Migne Reading Room

PG 39 · cols. 761–772 · Read from the page

On the Trinity, three books

On the Trinity, three books

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 39:761Read from the page
κὸν ὁ ἐπάρατος Πορφύριος, καὶ πρὸς τὴν τελεωτάτην ἀδυνατῶν θεολογίαν, ἅτε μήτε κατ' ἐπιθυμητικὴν καὶ φοιτικὴν αὐτοῦ ὁρμὴν, τὴν παροῦσαν ποιούμενος ἐξήγησιν, ἀμυδρῶς τὸ ἓν καὶ σωστικὸν ἅγιον Πνεῦμα τοῦ Θεοῦ ψυχὴν προσηγόρευσεν· οὐ τὴν ἀνθρώπου δὲ ὅμως, ἀλλὰ τὴν τῷ παντὶ διαπεφοιτηκυῖαν κόσμῳ. Ἔχεις οὖν καὶ τοὺς τῶν ἔξω σοφοὺς μαρτυροῦντας, ὡς αἱ τρεῖς μακάριαι ὑποστάσεις ἐν μιᾷ θεότητι, καὶ οὐκ ἄλλοτε καὶ ἄλλοτε ἐξεφάνησαν· ἀλλ' ὅτε ἡ πρώτη, τότε σὺν αὐτῇ ἅμα καὶ ἐξ αὐτῆς καὶ ἡ ἄλλη καὶ ἡ ἑτέρα συναϊδίως, ὡς τὸ ἀπαύγασμα τῷ πυρί. Κείσθω δέ τι κατὰ φυσικὸν λόγον καὶ ἐκ τῶν ἡμετέρων μαρτυροῦν τῇ ἀνάρχῳ ἐκπορεύσει, καὶ τῇ πρὸς τὸν μονογενῆ Θεὸν Λόγον ὁμοουσιότητι τοῦ θεϊκοῦ ἑνὸς Πνεύματος. Ἔστιν δὲ τοῦτο· Λόγος οὐ γεννᾶται, ἢ ἐκφαίνεται, μὴ συνορμῶντος καὶ συμπροερχομένου ἅμα αὐτῷ Πνεύματος. Πολλοὶ δὲ τοιοῦτοι ἐξ Ἑλληνικῶν βίβλων λόγοι, καὶ οὐκ ἀπόβλητοι· ἀλλ' ἔτι τῶν ἀπογεγραμμένων ἐνταῦθα συμφυέστεροι καὶ ἰδιώτεροι ἐπὶ πλέον εἰσαῦθις, ἐὰν τῷ Θεῷ δοκῇ, εἰς μέσον προενεχθήσονται πρὸς ἡμῶν. Ἐγὼ γὰρ καὶ οἱ ἐμοὶ, ὡς ἴσασιν οἱ μνήμης μοι τῆς περὶ τὴν ἄναρχον καὶ ἀεὶ ὡσαύτως καὶ κατὰ ταυτὰ ἔχουσαν μακαρίαν Τριάδα, τῆς διδούσης ἀεὶ καλὰ, οὐχ ἀφαιρουμένης δὲ, οὐδ' ὀνειδιζούσης, ἐν ταῖς παρ' ἡμέραν ταύταις συνουσίαις κοινωνήσαν-
discerning faculty, the accursed Porphyry, and being incapable of the most perfect theology, inasmuch as he was making the present exposition not according to his appetitive and roving impulse, dimly called the one and saving Holy Spirit the soul of God; yet not the soul of man, but that which has pervaded the whole world. Thou hast, then, even the wise men of those outside testifying that the three blessed hypostases [are] in one Godhead, and did not appear at one time and another; but when the first [was], then together with Her and from Her both the second and the other [were] co-eternally, like radiance with fire. Let there also be set down something according to natural reason and from our own [writings] testifying to the beginningless procession and the consubstantiality of the one divine Spirit with the only-begotten God the Word. And it is this: a word is not begotten, or manifested, without a breath rushing forth and proceeding together with it. And many such arguments from Greek books [exist], and are not to be rejected; but still more congenial and proper ones than those transcribed here shall hereafter, if it seem good to God, be brought forward by us. For I and mine, as those know who [partake] of my remembrance concerning the beginningless and ever-uniform and self-same blessed Trinity, who always gives good things, and takes not away, nor upbraids, having shared in these every-other-day gatherings
Notes, col. 761

On the reading

Printed οὐχ ἀφαιρουμένης, for οὐκ ἀφαιρουμένης.

PG 39:764Read from the page
τες, οὐκ ἔστιν ὅτε, ἢ ἐπαυσάμην, ἢ (ἐν τῷ ὀνόματι δὲ αὐτῆς τῷ παναγίῳ πάντα λεγέσθω, καὶ πραττέσθω, καὶ σιγῇ βουλευέσθω) ἐμαυτῷ καὶ τοῖς ἐμαυτοῦ παρέχων τὸ πᾶν (χρῄζει γὰρ αὕτη, πάντων αἰτία οὖσα, οὐδενὸς, εἰ μὴ τῆς ἡμῶν ὠφελείας), προσκυνῶν τε καὶ δοξάζων, καὶ πρὸς δύναμιν τὴν οὖσάν μοι ἐγχωμιάζων αὐτήν· ἢ οὐ πολλὰ ἔφην ἀδικεῖσθαι πρὸς ἑαυτῶν τοὺς μὴ σπουδάζοντας σοφόν τι περὶ αὐτῆς, ἢ μαθεῖν, ἢ διδάξαι. Καὶ νῦν δὲ συνήθως πιστεύων, ὡς σταθερὰ καὶ βέβαια ἐκεῖνά ἐστιν μόνα, ὧν προηγεῖται αὕτη, ἀνατείνων σὺν τῷ σώματι τῆς διανοίας τὰ ὄμματα, λίσσομαι ὑπέρ τε ἐμαυτοῦ καὶ τῶν ἐξ ἐμοῦ, καὶ τῶν ἀπ' αὐτῶν ὄντων τε καὶ ἐσομένων, ἔτι μὴν καὶ ὑπὲρ πάντων, πειθόμενος τῷ παρακελευσαμένῳ Σωτῆρι Χριστῷ εὔχεσθαι ὑπὲρ ἀλλήλων, λέγων, ἅπερ ὁ ἐν οʹ ψαλμῷ προσευχόμενος· « Ἐπὶ σοὶ, Κύριε, ἤλπισα· μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα· ἐν τῇ δικαιοσύνῃ σου ῥῦσαί με, καὶ ἐξελοῦ με· κλῖνον πρὸς μὲ τὸ οὖς σου, καὶ σῶσόν με. Γενοῦ μοι εἰς Θεὸν ὑπερασπιστὴν, καὶ εἰς τόπον ὀχυρὸν, τοῦ σῶσαί με· ὅτι στερέωμά μου καὶ καταφυγή μου εἶ σύ. Ὁ Θεός μου, ῥῦσαί με ἐκ χειρὸς ἁμαρτωλοῦ, ἐκ χειρὸς παρανομοῦντος καὶ ἀδικοῦντος· ὅτι σὺ εἶ ἡ ὑπομονή μου, Κύριε, Κύριε, ἡ ἐλπίς μου ἐκ νεότητός μου. Ἐπὶ σὲ ἐπεστηρίχθην ἀπὸ γαστρὸς, ἐκ κοιλίας μητρός μου σὺ μου εἶ σκεπαστής. Ἐν σοὶ ἡ ὕμνησίς μου διαπαντός. Ὡσεὶ τέρας ἐγενήθην τοῖς πολλοῖς, καὶ σὺ, Κύριε, βοηθός μου κραταιός. Πληρωθήτω τὸ στόμα μου αἰνέσεως, ὅπως ἀνυμνήσω τὴν δόξαν σου, ὅλην τὴν ἡμέραν τὴν μεγαλοπρέπειάν σου. Μὴ ἀποῤῥίψῃς με εἰς καιρὸν γήρους· ἐν τῷ ἐκλείπειν τὴν ἰσχύν μου μὴ ἐγκαταλίπῃς με. » Οὕτω γὰρ ἂν, σοῦ ἕνεκα, τῆς οὐκ ἐχούσης τὸ ἀντιτασσόμενόν σοι, ἐν τῷ βουλεύεσθαι ἐλεεῖν καὶ τοὺς ἁμαρτωλοὺς ἡμᾶς, ἀγαθωτάτη καὶ παναλκεστάτη Τριὰς, ἀφ' ἧς καὶ παρ' ἧς πᾶν ἀγαθὸν, καὶ εἰς ἣν πάντων πᾶσα πάντοτε ἐλπὶς, καὶ μεθ' ἣν παντελῶς οὐδὲν, ῥυσθείημεν τῶν τε
there is no time when I have ceased, or (in Her all-holy name let all things be said, and done, and in silence deliberated) providing everything for myself and my own (for She, being the cause of all things, needs nothing, except our benefit), both worshipping and glorifying, and praising Her according to the power that is in me; or did I not say that those are greatly wronged by themselves who are not eager either to learn or to teach something wise concerning Her? And now, believing as is my wont that those things alone are stable and firm of which She takes the lead, lifting up the eyes of my mind together with my body, I beseech both for myself and for those from me, and for those who are and shall be from them, and moreover for all, obeying Christ the Saviour who commanded us to pray for one another, saying the things which he who prays in the seventieth Psalm [says]: "In Thee, O Lord, have I hoped; let me not be put to shame for ever; in Thy righteousness deliver me, and rescue me; incline Thine ear unto me, and save me. Be Thou to me a God who protects, and a strong place to save me; for Thou art my firmament and my refuge. O my God, deliver me from the hand of the sinner, from the hand of him that transgresseth the law and doeth unrighteously; for Thou art my patience, O Lord, O Lord, my hope from my youth. Upon Thee have I been stayed from the womb; from my mother's belly Thou art my shelterer. In Thee is my hymn of praise continually. I have become as a wonder to the many, and Thou, O Lord, art my mighty helper. Let my mouth be filled with praise, that I may hymn Thy glory, all the day Thy magnificence. Cast me not away in the time of old age; when my strength faileth, forsake me not." For thus, on account of Thee, who hast nothing that opposes Thee, in Thy willing to have mercy even upon us sinners, O most good and all-mighty Trinity, from whom and through whom is every good, and in whom is all the hope of all at all times, and after whom there is utterly nothing, may we be delivered both from the
Notes, col. 764

On the reading

Printed ἐγχωμιάζων, for ἐγκωμιάζων.

PG 39:765Read from the page
ἡμαρτημένων ἡμῖν ψυχικῶν καὶ σωματικῶν ἐν γνώσει καὶ ἀγνοίᾳ, ἐν λόγῳ καὶ ἔργῳ, ὧδε καὶ « ὅτε νικᾷς ἐν τῷ κρίνειν » τὰ κρυπτὰ τῶν ἀνθρώπων, τῶν τε ἐν κόσμῳ ἐπαχθῶν, καὶ τοῦ τοῖς ἀγαθοῖς ἀεὶ φθονοῦντος καὶ ἐναντίου ἱσταμένου δαίμονος, καὶ παντὸς πνεύματος πονηροῦ καὶ ἀκαθάρτου, καὶ τοῦ μισοκάλου Ἀντιχρίστου, οὗτινος, ὡς τεκμηριοῖ τὰ πράγματα, ὁ ἀγωνίας δεινῆς γέμων χρόνος ἤγγικεν ἤδη· ὥστε μηδένα, μὴ τῶν νῦν, μὴ τῶν τότε εὑρισκομένων ἀπολέσθαι. Οὕτως ἂν πᾶν κακὸν ἐκποδὼν γένηται, διοικηθείη τε καλῶς καὶ ἡσύχως, κατὰ τὸ σὸν ἄφθονον καὶ φιλόψυχον θέλημα, τά τε κοινὰ, τά τε ἰδιωτικὰ πράγματα· καὶ αἱρετὴ λοιπὸν καὶ εὐκταία πᾶσιν ἔσται ἡ ἐν ἑκάστῃ πόλει, μενοῦνγε ἡ ἐν ἀγρῷ εὐσεβὴς καὶ ἰδιοπράγμων οἴκησις· καὶ ὑπάρξῃ παντὶ, ὡς τοῖς ὁσίοις πατράσιν καὶ τοῖς πρὸ ἐκείνων, τὸ ὡς ἐρᾷ καὶ βούλεται κατ' ἐξουσίαν πλεῖν, ὁδοιπορεῖν, οἴκοι μένειν, γεωργεῖν, ἐπιμελῶς εἰς πανηγύρεις παραβάλλειν, λαλεῖν χαρίεντα καὶ ἐπιεικῆ, καὶ τὸ μεῖζον τούτων, τὸ ἀπερισπάστως καὶ νηφαλέως μεμνῆσθαί σου, καὶ παντὸς πράγματος ἐκ σοῦ ἀρχὴν ποιεῖσθαι καὶ τελευτὴν, μεταδιδόναι τε πρὸς δύναμιν τοῖς ἐνδεομένοις, ἀρχόμενον ἀπὸ τῶν πρὸς γένος καὶ τῶν οἰκείων, καὶ παρὰ σοῦ τὸ δάνειον εἰς τὸ μέλλον ἐκδέχεσθαι, καὶ ἐπίμετρον ζωὴν αἰώνιον. « Νηστεία » γὰρ, φησὶν, « καὶ προσευχὴ ἐκ θανάτου ῥύεται· ἐλεημοσύνη δὲ, ὑπὲρ τὰ ἀμφότερα. » Ὡς γὰρ καὶ οἱ ἔξω φασίν·
sins committed by us in soul and body, in knowledge and in ignorance, in word and in deed, both here and "when Thou overcomest in judging" the hidden things of men, and from the burdensome things in the world, and from the demon who ever envies the good and stands against them, and from every wicked and unclean spirit, and from the good-hating Antichrist, whose time, filled with dreadful agony, as events indicate, has already drawn near; so that no one, neither of those now nor of those then found, may perish. Thus may every evil be removed out of the way, and may both public and private affairs be administered well and peacefully, according to Thy ungrudging and soul-loving will; and henceforth a pious and quiet dwelling in each city, and indeed in the countryside, shall be desirable and wished for by all; and it shall be granted to every one, as to the holy fathers and those before them, to sail, to travel, to stay at home, to till the soil as he loves and wishes with freedom, diligently to resort to festive assemblies, to speak gracious and gentle words, and what is greater than these, undistractedly and soberly to be mindful of Thee, and to make beginning and end of every deed from Thee, and to impart according to one's power to those in need, beginning from one's kindred and household, and to look to Thee for the loan for the future, and eternal life as an extra measure. For "Fasting," it says, "and prayer delivereth from death; and almsgiving is above both." For as even those outside say:
Εὐσεβίης οὐδὲν προφερέστερον ἐν μερόπεσσιν.
Nothing is more excellent than piety among mortal men.
Οὕτως ἂν πρὸς τούτοις ἐγγένηται τὸ μὴ νοσεῖν ὑπερηφανίαν καὶ τῦφον, μηδ' εἶναι καυχηματίαν· δι' ἃ ἄφυκτα πάθη, ὁ μὲν ἔχθιστος Σατὰν τοῦ ἄνω φω-
Thus, in addition to these things, may it come to pass that we are not sick with arrogance and pride, nor be boasters; because of which inescapable passions, the most hateful Satan fell from the light above
PG 39:768Read from the page
τὸς καὶ τῆς τῶν δοκίμων ἀγγέλων ἑταιρίας ἐξέπεσεν, καὶ εἰς τοὺς ζοφωδεστάτους ταρταραίους μυχοὺς κατωλίσθησεν· ὁ δ' ὑπὸ νόμον τραφεὶς, καὶ νηστεύων, καὶ ἀποδεκατῶν τὰ ἑαυτοῦ ὑπάρχοντα, καὶ ἐπικουρῶν τοῖς προσαιτοῦσιν Φαρισαῖος, ἀνόνητον ἔσχε τέως ἐν κόσμῳ, ὅσον ἐν γράμμασιν ἱεροῖς, τὴν ἐντεῦθεν ἐλπίδα. Ἔτι δὲ ὑπάρξῃ τὸ μάχης ἀφεστάναι, ζῆν ἐν βίβλοις, καὶ ἀχώριστον εἶναι μετὰ καθαροῦ συνειδότος τῶν ἐκκλησιαστικῶν συνάξεων, ἐν οἷς ἰδικώτερον πρόκεισαι πᾶσιν οὕτως ἔσται, οὐκ. ἔτι ἐπονείδιστος καὶ διεπτυσμένη, ἀλλὰ καὶ, ὡς πάλαι καὶ πρόπαλαι, ἐπαινετὴ ἡ τῆς ἀρετῆς καὶ πάσης ἐπιστήμης γενομένη παρὰ τὴν ἀρχὴν διδάσκαλος ἡ συμμετρία. Καὶ σωφρονεστέρα φανείη τῆς ἀρχαίας ἡ ἑξῆς πολιτεία, ὅσῳ καὶ ὑπὸ τῆς Χριστιανῆς, τῆς πάντ' εὖ πεποιηκυίας, κατανύττεται θεσμοθετήσεως. Καὶ γλυκὺ φῶς ἀνατείλῃ καὶ λαμπρόν· καὶ εὐαρχία μὲν καὶ εἰρήνη ἀνὰ πᾶσαν γῆν καὶ θάλατταν, κατὰ πάντα τρόπον καὶ λόγον, ἔσται βαθεῖα· καὶ μεστὸν τοῦ Νείλου τὸ ῥεῖθρον, καὶ εὐετηρία πλείστη· σπάνις δὲ πολλὴ καὶ παντοία τῶν σπουδαρχιδῶν· καὶ οὐκ ἔτ' ὀδύρηται ἄλλος ἐπ' ἄλλῳ· καὶ ὃν ἐμαυτῷ νόμον ἔθηκα, φυλάξαι δυνηθῶ σὺν ὥρᾳ, καὶ χάριτι, καὶ σεμνότητι βίου καὶ λόγων· πανταχόθεν τε ἡμῖν παντεχνεῖ, καὶ πανοικεῖ, καὶ παγγενεῖ, καὶ ὁλικῶς ἐκβῇ τὰ πράγματα, εὐχῆς καλλίω καὶ τῶν πρότερον βελτίω. Καὶ πάντα ταῦτα ναὶ, ναὶ, ναὶ, τετελεσμένα καὶ τελεσθησόμενα ἔσται· ὅπως ἐς ἀεὶ ἐργάζηται τὸ ἐν Ἡσαΐᾳ παρηγορικὸν καὶ ἰαματικὸν ῥῆμά σου, τὸ περιέχον οὕτως· « Ἐγώ εἰμι αὐτὸς ὁ λαλῶν· πάρειμι ὡς ὥρα ἐπὶ τῶν ὀρέων, ὡς εὐαγγελιζόμενος ἀγαθά· ὅτι ἀκουστὴν
and the fellowship of the approved angels, and slipped down into the darkest Tartarean recesses; and the Pharisee who had been brought up under the law, and fasted, and tithed his own possessions, and aided those who begged, had for a while in the world, as far as the sacred writings go, a profitless hope therefrom. And furthermore may it be granted to stand aloof from strife, to live among books, and with a pure conscience to be inseparable from the ecclesiastical assemblies, in which Thou art more specially set forth to all; thus shall she be no longer reproachful and despised, but even as of old and long ago, praiseworthy shall be that symmetry which from the beginning became the teacher of virtue and of all knowledge. And may the coming polity appear more sober-minded than the ancient one, inasmuch as it is pierced with compunction by the Christian legislation, which has done all things well. And may a sweet and bright light arise; and good rule and peace throughout all earth and sea, in every way and manner, shall be profound; and the stream of the Nile full, and most abundant plenty; and a great and manifold scarcity of office-seekers; and no longer shall one lament over another; and the law which I have set for myself, may I be able to keep with comeliness, and grace, and dignity of life and words; and from every side may affairs turn out for us with all children, all household, all kindred, and wholly fairer than prayer and better than before. And all these things yea, yea, yea, shall be accomplished and about to be accomplished; so that Thy consoling and healing word in Isaiah may work for ever, which runs thus: "I am He that speaketh; I am present as beauty upon the mountains, as one bringing good tidings of good things; for I will make heard
Notes, col. 768

On the reading

Printed οὐκ. ἔτι, for οὐκ ἔτι.

PG 39:769Read from the page
ποιήσω τὴν σωτηρίαν σου, λέγων· Σιὼν, βασιλεύσει σου ὁ Θεός. » Καὶ σχοίημεν ἀτελεύτητον καὶ μετὰ τελευτὴν τὴν ζωὴν καὶ τὴν χάριν διαιωνίζουσαν, διὰ τὸ ἀγαθώτατον, καὶ μεγαλοπρεπέστατον, καὶ σωστικώτατον, καὶ δεδοξασμένον, καὶ εὐχαριστούμενον εἰς ἀπεράντους αἰῶνας αἰώνων ὄνομά σου, τοῦ ἐπὶ πάντων, καὶ διὰ πάντων, καὶ ἐν πᾶσιν Θεοῦ Πατρὸς παντοκράτορος, καὶ τοῦ μονογενοῦς Υἱοῦ σου, καὶ τοῦ παναγίου, καὶ ζωοποιοῦ, καὶ δημιουργοῦ Πνεύματός σου. Ἀμὴν, ἀμὴν, ἀμήν. Καὶ ἐροῦσι πάντοτε πάντες πανταχοῦ οἱ ὀρθοδόξων Χριστιανῶν λαοί· Γένοιτο, γένοιτο, γένοιτο.
Thy salvation, saying: Sion, thy God shall reign." And may we obtain unending life even after our end and everlasting grace, through Thy most good, and most magnificent, and most saving, and glorified, and thanked unto endless ages of ages name, of God the Father Almighty who is over all, and through all, and in all, and of Thine only-begotten Son, and of Thine all-holy, and life-giving, and creative Spirit. Amen, amen, amen. And all the peoples of orthodox Christians everywhere shall always say: So be it, so be it, so be it.
ΒΙΒΛΙΟΝ Γʹ.
Book III.
ΠΡΟΒΛΗΜΑΤΑ ΑΙΡΕΤΙΚΩΝ ΑΠΟ ΤΩΝ ΔΙΑΓΟΡΕΥΟΥΣΩΝ ΓΡΑΦΩΝ ΤΑ ΥΠΟΤΕΤΑΓΜΕΝΑ ΡΗΜΑΤΑ. ΚΑΙ ΑΝΤΙΘΕΣΕΙΣ ΟΡΘΟΔΟΞΩΝ.
Questions of Heretics from the Scriptures That Proclaim the Subjoined Sayings, and Counter-Arguments of the Orthodox.
Κεφ. Αʹ. Πρόλογος περὶ παθῶν τῶν ἐκ σώματος καὶ προαιρέσεως ψυχῆς.
Chapter 1. Prologue concerning passions arising from the body and the choice of the soul.
Κεφ. Βʹ. Θεολογιῶν κεφάλαια, νεʹ.
Chapter 2. Theological chapters, fifty-five.
Κεφ. Γʹ. Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὑτοῦ εἰς ἔργα αὑτοῦ.
Chapter 3. The Lord created me the beginning of His ways for His works.
Κεφ. Δʹ. Πρωτότοκος πάσης κτίσεως· ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς.
Chapter 4. Firstborn of all creation; because in Him were created all things in the heavens and on the earth.
Κεφ. Εʹ. Ἐγώ εἰμι ἡ ἀρχὴ καὶ τὸ τέλος.
Chapter 5. I am the beginning and the end.
Κεφ. Ϛʹ. Γινωσκέτω πᾶς οἶκος Ἰσραὴλ, ὅτι καὶ Κύριον αὐτὸν καὶ Χριστὸν ὁ Θεὸς ἐποίησε· καὶ, Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ' αὐτοῦ· καὶ, Δέξασθε τὸν ἀρχιερέα· καὶ, Ὃς ἐγενήθη σοφία ὑμῖν ἀπὸ Θεοῦ· καὶ, Ἐκλελοχισμένος ἀπὸ μυριάδων.
Chapter 6. Let all the house of Israel know that God hath made Him both Lord and Christ; and, Yet have I been set as king by Him; and, Receive the high priest; and, Who was made unto you wisdom from God; and, Chosen out of ten thousands.
Κεφ. Ζʹ. Χριστὸν Θεοῦ δύναμιν καὶ Θεοῦ σοφίαν.
Chapter 7. Christ the power of God and the wisdom of God.
Κεφ. Ηʹ. Πρὸς τὸ γεγράφθαι ἄμπελον τὸν Χριστὸν, κλήματα ἀνθρώπους, γεωργὸν τὸν Θεὸν Πατέρα.
Chapter 8. Concerning its being written that Christ is the vine, men the branches, God the Father the husbandman.
Κεφ. Θʹ. Μέγα σοί ἐστιν κληθῆναί σε παῖδά μου· καὶ, Ὁ ὁρισθεὶς Υἱὸς Θεοῦ ἐν δυνάμει κατὰ Πνεῦμα ἁγιωσύνης· καὶ Ὁ Θεὸς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ Πατὴρ τῆς δόξης· καὶ, Ἀναβαίνω πρὸς τὸν Πατέρα μου καὶ Θεόν μου.
Chapter 9. It is a great thing for thee to be called my servant; and, Who was declared Son of God with power according to the Spirit of holiness; and, The God of our Lord Jesus Christ, the Father of glory; and, I ascend unto my Father and my God.
Κεφ. Ιʹ. Διὸ καὶ ὁ Θεὸς αὐτὸν ὕψωσε, καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα· καὶ, Ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος.
Chapter 10. Wherefore God also hath highly exalted Him, and given Him a name which is above every name; and, Being made in the likeness of men, and being found in fashion as a man.
Κεφ. ΙΑʹ. Ἐγὼ ζῶ διὰ τὸν Πατέρα.
Chapter 11. I live because of the Father.
Κεφ. ΙΒʹ. Καταβέβηκα ἐκ τοῦ οὐρανοῦ, οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τοῦ πέμψαντός με Πατρός.
Chapter 12. I came down from heaven, not to do mine own will, but the will of the Father that sent me.
Κεφ. ΙΓʹ. Διὰ τοῦτο ἔχρισέ σε, Θεὲ, ὁ Θεός σου· καὶ, Ὃν ὁ Πατὴρ ἡγίασε καὶ ἀπέστειλεν εἰς τὸν κόσμον.
Chapter 13. Therefore God, Thy God, hath anointed Thee; and, Whom the Father hath sanctified and sent into the world.
Κεφ. ΙΔʹ. Οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδου· καὶ περὶ τοῦ, Τὸν Χριστὸν Ἰησοῦν ὁ Θεὸς ἤγειρεν ἐκ νεκρῶν.
Chapter 14. Thou wilt not leave my soul in Hades; and concerning, God raised Christ Jesus from the dead.
Κεφ. ΙΕʹ. Οὐδεὶς ἀγαθὸς, εἰ μὴ εἷς ὁ Θεός.
Chapter 15. None is good, save one, God.
Κεφ. ΙϚʹ. Τῷ δὲ βασιλεῖ τῶν αἰώνων, ἀφθάρτῳ, ἀορά-
Chapter 16. Now unto the King of the ages, incorruptible, invis-
PG 39:772Read from the page
τῳ, μόνῳ σοφῷ Θεῷ τιμη καὶ δόξα· καὶ, Μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον· καὶ περὶ τῶν λεγόντων· Οὐκ εἰσὶν οὖν αἱ ψυχαὶ καὶ οἱ ἄγγελοι ἀθάνατοι καὶ ἀόρατοι;
to the only wise God be honour and glory; and, Who alone hath immortality, dwelling in unapproachable light; and concerning those who say: Are not then souls and angels immortal and invisible?
Κεφ. ΙΖʹ. Ὥσπερ γὰρ ὁ Πατὴρ ζωὴν ἔχει ἐν ἑαυτῷ, οὕτως ἔδωκε τῷ Υἱῷ ζωὴν ἔχειν ἐν ἑαυτῷ· καὶ, Ἐξουσίαν ἔδωκεν αὐτῷ κρίσιν ποιεῖν, ὅτι Υἱὸς ἀνθρώπου· καὶ πάλιν· Οὓς ἔδωκάς μοι ἐκ τοῦ κόσμου, σοὶ ἦσαν, καὶ ἐμοὶ αὐτοὺς ἔδωκας· καὶ πάλιν· Πάντα μοι παρεδόθη παρὰ τοῦ Πατρός· καὶ πάλιν· Ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς. Καὶ θέα τοιαῦτα. Καὶ τὸ τοῦ Δαυΐδ· Αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου.
Chapter XVII. For as the Father hath life in Himself, so hath He given to the Son to have life in Himself; and, He hath given Him authority to execute judgement, because He is Son of Man; and again: Those whom Thou gavest Me out of the world were Thine, and Thou gavest them to Me; and again: All things have been delivered unto Me by the Father; and again: All authority hath been given unto Me in heaven and on earth. And observe similar passages. And that of David: Ask of Me, and I will give Thee the nations for Thine inheritance.
Κεφ. ΙΗʹ. Ὁ πέμψας με Πατὴρ μείζων μου ἐστίν. Ἐν ταυτῷ περὶ Μοντανιστῶν καὶ Μανιχαίων.
Chapter XVIII. The Father Who sent Me is greater than I. In the same place concerning Montanists and Manichaeans.
Κεφ. ΙΘʹ. Ὁ Πατὴρ ἐντολήν μοι δέδωκε, τί εἴπω καὶ τί λαλήσω. Περὶ δὲ τοῦ ἁγίου Πνεύματος· Ἀφ' ἑαυτοῦ οὐ λαλήσει· καὶ, Ἀπ' ἐμαυτοῦ οὐκ ἐλάλησα· καὶ, Καθὼς ἐνετείλατό μοι ὁ Πατὴρ, οὕτω ποιῶ· καὶ, Ὁ λόγος ὃν ἀκούετε, οὐκ ἔστιν ἐμὴς, ἀλλὰ τοῦ πέμψαντός με.
Chapter XIX. The Father hath given Me a commandment, what I should say and what I should speak. And concerning the Holy Spirit: He shall not speak from Himself; and, I have not spoken from Myself; and, As the Father commanded Me, so I do; and, The word which ye hear is not Mine, but His Who sent Me.
Κεφ. Κʹ. Ὅταν παραδιδῷ τὴν βασιλείαν τῷ Θεῷ καὶ Πατρὶ, καὶ ὅτ' ἂν ὑποταγῇ αὐτῷ τὰ πάντα, τότε καὶ αὐτὸς ὁ Υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα, ἵνα ᾖ ὁ Θεὸς τὰ πάντα ἐν πᾶσιν. Ἐν ταυτῷ, ὅτι τὴν οἰκονομίαν, ὅτε ἄνθρωποι, τότε καὶ ἄγγελοι διὰ τοὺς ἀνθρώπους ἔγνωσαν.
Chapter XX. When He shall deliver up the kingdom to God and the Father, and when all things shall be subjected to Him, then shall the Son Himself also be subjected to Him Who subjected all things to Him, that God may be all in all. In the same place, that when men came to know the dispensation, then the angels also knew it for the sake of men.
Κεφ. ΚΑʹ. Πάτερ, εἰ δυνατὸν, παρελθέτω τὸ ποτήριον τοῦτο· καὶ περὶ τοῦ, Σῶσόν με ἐκ τῆς ὥρας ταύτης· καὶ, Θεέ μου, Θεέ μου, ἵνα τί ἐγκατέλιπές με; καὶ, Περίλυπός ἐστιν ἡ ψυχή μου μέχρι θανάτου. Καὶ περὶ τοῦ δακρύσαι ἐπὶ Λαζάρῳ, καὶ κοπιάσαι, καὶ προσεύξασθαι, καὶ πεινῆσαι, καὶ ὑπνῶσαι, καὶ ὅσα τοιαῦτα. Ἐν ταυτῷ, ὅτι μετ' αὐτοῦ ἦν ὁ Πατὴρ καὶ τὸ ἅγιον Πνεῦμα.
Chapter XXI. Father, if it be possible, let this cup pass away; and concerning that: Save Me from this hour; and, My God, My God, why hast Thou forsaken Me? and, My soul is exceedingly sorrowful even unto death. And concerning His weeping over Lazarus, and growing weary, and praying, and hungering, and sleeping, and all such things. In the same place, that the Father and the Holy Spirit were with Him.
Κεφ. ΚΒʹ. Οὐδεὶς οἶδε τὴν ἐσχάτην ἡμέραν, οὐδὲ οἱ ἄγγελοι, οὔτε ὁ Υἱός.
Chapter XXII. No one knoweth the last day, neither the angels, nor the Son.
Κεφ. ΚΓʹ. Ὅτι οὐδεὶς Θεὸς, εἰ μὴ εἷς. Καὶ γὰρ εἴπερ εἰσὶ λεγόμενοι θεοὶ, εἴτε ἐν οὐρανῷ, εἴτε ἐπὶ γῆς, ὥσπερ εἰσὶ θεοὶ πολλοὶ καὶ κύριοι πολλοί· ἡμῖν δὲ εἷς Θεὸς ὁ Πατὴρ, ἐξ οὗ τὰ πάντα· καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι' οὗ τὰ πάντα. Ἐν ταυτῷ, ὅτι ὁ Θεὸς οὐ πρωτεύει τοῦ ὁ Κύριος, ἀλλ' ἀμφότερα ταῖς τρισὶν ἁρμόζει ὑποστάσεσιν· πολλάκις δὲ καὶ προτάττεται τὸ ὁ Κύριος τοῦ ὁ Θεός.
Chapter XXIII. That there is no God save one. For even if there be those that are called gods, whether in heaven or on earth, as there are gods many and lords many; yet to us there is one God, the Father, of Whom are all things; and one Lord Jesus Christ, through Whom are all things. In the same place, that the title God does not take precedence over the title Lord, but both belong to the three hypostases; and often the title Lord is even placed before the title God.
Κεφ. ΚΔʹ. Περὶ τοῦ Ἕλληνας πρὸς τὴν ἰδίαν πλάνην νοεῖν τὸ, Εἴ τινές εἰσι λεγόμενοι θεοὶ, εἴτε ἐν οὐρανῷ, εἴτε ἐπὶ γῆς.
Chapter XXIV. Concerning the fact that the Greeks understand according to their own error the saying, If there be any that are called gods, whether in heaven or on earth.
Κεφ. ΚΕʹ. Δόξασόν με σὺ, Πάτερ, παρὰ σεαυτῷ τῇ δόξῃ, ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί.
Chapter XXV. Glorify Thou Me, Father, with Thine own self with the glory which I had with Thee before the world was.
Κεφ. ΚϚʹ. Ὅταν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτοῦ.
Chapter XXVI. When He shall come in the glory of His Father.
Κεφ. ΚΖʹ. Μεσίτης Θεοῦ καὶ ἀνθρώπων ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός.
Chapter XXVII. Mediator between God and men, our Lord Jesus Christ.
Κεφ. ΚΗʹ. Περὶ τοῦ ἄνευ τοῦ Υἱοῦ μὴ δεδωρῆσθαι κατ' ἐνίους τὰ πρὸ τῆς ἐν κόσμῳ παρουσίας αὐτοῦ χαρίσματα.
Chapter XXVIII. Concerning the opinion of some that the gifts of grace prior to His coming in the world were not bestowed without the Son.
Κεφ. ΚΘʹ. Περὶ τοῦ, αἰτούσῃ τῇ μητρὶ τῶν υἱῶν Ζεβεδαίου ὥστε καθεσθῆναι ἐκ δεξιῶν αὐτοῦ καὶ ἐξ ἀριστερῶν ἐν τῇ μελλούσῃ κρίσει τοὺς δύο αὐτῆς υἱοὺς, εἰπεῖν τὸ, Οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ' οἷς ἡτοίμασται ὑπὸ τοῦ Πατρός.
Chapter XXIX. Concerning His saying to the mother of the sons of Zebedee, when she asked that her two sons might sit on His right hand and on His left in the coming judgement: It is not Mine to give, save to those for whom it hath been prepared by the Father.
Κεφ. Λʹ. Πάτερ, εἰς χεῖράς σου παραθήσομαι τὸ πνεῦμά μου.
Chapter XXX. Father, into Thy hands I will commend My spirit.
Κεφ. ΛΑʹ. Ἑτοιμάζου τοῦ ἐπικαλεῖσθαι τὸν Θεόν σου Ἰσραήλ· διότι ἰδοὺ ἐγὼ στερεῶν βροντὴν, καὶ κτίζων πνεῦμα, καὶ ἀπαγγέλλων εἰς ἀνθρώπους τὸν Χριστὸν αὐτοῦ.
Chapter XXXI. Prepare to call upon thy God, O Israel; for behold, I am He that establisheth thunder, and createth spirit, and declareth unto men His Christ.
Κεφ. ΛΒʹ. Περὶ τῶν λεγόντων· Πάντα διὰ τοῦ Υἱοῦ ἐγένετο· εἰς πάντα οὖν ἐστιν καὶ τὸ ἅγιον Πνεῦμα.
Chapter XXXII. Concerning those who say: All things were made through the Son; therefore the Holy Spirit also is among all things.
Κεφ. ΛΙʹ. Περὶ τοῦ τὸν Χριστὸν εἰρηκέναι· Καὶ πῶς Δαυῒδ ἐν Πνεύματι ἁγίῳ καλεῖ αὐτὸν Κύριον,
Chapter XXXIII. Concerning the fact that Christ said: And how doth David in the Holy Spirit call Him Lord,
Notes, col. 772

On the reading

Printed τιμη, for τιμὴ.

Printed ἐμὴς, for ἐμὸς.

Printed ΛΙʹ, for ΛΓʹ.