoweth. For His is the golden oracle: «All things whatsoever ye shall ask in My name, ye shall receive;» and, «Open thy mouth, and I will fill it;» and, «It is not ye that speak, but the Spirit of My Father that speaketh in you.» Concerning Whom and from Whom those without also, having been deemed worthy of perception, say:
Θεὸς ὁ τὰ πάντα τεύχων καὶ χάριν ἀοιδῷ φυτεύει.
God Who fashioneth all things also implanteth grace in the singer.
Οὐχ αὐτάρκης γὰρ ὄντως ἡ ἀνθρώπου σύνεσις εἰπεῖν τι περὶ τοῦ Θεοῦ, μὴ θείαν προσλαβοῦσα βοήθειάν τε καὶ δύναμιν· ὥς που καὶ Διαγόρας ὁ Μήλιος ἔφησεν· «Θεὸς, πρὸ παντὸς ἔργου βροτείου, νωμᾷ φρένα
For in truth the understanding of man is not self-sufficient to speak aught concerning God unless it hath received divine aid and power; as somewhere Diagoras the Melian also said: «God, before every mortal work, directeth the mind