Migne Reading Room

PG 39 · cols. 569–580 · Read from the page

On the Trinity, three books

On the Trinity, three books

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 39:569Read from the page
συμμνημονεύεσθαι αὐτὸ, ὡς τὸν Ἀπόστολον περὶ τῶν ἐκ παλιγγενεσίας ἀρτίων γενέσθαι, καὶ τοῦ παρὰ πάντα μεγίστου κατορθώματος ἀπολαῦσαι προσδοκωμένων, ἀναφωνεῖν· « Ὅπως γένησθε κατ' εἰκόνα τοῦ κτίσαντος ὑμᾶς· » προφητεύειν δὲ καὶ τὸν Δαυῒδ ἐν ρα΄ ψαλμῷ· « Λαὸς ὁ κτιζόμενος αἰνέσει τὸν Κύριον. » Εἰ μηδὲ κοινωνίαν οὐσίας, καὶ κυριότητος, καὶ ἐνεργείας εἶχεν πρὸς τὸν Πατέρα καὶ πρὸς τὸν, « Δι' οὗ τὰ πάντα ἐγένετο, » Υἱὸν, οὐκ ἂν ἀνεκαίνιζε καὶ ἡγίαζε. Διὸ σὺν τῷ παναγίῳ Πνεύματι ὁ Χριστὸς, μετὰ τὴν ἀνάστασιν, τὸν φθαρέντα τῇ παρακοῇ ἄνθρωπον ἀνακτίζων καὶ ἁγιάζων, ἐνεφύσα εἰς τὰ πρόσωπα τῶν μαθητῶν, καὶ ἔλεγεν· « Λάβετε Πνεῦμα ἅγιον· » πληρῶν τοῦ Ναοὺμ προφητείαν, τὴν ὑπὸ ἀκατασχέτου πόθου, τοῦ πρὸς τὸ ἄμετρον καλὸν τοῦ πράγματος, τὸ γενησόμενων ὡς ἤδη πραττόμενον διηγουμένην· « Ἀνέβη ἐκ τῆς γῆς ὁ ἐμφυσῶν εἰς τὸ πρόσωπόν σου, καὶ ἐξαιρούμενός σε ἐκ θλίψεως. » Ὅτι δὲ κτίσαι ἐστὶν καὶ τὸ ἁγιάσαι, ὅπερ ποιεῖν πέφυκε τὸ θεϊκὸν Πνεῦμα, Δαυῒδ μαρτυρεῖ, ψάλλων· « Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεός· » τοῦτ' ἔστιν, Ἁγίασόν με, ἵν' ἀνακαινισθείην, καταφθαρεὶς τῇ ἁμαρτίᾳ· ἐπεὶ πῶς ἂν αὐτῷ ἑτέρα ἐκτίσθη καρδία; Συμφράζει τε τούτῳ· « Καὶ Πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου· » ἀντὶ τοῦ, Τὸ πάντα ὑπερφέρον σεβάσμιόν σου Πνεῦμα παράσχου μοι. Ἵνα, φησὶν, τῷ ἁγιασμῷ αὐτοῦ καθαρὸς ἀναφανεὶς, γένωμαι ναὸς αὐτοῦ ἄξιος. Ἐκ γὰρ δὴ μόνης τῆς αὐτοῦ καὶ τοῦ Υἱοῦ σου ἐπιστασίας, καὶ αὐτὸς, Δέσποτα, κατασημαίνῃ ἡμῖν, καὶ πάντων ἄκος δεχόμεθα κακῶν, καὶ ἐν ἐλπίσιν βεβαίαις παντὸς αἰωνίου γινόμεθα ἀγαθοῦ. Ἐμφανὲς γὰρ ἡμῖν, ὅτι Δαυῒδ αὐτὸ ἐξαιτεῖ ἐγκαινισθῆναι αὐτῷ· ἐπεὶ πῶς ἂν τὸ ἤδη ὂν αὐτῷ Πνεῦμα, ὡς ἄρτι ἐπ' αὐτὸν ἐρχόμενον ἐνεκαινίζετο; Ἀλλὰ καὶ μεῖζον καὶ ἀναγκαιότερον τὸ ἁγιάσαι τοῦ δημιουργῆσαι εἰδυῖα ἡ Γραφὴ, περὶ τοῦ ἀπολέσαντος τὸν ἁγιασμὸν ἐλεεινοῦ Ἰούδα εἶπεν· « Καλὸν ἦν αὐτῷ, εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος. » Ἐπειδὴ, φησὶν, ἁπάντων ἀσυμφορώτατον ἔπραξε, καὶ τὸν Δεσπότην ἀντ' οὐδενὸς κακοῦ ἀπέδοτο, καὶ τὴν ζωὴν ἀργυρίων ἠλλάξατο. Καὶ δὴ καὶ περὶ τῆς ἐν τῇ ἀῤῥήτῳ οἰκονομίᾳ δουλικῆς μορφῆς, περὶ ἧς λέγει Ἰωάννης μέν· « Καὶ ὁ Λόγος σὰρξ ἐγένετο· » Παῦλος δέ· « Ἑαυτὸν ἐκένωσεν, μορφὴν δούλου λαβών· » ὁ μὲν Σολομὼν εἶπεν· « Ἡ σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον· » ὁ δὲ Ματθαῖος, διὰ τὸ ταυτὸν τῆς θεϊκῆς φύσεως καὶ ἐνεργείας ἐξέθετο ὡδί· « Τοῦ δὲ Ἰησοῦ Χριστοῦ ἡ γέννησις οὕτως ἦν· Μνηστευθείσης τῆς μητρὸς αὐτοῦ Μαρίας τῷ Ἰωσὴφ, πρινὴ συνελθεῖν αὐτοὺς εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ Πνεύματος ἁγίου. » Καὶ ὁ ἀρχάγγελος δὲ ἔφη· « Τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν, ἐκ Πνεύματός ἐστιν
that it is mentioned together with it, so that the Apostle, concerning those who from regeneration are about to become complete and expect to enjoy the greatest achievement beyond all things, crieth out: "That ye may become according to the image of Him that created you;" and David also prophesieth in the hundred and first Psalm: "The people that is being created shall praise the Lord." If He had not community of essence, and of lordship, and of operation with the Father and with the Son, "by Whom all things were made," He would not renew and sanctify. Wherefore Christ, together with the all-holy Spirit, after the resurrection, re-creating and sanctifying man who had been corrupted by disobedience, breathed into the faces of the disciples, and said: "Receive ye the Holy Spirit;" fulfilling the prophecy of Nahum, which, through irrepressible longing towards the measureless beauty of the thing, narrateth that which was about to happen as already being done: "He that breatheth into thy face hath come up out of the earth, and delivereth thee from affliction." And that to create is also to sanctify, which the divine Spirit is wont to do, David testifieth, singing: "Create in me a clean heart, O God;" that is, Sanctify me, that I may be renewed, having been corrupted by sin; for how else could another heart be created in him? And he joineth with this: "And renew a right spirit within my inward parts;" instead of, Grant me Thy venerable Spirit Who surpasseth all things. In order that, he says, having appeared clean by His sanctification, I may become a temple worthy of Him. For from the oversight of Him and of Thy Son alone, Thou Thyself also, O Master, art signified to us, and we receive a remedy for all evils, and are in sure hopes of every eternal good. For it is manifest to us that David asketh that He be renewed in him; for how could the Spirit Who was already in him be renewed as just now coming upon him? Moreover, the Scripture, knowing that to sanctify is greater and more necessary than to create, said concerning pitiable Judas who lost sanctification: "It were good for that man if he had not been born." Because, he says, he did the most unprofitable thing of all, and betrayed his Master for no evil, and bartered his life for pieces of silver. And indeed also concerning the form of a servant in the ineffable dispensation, concerning which John saith: "And the Word was made flesh;" and Paul: "He emptied Himself, taking the form of a servant;" Solomon said: "Wisdom hath builded herself an house;" and Matthew, on account of the sameness of the divine nature and operation, set it forth thus: "Now the birth of Jesus Christ was on this wise: When His mother Mary was espoused to Joseph, before they came together she was found with child of the Holy Spirit." And the archangel also said: "For that which is conceived in her is of the Spirit
Notes, col. 569

On the reading

Printed γενησόμενων, for γενησόμενον.

Printed πρινὴ, for πρὶν ἢ.

PG 39:572Read from the page
ἁγίου· » καὶ πάλιν· « Πνεῦμα ἅγιον ἐλεύσεται ἐπὶ σὲ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι· διὸ καὶ τὸ γεννώμενον ἅγιον, Υἱὸς Ὑψίστου κληθήσεται. » Μνημονευτέον οὖν, ὅτι διὰ τὰς αἱρετικὰς ἀδολεσχίας γένεσιν προανέταξεν τῆς ἐνανθρωπήσεως ὁ εὐαγγελιστὴς, εἶτα γέννησιν. Διασύροντες γὰρ ἡμῶν τὰς γραφικὰς ἀποδείξεις, λέγουσιν πευστικῶς καθ' ὑπόκρισιν· Υἱὸς οὖν τοῦ Πνεύματός ἐστιν ὁ Χριστός; πιστῶς οὐδὲ ταῦτα ἀκούοντες, οὐδὲ τὸ παρ' αὐτοῦ τοῖς ἀποστόλοις εἰρημένον· « Οὐκ οἴδατε, οἵου Πνεύματός ἐστιν ὁ Υἱὸς τοῦ ἀνθρώπου. » Εἰ οὖν, ἐπειδὴ ὁ Πατὴρ Θεὸς ἀληθινὸς, διὰ τοῦτο καὶ ἡ ἐνέργεια αὐτοῦ θεία ἐστὶν πάντῃ τε καὶ πάντως, ἐπειδὴ ταύτῃ ἴση καὶ ὁμοία ἡ ἐνέργεια τοῦ ἁγίου Πνεύματος φαίνεται· διὰ τοῦτο καὶ αὐτὸ Θεὸς ἀληθινὸς τυγχάνει. Πρέποι δὲ ἂν καὶ περὶ τοῦ Υἱοῦ ὡσαύτως εἰπεῖν. Ἐπεὶ μή γε εἰ ἡ τοῦ Πατρὸς ἐνέργεια τῆς τοῦ Υἱοῦ, ἢ τοῦ Πνεύματος ἀμείνων, τί γὰρ καὶ ὅλως ἐνήργει τὸ Πνεῦμα, ἢ ὁ Υἱὸς εἰς ἡμᾶς; καίτοι τὴν χείρω ἐπάγοντες δύναμιν, εἴπερ ἀνομοίως ἔχουσιν, ὡς οἱ αἱρετικοί φασιν. Εἰ δὲ δὴ χρήσιμος καὶ σωτηριώδης ἡ τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος πλήρωσις, κατ' οὐδὲν ἔσται ἀνόμοιος ὁ Υἱὸς, ἢ τὸ Πνεῦμα. Οὔτε γὰρ ἂν ὁ ὑπέρτατος καὶ πλούσιος ἐν ἐλέει παρὰ τοῦ χείρονος καὶ πενεστέρου ἐδανείσατο, οὔτε ἡμεῖς διττῶς καὶ ἀνομοίως ἐνηργήμεθα. Καὶ μέντοι ποῖον ἔχει λόγον, ἄνθρωπον μὲν καλῶν, φέρε εἰπεῖν, ἢ κακῶν εἶναι ποιητὴν καὶ δημιουργὸν, τὸ δὲ Πνεῦμα μὴ εἶναι τοῦτο; Ἀλλ' ὁ ἄνθρωπος, κατὰ συγχώρησιν μὲν τοῦ Θεοῦ πράττει τοῦτο, ἢ ἐκεῖνο· ἀπὸ οὐσίας δὲ τῆς ὑπὸ τοῦ Θεοῦ προοισθείσης, ἄψυχον δημιουργεῖ ὃ δ' ἂν θέλοι, οὐ μὴν καὶ οὐσίαν αὐτὴν, ὡς ἔφαμεν ἤδη. Τὸ δέ γε Πνεῦμα καὶ αὐθεντικῶς ποιεῖ, καὶ οὐσίαν ἐκ μὴ ὄντων ὑφίστησιν, ἅτε συνεργὸν καὶ πνοὴ τοῦ Παντοκράτορος. Διόπερ ὁ Θεὸς ἐν τῷ Ἰεζεκιὴλ, τὸ μὲν ἡμέτερον πνεῦμα ἀνακαινίζεσθαι, τὸ δὲ ἅγιον Πνεῦμα ἀνακαινίζειν, καὶ οὐχ ἁπλῶς Πνεῦμα εἶναι, ἀλλ' ἑαυτοῦ κυρίως ὑποδεικνὺς, τοιάδε θεσπίζει· « Καὶ δώσω ὑμῖν καρδίαν καινὴν, καὶ Πνεῦμα καινόν· καὶ ἀφελῶ τὴν καρδίαν τὴν λιθίνην ἐκ τῆς σαρκὸς ὑμῶν, καὶ δώσω ὑμῖν καρδίαν σαρκίνην, καὶ τὸ Πνεῦμά μου δώσω ἐν ὑμῖν. » Οἱ δὲ καὶ τῶν θείων φωνῶν τούτων ὀλιγωροῦντες, καὶ ἐν ἀπορίᾳ πάσῃ τῶν δικαίων καθεστῶτες, λοιπὸν ταῖς
Holy;" and again: "The Holy Spirit shall come upon thee, and the power of the Highest shall overshadow thee: therefore also that holy thing which is born shall be called the Son of the Highest." It must be remembered, then, that because of heretical babblings the evangelist placed origin before the incarnation, and then birth. For, disparaging our scriptural proofs, they say interrogatively in pretence: Is Christ then the Son of the Spirit? faithfully hearing neither these things, nor that which was spoken by Him to the apostles: "Ye know not of what Spirit the Son of Man is." If then, since the Father is true God, for this reason His operation also is wholly and altogether divine, since the operation of the Holy Spirit appeareth equal and like to this, for this reason He also is true God. And it would be fitting to speak in like manner concerning the Son. Since otherwise, if the operation of the Father were better than that of the Son or of the Spirit, what then did the Spirit or the Son operate in us at all, even though bringing in the inferior power, if indeed they are unlike, as the heretics say? But if the fullness of the Son and of the Spirit is indeed useful and saving, in nothing will the Son or the Spirit be unlike. For neither would the Most High and rich in mercy have borrowed from the inferior and poorer, nor have we been operated upon doubly and unlikelily. And indeed, what reason doth it have that man, let us say, is a maker and creator of good or evil things, while the Spirit is not this? Yet man, by God's permission indeed, doeth this or that; and from substance brought forth beforehand by God he fashioneth whatever soulless thing he may wish, yet not substance itself, as we have already said. But the Spirit both maketh with authority and bringeth substance into being out of non-being, inasmuch as He is the co-worker and breath of the Almighty. Wherefore God in Ezekiel, showing that our spirit is renewed, while the Holy Spirit reneweth, and is not simply Spirit, but properly His own, ordaineth such things: "And I will give you a new heart, and a new Spirit; and I will take away the stony heart out of your flesh, and will give you a heart of flesh, and I will put My Spirit within you." But those who despise even these divine utterances, and stand in utter perplexity as to what is right, henceforth [betake themselves] to the
PG 39:573Read from the page
ἔξωθεν τέχναις ἀποκέχρηνται, καὶ ἐπ' ἄλλα καὶ ἄλλα μεταφέρειν ἐπιχειροῦσι τὰ οὕτως σαφῶς εἰρημένα. Φάσκουσι γὰρ λέξεσιν αὐταῖς· Νεκροὺς ὁ δημιουργήσας, τοὺς νεκρουμένους ἐγείρει μόνος. Ἀρχιτέκτονος γὰρ ἔργον φθειρόμενον ζωγράφος οὐκ ἂν διορθώσαιτο, ἀλλ' οὐδὲ ναυπηγοῦ θηρευτής, ἀλλ' οὐδέ γε οἰκοδόμου δρομεύς· ἀλλὰ γὰρ ἀρχιτέκτονος ἀρχιτέκτων, καὶ ναυπηγοῦ ναυπηγός. Τὸ δὲ ἅγιον Πνεῦμα, φησίν, οὔτε νεκροὺς ἤγειρεν, οὔτε ἐδημιούργησεν· ἅπαξ γάρ, φησίν, ἐπὶ τοῦ Ἀδὰμ δεδημιούργηται ἡ ἀνθρώπων φύσις· καὶ οὔτε ἑτέρα παρ' ἐκείνην, οὔτε πολλάκις. Ἀλλὰ καὶ ἡ Εὔα συνεκτίσθη μὲν τῷ Ἀδὰμ τῷ κοινῷ τῆς φύσεως λόγῳ, μετὰ ταῦτα δὲ διεμορφώθη. Ἡμεῖς δὲ οἱ ὀρθόδοξοι, ἐπειδὴ μάλιστα θεϊκῆς δυνάμεως γνώρισμα τὸ δημιουργῆσαι καὶ νεκροὺς ἐγεῖραι, ὁμολογοῦμεν τὸ ἅγιον Πνεῦμα ταῦτα πεποιηκὸς εἶναι Θεόν· « Τῷ Λόγῳ » γὰρ « Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ Πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσαι αἱ δυνάμεις αὐτῶν· » καὶ ἐπειδὴ ἀρχῆθεν, δημιουργουμένων πάντων, συμπαρῆν καὶ ἀχωρίστως εἶχε τῇ θεότητι καὶ τῇ ἐνεργείᾳ, διὰ τοῦτο καὶ ἀνακαινιζομένων αὐτῶν συμπάρεστιν καὶ συμμνημονεύεται. Ὅπερ γὰρ εἰρήκασιν αὐτοὶ οὗτοι, οὐκ ἦν ἑτέρας οὐσίας, ὅ ἐστιν φύσεως, τὸ ἀνακαινίσαι, εἰ μὴ τῆς τοῦ κτίσαντος. Περὶ οὖν τῶν ὄντων καὶ πολιτευομένων, ὡς μὴ ὄντων, ἀλλὰ νῦν πνευματικῶς καὶ θειοτέρως κτιζομένων, ὁ Δαυῒδ καὶ ὁ Παῦλος κηρύσσει, ὡς προελέχθη, καὶ ὡς πολλαχοῦ εὑρήσομεν. Ἐπιλείψει με γὰρ ἂν ὁ πᾶς χρόνος, εἰ πάντων πανταχοῦ μνημονεύειν ἐθελήσω. Εἰ μὴ οὖν, ἑτέρως μὲν ταῖς Γραφαῖς, ἑτέρως δὲ αὐτοῖς ἐκείνοις ἐδόκει, πρῶτον μὲν οὖν κἂν ποτε παρενεθυμήθησαν τὰ θεῖα γραφία, τὰ ἐν τῷ βιβλίῳ τῷδε καὶ τῷ πρὸ αὐτοῦ μνημονευθέντα· τί γὰρ ἄν, ἀκούοντες ταῦτα, φήσαιεν τὸν χρήσαντα αὐτὰ διδάσκειν; Δεύτερον δὲ ἐλογίσαντο ἄν, ὅτιπερ, ὃν τρόπον τοῦ Υἱοῦ κτίσαντος συμποιητὴς ὁ Πατήρ ἐστιν τῇ εὐδοκήσει, οὕτω καὶ τὸ Πνεῦμα αὐτοῦ· καὶ οὐκ εἰς τὴν τῶν οὐχ ὁμοίων ἐξέτασιν, τῶν συνάρσεως τῆς ἀλλήλων καὶ τῆς ἀπὸ τοῦ χρόνου δεομένων, καὶ μηδὲ πληρούντων ἑτοίμως καὶ πανταχόθεν ἀμέμπτως τὴν ἐνθύμησιν, τὰ τῆς ἀμίκτου ἅπασιν μακαρίας Τριάδος, τῆς καὶ ἡμᾶς ἀπολεσάσης δημιουργοὺς λόγων τε καὶ ὑλῶν ἐπισκευῆς, ἤγαγον, λέγοντες, ἅπερ μήποτ' ἔφασαν. Τί γάρ, ἢ ὡς πηλίκοι εἴποιμεν τῷ ἅπαξ θελήσαντι Θεῷ Πατρὶ διὰ τοῦ Υἱοῦ Λόγου πάντα ὑποστῆναι; Ἀμέλει τοι περὶ τοῦ ἐκ σπέρματος Δαυῒδ, καὶ Ἀβραὰμ, καὶ ἐκ ῥίζης Ἰεσσαὶ κατὰ σάρκα, κεκήρυκται, ὡς ἀρτίως εἴρηται· « Τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ Πνεύματός ἐστιν ἁγίου· » ἵνα κἀντεῦθεν ὁμόλογον ᾖ, ὡς συνεργὸν ἦν τῷ ἀγαθουργῷ Δημιουργῷ τὸ ἁγιαστικὸν Πνεῦμα. Διὸ καὶ αὖθις γέγραπται· « Ἤγετο ὁ Ἰησοῦς ἐν Πνεύματι ἐπὶ τὴν ἔρημον· » ἐπειδὴ συνῆν αὐτῷ τὸ ἡγεμονικὸν Πνεῦμα, ὡς Θεὸς Θεῷ καὶ ὡς πάντα συνέχων καὶ πανταχοῦ παρών, τῷ ἐφ' ὃν πάντα ἐστήρικται, καὶ ἐν πᾶσιν ὄντι, καὶ πληροῦντι τὰ
from outside, they misuse arts and attempt to transfer to one thing and another what has been so clearly spoken. For they say in these very words: "He who created the dead alone raises those who are put to death. For a painter could not repair a decaying work of an architect, nor a hunter that of a shipwright, nor yet a runner that of a builder; rather an architect [repairs the work] of an architect, and a shipwright that of a shipwright. But the Holy Spirit," he says, "neither raised the dead nor created; for once for all," he says, "in the case of Adam was the nature of human beings created, and neither is there another besides that one, nor [was it created] many times." Yet Eve too was created together with Adam in the common principle of nature, and afterwards was formed. But we the orthodox, since the mark of divine power is above all to create and to raise the dead, confess that the Holy Spirit, Who has done these things, is God; for "By the Word of the Lord the heavens were established, and by the Spirit of His mouth all their powers" (Ps. 32:6); and since from the beginning, when all things were being created, He was present with [Them] and possessed the deity and the activity inseparably, therefore also when they are renewed He is present with [Them] and is commemorated together [with Them]. For as these men themselves have said, to renew belonged to no other essence, that is, nature, except that of the Creator. Concerning those, therefore, who exist and live as citizens, as though not existing, yet now spiritually and more divinely created, David and Paul proclaim, as was said before, and as we shall find in many places. For all time would fail me, if I wished to mention all [passages] everywhere. Unless, therefore, one thing seemed right to the Scriptures and another to those men themselves, first they would not at any time have neglected the divine writings mentioned in this book and in the one before it; for what, on hearing these things, would they say that He Who uttered them teaches? And secondly they would have reasoned that, just as when the Son created, the Father is co-maker by His good pleasure, so also is His Spirit; and they would not have brought the things of the blessed Trinity—unmixed with all things, Which also made us creators of arguments and of the construction of material things—into the examination of things unlike, which need mutual joining together and [help] from time, and do not even fulfil the thought readily and blamelessly in every respect, saying things which they perhaps never said. For what, or how great should we say [this is] to God the Father Who once willed all things to subsist through the Son the Word? Indeed, concerning Him Who is from the seed of David and Abraham and from the root of Jesse according to the flesh, it has been proclaimed, as was just now said: "For that which is begotten in her is of the Holy Spirit" (Matt. 1:20), so that from this too it may be agreed that the sanctifying Spirit was a co-worker with the beneficent Creator. Wherefore it is also written again: "Jesus was led in the Spirit into the wilderness" (Luke 4:1), since the ruling Spirit was with Him, as God with God and as holding all things together and everywhere present, with Him upon Whom all things are established, and Who is in all things, and fills
PG 39:576Read from the page
πάντα. Ἐπεὶ μή γε, τῷ ἐκείνων λόγῳ καὶ τῷ τρόπῳ, οὔτε ὁ Πατὴρ δημιουργός, ἢ νεκροὺς ἐγείρων. Πάντα γὰρ διὰ τοῦ Υἱοῦ ἐγένετο ἀπόνως. Πόνος γὰρ πάθος ἐστί· πάθος δὲ ὁδὸς ἐπὶ φθοράν. Οὐκ ἀρνούμενοι δὲ τὸν Δεσπότην σεσαρκῶσθαι δίχα ἁμαρτίας ἐκ τῆς φύσεως τοῦ Ἀδάμ, ὅ ἐστιν ἐκ τῆς Παρθένου, ἢ τῆς ἡμετέρας· ταῦτά φαμεν, μᾶλλον δὲ καὶ βεβαιοῦμεν τοῦτο διὰ τοῦ λέγειν ἐκ Πνεύματος ἁγίου γεγεννῆσθαι. Ἐπειδή, ὡς εἴρηται, καὶ τὴν ἀρχὴν συμπαρῆν τὸ προαιώνιον καὶ προκόσμιον Πνεῦμα τοῦ Θεοῦ τῷ ποιητῇ τῆς ἡμετέρας φύσεως, οὐχ ὡς χρῄζοντι βοηθείας, ἀλλὰ σὺν ταυτότητι καὶ ἰσότητι θεότητος καὶ θελήσεως, καὶ οἷον μὴ ἀποτετμημένον τοῦ φωτὸς τὸ φῶς. Ἢ σύστηθι οὖν, Μακεδόνιε, τοῖς ἁγίοις, κτίσμα τὸ θεῖον Πνεῦμα μὴ ὀνομάζουσιν, ἀλλ' ἐκπεπορεῦσθαι ἐκ τοῦ Θεοῦ, ὡς Πνεῦμα αὐτοῦ κατὰ φύσιν· ἤ, ὡς ἔθος σοι φάσκειν, ὅτι Θεοῦ μὲν ἥττων τῇ φύσει, ἀγγέλων δὲ κρείττων ἐστίν, μέσην τινὰ φύσιν καὶ τάξιν εἰληχὸς κεχρησμῳδηκότας (τὰ γὰρ ἐκείνων δικαίως προτετίμηται παρὰ τῷ Θεῷ τῶν σῶν καὶ τῶν Ἀρείου)· καὶ οὐχ ὡς δίδωσιν ὁ τῆς τέχνης καὶ τῆς σοφιστείας νόμος, ἐξόν σοι, θαρρήσαντι, ἀφεῖναι κατὰ τοῦ θείου Πνεύματος ἰδίους λόγους· οὗ τὴν θείαν φύσιν οὐδ' ἂν εἰ τοὺς τῆς διανοίας ὀφθαλμοὺς τοσούτους καὶ τοιούτους εἶχες, ὅσους καὶ οἵους ἔδωκεν ἡ Γραφὴ τοῖς χερουβίμ· ἠδυνήθης ἂν κἂν ποσῶς γοῦν θεωρῆσαι. (τίς γὰρ ἐπιδράττεται τῆς ἀφανοῦς καὶ ἀχωρήτου θεότητος;) ἢ καταγνοὺς τῆς ἑαυτοῦ ἀσεβείας, ἢ ἑκὼν ἡμῖν τῶν πρωτείων ἀφίστασο.
all things. Otherwise, by their argument and method, not even the Father is Creator, or raiser of the dead. For all things came into being through the Son without labour; for labour is suffering, and suffering is a road to corruption. And we say these things not denying that the Master became incarnate without sin from the nature of Adam, that is from the Virgin, or from ours; rather we even confirm this by saying that He was begotten of the Holy Spirit. Since, as has been said, in the beginning also the pre-eternal and pre-cosmic Spirit of God was present with the Maker of our nature, not as with one needing help, but with identity and equality of deity and of will, and as it were light not cut off from the light. Either stand, therefore, O Macedonius, with the saints, who do not call the divine Spirit a creature, but [say] that He proceeds out of God, as His Spirit by nature; or, as is your custom to say, that He is inferior to God in nature, yet superior to angels, having obtained a middle nature and rank, [stand with them] as having uttered oracles (for their words are justly preferred before God to yours and those of Arius); and it is not permitted to you, as the law of art and sophistry grants, having grown bold, to utter your own arguments against the divine Spirit—Whose divine nature, not even if you had eyes of the mind as many and such as Scripture gave to the cherubim, would you have been able to behold in any degree at all (for who lays hold of the invisible and uncontainable deity?)—either, having condemned your own impiety, or willingly yield the first place to us.
PG 39:577Read from the page
Δ΄. Ἀλλ' ἐπανίωμεν πάλιν ἐπὶ τὴν ἐξ ἀρχῆς ὑπόθεσιν, ὅτι ἁγιάζει καὶ δικαιοῖ, καθὰ προείπομεν.
IV. But let us return again to the original subject, that He sanctifies and justifies, as we said before.
Ε΄. Ὅτι σωτηρίαν καὶ τοῖς ἀποσφαλεῖσιν χορηγεῖ· ὃ μόνης ἐστὶν τῆς παγκρατορικῆς οὐσίας. Ἄνευ γὰρ Θεοῦ πρᾶξαί τι κτιστόν, ἀμήχανον,
V. That He bestows salvation even upon those who have gone astray, which belongs solely to the almighty essence. For without God it is impossible for a created thing to do anything,
Οὐδ' ὅσον ἀμπετάσαι βλεφάρων περιφαέα κύκλα.
Not even so much as to open wide the conspicuous orbs of the eyelids.
Ἔλεγεν γὰρ ὁ Ἀπόστολος Φιλιππησίοις τοιάδε· « Οἶδα γάρ, ὅτι τοῦτό μοι ἀποβήσεται εἰς σωτηρίαν, διὰ τῆς ὑμῶν δεήσεως, καὶ ἐπιχορηγίας τοῦ Πνεύματος Ἰησοῦ Χριστοῦ. » Καθὰ ὕμνηται περὶ μὲν τοῦ Πατρὸς ἐν Ὡσηέ· « Πλὴν ἐμοῦ οὐ γνώσῃ· καὶ σώζων οὐκ ἔστιν πάρεξ ἐμοῦ· » περὶ δὲ τοῦ Υἱοῦ ἐν ταῖς Πράξεσιν· « Καὶ οὐκ ἔστιν ἐν ἄλλῳ οὐδενὶ ἡ σωτηρία. Οὐδὲ γὰρ ἄλλο ὄνομά ἐστιν ὑπὸ τὸν οὐρανὸν τὸ δεδομένον ἐν ἀνθρώποις, ἐν ᾧ δεῖ σωθῆναι. »
For the Apostle was saying such things to the Philippians: "For I know that this will turn out to me for salvation, through your prayer and the supply of the Spirit of Jesus Christ" (Phil. 1:19). Just as it has been celebrated in song concerning the Father in Hosea: "Besides Me you shall not know; and there is no saviour apart from Me" (Hos. 13:5); and concerning the Son in the Acts: "And there is salvation in no other; for there is no other name under heaven given among human beings, in which we must be saved" (Acts 4:12).
Ϛ΄. Ὅτι θανάτου ἐλευθεροῖ, καὶ ἁμαρτίας συγχωρεῖ, ἅτε δὴ ἐκ τῆς πατρικῆς ῥίζης οὐσίας καρπὸν φέρον τὸ ἀθάνατον καὶ ἵλεω. Κτίσματι δὲ οὐ δυνατόν, ἢ ἀναμάρτητον εἶναι, ἢ ἓν τούτων οἴκοθεν ποιῆσαι. Οὐδὲ γὰρ οὐδὲν τῶν πνευμάτων, ὡς προεδείχθη, ἀναμάρτητον· οὐδὲ τάχα, καθ' ὑπερβολὴν λόγου, ἡ μὴ οὖσα λογική. Καὶ γὰρ ὁ οὐρανὸς αὐτὸς καὶ ὁ ἥλιος πρὸς τὴν τοῦ Θεοῦ καθαρότητα οὐκ ἄμεμπτοι. Εἰ γὰρ καὶ φαίνονται ἀπόστολοί ποτε τοιοῦτόν τι πράξαντες, οὐκ ἰδίᾳ δυνάμει περιεγένοντο, ἀλλὰ τῇ τοῦ εἰπόντος· « Ἐν τῷ ἐμῷ ὀνόματι μείζονα τούτων ποιήσετε· » καὶ τῇ τοῦ Πνεύματος τοῦ Πατρός, τοῦ λαλήσαντος ἐν αὐτοῖς, καθὰ Ῥωμαίους Παῦλος διδάσκει· « Ὁ γὰρ νόμος τοῦ Πνεύματος, ἐν Χριστῷ Ἰησοῦ ἠλευθέρωσέν με ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ θανάτου. » Καὶ ὁ Δεσπότης δὲ παρ' Ἰωάννῃ, ἀποδιδοὺς ἡμῖν τὸ ἅγιον Πνεῦμα, ὃ ἀπολέσαντες ἦμεν διὰ τῆς ἀρχαίας παρακοῆς, ἐνεφύσησεν εἰς τὰ πρόσωπα τῶν μαθητῶν, καὶ εἶπεν· « Λάβετε Πνεῦμα ἅγιον. Ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται· ἄν τινων κρατῆτε, κεκράτηνται. » Ἐνταῦθα τοσοῦτον τοῦ ἀειμνήστου Πνεύματος τὸ αὐτεξούσιον, ὅτι αὐτός τε δι' ἑαυτοῦ ἁμαρτίας συγχωρεῖ, καὶ ἐν τῷ ὀνόματι καὶ τῇ δυνάμει αὐτοῦ, οἱ ἀπόστολοι, καὶ πάντες οἱ πιστεύοντες αὐτῷ, ἄφεσιν ἁμαρτιῶν παρέχουσιν. Ὅτι δὲ Θεοῦ μόνου τὸ ἱλάσκεσθαι ἁμαρτάνουσιν, ἔνδοξοι Θεοῦ ῥήσεις σημαίνουσιν· « Ἐγὼ » γάρ, φησίν, « εἰμὶ ὁ ἐξαλείφων τὰς ἁμαρ-
VI. That He frees from death and forgives sins, inasmuch as He bears the immortal and propitious fruit from the paternal root of essence. Now it is not possible for a creature either to be sinless or to do one of these things of its own accord. For none of the spirits, as was shown before, is sinless; nor perhaps, by an exaggeration of speech, that which is not rational. For even the heaven itself and the sun are not blameless in comparison with the purity of God. For even if apostles appear at times to have done something of this kind, they did not prevail by their own power, but by that of Him Who said: "In My name you shall do greater things than these" (John 14:12), and by that of the Spirit of the Father, Who spoke in them, as Paul teaches the Romans: "For the law of the Spirit in Christ Jesus has set me free from the law of sin and of death" (Rom. 8:2). And the Master also in John, restoring to us the Holy Spirit, Whom we had lost through the ancient disobedience, breathed upon the faces of the disciples and said: "Receive the Holy Spirit. If you forgive the sins of any, they are forgiven; if you retain those of any, they are retained" (John 20:22-23). Here so great is the sovereign authority of the ever-memorable Spirit, that both He Himself by Himself forgives sins, and in His name and power the apostles, and all who believe in Him, grant remission of sins. And that it belongs to God alone to be propitious to those who sin, glorious utterances of God signify; "For I," He says, "am He Who blots out
PG 39:580Read from the page
τίας σου· » καὶ, « Ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ· ἐὰν δὲ ὦσιν ὡς κόκκινον, ὡσεὶ ἔριον λευκανῶ. » Καὶ ὁ Σωτὴρ δέ, ὡς Παῖς Θεοῦ, τῷ παραλύτῳ ἔφη· « Τέκνον, ἀφέωνταί σοι αἱ ἁμαρτίαι· » καί, « Ἴδε ὁ Ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. »
your sins" (Isa. 43:25), and, "Though your sins be as scarlet, I shall make them white as snow; though they be as crimson, I shall make them white as wool" (Isa. 1:18). And the Saviour too, as Child of God, said to the paralytic: "Child, your sins are forgiven you" (Matt. 9:2, 5), and, "Behold the Lamb of God, Who takes away the sins of the world" (John 1:29).
Ζ΄. Ὅτι τῷ ἀπροσδεεῖ, καὶ παντοδότῃ Θεῷ Πατρί, καὶ τῷ Υἱῷ αὐτοῦ συνεργεῖ, καὶ συμπαρέχει πάντα πᾶσιν, οὐκ εἰς αὔριον ἀναβαλλόμενον, ἅτε δὴ ξύγγνωμον καὶ ὁμόγνωμον Πνεῦμα τοῦ Πατρός, ἀνεκποίητον ἔχον τὸ εἶναι καὶ συμβασιλεύειν αὐτῷ, καὶ τὴν αὐτοῦ, ὅθεν καὶ συνυφεστώτως ἐξῆλθεν, διακληρωσάμενον θεότητα. Καὶ ὅτι ὁ παντεξούσιος καὶ πανδύναμος Χριστός, σὺν τῇ δυνάμει τοῦ αὐτοῦ σεμνοτάτου Πνεύματος, τὰ σημεῖα καὶ τὰ τέρατα ἐποίησεν, καὶ δαίμονας ἐξέβαλεν, ὡς ἐξηγήσαντο οἱ ἱεροφάνται· Μιχαίας μέν· « Τάδε, » φησίν, « λέγει Κύριος, τοὺς προφήτας τοὺς πλανῶντας τὸν λαόν μου. » Καὶ μετ' ὀλίγον ἐπιφέρει· « Διότι οὐκ ἔσται ὁ εἰσακούων αὐτῶν, ἐὰν μὴ ἐγὼ ἐμπλήσω ἰσχὺν ἐν Πνεύματι Κυρίου, καὶ κρίσεως, καὶ δυναστείας. » Εἶπε τοίνυν ποιεῖν ἰσχὺν Κύριον ἐν Πνεύματι Κυρίου, διὰ τὸ καὶ τὴν Τριάδα, καὶ τὸν σύνδεσμον τῆς φύσεως αὐτῆς δηλῶσαι. Αἰνίττεται δὲ τὴν κρίσιν, ἐν ᾗ οὐκ ἔτι λοιπὸν μετάνοια καὶ ὁ εἰσακούων· « Ἐν » γάρ « τῷ ᾅδῃ, » φησίν, « τίς ἐξομολογήσεταί σοι; » Τὸ δέ, « Ἐμπλήσω ἰσχύν, » ἀντὶ τοῦ, Μεγάλην ἀνταπόδοσιν ποιήσω μετὰ τοῦ θείου Πνεύματος. Παῦλος δὲ ὁ δοκιμώτατος ἀποστόλων πρὸς Ἐφεσίους μέν· « Τούτου χάριν κάμπτω τὰ γόνατά μου πρὸς τὸν Θεὸν Πατέρα, ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς ὀνομάζεται, ἵνα δῷ ὑμῖν, κατὰ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ, δυνάμει κραταιωθῆναι, διὰ τοῦ Πνεύματος αὐτοῦ, εἰς τὸν ἔσω ἄνθρωπον κατοικῆσαι τὸν Χριστόν· » πρὸς Ῥωμαίους δέ· « Ἔχω οὖν πεποίθησιν ἐν Χριστῷ Ἰησοῦ πρὸς τὸν Θεόν. Οὐ γὰρ τολμῶ τι λαλεῖν, ὧν οὐ κατειργάσατο Χριστὸς δι' ἐμοῦ, λόγῳ καὶ ἔργῳ, εἰς ὑπακοὴν ἐθνῶν, ἐν δυνάμει σημείων καὶ τεράτων, ἐν δυνάμει Πνεύματος ἁγίου. » Αἱ ὅμοιαι τῇ φύσει ὑποστάσεις ὁμοίας τιμῆς ἄξιαι· ὅθεν παραπλήσιον καὶ τὸ λόγιον τόδε τῷ, « Χριστὸς
VII. That He co-operates with God the Father, Who is without need and the Giver of all things, and with His Son, and together provides all things to all, not deferring until tomorrow, inasmuch as He is the consenting and like-minded Spirit of the Father, having inalienably to exist and reign together with Him, and having inherited His deity, whence also He came forth co-subsistently. And that the all-sovereign and all-powerful Christ, with the power of the same most august Spirit, wrought the signs and the wonders, and cast out demons, as the hierophants have expounded: Micah on the one hand says: "Thus says the Lord [concerning] the prophets who lead my people astray" (Mic. 3:5). And after a little he adds: "Because there shall be no one who hearkens to them, unless I fill with strength in the Spirit of the Lord, and of judgement, and of might" (Mic. 3:7-8). He said, therefore, that the Lord works strength in the Spirit of the Lord, in order to manifest both the Trinity and the bond of Its nature. And he hints at the judgement, in which there is no longer repentance hereafter and no one who hearkens; for "In Hades," he says, "who will confess to Thee?" (Ps. 6:5). And "I will fill with strength" means, I will make a great recompense with the divine Spirit. And Paul, the most approved of the apostles, [writes] to the Ephesians on the one hand: "For this cause I bow my knees unto God the Father, from Whom every family in heaven and on earth is named, that He may grant you, according to the riches of His glory, to be strengthened with power through His Spirit, for Christ to dwell in the inner man" (Eph. 3:14-17); and to the Romans on the other hand: "I have therefore confidence in Christ Jesus toward God. For I dare not speak of anything which Christ has not wrought through me, in word and deed, unto the obedience of the Gentiles, in power of signs and wonders, in power of the Holy Spirit" (Rom. 15:17-19). The hypostases like in nature are worthy of like honour; whence this saying also is akin to "Christ