Ὑπερφυῶν τοίνυν ἀποδείξεων μαρτυρουσῶν, ὅτι ἐκ τῆς μιᾶς καὶ ἀνωτάτω θεϊκῆς φύσεως ἐξεφάνη συναϊδίως τὸ ἅγιον Πνεῦμα, καὶ ἔχει κατά τε τὴν οὐσίαν καὶ τὴν δύναμιν τὸ ἄπειρον, καὶ τὸ ἄφθαρτον, καὶ τὸ αὐτεξούσιον, καὶ τὸ ἀγαθὸν, καὶ τὸ ἅγιον, καὶ τὰ προειρημένα πάντα ἀπαραλλάκτως πρὸς τὸν Πατέρα καὶ τὸν Υἱὸν οὕτως, ὥστε ἐξ αὐτοῦ γνωρίζεσθαι τὸν Θεὸν οἰκεῖν ἐν ἡμῖν· καὶ τοῦ Πατρὸς ἐκφανῶς διὰ τοῦ δεικνύειν Πνεῦμα αὐτοῦ εἶναι αὐτὸ μαρτυροῦντος, ὅτι καὶ ὁμοούσιον αὐτῷ, καὶ Θεὸς ἀγένητός ἐστιν· οὐκ ἀπαξιώσαντος δὲ οὔτε τοῦ Υἱοῦ, διὰ τὴν περὶ αὐτὸ τῆς θεότητος, καὶ βασιλείας, καὶ δόξης κοινωνίαν· καὶ ἐν αὐτῷ χρισθῆναι, καὶ ἔχειν αὐτὸ μένον παρ' αὐτῷ, καὶ δι' ἑαυτοῦ προεξαγγεῖλαι τὴν ἐπιδημίαν αὐτοῦ, καὶ τὴν ἰσοτιμίαν αὐτῷ ἀπονεῖμαι, ἣν καὶ ὁ Ἀπόστολος ἐφύλαξεν, ἔτι δὲ καὶ κοινωνίαν καὶ ἑνότητα αὐτοῦ ἔγραψεν· ὁμοίως δὲ καὶ πασῶν τῶν ἄλλων Γραφῶν μίαν εἶναι φύσιν θείαν δηλουσῶν, καὶ ἓν ὄνομα τῇ παντίμῳ Τριάδι λεγουσῶν, καὶ συνταττουσῶν αὐτὸ ἐν τοσούτοις καὶ τηλικούτοις χαρίσμασιν, ἢ μετὰ τοῦ Υἱοῦ, ἢ καὶ [137 a] αὐτοῦ κατὰ μόνας ἐπὶ θείων ἔργων καὶ δυνάμεων μνημονευουσῶν, καὶ καλουσῶν αὐτὴ κατ' ἐξαίρετον Πνεῦμα ἅγιον, Πνεῦμα τοῦ Θεοῦ, καὶ ἐκ τοῦ Θεοῦ, καὶ ὃ παρὰ τοῦ Πατρὴς ἐκπορεύεται, καὶ Πνεῦμα ἓν, καὶ Πνεῦμα ἀληθείςς, καὶ Πνεῦμα θεῖον, καὶ Πνοὴ τοῦ Παντοκράτορος, ἃ καὶ μόνα αὐτάρκη πρὸς πάσας αἱρετικὰς διαστροφάς· μαρτυρουσῶν δὲ, ὅτι τοῦ Θεοῦ ἡμᾶς υἱοὺς ποιεῖ, καὶ θεοποιεῖ, καὶ ἐλευθεροῖ, καὶ ἀνακτίζει, καὶ ἁμαρτιῶν ἀφέσεως ἀξιοῖ, καὶ σοφίαν καὶ γνῶσιν παρέχει, καὶ πᾶν τὸ πεποιημένον ἁγιάζει, καὶ πληροῖ τὴν οἰκουμένην, καὶ συνέχει τὰ πάντα, καὶ αὐτὸ τῶν οὐρανῶν ἥδρασεν καὶ ἐνίσχυσεν τὰς δυνάμεις, καὶ ἀνεῴχθησαν αὐτῷ καταβαίνοντι, καὶ ἀπὸ καταβολῆς κόσμου φερόμενον ἐπὶ τῶν ὑδάτων ἡγίαζεν αὐτὰ, καὶ προφήτας καὶ ἀποστόλους ἐνήχησεν καὶ ἔπεμψεν, ὡς Δεσπότης, καὶ συνεργεῖ τῷ Πατρὶ καὶ τῷ Υἱῷ, μόνος τε οἶδεν τὰ τοῦ Θεοῦ, καθὰ ὁ Μονογενὴς, καὶ πνεῖ ἔνθα προείρηται, καὶ θεϊκὰ δωρεῖται ὡς βούλεται, καὶ ναὸν ἔχει τὸν πιστὸν ἄνθρωπον ἴσως τῷ Πατρὶ, καὶ καθάπερ εἰς τιμὴν καὶ δόξαν τῆς τοῦ Μονογενοῦς θεότητος τὸ ἅγιον Πάσχα, οὕτω καὶ τοῦ Πνεύματος ἡ ἑορτὴ τῆς Πεντηκοστῆς ἐξ ἀρχῆς ἐπετελέσθη, καὶ διακονεῖ αὐτῷ ὁ Γαβριὴλ, ὡς τῷ παντοκράτορι Θεῷ Πατρί· πῶς κατὰ αἱρετικοὺς οὐ Θεὸς ὁ ἡμᾶς θεοποιῶν ; καὶ οὐ Κύριος ὁ ἡμᾶς ἐλευθερῶν ; καὶ οὐ βασιλεὺς καὶ δοξαζόμενος ὁ μὴ ὑμνῶν μετὰ τῆς κτίσεως, ὁ ἡμᾶς διὰ τοῦ βαπτίσματος συμβασιλεύειν καὶ συνδοξασθήσεσθαι Χριστῷ καταξιώσων ; Καὶ γὰρ ἐν πᾶσιν τοῖς προλεχθεῖσιν [137 b] περὶ τοῦ θείου Πνεύματος, οὐδὲν ἴδιον κτισμάτων εὑρίσκεται, οὐδ' ὑπῆρξεν οὐρανίοις δυνάμεσιν συμμνημονεύεσθαι ἐπὶ θεϊκῆς δωρεᾶς, ἢ ἐνεργείας, ἢ δοξολογίας μετὰ τοῦ Θεοῦ
Since, therefore, supernatural demonstrations testify that the Holy Spirit shone forth co-eternally from the one and supreme divine nature, and possesses according to both essence and power the infinite, and the incorruptible, and the self-determining, and the good, and the holy, and all the afore-mentioned things without variation towards the Father and the Son, so that from Him God is known to dwell in us; and since the Father clearly testifies, by showing Him to be His own Spirit, that He is both consubstantial with Him and uncreated God; and since neither the Son disdained, on account of the fellowship of deity and kingdom and glory concerning Him, to be anointed in Him, and to have Him abiding with Him, and through Himself to announce beforehand His advent, and to assign to Him equality of honour, which the Apostle also preserved, and furthermore wrote of His fellowship and unity; and likewise since all the other Scriptures declare that there is one divine nature, and speak of one name for the all-honoured Trinity, and rank Him together in so many and so great gifts, or mention Him even by Himself with the Son in divine works and powers, and call Him pre-eminently Holy Spirit, Spirit of God, and from God, and that which proceeds from the Father, and one Spirit, and Spirit of truth, and divine Spirit, and Breath of the Almighty—which alone are sufficient against all heretical perversions; and since they testify that He makes us sons of God, and deifies, and frees, and re-creates, and deems worthy of remission of sins, and grants wisdom and knowledge, and sanctifies everything that has been made, and fills the inhabited world, and holds all things together, and Himself established and strengthened the powers of the heavens, and they were opened to Him as He descended, and from the foundation of the world being borne upon the waters He sanctified them, and inspired and sent prophets and apostles as Master, and cooperates with the Father and the Son, and alone knows the things of God, even as the Only-begotten, and breathes where it has been said before, and bestows divine gifts as He wills, and has the faithful man as a temple equally with the Father, and just as the holy Pascha is in honour and glory of the deity of the Only-begotten, so too the feast of Pentecost of the Spirit was celebrated from the beginning, and Gabriel ministers to Him as to Almighty God the Father: how, according to heretics, is He not God Who deifies us? and not Lord Who frees us? and not King and glorified Who does not sing hymns with creation, Who will deem us worthy through baptism to reign together and be glorified together with Christ? For in all the things said before [137 b] concerning the divine Spirit, nothing peculiar to creatures is found, nor has it belonged to heavenly powers to be mentioned together in divine gift, or operation, or doxology with God