Migne Reading Room

PG 39 · cols. 665–676 · Read from the page

On the Trinity, three books

On the Trinity, three books

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 39:665Read from the page
ἀποδείξεις, τὰς διὰ τοῦ εἰρῆσθαι αὐτὸ Πνεῦμα θεῖον, δηλούσας αὐτὸ Θεόν. Καὶ τοῦ προφήτου Ἀμὼς ἐκ προσώπου τοῦ ἁγίου Πνεύματος εἰρηκότος · ‹ Ἰδοὺ ἐγὼ στερεῶν βροντήν · › περιεῖλον τὸ ‹ ἐγώ · › ἵνα μὴ δείκνυται τοῦ ἁγίου Πνεύματος ἡ φωνὴ, ἀλλὰ γὰρ τοῦ Πατρὸς, ἢ τοῦ προφήτου. Οὐκ ἔστιν δὲ τέως τοῦ Πατρὸς καὶ Θεοῦ, διὰ τὸ ἔχειν εὐθέως · ‹ Ἀπαγγέλλων εἰς ἀνθρώπους τὸν Χριστὸν αὐτοῦ · › καὶ μὴ εἰπεῖν · Τὸν Χριστόν μου, ὡς ἐν ψαλμῷ λέγει · ‹ Ἡτοίμασα λύχνον τῷ Χριστῷ μου. › Καὶ ἐν πολλοῖς δὲ φαίνονται παρατρώσαντες ἐξεπίτηδες κἀντεῦθεν, τὴν ἀκριβῆ διάγνωσιν τῶν νοθευθέντων τόπων, τό γε ἐπ' αὐτοῖς, ἀφανίσαντες. Καὶ τοῦτο οὔπω ἦν δεινὸν, καίπερ ὂν σφόδρα δεινὸν, εἰ μὴ οὕτω παρ' ἐκείνων παραποιηθεῖσαι βίβλοι ἦλθον καὶ εἰς ὀρθῶς πιστεύοντας, ἀμαντεύτως ἔχοντας τῆς τοιαύτης ῥᾳδιουργίας.
— those [proofs] through His being called divine Spirit, which declare Him to be God. And when the prophet Amos spoke in the person of the Holy Spirit: "Behold I Who establish the thunder," they removed the "I," so that the voice might not be shown as that of the Holy Spirit, but rather of the Father, or of the prophet. Yet it is not, for the present, of the Father and God, because it immediately has: "Announcing His Christ to men," and does not say "My Christ," as He says in a psalm: "I have prepared a lamp for My Christ." And in many places they appear to have deliberately wounded the text, and thereby, so far as lay in them, obliterated the exact discernment of the falsified passages. And this would not yet have been terrible, though very terrible, had not the books thus tampered with by them come also into the hands of right believers who have no inkling of such villainy.
PG 39:668Read from the page
ΚΕΦ. ΙΒ΄.
Chapter 12.
Περὶ τοῦ τὸ ἅγιον Πνεῦμα ἀνακαινίζειν ἡμᾶς τῷ βαπτίσματι · καὶ ὡς Δεσπότην ἐλευθεροῦν · καὶ ποιεῖν μετόχους θείας δόξης, καὶ υἱοὺς καὶ κληρονόμους τοῦ Πατρός · καὶ τὰ λοιπά. Καὶ περὶ τοῦ ἀνόητον εἶναι τὸ βάπτισμα τοῖς μὴ πιστεύουσιν ὅτι Θεὸς τὸ Πνεῦμα · καὶ ὅτι ἄλλη ἡλίου δόξα, καὶ ἄλλη σελήνης, καὶ ἄλλη ἀστέρων.
Concerning the fact that the Holy Spirit renews us in baptism; and as Master sets us free; and makes us partakers of divine glory, and sons and heirs of the Father; and the rest. And concerning the fact that baptism is senseless for those who do not believe that the Spirit is God; and that there is one glory of the sun, and another of the moon, and another of the stars.
Ἀλλὰ ταῦτα μὲν ἐπὶ τοσοῦτον ἀπόχρη, ἵνα μὴ πολὺ ὁ λόγος ἐν ἐκτροπῇ γένηται. Ἐπανίωμεν δὲ πάλιν ἐπὶ τὴν μεγαλόδωρον τοῦ ἁγίου Πνεύματος θεότητα. Ἀνακαινίζει τοίνυν ἡμᾶς τὸ ἅγιον Πνεῦμα ἐν τῷ βαπτίσματι, ὡς Θεὸς, σὺν τῷ Πατρὶ καὶ τῷ Υἱῷ, καὶ ἀπὸ τοῦ ἀκαλλοῦς εἰς τὸ πρεσβύτερον ἀνάγει κάλλος, καὶ τῆς ἑαυτοῦ πίμπλησιν χάριτος, ὡς μηδὲν ἔτι τῶν ἀνεράστων δύνασθαι χωρεῖν · καὶ ἐλευθεροῖ ἀπὸ τῆς ἁμαρτίας καὶ τοῦ θανάτου · καὶ ἀπὸ χοϊκῶν, ὅ ἐστιν ἀπὸ γῆς καὶ σποδοῦ, ποιεῖ πνευματικοὺς, καὶ μετόχους θείας δόξης, καὶ υἱοὺς καὶ κληρονόμους τοῦ Θεοῦ καὶ Πατρὸς, συμμόρφους τε τῆς εἰκόνος τοῦ Υἱοῦ, καὶ συγκληρονόμους αὐτοῦ, καὶ ἀδελφοὺς συνδοξασθησομένους καὶ συμβασιλεύσοντας αὐτῷ · καὶ ἀντὶ γῆς πάλιν δωρεῖται τὸν οὐρανὸν, καὶ τὸν παράδεισον ἀφθόνως χαρίζεται · καὶ ἀγγέλων ἤδη ποιεῖ τιμιωτέρους ·
But let these things suffice thus far, lest the discourse run too far into a digression. Let us return again to the munificent Godhead of the Holy Spirit. The Holy Spirit, then, renews us in baptism, as God, together with the Father and the Son, and raises us from uncomeliness to our elder beauty, and fills us with His own grace, so that nothing unlovely can any longer find room; and He frees us from sin and from death; and from creatures of dust, that is, from earth and ashes, He makes us spiritual, and partakers of divine glory, and sons and heirs of God and the Father, and conformed to the image of the Son, and joint-heirs with Him, and brethren to be glorified together and to reign together with Him; and in place of earth He gives us heaven again, and lavishly bestows paradise; and already makes us more honourable than angels;
PG 39:669Read from the page
καὶ τοῖς θείοις τῆς κολυμβήθρας ῥείθροις τὴν τοσαύτην τῆς γεέννης ἄσβεστον κατασβέννυσι φλόγα. Διτταὶ γὰρ γίνονται κυήσεις ἀνθρώποις, ἡ μὲν ἐκ σώματος ἡμετέρου, ἡ δὲ ἐκ τοῦ θείου Πνεύματος. Περὶ δὲ τούτων οἰκείως ἔγραψαν δογματικοὶ ἄνδρες · παραγράψω δ' ἑκάστου τό τε ὄνομα καὶ αὐτὸ τὸ διήγημα. Ἰωάννης · ‹ Ὅσοι δὲ ἔλαβον αὐτὸν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ · οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. › Ὅσοι, φησὶν, ἐπίστευσαν εἰς τὸν Χριστὸν, ἐδέξαντο ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῦτ' ἔστιν τοῦ ἁγίου Πνεύματος, καὶ συγγένειαν κτήσασθαι πρὸς τὸν Θεὸν, ἧς οὐχ ἠξιώθησαν ἄγγελοι. Δηλῶν γὰρ, ὅτι ὁ γεννῶν Θεὸς τὸ ἅγιον Πνεῦμά ἐστιν, ἐπήγαγεν ἀπὸ τοῦ Χριστοῦ · ‹ Ἀμὴν, ἀμὴν λέγω σοι · ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ Πνεύματος, οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. Τὸ γεγεννημένον ἐκ τῆς σαρκὸς σάρξ ἐστιν · καὶ τὸ γεγεννημένον ἐκ τοῦ Πνεύματος Πνεῦμά ἐστιν. Μὴ θαυμάσῃς, ὅτι εἶπόν σοι · Δεῖ ὑμᾶς γεννηθῆναι ἄνωθεν. Τὸ Πνεῦμα, ὅπου θέλει πνεῖ · καὶ τὴν φωνὴν αὐτοῦ ἀκούεις · ἀλλ' οὐκ οἶδας, πόθεν ἔρχεται, καὶ ποῦ ὑπάγει. Οὕτως ἐστὶν πᾶς ὁ γεγεννημένος ἐκ τοῦ Πνεύματος. › Τῷ εἰπεῖν · ‹ Ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ Πνεύματος, οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ · › καὶ, ‹ Δεῖ ὑμᾶς γεννηθῆναι ἄνωθεν · › ἐσήμανεν, ὡς, κἂν εἰς τὸ ὄνο-
and with the divine streams of the font He quenches so great an unquenchable flame of Gehenna. For there are two births for human beings, the one from our body, and the other from the divine Spirit. Concerning these things dogmatic men have fittingly written; and I shall transcribe both the name of each and the account itself. John: "As many as received Him, to them He gave power to become children of God, to those who believe in His name, who were born not of bloods, nor of the will of the flesh, nor of the will of man, but of God." As many, he says, as believed in Christ received power to become children of God, that is, of the Holy Spirit, and to acquire a kinship with God of which angels were not deemed worthy. For making clear that the God Who begets is the Holy Spirit, he added from Christ: "Amen, amen I say to you: unless one be born of water and the Spirit, he cannot enter into the kingdom of God. That which is born of the flesh is flesh; and that which is born of the Spirit is Spirit. Do not marvel that I said to you: You must be born from above. The Spirit blows where He wills, and you hear His voice, yet you do not know whence He comes and whither He goes. So is everyone who is born of the Spirit." By saying: "Unless one be born of water and the Spirit, he cannot enter into the kingdom of God," and, "You must be born from above," he signified that even if into the na-
PG 39:672Read from the page
μα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ πιστεύσωσιν καὶ βαπτισθῶσιν, καὶ μὴ ἴσως καὶ ὁμοίως εἰς τὴν αὐτὴν θεότητα τοῦ ἁγίου Πνεύματος, ἅτε μὴ ἔχοντες τὸ τέλειον, καὶ μάτην τὰς τρεῖς καταδύσεις δεξάμενοι, ἐν τῷ ἐναλλάττειν μετὰ τὸ βάπτισμα τῇ δοξολογίᾳ τὴν ἰσοτιμίαν τῆς Τριάδος, καὶ παραβαίνειν τὰς ἰδίας ὁμολογίας, βασιλείας οὐρανῶν ἀξιωθῆναι οὐ δύνανται· ἀλλ' ὡς ὁμόλογοι παραβάται ἀκούουσιν, παρὰ μὲν τῶν ἁγίων, τὰ προφητευθέντα ἐν πʹ ψαλμῷ· « Οἱ ἐχθροὶ Κυρίου ἐψεύσαντο αὐτῷ· » παρὰ δὲ τοῦ Υἱοῦ, ὡς ἔχει ἐν μὲν ιζʹ ψαλμῷ· « Υἱοὶ ἀλλότριοι ἐψεύσαντό μοι· » ἐν δὲ ρʹ· « Ποιοῦντας παραβάσεις ἐμίσησα· οὐκ ἐκολλήθη μοι καρδία σκαμβή· » παρὰ δὲ τοῦ ἁγίου Πνεύματος, ὡς Ῥωμαίοις ἐγράφη· « Υἱοὺς ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν· » ἀκούει δὲ λοιπὸν καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ ἐν ξεʹ ψαλμῷ· « Ἐν τῷ πλήθει τῆς δυνάμεώς σου ψεύσονταί σε οἱ ἐχθροί [115 b] σου. » Εἶπεν δέ· « Δεῖ γεννηθῆναι ἐξ ὕδατος· » ἐπειδὴ τὸ ἀποπλῦναι ἐν τῷ βαπτίσματι τὸν ῥύπον τοῦ σώματος γνώρισμά ἐστιν τῶν ἀνακτιζομένων ὑπὸ τοῦ ἁγίου Πνεύματος. Ὁρατῶς μὲν γὰρ τὸ ὁρατὸν ἡμῶν σῶμα, ἱερέων διακονουμένων ἡ κολυμβήθρα τίκτει· νοητῶς δὲ, σῶμα ὁμοῦ καὶ ψυχὴν, ἀγγέλων ὑπηρετουμένων, τὸ πάσαις νοήσεσιν ἀόρατον Πνεῦμα τοῦ Θεοῦ βαπτίζει εἰς ἑαυτὸ καὶ ἀναγεννᾷ. Καὶ γὰρ καὶ Βαπτιστὴς ἱστορικῶς, καὶ ἑπομένως τῷ, « Ἐξ ὕδατος καὶ Πνεύματος, » εἶπεν περὶ τοῦ Χριστοῦ· « Ἐκεῖνος ὑμᾶς βαπτίσει ἐν Πνεύματι ἁγίῳ καὶ πυρί. » Ὀστράκινον γὰρ ὂν τὸ
[in the na]me of the Father and of the Son believe and are baptized, and not equally and alike into the same divinity of the Holy Spirit, inasmuch as they do not possess what is perfect, and having received the three immersions in vain, in altering after baptism the equal honour of the Trinity in the doxology and transgressing their own confessions, cannot be deemed worthy of the kingdom of heaven; but as avowed transgressors they hear, from the saints, what was prophesied in Psalm 80: "The enemies of the Lord have lied unto Him"; and from the Son, as it stands in Psalm 17: "Strange children have lied unto me"; and in Psalm 100: "Those who do transgressions I have hated; a crooked heart hath not cleaved unto me"; and from the Holy Spirit, as it was written to the Romans: "I have begotten and exalted sons, but they have rejected me"; and furthermore the Spirit of God also hears in Psalm 65: "In the multitude of Thy power Thine enemies shall lie unto Thee." And He said: "One must be born of water"; since the washing away of the filth of the body in baptism is a token of those who are newly created by the Holy Spirit. For visibly the font brings forth our visible body while priests minister; but intelligibly, while angels serve, the Spirit of God, invisible to all understandings, baptizes into Himself both body and soul together and regenerates them. For indeed the Baptist also historically, and following upon the saying, "Of water and the Spirit," said concerning Christ: "He shall baptize you in the Holy Spirit and fire." For being earthen, the
PG 39:673Read from the page
ἀνθρώπειον σκεῦος, δεῖται πρότερον τοῦ ἀπὸ ὕδατος καθαρσίου, εἶτα καὶ τοῦ στερέμνιον αὐτὸ ἀποτελοῦντος νοητοῦ πυρὸς (ὁ γὰρ Θεὸς πῦρ καταναλίσκον), καὶ οὕτω τοῦ ἀπαρτίζοντος καὶ ἀνακαινίζοντος ἁγίου Πνεύματος· ὁπότε οἶδεν τό τε πῦρ τὸ πνευματικὸν καὶ ἀρδεύειν, τό τε ὕδωρ καὶ ἀναχωνεύειν. Ἀπόδειξις δὲ τούτου, ὁ Παῦλος γράφων Κορινθίοις τὸ δεύτερον· « Ἔχοντες δὲ τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν. » Τῷ δέ γε εἰπεῖν· « Τὸ γεγεννημένον ἐκ τῆς σαρκὸς σάρξ ἐστιν· καὶ τὸ γεγεννημένον ἐκ τοῦ Πνεύματος Πνεῦμά ἐστιν· » ἐδίδασκεν ἐν ἐπιτόμῳ, ὡς ὁ ἄνθρωπος, ὁ βαπτίσματος μὴ τυχὼν, σαρκικός ἐστιν, τοῦτ' ἔστιν ἀμέτοχος φωτὸς ἐπουρανίου (σαφὲς γὰρ, ὡς ἡ σὰρξ ἐν ὅσῳ ζῇ μετὰ τῆς ἰδίας ψυχῆς νοεῖται)· ὁ δὲ βαπτισθεὶς πνευματικός ἐστιν, ἀντὶ τοῦ, μέτοχος ζωῆς ἀθανάτου. Τῷ δὲ εἰπεῖν· « Τὸ Πνεῦμα, ὅπου θέλει πνεῖ· » τὸ αὐτεξούσιον καὶ παντοδύναμον αὐτοῦ ἐκφαίνει. Τῷ δὲ εἰπεῖν· « Καὶ τὴν φωνὴν αὐτοῦ ἀκούεις· ἀλλ' [116 a] οὐκ οἶδας, πόθεν ἔρχεται, καὶ ποῦ ὑπάγει· » δηλοῖ ὡς οὐ Νικοδήμῳ τὸ τηνικαῦτα διελέγετο μόνῳ, ἀλλὰ καὶ Ἀρείῳ, Εὐνομίῳ τε καὶ Μακεδονίῳ προενεκάλει, τοῖς τὴν φωνὴν τοῦ ἁγίου Πνεύματος διὰ τῶν Γραφῶν ἀκούουσιν, καὶ οὐκ εἰδόσιν, ὡς ἔρχεται, ἀνάρχως ἐκπορευθὲν παρὰ τοῦ Πατρὸς, τὸ πανταχοῦ ἀεὶ παρὸν, καὶ ὑπάγει πρὸς αὐτὸν, ὡς Πνεῦμα αὐτοῦ ἀχώριστον ὑπάρχον τῇ θεότητι· ἀῤῥήτως γὰρ προῆλθεν ἐξ αὐτοῦ φύσει, καὶ ἐπέστραπται πρὸς αὐτόν· καὶ πρόοδον μὲν τὴν ἐκ τοῦ Πατρὸς ἔχει, ὡς ἂν ἐξ αὐτοῦ ἐκπορευόμενον· μόνην δὲ τὴν εἰς τὸν Πατέρα, ὡς ἂν ἓν καὶ ταυτὸν ὑπάρχον· ἐπιστρέφει δὲ πρὸς τὸν γεννήσαντα προελθὸν, ὡς ἂν μιᾶς καὶ τῆς αὐτῆς ὂν οὐσίας, καὶ τῆς πατρικῆς ἔξω γενέσθαι συνυπάρξεως μὴ δυνάμενον. Τῷ δὲ εἰπεῖν· « Οὕτως ἐστὶν πᾶς ὁ γεγεννημένος ἐκ τοῦ Πνεύματος· » διδάσκει, ὡς τὸ Πνεῦμα τοῦ Θεοῦ πνευματικὸν γεννᾷ, καὶ λέγεται πνευματικὸς ἐκ τῆς ἕξεως, καθὰ ὁ ἐξ ἀνθρώπου τεχθεὶς καλεῖται ἄνθρωπος. Ἐπιφωνεῖ γοῦν τῷ τοιούτῳ ὁ Μελῳδός· « Ἀνακαινισθήσεται ὡς ἀετοῦ ἡ νεότης σου· » καί, « Μακάριοι, ὧν ἀφέθησαν αἱ ἀνομίαι, καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι. » Καὶ Παῦλος δὲ συνιστῶν, ὅτι
human vessel, needs first the cleansing [power] from water, and then also the intelligible fire that renders it firm (for God is a consuming fire), and thus the Holy Spirit who perfects and renews; for the spiritual fire knows how to water as well, and the water to recast. And a proof of this is Paul, writing to the Corinthians in the second [epistle]: "And having this treasure in earthen vessels." And by saying, "That which is born of the flesh is flesh, and that which is born of the Spirit is Spirit," he taught in summary that the person who has not obtained baptism is fleshly, that is, without a share in heavenly light (for it is clear that the flesh is here understood insofar as it lives with its own soul); whereas the one who has been baptized is spiritual, that is, a partaker of immortal life. And by saying, "The Spirit bloweth where He willeth," he declares His self-determining and almighty power. And by saying, "And thou hearest His voice, but knowest not whence He cometh and whither He goeth," he makes plain that he was not then speaking to Nicodemus alone, but was also reproving Arius, Eunomius, and Macedonius beforehand, who hear the voice of the Holy Spirit through the Scriptures and do not know how He comes, having proceeded without beginning from the Father, He who is everywhere always present, and goes unto Him, as His Spirit who is inseparable in divinity; for ineffably He came forth from Him by nature, and is turned back towards Him; and He has His procession from the Father, as proceeding from Him, yet His [movement] solely unto the Father, as being one and the same; and having come forth He returns unto Him who begat, as being of one and the same essence, and unable to come outside the paternal coexistence. And by saying, "So is every one that is born of the Spirit," he teaches that the Spirit of God begets a spiritual [person], and he is called spiritual from his state, just as one born of a human being is called a human being. The Psalmist therefore acclaims such a one: "Thy youth shall be renewed as the eagle's"; and, "Blessed are they whose iniquities are forgiven, and whose sins are covered." And Paul too, establishing that
PG 39:676Read from the page
τούς τε φωτιζομένους τὸ Πνεῦμα ἀναγεννᾷ, καὶ τὴν τοῦ Θεοῦ προσηγορίαν φύσει κέκτηται, ἔγραψεν, πρὸς μὲν Τῖτον, καθὼς ἀνωτέρω ἐλέχθη· « Ἀναγεννήσας ἡμᾶς διὰ λουτροῦ παλιγγενεσίας, καὶ ἀνακαινίσεως Πνεύματος ἁγίου· » πρὸς δὲ Ῥωμαίους· « Εἰ δὲ Πνεύματι τὰς πράξεις τοῦ σώματος θανατοῦτε, ζήσεσθε· ὅσοι γὰρ Πνεύματι Θεοῦ ἄγονται, οὗτοι υἱοὶ Θεοῦ εἰσιν. Οὐ γὰρ ἐλάβετε Πνεῦμα δουλείας πάλιν εἰς φόβον· ἀλλ' ἐλάβετε Πνεῦμα [116 b] υἱοθεσίας, ἐν ᾧ κράζομεν· Ἀββὰ ὁ Πατήρ. Αὐτὸ τὸ Πνεῦμα συμμαρτυρεῖ τῷ πνεύματι ἡμῶν, ὅτι ἐσμὲν τέκνα Θεοῦ· εἰ δὲ τέκνα, καὶ κληρονόμοι, κληρονόμοι μὲν Θεοῦ, συγκληρονόμοι δὲ Χριστοῦ· » πρὸς δὲ Τιμόθεον ἐν τῇ δευτέρᾳ Ἐπιστολῇ· « Οὐ γὰρ ἔδωκεν ἡμῖν ὁ Θεὸς Πνεῦμα δουλείας, ἀλλὰ δυνάμεως, καὶ ἀγάπης, καὶ σωφρονισμοῦ. » Ὅτι γὰρ περὶ τοῦ ἁγίου Πνεύματος διαλέγεται, εὔδηλον καὶ ἐκ τοῦ εἰπεῖν· « Οὐ γὰρ ἐλάβετε Πνεῦμα δουλείας πάλιν εἰς φόβον, ἀλλ' ἐλάβετε Πνεῦμα υἱοθεσίας. » Ἔχοντες γὰρ ἤδη πάντως τὸ ἡμέτερον, ἐλάβομεν καὶ τὸ τοῦ Θεοῦ. Σαφὲς δὲ τοῦτο καὶ ἀπὸ τοῦ ἐπαγαγεῖν, ὡς « Αὐτὸ τὸ Πνεῦμα συμμαρτυρεῖ τῷ πνεύματι ἡμῶν. » Ὅρα οὖν, πῶς παραδόξως Δεσπότην ἀπαγγέλλει τὸ ἅγιον Πνεῦμα. Ὁ γὰρ μὴ ὢν δοῦλος ἐλεύθερός ἐστιν· καὶ ὁ ἐλευθερῶν δεσπότης καθέστηκεν· οὐδεὶς γὰρ, ὃ αὐτὸς οὐκ ἔχει, ἄλλῳ παρέχει. Καὶ ὁ εἰς υἱοθεσίαν καὶ κληρονομίαν ἄγων Θεός ἐστιν, κοινωνίαν οὐσίας καὶ δεσποτείας ἔχων πρὸς ἐκεῖνον, οὕτινος τῆς υἱοθεσίας καὶ κληρονομίας ἀξιοῖ. Κληρονόμον δὲ γράφει, Χριστὸν μὲν, ὡς φύσει Υἱόν· ἡμᾶς δὲ, ὡς ἀγαθότητι αὐτοῦ τῆς κληρονομίας ἀξιουμένους· συγκληρονόμους δὲ Χριστοῦ, διὰ τὴν ἀνέκλεκτον ἐνανθρώπησιν αὐτοῦ. Κράζει δὲ ἐν ἡμῖν ἀντὶ ἡμῶν· « Ἀββὰ· » ὅ ἐστιν Πατήρ· ἐπειδήπερ ἡμεῖς οὔτε γνήσιοι υἱοὶ, ὡς αὐτὸ γνήσιον Πνεῦμα, καὶ ἄλλως ἀπαῤῥησίαστοι πρὸς τοιαύτην φωνήν
and the Spirit regenerates those who are illuminated, and possesses by nature the appellation of God, he wrote, to Titus, as was said above: "Having saved [or regenerated] us through the laver of regeneration and renewal of the Holy Spirit"; and to the Romans: "But if by the Spirit ye mortify the deeds of the body, ye shall live; for as many as are led by the Spirit of God, these are sons of God. For ye have not received a spirit of bondage again unto fear, but ye have received the Spirit of adoption, wherein we cry: Abba, Father. The Spirit Himself beareth witness with our spirit, that we are children of God; and if children, then heirs, heirs indeed of God, and joint-heirs with Christ"; and to Timothy in the Second Epistle: "For God hath not given us a spirit of bondage, but of power, and of love, and of self-discipline." Now that he is speaking of the Holy Spirit is evident also from his saying: "For ye have not received a spirit of bondage again unto fear, but ye have received the Spirit of adoption." For already possessing our own [spirit] in every way, we received also that of God. And this is clear also from his adding that "The Spirit Himself beareth witness with our spirit." See then how wondrously he proclaims the Holy Spirit to be Master. For he who is not a slave is free, and he who sets free has become master; for no one supplies to another what he himself does not have. And he who leads to adoption and inheritance is God, having fellowship of essence and lordship with Him of whose adoption and inheritance He deems [us] worthy. And he writes Christ as heir, as Son by nature, and us as deemed worthy of the inheritance by His goodness, and joint-heirs with Christ, because of His ineffable incarnation. And He cries in us in our stead, "Abba," which is Father; since we are neither genuine sons, as He is the genuine Spirit, and otherwise lack boldness for such an utterance
Τίς γάρ κεν μεγάλοιο Θεοῦ κατ' ἐναντίον ἔλθοι· Ἢ εἴποι τι ἔπος θνητὸς ἐὼν γενεήν;
For who could come against the great God, or speak any word, being mortal by birth?
Notes, col. 676

On the reading

Printed ἀνέκλεκτον, for ἀνεκλάλητον (or ἀνέκφραστον).