ὦ ἅγιε Μιχαὴλ, ἄρχειν τῶν ἀσωμάτων στρατιῶν προεχειρίσθης, καὶ ζώνῃ οἷον νοερᾷ [ 91 b] ἐτιμήθης, καὶ εὐωδία τις τῆς πάντων δεσποζούσης παναγοῦς καὶ οἰκτίρμονος Τριάδος ὑπάρχεις· σὺ δὲ, ὦ ἅγιε Γαβριὴλ, διακονήσασθαι τῷ μυστηρίῳ τῆς ἀφράστου οἰκονομίας, ὡς ἐχέμυθος καὶ πιστὸς, ἐξελέγης· ἄλλος δὲ ἄλλῳ, οὐδὲ αἰτήσας, θεοσδότῳ χαρίσματι τετίμηται, οἵῳ μὴ καὶ ἕτεροι, καὶ οἵῳ μὴ καὶ ἡμεῖς· ἀλλὰ καὶ ἡμεῖς, οἵῳ μὴ καὶ ὑμεῖς. Ὁ γὰρ Θεὸς Λόγος, οὐ διὰ τοὺς ἁμαρτήσαντας ἀγγέλους ἄγγελος, ἀλλὰ διὰ τοὺς ἐν ἁμαρτίᾳ ἀνθρώπους ἄνθρωπος, ἄτρεπτος, ἀσυγχύτως, ἀναμαρτήτως, ἀφράστως, ὡς οἶδε καὶ ἠβουλήθη, ἐκ τῆς Παρθένου, καὶ κατὰ τὴν σάρκα αὐτῆς καὶ πάντων ἡμῶν ἐγένετο, μείνας ὃ ἦν, καὶ ἔστι, καὶ ἔσται, εἷς καὶ ὁ αὐτός. « Εἷς γὰρ, φησὶν, ἅγιος, εἷς Κύριος Ἰησοῦς Χριστὸς, εἰς δόξαν Θεοῦ Πατρός. » Καὶ οὕτως, ὡς ἀπὸ γῆς εἰς οὐρανοὺς ἀνέβη, ἥξει τὸ δεύτερον, διακονουμένων αὐτῷ ἀγγελικῶν εὐδοκίμων φαλάγγων μυρίων μυριάδων, καὶ ἔτι καὶ κρινεῖ καὶ ποιήσει κατὰ τὴν φιλανθρωπίαν αὐτοῦ. Διὸ μετὰ τὰς Ἐκκλησίας, καὶ οἶκοι εὐκτήριοι τῷ Θεῷ, τῆς προσηγορίας ὑμῶν ἐπώνυμοι, ὦ εὐάρεστος ξυνωρὶς ἀρχαγγέλων, οὐκ ἐν μόναις ταῖς πόλεσιν, ἀλλὰ καὶ στενωποῖς ἰδίᾳ, καὶ οἰκίαις, καὶ ἀγροῖς ἱδρύσθησαν, χρυσῷ, καὶ ἀργύρῳ, ἢ καὶ ἐλέφαντι κοσμηθέντες· ἴασίν τε οἱ ἄνθρωποι καὶ εἰς τὰ ἀπωτέρω τῆς ἐνεγκαμένης αὐτοὺς χωρία τὰ ἔχοντα οἷον ὡς πρυτάνια ἐπιτευγμάτων τὰ εὐκτήρια προβεβλημένα, οὐκ ὀκνοῦντες καὶ πέλαγος διαλαβεῖν, ἢν δέοι, μακρὸν, καὶ πολλῶν ἐφεξῆς ἡμερῶν ὁδὸν ἔσθ' ὅτε καὶ ἀργαλέαν ἐξανύσαι, ὡς πειραθησόμενοι πλείονος εὐνοίας μὲν τῆς περὶ τὴν πρεσβείαν ἀπὸ ὑμῶν, μετουσίας δὲ τῆς τῶν φιλοτιμουμένων ὑπὲρ τοῦ εὖ [92 a] ἀγαθῶν παρὰ τοῦ Θεοῦ. Ἐν γὰρ ταῖς ἁγίαις αὐτοῦ ἐκκλησίαις, καὶ τοῖς εὐκτηρίοις, καὶ μαρτυρίοις, ὡς ἐν ἄλλοις οὐρανοῖς, τὰ ἀνέκλειπτα αὐτοῦ προὔθηκεν ἀγαθά· καὶ ἀφ' ὧν οὗτος αὐτὸς ὁ Βασιλεὺς τῶν βασιλευόντων, καὶ Κύριος τῶν κυριευόντων, δέδωκέ τε καὶ ὁσημέραι δίδωσιν ἑκάστοις, ἀπὸ τούτων, εὐσεβῶς καὶ ὁσίως προσφερομένην, δέχεται ἀναίμακτον θυσίαν, καὶ πάντα ἔχει τὰ παρὰ ἀνθρώπων γέρα. Νομίζω δὲ εἰς τὰ κατὰ αἱρετικῶν, καὶ εἰς τὰ περὶ θεολογίας, καὶ τὰ ἄλογα ζῶα, μενοῦνγε τοὺς λίθους αὐτοὺς, τῇ προθυμίᾳ συμφθέγγεσθαι ἡμῖν. Τί γὰρ οὐ ποιεῖ ὁ περὶ Θεὸν ἔρως; ἢ τίνι παραχωρεῖ φίλτρον ἀληθὲς καρδίας; Ἴστε γὰρ (σὺν Θεῷ δὲ πάντα εἰρήσθω), οὕτω μεθ' ὑμῶν τε καὶ τῶν ἐκ τῆς ἡμετέρας φύσεως γεγονότων ἁγίων πρεσβευόντων πεπραχέναι, ὡς μηδένα πω, μέχρι καὶ τήμερον, οἷον δίκην τινά μοι καὶ κακηγορίας ἑλέσθαι λαχεῖν ὑπὲρ ὑμῶν τῶν ἡμετέρων πρέσβεων, τῶν τιμὰς τὰς πρὸς τὸ μέτρον ὑμῶν παρὰ πᾶσιν ἐχόντων· μηδὲ ὀνόματι καλέσαι με εἰς ἀγῶνα τὸν περὶ τούτου, καὶ κρίσιν, καίτοι εὑρισκομένων τῶν τὰ μὴ ὄντα κατηγορούντων· ἀλλὰ μηδέ τινα πειραθῆναι διελέγξαι με, ὡς εἴην λόγους ἀκούσας
O holy Michael, you were appointed to rule the bodiless hosts, and were honoured with an intelligible, as it were, girdle, and are a certain sweet fragrance of the all-holy and merciful Trinity Who rules over all things; and you, O holy Gabriel, were chosen, as discreet and faithful, to minister to the mystery of the ineffable dispensation; and another has been honoured with another God-given grace without even asking, such as others have not, and such as we have not; yet we too have such as you have not. For God the Word became not an angel for the sake of the angels who sinned, but man for the sake of men in sin, unchangeably, without confusion, without sin, ineffably, as He knew and willed, of the Virgin, and according to the flesh of her and of us all, remaining what He was, and is, and shall be, one and the same. "For one," it says, "is holy, one is Lord Jesus Christ, to the glory of God the Father." And just as He ascended from earth to heaven, He will come a second time, with ten thousand times ten thousand renowned angelic phalanxes ministering to Him, and moreover He will judge and act according to His love for mankind. Therefore, after the churches, houses of prayer also, named after your appellation, O well-pleasing pair of archangels, have been founded to God not only in cities, but also in private lanes, and houses, and fields, adorned with gold, and silver, or even ivory; and men go even to regions far from their native land that have houses of prayer set forth as, so to speak, prytanea of successes, not shrinking from crossing even a wide sea, if need be, and accomplishing a journey of many successive days, sometimes even a troublesome one, as about to experience greater goodwill from you concerning your intercession, and participation in the good things generously bestowed by God for well-doing. For in His holy churches, and houses of prayer, and martyria, as in other heavens, He has set forth His unfailing good things; and from what this same King of kings, and Lord of lords, has given and daily gives to each, from these He receives an unbloody sacrifice piously and holily offered, and has all honours from men. And I think that in matters against heretics, and in matters concerning theology, even the irrational animals, nay indeed the very stones, join us in speaking with eagerness. For what does love for God not do? Or to whom does a true affection of heart yield? For you know (and let all be spoken with God), that I have so acted with you and the saints born of our nature interceding, that no one yet, up to this very day, has chosen to bring, as it were, a lawsuit and accusation against me on behalf of you our ambassadors, who hold honours among all according to your measure; nor to summon me by name to a contest and judgement concerning this, even though there are found those who accuse of things that are not; nor has anyone attempted to refute me, as though I had heard words