Migne Reading Room

PG 39 · cols. 641–652 · Read from the page

On the Trinity, three books

On the Trinity, three books

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 39:641Read from the page
καὶ νοσφίσασθαι ἀπὸ τῆς τιμῆς τοῦ χωρίου; Οὐχὶ μένον σοι ἔμενεν, καὶ πραθὲν ἐν τῇ σῇ ἐξουσίᾳ ὑπῆρχεν; Οὐκ ἐψεύσω ἀνθρώποις, ἀλλὰ τῷ Θεῷ. » Εὐθέως δὲ καὶ πρὸς Σάπφειραν, τὴν Ἀνανίου γυναῖκα, λέγει τάδε· « Τί ὅτι [107 a] συνεφωνήθη ὑμῖν πειράσαι τὸ Πνεῦμα Κυρίου; » ὁμοιότροπον τῷ, « Οὐ μὴ πειράσεις Κύριον τὸν Θεόν σου· » καὶ τῷ παρὰ Ἰακώβου γραφέντι· « Ὁ γὰρ Θεὸς ἀπείραστός ἐστι κακῶν· πειράζει δὲ αὐτὸς οὐδένα. » Ὁ δὲ Ἰωάννης θεολογῶν τὸ Πνεῦμα, ὡς ἀνωτέρω ἐλέχθη, ἔφη· « Πνεῦμα ὁ Θεὸς, καὶ τοὺς προσκυνοῦντας αὐτὸν, ἐν Πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν. » Ὡς γὰρ ὁ Θεὸς Πνεῦμα, καὶ τὸ ἅγιον αὐτοῦ Πνεῦμα Θεός· καὶ ὡς ὁ Θεὸς ἐκεῖνό ἐστιν καὶ λέγεται, ὅ ἐστιν τὸ Πνεῦμα αὐτοῦ· οὕτω καὶ τὸ ἅγιον Πνεῦμα ἐκεῖνό ἐστιν, ὅ ἐστιν, οὗ Πνεῦμα τυγχάνει, τοῦτ' ἔστιν ἄναρχος Θεός. Χρὴ δὲ, φησὶν, ἡμᾶς ἐν ὅλῳ τῷ πνεύματι ἡμῶν ἀνενδυάστως, μετὰ ἀληθείας, καὶ μὴ χείλεσι μόνον, καὶ λόγοις ψιλοῖς, τὸ ἅγιον Πνεῦμα προσκυνεῖν. Εἰ δὲ εἴποιεν Μακεδονιανοὶ, ὅτι ἐν τῷ
and keep back part of the price of the land? While it remained, did it not remain yours, and when sold, was it not in your power? You have not lied to men, but to God." And straightway to Sapphira, the wife of Ananias, he says these things: "Why is it that you have agreed together to test the Spirit of the Lord?" which is of like kind with, "You shall not test the Lord your God," and with what was written by James: "For God is untempted by evils, and He Himself tempts no one." And John, speaking of the divinity of the Spirit, as was said above, declared: "God is Spirit, and those who worship Him must worship in Spirit and truth." For just as God is Spirit, His Holy Spirit too is God; and just as God is and is called that which His Spirit is, so too the Holy Spirit is that which He is whose Spirit He happens to be, that is, God without beginning. We ought, he says, to worship the Holy Spirit in our whole spirit without hesitation, with truth, and not with lips only and bare words. But if the Macedonians should say that in the
PG 39:644Read from the page
ἁγίῳ Πνεύματι ἔφη τὸ λόγιον τὸν Θεὸν προσκυνεῖσθαι, οὐχὶ καὶ τὸ Πνεῦμα προσκυνεῖσθαι· ἀναγκασθήσονται λέξαι, ὅτι καὶ ἐν τῷ Υἱῷ, οὐχὶ καὶ τὸν Υἱόν. Αὐτὸς γὰρ ἔφη· « Ἐγώ εἰμι ἡ ἀλήθεια· » καὶ οὐχ ἕξουσι οὐδὲ ἀπὸ τοῦ ῥητοῦ τοῦδε διαφορὰν αἱ μακάριαι ὑποστάσεις αὗται. Ἠσαΐας δὲ, περὶ τῆς Ἐκκλησίας καὶ τῶν ἐν αὐτῇ ἐκπαιδευομένων τὴν σοφίαν τοῦ Πνεύματος προφητεύων, ὡδί πως ἀπὸ τοῦ Θεοῦ καταλέγει· « Ἰδοὺ ἐγὼ ἑτοιμάζω σοι ἄνθρακα τὸν λίθον σου, καὶ τὰ θεμέλιά σου σάπφειρον· καὶ θήσω τὰς ἐπάλξεις σου ἴασπιν, καὶ τὰς πύλας σου λίθους κρυστάλλου, καὶ τὸν περίβολόν σου λίθους ἐκλεκτοὺς, καὶ πάντας τοὺς υἱούς σου διδακτοὺς Θεοῦ. » Ἥστινος προφητείας ὁ Σωτὴρ ἐμνημόνευσεν [107 b] παρ' Ἰωάννῃ, εἰπών· « Ἔστιν γεγραμμένον ἐν τοῖς προφήταις· Καὶ ἔσονται πάντες διδακτοὶ Θεοῦ. » Καὶ Παῦλος δὲ Θεσσαλονικεῦσιν ἀκόλουθα τούτων γράφει· « Αὐτοὶ γὰρ ὑμεῖς θεοδίδακτοί ἐστε εἰς τὸ ἀγαπᾷν ἀλλήλους. » Ἀμφότεροι δὲ περὶ τοῦ ἁγίου λέγουσι Πνεύματος, ὡς ἐν Ἰωάννῃ αὖθις ὁ Δεσπότης λέγει· « Ἐκεῖνος ὑμᾶς διδάξει, καὶ ἀναμνήσει πάντα. » Εἰ τοίνυν οἱ ὑπὸ τοῦ ἁγίου Πνεύματος διδασκόμενοι, διδακτοὶ Θεοῦ ἀκούουσιν, τί ἐστιν τὸ ἅγιον Πνεῦμα, ὁ ἀναγινώσκων νοείτω, ἀκούων καὶ ἑτέρου αὐχοῦντος· « Ὁ Θεὸς ἐδίδαξέν με σοφίαν· » καὶ πάλιν· « Ἐδίδαξέν με ὁ Θεὸς ἐκ νεότητός μου. » Κέκληται δὲ καὶ θεόπνευστος, καὶ θεία ἡ Γραφὴ, ὡς τοῦ πνεύσαντος αὐτὴν ἁγίου Πνεύματος Θεοῦ καθεστῶτος, κατὰ Παῦλον γράφοντα Τιμοθέῳ τὸ δεύτερον· « Πᾶσα Γραφὴ θεόπνευστος, καὶ ὠφέλιμος. » Καὶ αὖθις δὲ Πέτρος, ἀποφέρων τὸ μὴ δεῖν οἴεσθαι τὸ ἅγιον Πνεῦμα τελεῖν ἐν κτίσμασι, καθολικῶς τὸ δεύτερον γράφει· « Οὐ γὰρ θελήματι ἀνθρώπου ἠνέχθη προφητεία ποτὲ, ἀλλ' ὑπὸ Πνεύματος ἁγίου φερόμενοι ἐλάλησαν ἀπὸ Θεοῦ ἅγιοι ἄνθρωποι. » Καὶ αἱ Πράξεις δὲ τῶν ἀποστόλων περιέχουσιν τάδε· « Πέτρος, πλησθεὶς Πνεύματος
in the Holy Spirit the oracle said that God is worshipped, and not that the Spirit also is worshipped, they will be compelled to say that in the Son too [God is worshipped], and not the Son also. For He Himself said: "I am the truth"; and these blessed hypostases will have no difference even from this saying. And Isaiah, prophesying concerning the Church and those instructed in her in the wisdom of the Spirit, recounts thus from God: "Behold, I prepare for you carbuncle for your stone, and sapphire for your foundations; and I will set your battlements of jasper, and your gates of stones of crystal, and your circuit wall of chosen stones, and all your sons taught of God." Which prophecy the Saviour recalled in John, saying: "It is written in the prophets: And they shall all be taught of God." And Paul also writes to the Thessalonians in accord with these words: "For you yourselves are God-taught to love one another." And both speak of the Holy Spirit, as again in John the Master says: "He will teach you, and bring all things to your remembrance." If therefore those taught by the Holy Spirit are called taught of God, let him who reads understand what the Holy Spirit is, hearing also another boasting: "God has taught me wisdom"; and again: "God has taught me from my youth." Scripture has also been called God-breathed and divine, since the Holy Spirit who breathed it is God, according to Paul writing his second [epistle] to Timothy: "All Scripture is God-breathed and profitable." And Peter again, putting away the notion that one ought to think the Holy Spirit is classed among creatures, writes in his second catholic [epistle]: "For prophecy was never brought by the will of man, but carried along by the Holy Spirit, holy men spoke from God." And the Acts of the Apostles also contain these words: "Peter, filled with the Spirit
PG 39:645Read from the page
ἁγίου, εἶπεν πρὸς τὸν λαὸν, » ἅπερ εἶπεν. Ἓν ἕκαστον μὲν οὖν τῶν ἐν Γραφαῖς περὶ τοῦ θεϊκοῦ Πνεύματος διαγορευθέντων, ἀποχρῶν ἐστι τεκμήριον τῆς ἐκείνου περὶ πάντα πρὸς τὴν τοῦ Θεοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ θεότητα ὁμοιότητος. Οἱ δὲ τὸ Μακεδονίου φρόνημα ἡγούμενοι τῆς ἐν Γραφαῖς ἁπλότητος εἶναι σπουδαιότερον, καὶ βουλόμενοι τοῦτο τιμιώτερον τῆς παρ' ἡμῖν ἀκιβδήλου πίστεως δεικνύναι, ἀντεροῦντες τῷ ἁγίῳ Πνεύματι, ἔγραψαν καὶ περὶ τῆς [108 a] ἐν ἡμῖν κατοικήσεως αὐτοῦ λοιδορίᾳς, αὐτοῖς ὀνόμασιν οὕτως· « Τὰ ἀλληγορικῶς, ἢ προσηγορικῶς, ἢ μεταφορικῶς, ἢ ὁμωνύμως λεγόμενα, οὐ χρὴ εἰς δόγματος ἀκρίβειαν παραλαμβάνειν. Ναὸς γὰρ, φησὶν, καὶ ὁ ἐν Ἱεροσολύμοις ὁ ἐξ ὕλης ἀψύχου, καὶ πρῶτος ἐκεῖνος ὠνομάσθη ναός· ὁμωνύμως δὲ λοιπὸν καὶ οἱ ἄνθρωποι. Ναὸς δὲ δῆθεν καὶ οἶκος βιωτικὸς, διὰ τὸ ἐννεῖν καὶ ἐνοικεῖν. « Ἦν γὰρ, » φησὶν, « ὁ Ναβουχοδονόσωρ ἐν τῷ ναῷ τῆς βασιλείας. » Καὶ πάλιν· Εἰ φύσει ἄνθρωποι, προσηγορικῶς ναός εἰσιν, καὶ οὐχὶ δῆθεν ἀληθῶς· καὶ πάλιν· Ἐπειδὴ οὖν, φησὶν, καὶ πρόβατα ὠνομάσμεθα, ἄρα κατὰ φύσιν τοῦτό ἐσμεν; αὖθίς τε· Ὁ ἐξαγοράσας ἡμᾶς, φησὶν, ὁ ὑπὲρ ἡμῶν ἀποθανών ἐστιν· ὁ δὲ ἐξαγοράζων, οὐ τὸ ἀλλότριον ἐξαγοράζει. » Αὐτοὶ μὲν οὕτως, ἀπόρως, καὶ ἀλόγως, καὶ ὡς οὐκ ἄν τις, οὐδὲ τῶν μικρὰ ὁπωσοῦν λογίζεσθαι δυναμένων, ἀποδέξαιτο αὐτούς. Εἰς παρεξέτασιν γὰρ τῶν θεοχρήστων ῥητῶν, τῶν περὶ αὐτῆς τε τῆς ἀκαταφρονήτου θεότητος, περί τε τῶν λογικῶν ἔργων τῶν χειρῶν αὐτοῦ ἡμῶν, κτήνη καὶ οἰκοδομίαν ἄψυχον εἰς μέσον φέρουσιν, καὶ παίζουσιν οἷον εἰς τὰ φοβερὰ γραφία καὶ πράγματα, καὶ διὰ τῶν δῆθεν ἀφελῶν τούτων καὶ ἀνειμένων λόγων ἐπὶ τὸ ἑαυτῶν βάραθρον καλοῦσιν, ὡς οἱ τοὺς ἰχθύας μικρῷ τινι δελεάσματι ἀγκιστρεύοντες. Ἡμεῖς δὲ πανταχόθεν δεικνύντες ὡς πλείστην παρὰ πάντα τὸν βίον, ὡς γε ἑαυτοῖς δοκοῦμεν, πεποιήμεθα φροντίδα τοῦ μηδ' ὁτιοῦν εἰκῇ, μηδὲ σὺν ἀπεχθείᾳ τῇ κατά τινος φθέγγεσθαι, καὶ τοῦ ὅτι εὔλογον λοιδορίαν πεφεύγαμεν· ἥκομεν [108 b], τοὺς μὲν τῶν σωφρονε-
Holy, said to the people," whatever things he said. Each one, then, of the things declared in the Scriptures concerning the divine Spirit is sufficient proof of His likeness in all things to the Godhead of God the Father and of the Son. But those who deem the opinion of Macedonius more worthy of zeal than the simplicity in the Scriptures, and wish to show this more honourable than our unadulterated faith, speaking against the Holy Spirit, have written even concerning His indwelling in us with reviling, in these very words: "Things spoken allegorically, or appellatively, or metaphorically, or homonymously, ought not to be taken for exactness of doctrine. For the temple in Jerusalem too," he says, "is of soulless matter, and that first was named temple; and homonymously thereafter men also. And a temple, forsooth, is also an earthly house, from inhabiting and dwelling in [ἐννεῖν and ἐνοικεῖν]. 'For Nebuchadnezzar,'" he says, "'was in the temple of his kingdom.' And again: If by nature men are appellatively a temple, and not, forsooth, truly; and again: Since therefore," he says, "we have also been named sheep, are we then this by nature? and again: He who ransomed us," he says, "is He who died for us; and he who ransoms does not ransom what is another's." They indeed [speak] thus, helplessly and irrationally, and in a way that no one, not even of those able to reason in any small degree, would accept from them. For in comparing the divinely uttered sayings concerning both the unassailable Godhead itself and us, the rational works of His hands, they bring forward cattle and a soulless building into the midst, and mock as it were at the awesome writings and realities, and through these supposedly simple and loose words they call [men] to their own pit, like those who hook fish with some small bait. But we, showing on every side that throughout our whole life, as we at least suppose, we have taken the greatest care to utter nothing at random nor with hostility against anyone, and that we have shunned reasonable reviling, have come to remind those of the more sober-minded
Notes, col. 645

On the reading

Printed λοιδορίᾳς, for λοιδορίας.

PG 39:648Read from the page
στέρων καὶ τοὺς ὁμόφρονας ἡμῖν ἀναμνήσοντες, ὧν ἀπὸ τῶν Γραφῶν ἀκηκόασιν· τοὺς δ' ἄλλους πείσοντες, τῷ γε ἐφ' ἡμῖν, μὴ οὕτω γνώμης, ἢ πίστεως, ὡς ἔχουσιν, τοῦ λοιποῦ ἔχειν. Οἱ γὰρ ἀξιούμενοι ἔχειν κατοικοῦν ἐν αὐτοῖς τὸ πληροῦν τὰ πάντα ἐνυπόστατον Πνεῦμα τοῦ Θεοῦ, οὔτε κατὰ ὁμωνυμίαν ἢ συνωνυμίαν, οὔτε κατὰ ἀλληγορίαν, οὔτε κατὰ μεταφορὰν, ναὸς αὐτοῦ ὠνομάσμεθα, ἀλλὰ κυρίως καὶ κατὰ ἀλήθειαν. Ὅθεν ὁ Ἀπόστολος, οὐ τῷ ἐν Ἱεροσολύμοις ναῷ καὶ ἐκείνοις, οἷς εἰκόνι ἐχρήσαντο αἱρετικοὶ, ἀλλὰ γὰρ πιστοῖς, Θεὸν σαφῶς τὸ ἅγιον Πνεῦμα εἶναι δεικνὺς, ἔφη· « Οὐκ οἴδατε, ὅτι ναὸς Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν; » Καὶ πρὸς Ἑβραίους· « Μέτοχοι Πνεύματος ἁγίου ἐσμέν. » Εἰ γὰρ ναὸς τοῦ ἁγίου Πνεύματος, οὐχ ὡς Θεοῦ, ἀλλὰ παρὰ τὸ ἐννεῖν καὶ ἐνοικεῖν ἐσμεν, οὐδὲ τοῦ Θεοῦ ναὸς κληθέντες, ὡς Θεοῦ προσηγορεύθημεν. Καὶ ὁ Θεὸς δὲ Πατὴρ, δεσποτικῶς ἡμᾶς κεκτημένος, οἰκεῖ ἐν ἡμῖν (ναὸς γὰρ Θεῷ μόνῳ ἁρμόζει), καὶ παραπλησίως αὐτοῦ, ὅ τε μονογενὴς αὐτοῦ Υἱὸς, τό τε ἐν αὐτοῦ ἅγιον Πνεῦμα. Καὶ ὃν τρόπον ὁ Θεὸς καὶ Πατὴρ, κἂν μὴ γέγραπται, ὅτι ἐξηγοράσατο ἡμᾶς τῷ ἰδίῳ αἵματι, Δεσπότης ἡμῶν ἐστιν· οὕτω καὶ τὸ Πνεῦμα αὐτοῦ τὸ ἅγιον. Τούτοις γὰρ τοῖς πρὸς περιγραφὴν τῆς θεότητος τοῦ ἁγίου Πνεύματος λεγομένοις ἀκολουθεῖ τὸ παραπλησίως καὶ ἐπὶ τοῦ Θεοῦ Πατρὸς ἐκλαμβάνεσθαι. Τίς οὖν ἂν πείθοιτο δικαιότερον Παύλῳ καὶ τοῖς ἄλλοις ἁγίοις, ἢ Μακεδονίῳ καὶ τῷ πλαστῶς μετανοήσαντι Ἀρείῳ; Εἰ μὲν γάρ ἐστιν αὐτοῖς τῶν ἁγίων λόγος, πῶς [109 a] ἔλαθον τάξαντες ἑαυτοὺς ἐν τοῖς ἀντιταττομένοις, καὶ οὐ ταυτὰ ἐκείνοις λέγειν καὶ φρονεῖν ἀξιοῦσιν; Εἰ δὲ ἄλλως μὲν ἐκείνοις, ἄλλως δὲ τούτοις δοκεῖ (τοῦτο γὰρ ἀναμφίλεκτον ἀφ' ὧν δέδεικται. Οὐ γὰρ τοίχοις καὶ θρέμμασιν καταφρονητικῶς καὶ χλευαστικῶς, ὡς οἱ ὑβρισταὶ οὗτοι, παραβάλλοντες, ἢ ἓν καὶ ταυτὸν τούτοις εἶναι δοκιμάζοντες τὸν λογικὸν ναὸν, τὸν κατ' εἰκόνα τοῦ Θεοῦ, τὸ ἔργον τῶν χειρῶν αὐτοῦ, καὶ τῶν ἐπὶ γῆς τὸ κάλλιστον, ἔχρησαν τὰ ἐκκείμενα λόγια), οὐ Χριστιανῶν μὲν, οὐδὲ ἄλλως σοφῶν ἐστι τοῦτο· οὐδὲ ἀληθεύειν τοιαῦτα αὐτοὺς διδάσκοντας ἄν τις τὴν ἀρχὴν νομίσοι. Οὕτως δὲ ἔχειν γνώμης αὐτοὺς ὡς ἀληθῶς μαθὼν, πῶς οὐκ οἰήσεται πλέον σωφρονεῖν, ἂν τὰ μὲν αἱρετικῶν φεύγῃ, πείθοιτο δὲ οἷς πολλῷ ἄμεινον, φημὶ τοῖς ἁγίοις, ἢ, τό γε ἀληθέστερον, τοῖς αὐτοῦ τοῦ Θεοῦ; Οὐ γὰρ ἄν τις, κἂν Γραφῶν παντοίως ἄπειρος ᾖ, ἀπὸ τῆς αὐτῶν γνώμης μόνον ταῦτα εἰρηκέναι τοὺς ἀρίστους πάντας καὶ κλεινοὺς ἐκείνους ἄνδρας φήσειεν, ἀλλ' οὐχὶ διὰ τῆς
and those like-minded with us of what they have heard from the Scriptures, and to persuade the others, so far as lies in us, not to be of such a mind or faith as they now are for the future. For we who have been deemed worthy to have the all-filling, subsistent Spirit of God dwelling in us have been named His temple not by homonymy or synonymy, nor by allegory, nor by metaphor, but properly and in truth. Wherefore the Apostle, showing clearly that the Holy Spirit is God, not to the temple in Jerusalem and those things which the heretics used as an image, but to the faithful, said: "Do you not know that you are the temple of God, and that the Spirit of God dwells in you?" And to the Hebrews: "We are partakers of the Holy Spirit." For if we are the temple of the Holy Spirit not as of God, but because of His inhabiting and dwelling in [us], then neither when called the temple of God were we addressed as of God. And God the Father, who possesses us as Master, dwells in us (for a temple befits God alone), and likewise His Only-begotten Son and His one Holy Spirit. And in the manner that God the Father, even though it is not written that He ransomed us with His own blood, is our Master, so too is His Holy Spirit. For from these things said to describe the Godhead of the Holy Spirit it follows that they are likewise understood of God the Father. Who then would more justly believe Paul and the other saints, or Macedonius and Arius who feignedly repented? For if they have regard for the saints, how did they unwittingly range themselves among those who oppose them, and do not think fit to say and think the same things as they? But if those think one way and these another (for this is indisputable from what has been shown; for not by contemptuously and mockingly comparing, as these insolent men do, to walls and cattle, or judging to be one and the same with them the rational temple, which is according to the image of God, the work of His hands, and the fairest of things upon earth, did they use the sayings set forth), this is neither the part of Christians nor otherwise of wise men, nor would anyone at all suppose that they speak the truth when teaching such things. And having learned that they are truly of this mind, how will one not think he is more sober-minded if he flees the things of the heretics and believes those whom it is far better [to believe], I mean the saints, or, to speak more truly, the words of God Himself? For no one, even if he be altogether unversed in the Scriptures, would say that all those most excellent and renowned men spoke these things from their own judgement alone, and not rather through
Notes, col. 648

On the reading

Printed ἐν, for ἓν.

PG 39:649Read from the page
αὐτῶν φωνῆς ἡμῖν τὸν Θεὸν διαλέγεσθαι, καὶ τά τε ἄλλα, τὰ μείζονα συνέσεως ἀνθρώπων, διδάσκειν, καὶ ὅτι ἐν πιστοῖς αὐτός τε ὁ Θεὸς, καὶ ὁ μονογενὴς αὐτοῦ Υἱὸς, καὶ τὸ ἓν αὐτοῦ Πνεῦμα ὁμοίως καὶ ἴσως οἰκεῖ ἀχράντως. Διελέγχων τοίνυν καὶ ἀποῤῥίπτων τὰς σοφισματώδεις αὐτῶν φλυαρίας, καὶ τὸ μὴ τὰ βλαβερὰ, διὰ Ἄρειον καὶ Μακεδόνιον, αἱρεῖσθαι συμβουλεύων ἐν ρδ' ψαλμῷ παρεγγυᾶται αὐτοῖς· « Ἐν τοῖς προφήταις μου μὴ πονηρεύεσθε. » Ἀλλὰ τὰ μὲν περὶ ἐκείνων, τῶν μηδαμοῦ φίλων Θεῷ τῷ καὶ τὴν ἐξ ὁμωνυμίας δωρεὰν [109 b] ἀνθρώποις δεδωκότι εἰρηκότων· « Μὴ κίνει καμάριναν· ἀκίνητος γὰρ ἀμείνων. » Διαγνωσθέντος τοίνυν καὶ τοῦ, ὅτι Θεὸς τὸ ἅγιον Πνεῦμα, καὶ τὰς προφητείας αὐτὸ ὑπέβαλεν, μεταβῆναι ἤδη καιρὸς ἐπὶ τὸν Ζαχαρίαν, οὐ τὸν δρεπανηφόρον προφήτην, ἀλλὰ τὸν πατέρα Ἰωάννου, ἐγκρίναντα καὶ αὐτὸν Θεὸν καὶ Κύριον τοῦ Ἰσραὴλ εἶναι τὸν ἐν προφήταις λαλήσαντα. Αὐτὰ δὲ παραθῶμαι, ἅπερ ἐκεῖνος ἔλεξεν· « Εὐλογητὸς Κύριος ὁ Θεὸς τοῦ Ἰσραὴλ, ὅτι ἐπεσκέψατο, καὶ ἐποίησεν λύτρωσιν τῷ λαῷ αὐτοῦ· καὶ ἤγειρεν κέρας σωτηρίας ἡμῖν ἐν τῷ οἴκῳ Δαυῒδ τοῦ παιδὸς αὐτοῦ, καθὼς ἐλάλησεν διὰ στόματος τῶν ἁγίων, τῶν ἀπ' αἰῶνος προφητῶν αὐτοῦ. » Καὶ ὁ ἱεροψάλτης δὲ οὐκ ἀποστάς ποτε δογματικῆς διδασκαλίας, συμφέρεται τούτοις, λέγων ἐν μὲν πα' ψαλμῷ· « Ἀκούσομαι, τί λαλήσει ἐν ἐμοὶ Κύριος ὁ Θεός· » ἐν δὲ τῇ β' τῶν Βασιλειῶν ἱστορίᾳ ἐξεῖπεν, ποίου ἦν Κυρίου καὶ Θεοῦ ὁ εὐκταῖος οὗτος ἐνθουσιασμὸς, φράσας· « Πνεῦμα Κυρίου ἐλάλησεν ἐμοὶ, καὶ ὁ Λόγος αὐτοῦ ἐπὶ γλώσσης μου. »
their voice God converses with us, and teaches both other things greater than human understanding, and that in the faithful God Himself, and His Only-begotten Son, and His one Spirit alike and equally dwell undefiledly. Refuting, therefore, and rejecting their sophistical babblings, and counselling not to choose harmful things on account of Arius and Macedonius, He charges them in the 104th Psalm: "Do no evil among My prophets." But enough concerning those who are nowhere friends to God, who has also given to men the gift of homonymy, having said: "Stir not Camarina, for unmoved it is better." Since therefore this too has been discerned, that the Holy Spirit is God and suggested the prophecies, it is now time to pass to Zechariah, not the sickle-bearing prophet, but the father of John, who also judged that He who spoke in the prophets is God and Lord of Israel. Let me set down the very words that he spoke: "Blessed be the Lord, the God of Israel, because He has visited and wrought redemption for His people, and has raised up a horn of salvation for us in the house of David His servant, as He spoke by the mouth of His holy prophets from of old." And the sacred psalmist too, never departing from doctrinal teaching, agrees with these things, saying in the 81st Psalm: "I will hear what the Lord God will speak in me"; and in the second history of the Kingdoms he declared of what Lord and God this longed-for inspiration was, saying: "The Spirit of the Lord spoke to me, and His Word is upon my tongue."
PG 39:652Read from the page
ΚΕΦ. ΙΑ΄.
Chapter XI.
Ὅτι ἐπὶ τοῦ χερουβικοῦ θρόνου καθέζεται τὸ ἅγιον Πνεῦμα, καὶ δύναμιν ἐξαποστέλλει. Καὶ ὅτι ὁ Παῦλος αὐτὸ οἶδεν εἶναι τὸν ὀφθέντα τῷ Ἠσαΐᾳ Κύριον Σαβαώθ. Καὶ κατὰ τοῦ Μακεδονιανοῦ φρονήματος. Καὶ ὅτι ἐν ἡμῖν οἰκεῖ. Καὶ ὅτι ῥᾳδιουργοῦσιν αἱρετικοὶ τὰς θείας Γραφάς.
That the Holy Spirit sits upon the cherubic throne and sends forth power. And that Paul knows Him to be the Lord Sabaoth seen by Isaiah. And against the Macedonian opinion. And that He dwells in us. And that heretics falsify the divine Scriptures.
Παρὰ τῷ μνημονευθέντι τοίνυν ἀκριβεστάτῳ μελῳδῷ, τῷ πᾶσι τοῖς ἀναγκαίοις ἐμπλεονάζοντι, ἐν ρθ' ψαλμῷ, ὅστις ὅλος ἐκ προσώπου τοῦ Πατρὸς πρὸς τὸν Υἱὸν ἐλέχθη, ἰσότιμος ἡ ἁγία Τριὰς, καὶ Κύριος τὸ Πνεῦμα ἐξαποστέλλων δύναμιν, καὶ συγκαθεζόμενος τῷ Πατρὶ καὶ τῷ Υἱῷ ἐμφανῶς μᾶλλον, ἤπερ αἰνιγματωδῶς ἀπαγγέλλεται. Ἔδοξεν δέ μοι εἰς ἑτοίμην ἀπόδειξιν πάντα ἐφεξῆς παραγράψαι τὸν ἱερὸν τουτονὶ λόγον, μηδὲν αὐτοῦ παραλιπόντι. Ἔχει δὲ οὕτως· « Εἶπεν [110 a] ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Ῥάβδον δυνάμεως ἐξαποστελεῖ σοι Κύριος ἐκ Σιὼν, καὶ κατακυρίευε ἐν μέσῳ τῶν ἐχθρῶν σου. Μετὰ σοῦ ἡ ἀρχὴ ἐν ἡμέρᾳ τῆς δυνάμεώς σου ἐν ταῖς λαμπρότησι τῶν ἁγίων. Ἐκ γαστρὸς πρὸ Ἑωσφόρου ἐγέννησά σε. Ὤμοσεν Κύριος, καὶ οὐ μεταμεληθήσεται· Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ· Κύριος ἐκ δεξιῶν σου. » Εἰ γὰρ ὁ Πατὴρ λέγει τῷ Υἱῷ· « Κάθου ἐκ δεξιῶν μου· » καὶ, « Ῥάβδον δυνάμεως ἐξαποστελεῖ σοι Κύριος· » καὶ, « Κατακυριεύσεις τῶν ἐχθρῶν σου· » καὶ, « Ὤμοσεν Κύριος· » καὶ, « Κύριος ἐκ δεξιῶν σου· » τίς ὁ ἀποστέλλων αὐτῷ τὴν ῥάβδον, καὶ ὀμνύων, καὶ ἐκ δεξιῶν τοῦ Υἱοῦ καθεζόμενος Κύριος, εἰ μὴ λοιπὸν τὸ ἅγιον Πνεῦμα; ὡς εὑρίσκεσθαι τὸν Υἱὸν, ὄντα μὲν ἐκ δεξιῶν τοῦ Πατρὸς, ἔχοντα δὲ ἐκ δεξιῶν τὸ Πνεῦμα τοῦ Θεοῦ. Μεμνῆσθαι δὲ χρὴ, ὅτι ἐνταῦθα καὶ ὀμνύει τὸ Πνεῦμα, ὡς οὐκ ἔχον τὸν μείζονα, καθὰ ὁ Υἱὸς, εἰπὼν, « Κατ' ἐμαυτοῦ ὀμνύω, » ὡς ἐν τῷ πρώτῳ ἐμνημονεύθη βιβλίῳ. Ἀλλὰ καὶ ἐν ξα' ψαλμῷ ὁ αὐτὸς Δαυῒδ ἀπαγγέλλων τὴν ἁγίαν Τριάδα φαίνεται, ἐν τῷ ψάλλειν· « Ἅπαξ ἐλάλησεν ὁ Θεός· δύο ταῦτα ἤκουσα. » Ποῖα δὲ δύο; Ἐπάγει· « Ὅτι τὸ κράτος τοῦ Θεοῦ, καὶ σοῦ, Κύριε, τὸ ἔλεος. » Τίς γὰρ ὁ εἰπὼν Θεὸς, « Ὅτι τὸ κράτος τοῦ Θεοῦ; » καὶ πρὸς τίνα λέγει, « Καὶ σοῦ, Κύριε, τὸ ἔλεος; » Καὶ ἐπὶ τοῦ Δανιὴλ δέ φησιν ἐν τῇ περὶ Σωσάννης κρίσει· « Ἐξήγειρεν ὁ Θεὸς τὸ Πνεῦμα τὸ ἅγιον τὸν Δανιὴλ· » κἀνταῦθα
In the most exact psalmist whom we have mentioned, then, who abounds in all necessary things, in the 109th Psalm, which was spoken wholly in the person of the Father to the Son, the Holy Trinity is declared to be of equal honour, and the Spirit as Lord sending forth power and sitting together with the Father and the Son, manifestly rather than enigmatically. It seemed good to me for ready proof to transcribe in order the whole of this sacred oracle, omitting nothing of it. It runs thus: "The Lord said to my Lord: Sit at My right hand, until I make Your enemies the footstool of Your feet. The Lord will send forth a rod of power for You out of Sion, and rule in the midst of Your enemies. With You is the principality in the day of Your power, in the splendours of the saints. From the womb before the Morning Star I begot You. The Lord has sworn, and will not repent: You are a priest for ever according to the order of Melchizedek; the Lord is at Your right hand." For if the Father says to the Son, "Sit at My right hand," and "The Lord will send forth a rod of power for You," and "You shall rule over Your enemies," and "The Lord has sworn," and "The Lord is at Your right hand," who is the Lord who sends forth the rod to Him, and swears, and sits at the right hand of the Son, if not, after all, the Holy Spirit? So that the Son is found being at the right hand of the Father, and having at His right hand the Spirit of God. And we must remember that here the Spirit also swears, as having none greater, just as the Son, saying, "By Myself I swear," as was mentioned in the first book. Moreover, in the 61st Psalm the same David is seen proclaiming the Holy Trinity when he chants: "Once God spoke; these two things I heard." What two things? He adds: "That power belongs to God, and to You, Lord, belongs mercy." For who is the God who said, "That power belongs to God"? And to whom does He say, "And to You, Lord, belongs mercy"? And concerning Daniel also he says in the judgement about Susanna: "God stirred up the Holy Spirit, Daniel"; and here