Migne Reading Room

PG 39 · cols. 557–568 · Read from the page

On the Trinity, three books

On the Trinity, three books

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 39:557Read from the page
ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου. » Διὰ τοῦτο, ποῖον; Ἐπειδὴ Θεὸς ἀχειροποίητος ὢν, ὑπὸ Θεοῦ ἀκτίστου, ἀνάρχου ἐχρίσθη. Εἶπεν δὲ τὸ, « Ὁ Θεός σου, » διὰ τὴν ἐκ Παρθένου γέννησιν αὐτοῦ. Πέτρος ἐν ταῖς Πράξεσιν· « Ὑμεῖς ἐπίστασθε τὸ γενόμενον ῥῆμα καθ' ὅλης τῆς Ἰουδαίας καὶ Σαμαρείας, ἀρξάμενον ἀπὸ τῆς Γαλιλαίας μετὰ τὸ βάπτισμα, ὃ ἐκήρυξεν Ἰωάννης· Ἰησοῦν τὸν ἀπὸ Ναζαρὲθ, ὡς ἔχρισεν αὐτὸν ὁ Θεὸς Πνεύματι ἁγίῳ καὶ δυνάμει· » αἱ Πράξεις· « Συνήχθησαν ἐπ' ἀληθείας ἐν τῇ πόλει ταύτῃ, ἐπὶ τὸν ἅγιον παῖδά σου Ἰησοῦν, ὃν ἔχρισας. » Καὶ τὰ Ἄσματα δὲ περὶ τούτου ὑφηγεῖται οὑτωσί· « Μύρον ἐκκενωθὲν ὄνομά σοι· διὰ τοῦτο νεάνιδες ἠγάπησάν σε. » Μύρου ὄνομα εἶναι τῷ Χριστῷ λέγει τὸ τοῦ Παρακλήτου· ἐπειδὴ ἄμφω αἱ ὑποστάσεις τοῦ τε ὀνόματος κοινωνοῦσιν, καὶ ἐν ἑαυταῖς τὴν τοῦ Θεοῦ καὶ Πατρὸς εὐωδιάζουσιν· φύσιν. Νεάνιδας δὲ τὰς Ἐκκλησίας λέγει, ἐν αἷς δοξάζεται, περὶ ὧν καὶ Δαυῒδ ἐν ξζ΄ εἶπεν ψαλμῷ· « Προέφθασαν ἄρχοντες, ἐχόμενα ψαλλόντων, ἐν μέσῳ νεανίδων τυμπανιστριῶν· » οὕτω φράσας, διὰ τὸ ἐκβόητον τῆς πίστεως, καὶ διὰ τὸ ἠχεῖν αὐτὰς εἰς πᾶσαν τὴν γῆν τοῖς ἀναγνώσμασιν καὶ ταῖς ψαλμῳδίαις. Πρὸς ἑκάστην δὲ αὐτῶν ἐν τοῖς Ἄσμασι καὶ αὐτὸς ὁ ὡραῖος τῷ κάλλει νυμφίος σωφρόνως προσλαλεῖ· « Ἰδοὺ εἶ καλὴ, ἡ πλησίον μου· ἰδοὺ εἶ καλή. » Καὶ πάλιν ἐπιθαλάμιον ὥσπερ ᾄδει· « Δεῦρο ἀπὸ Λιβάνου, νύμφη· δεῦρο ἀπὸ Λιβάνου· ἐλεύσῃ καὶ διελεύσῃ ἀπὸ ἀρχῆς πίστεως. » Ὅτι δὲ καὶ ἡμεῖς χρίσμα δεχόμεθα ἐν τῷ ἀνακαινισμῷ, Ἰωάννης γράφει ἐν τῇ πρώτῃ Ἐπιστολῇ· « Καὶ ὑμεῖς χρίσμα ἔχετε ἀπὸ τοῦ ἁγίου, καὶ οἴδατε πάντα. » Ὥσπερ, φησὶν, ἐν τῇ οἰκονομίᾳ ὁ Σωτὴρ, καὶ ὑμεῖς χρίσμα ἔχετε ἀπὸ τοῦ ἁγίου Πνεύματος. Καὶ τοῦτο δὲ τὸ σωτήριον δῶρον κοινῇ ὑπὸ τῆς μακαρίας Τριάδος ἡμῖν παρεσχῆσθαι, διδάσκουσιν οὕτως· Ἡσαΐας· « Καὶ ποιήσει Κύριος Σαβαὼθ πᾶσιν τοῖς ἔθνεσιν ἐπὶ τὸ ὄρος τοῦτο, πίονται οἶνον, χρίσονται μύρον ἐν τῷ ὄρει τούτῳ. Παράδος ταῦτα πάντα τοῖς ἔθνεσιν. » Ὄρος γὰρ τὴν Ἐκκλησίαν τοῦ Θεοῦ, διὰ τὸ ὑψηλὸν τῆς πίστεως· οἶνον, τὸ δεσποτικὸν σωτήριον αἷμα· μύρον, ὃ ἁγιασθέντες ἀλειφόμεθα ὑπὸ τοῦ ἱερέως, προανεφώνησεν. Ἰωάννης ἐν τῇ αὐτῇ πρώτῃ Ἐπιστολῇ περὶ τοῦ Χριστοῦ· « Καὶ ὑμεῖς τὸ χρίσμα, ὃ
oil of gladness above Thy fellows." "Therefore," how? Because, being unmade God, He was anointed by the uncreated, beginningless God. And he said, "Thy God," on account of His birth from the Virgin. Peter in the Acts: "Ye know the word which came to pass throughout all Judaea and Samaria, beginning from Galilee after the baptism which John preached: Jesus of Nazareth, how God anointed Him with the Holy Spirit and with power;" the Acts: "They were gathered together in truth in this city against Thy holy child Jesus, Whom Thou hast anointed." And the Song of Songs also guides us concerning this thus: "Thy name is ointment poured forth; therefore the maidens have loved Thee." He says that the name of ointment for Christ is that of the Paraclete; since both hypostases share in the name, and in themselves send forth the sweet fragrance of the nature of God and the Father. And he calls the Churches maidens, in whom He is glorified, concerning whom David also said in the sixty-seventh Psalm: "The princes went before, next to the players on instruments, in the midst of maidens playing on timbrels;" speaking thus because of the renown of the faith, and because they resound into all the earth with the readings and the psalmody. And to each of them in the Song of Songs the Bridegroom Himself, fair in beauty, modestly speaks: "Behold, thou art fair, my neighbour; behold, thou art fair." And again he sings as it were an epithalamium: "Come from Lebanon, bride; come from Lebanon; thou shalt come and pass through from the beginning of faith." And that we also receive an unction in renewal, John writes in the first Epistle: "And ye have an unction from the Holy One, and know all things." Just as, he says, the Saviour in the dispensation, ye also have an unction from the Holy Spirit. And that this saving gift has been bestowed upon us in common by the blessed Trinity, they teach thus: Isaiah: "And the Lord Sabaoth shall make for all the nations upon this mountain, they shall drink wine, they shall anoint themselves with ointment on this mountain. Deliver all these things to the nations." For he foretold the Church of God as the mountain, on account of the height of the faith; wine, the Lord's saving blood; ointment, with which, having been sanctified, we are anointed by the priest. John in the same first Epistle concerning Christ: "And the unction which ye
Notes, col. 557

On the reading

Printed εὐωδιάζουσιν· φύσιν, for εὐωδιάζουσιν φύσιν.

PG 39:560Read from the page
ἐλάβετε ἀπ' αὐτοῦ, μένει ἐν ὑμῖν· καὶ οὐ χρείαν ἔχετε ἵνα τις διδάσκῃ ὑμᾶς, ἀλλ' ὡς τὸ αὐτοῦ χρίσμα διδάσκει ὑμᾶς περὶ πάντων· » Παῦλος δὲ ἐν τῇ δευτέρᾳ πρὸς Κορινθίους· « Ὁ δὲ βεβαιῶν ἡμᾶς σὺν ὑμῖν εἰς Χριστὸν, καὶ χρίσας ἡμᾶς Θεὸς, καὶ σφραγισάμενος ἡμᾶς, καὶ δοὺς τὸν ἀῤῥαβῶνα τοῦ Πνεύματος ἐν ταῖς καρδίαις ἡμῶν. »
have received of Him abideth in you: and ye need not that any man teach you, but as His unction teacheth you of all things." And Paul in the second Epistle to the Corinthians: "Now He which stablisheth us with you in Christ, and hath anointed us, is God; Who hath also sealed us, and given the earnest of the Spirit in our hearts."
ΚΕΦ. Ζ΄.
Chapter VII.
Περὶ τῶν θεϊκῶν ἐνεργειῶν, καὶ παροχῶν τοῦ ἁγίου Πνεύματος.
Concerning the divine operations and bestowals of the Holy Spirit.
Ἄγαν τοίνυν φιλοτίμως τὴν θείαν καὶ ἀκροτάτην τοῦ ἁγίου Πνεύματος φύσιν, τὴν οὖσαν ὑπὲρ ζωὴν καὶ ὑπὲρ νοῦν, τὰ λόγια ἐπιδείξαντα, ἐφάμιλλον αὐτῆς καὶ τὴν κηδεμονικωτάτην ἔνθεον ἐνέργειαν ἐκφαίνει οὑτωσί
Since, therefore, the oracles have most earnestly shown the divine and supreme nature of the Holy Spirit, which is above life and above mind, they also set forth His most provident, inspired operation as rivalling it, in this wise:
Α΄. Ὅτι ζωοποιεῖ, ὡς Πνεῦμα ὑπάρχον τοῦ ζωογονοῦντος τὰ πάντα Θεοῦ, κατὰ Παῦλον τὴν σάλπιγγα τῆς πίστεως, γράφοντα, Ῥωμαίοις μέν· « Ὁ γὰρ νόμος τοῦ Πνεύματος τῆς ζωῆς, ἐν Χριστῷ Ἰησοῦ ἠλευθέρωσέν με ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ θανάτου· » καὶ πάλιν· « Ὁ ἐγείρας Ἰησοῦν Χριστὸν ἐκ νεκρῶν, ζωοποιήσει καὶ τὰ θνητὰ ὑμῶν σώματα, διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ Πνεύματος ἐν ὑμῖν· » Κορινθίοις δέ· « Οὐχ ὅτι ἱκανοί ἐσμεν ἀφ' ἑαυτῶν λογίσασθαί τι, ὡς ἐξ ἑαυτῶν· ἀλλ' ἡ ἱκανότης ἡμῶν ἐκ Θεοῦ· ὃς καὶ ἱκάνωσεν ἡμᾶς διακόνους Καινῆς Διαθήκης, οὐ γράμματος, ἀλλὰ πνεύματος. Τὸ γὰρ γράμμα ἀποκτείνει, τὸ δὲ πνεῦμα ζωοποιεῖ. » Γράμμα δὲ εἶπεν τὸν Μωσαϊκὸν νόμον, τὸν διαγορεύοντα ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, καὶ ὀδόντα ἀντὶ ὀδόντος, καὶ ἀμυνόμενον τὸν ἀσυνέτως βιοτεύοντα· ζωοποιὸν δὲ, τὸ ἅγιον Πνεῦμα τοῦ Θεοῦ, τὸ μηκέτι ὑπὸ νόμον, ἀλλ' ὑπὸ χάριν ἡμᾶς ποιῆσαν, καὶ παρεγ-
I. That He quickeneth, as being the Spirit of God Who quickeneth all things, according to Paul, the trumpet of the faith, writing to the Romans: "For the law of the Spirit of life in Christ Jesus hath made me free from the law of sin and death;" and again: "He that raised up Jesus Christ from the dead shall also quicken your mortal bodies by His Spirit that dwelleth in you;" and to the Corinthians: "Not that we are sufficient of ourselves to think anything as of ourselves; but our sufficiency is of God; Who also hath made us able ministers of the New Testament, not of the letter, but of the spirit. For the letter killeth, but the spirit giveth life." Now he called the Mosaic law the letter, which ordaineth an eye for an eye, and a tooth for a tooth, and taketh vengeance on him that liveth foolishly; and the Holy Spirit of God the quickening one, Who hath made us no longer under the law, but under grace, and [exhort-]
PG 39:561Read from the page
γυῆσαν μὴ ἀποδοῦναι κακὸν ἀντὶ κακοῦ, μᾶλλον δὲ ἀγαθὸν ἀντὶ κακοῦ παρασχεῖν. « Ἐὰν » γὰρ, φησὶν, « πεινᾷ ὁ ἐχθρός σου, χόρτασον αὐτόν· » καὶ πάλιν τοῖς αὐτοῖς· « Ἐγένετο ὁ πρῶτος Ἀδὰμ εἰς ψυχὴν ζῶσαν, ὁ ἔσχατος Ἀδὰμ εἰς Πνεῦμα ζωοποιοῦν· » Γαλάταις δέ· « Ὁ σπείρων εἰς τὸ Πνεῦμα, ἐκ τοῦ Πνεύματος θερίσει ζωὴν αἰώνιον· » καὶ κατὰ Ἰωάννην λέγοντα ἀπὸ τοῦ Σωτῆρος· « Τὸ Πνεῦμά ἐστιν τὸ ζωοποιοῦν. » Αὐτὸ δὴ τοῦτο δηλῶν Ἰεζεκιὴλ, καὶ ὅτι σὺν τῷ Θεῷ, ὡς Πνεῦμα αὐτοῦ, τὴν ἀνάστασιν ποιήσει, προφητεύει· « Τάδε λέγει Κύριος τοῖς ὀστέοις τοῖς ξηροῖς τούτοις· Ἰδοὺ ἐγὼ εἰσάγω εἰς ὑμᾶς Πνεῦμα ζωῆς, καὶ δώσω ἐφ' ὑμᾶς νεῦρα, καὶ ἀνάξω ἐφ' ὑμᾶς σάρκας, καὶ ἐκτενῶ ἐφ' ὑμᾶς δέρμα, καὶ δώσω ἐφ' ὑμᾶς τὸ Πνεῦμά μου, καὶ ζήσεσθε, καὶ γνώσεσθε, ὅτι ἐγὼ Κύριος. » Ἡ οὖν οὐσιωδῶς ζωὴ, καὶ ἡ ζωοποιὸς δύναμις, οὔτ' ἀρχὴν, οὔτε πέρας, οὔτ' ἀλλοίωσιν ἔχει· τὸ δὲ τούτοις μὴ ὑποπῖπτον φύσει καὶ ἀληθείᾳ Θεός ἐστιν, ἅτε δὴ καὶ τὰ κατ' ἐξαίρετον τοῦ Θεοῦ καὶ Πατρὸς οἴκοθεν κεκτημένον. Οὐδὲν γὰρ κτιστὸν ζωῆς αἴτιον εἶναι, ἢ ζωὴν ἐν ἑαυτῷ δεικνύναι δύναται· πάντα δὲ νεκρὰ τὰ τοῦ θεϊκοῦ Πνεύματος ἐστερημένα· « Ἐν αὐτῷ γὰρ ζῶμεν, καὶ κινούμεθα, καὶ ἐσμὲν, » ὡς ἔφασαν αἱ ἀποστολικαὶ Πράξεις. Καὶ γὰρ εἰ πάντα τὰ γινόμενα, καὶ φθαρτὰ, τὰ δὲ φθειρόμενα στερεῖται ζωῆς ὑπομένοντα· πῶς ἂν ἄλλοις χαρίσαιτο ταῦτα, ὧν αὐτὰ γίνεται ἐνδεῆ; Ζωοποιούμεθα δὴ οὖν ὑπὸ τοῦ ἁγίου Πνεύματος, ὡς καὶ ὑπὸ τοῦ εἰπόντος· « Ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή. »
[exhort-]ing us not to render evil for evil, but rather to bestow good for evil. "For if," he says, "thine enemy hunger, feed him;" and again to the same: "The first Adam was made a living soul, the last Adam a quickening Spirit;" and to the Galatians: "He that soweth to the Spirit shall of the Spirit reap life everlasting;" and according to John, speaking from the person of the Saviour: "It is the Spirit that quickeneth." Ezekiel, showing this very thing, and that together with God, as His Spirit, He shall bring about the resurrection, prophesieth: "Thus saith the Lord to these dry bones: Behold, I bring into you the Spirit of life, and I will lay sinews upon you, and will bring up flesh upon you, and stretch skin upon you, and put My Spirit upon you, and ye shall live, and ye shall know that I am the Lord." Therefore, that which is essentially life, and the quickening power, hath neither beginning, nor end, nor alteration; and that which is not subject to these things is by nature and in truth God, inasmuch as it possesseth from itself even the things that belong by excellence to God and the Father. For nothing created can be the cause of life, or show life in itself; but all things are dead that are deprived of the divine Spirit: "For in Him we live, and move, and have our being," as the apostolic Acts said. For if all things that are made are also corruptible, and those things that are corrupted endure being deprived of life, how could they bestow upon others those things of which they themselves are in need? Therefore we are indeed quickened by the Holy Spirit, as also by Him Who said: "I am the resurrection and the life."
Β΄. Ὅτι, διὰ τὴν ταυτότητα τῆς θεότητος καὶ τὴν μίαν ἐνέργειαν, λέγουσιν αἱ Γραφαὶ, ὡς κατὰ τὴν τοῦ δούλου μορφὴν Ἰησοῦν Χριστὸν ἤγειρέ ποτε
II. That, on account of the identity of the Godhead and the one operation, the Scriptures say that He once raised up Jesus Christ according to the form of a servant
PG 39:564Read from the page
ὁ Πατὴρ, ποτὲ αὐτὸς ἑαυτὸν, ποτὲ τὸ ἅγιον Πνεῦμα οὑτωσί. Αἱ Πράξεις· « Τοῦτον ὁ Θεὸς ἤγειρε τῇ τρίτῃ ἡμέρᾳ· » Ἰωάννης ἀπὸ τοῦ Σωτῆρος· « Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. Αὐτὸς δὲ ἔλεγεν περὶ τοῦ ναοῦ τοῦ σώματος αὐτοῦ· » καὶ πάλιν· « Ἐγὼ τίθημι τὴν ψυχήν μου, ἵνα πάλιν λάβω αὐτήν. Οὐδεὶς αἴρει αὐτὴν ἀπ' ἐμοῦ, ἀλλ' ἐγὼ τίθημι αὐτήν. Ἐξουσίαν ἔχω θεῖναι αὐτὴν, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν. » Πέτρος ἐν τῇ πρώτῃ Ἐπιστολῇ· « Χριστὸς ἅπαξ περὶ ἁμαρτιῶν ὑπὲρ ἡμῶν ἀπέθανεν, δίκαιος ὑπὲρ ἀδίκων, ἵνα ἡμᾶς προσαγάγῃ τῷ Θεῷ· θανατωθεὶς μὲν σαρκὶ, ζωοποιηθεὶς δὲ Πνεύματι. »
the Father, now He Himself, and now the Holy Spirit, in this wise. The Acts: "Him God raised up the third day;" John from the person of the Saviour: "Destroy this temple, and in three days I will raise it up. But He spake of the temple of His body;" and again: "I lay down My life, that I might take it again. No man taketh it from Me, but I lay it down of Myself. I have power to lay it down, and I have power to take it again." Peter in the first Epistle: "Christ once suffered for sins for us, the just for the unjust, that He might bring us to God, being put to death in the flesh, but quickened by the Spirit."
Γ΄. Ὅτι δημιουργεῖ τὸ μέγα κτίσμα τὸν ἄνθρωπον, καὶ ἐκ νεκρῶν ἐγείρει, καὶ ζωοποιεῖ, καὶ εἰς οὐρανὸν ἐπιστρέφει· καὶ συγκαταῤῥυεῖσαν ταῖς ἀνθρωπίναις ἀνομίαις τὴν γῆν ἀνεκαίνισε πάλιν, καὶ ἀνέθαλψε τὸ Πνεῦμα τὸ ἅγιον ἄνευ πραγματείας, καὶ οἷον αὐτομάτως, ἅτε συνδημιουργὸς καὶ ἰσουργὸς τοῦ ὑποστήσαντος αὐτὴν κατ' ἀρχὰς ἀρχιτέχνα Θεοῦ, ὡς γνῶναι ἡμῖν ἐφίεται, ἐξ ὧν ἐξέφηναν οὗτοι· Ἰώβ· « Πνεῦμα θεῖον, τὸ ποιῆσάν με· πνοὴ δὲ παντοκράτορος, ἡ διδάσκουσά με. » Δαυῒδ ἐν μὲν ργ΄ ψαλμῷ, « Ἐξαποστελεῖς τὸ Πνεῦμά σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς. » Τοῦτο βεβαιοῖ ὁ Ἀπόστολος, γράφων Κορινθίοις τὸ δεύτερον· « Ὥστε εἴ τις ἐν Χριστῷ, καινὴ κτίσις· τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ γέγονε καινὰ τὰ πάντα. » Ἐν δὲ λβ΄ ψαλμῷ· « Τῷ Λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ Πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσαι αἱ δυνάμεις αὐτῶν. » Μὴ παραδράμῃς τὰ αὐτόθεν ἀκούεσθαι δυνάμενα· ἀλλ' ἴδε, ὅτιπερ ὡς δημιουργὸς καὶ ἀγαθὸς Θεὸς μένων εἰς ἀεὶ τὸ Πνεῦμα τοῦ Θεοῦ, φιλίαν μόνιμον τῇ κτίσει χορηγεῖ, καὶ ἀλύτοις αὐτὴν ἔσφιγξε δεσμοῖς, καὶ ἥδρασεν ἀκατάσειστον, καὶ πάντα τῇ ἑαυτοῦ δυνάμει στηρίζει· καὶ ὅτι ἀθέμιτόν ἐστι κτίσμα καλεῖν τὸ κτίζον καὶ ἐνδυναμοῦν τοῦ Θεοῦ τὰ κτίσματα. Συνεργὸν γὰρ καὶ ὁμοούσιον
III. That He createth the great creature man, and raiseth him from the dead, and quickeneth him, and turneth him towards heaven; and the Holy Spirit again renewed the earth when it had sunk down together with human iniquities, and warmed it again without toil and as it were spontaneously, inasmuch as He is co-creator and co-worker with the supreme architect God Who established it in the beginning, as it is granted us to know from what these declared: Job: "The divine Spirit that made me, and the breath of the Almighty that teacheth me." David in the hundred and third Psalm: "Thou shalt send forth Thy Spirit, and they shall be created, and Thou shalt renew the face of the earth." This the Apostle confirmeth, writing the second time to the Corinthians: "Therefore if any man be in Christ, he is a new creature: old things are passed away; behold, all things are become new." And in the thirty-second Psalm: "By the Word of the Lord were the heavens established, and all the host of them by the Spirit of His mouth." Pass not by the things that can be heard therefrom; but see that, remaining for ever as creator and good God, the Spirit of God bestoweth abiding friendship upon creation, and bound it with indissoluble bonds, and established it unshaken, and upholdeth all things by His own power; and that it is unlawful to call a creature Him Who createth and strengtheneth the creatures of God. For being a co-worker and of the same essence
PG 39:565Read from the page
αὐτὸ τῷ Θεῷ, ἅτε Πνεῦμα αὐτοῦ καὶ δάκτυλον, ὡς ἐν τῷ πρώτῳ ἐδείχθη βιβλίῳ, μυστικῶς παριστῶν ἐν η΄ ψαλμῷ προφητεύει· « Ὅτι ὄψομαι τοὺς οὐρανοὺς, ἔργα τῶν δακτύλων σου. » Καὶ Μωϋσῆς δὲ ἐν τῇ Γενέσει, ἀπὸ τοῦ Θεοῦ καὶ Πατρὸς, πρὸς τὸν Υἱὸν καὶ τὸ ἅγιον αὑτοῦ Πνεῦμά φησιν· « Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα καὶ ὁμοίωσιν ἡμετέραν, καὶ ἀρχέτωσαν τῶν ἐπὶ τῆς γῆς. » Οὐ γὰρ ἀγγέλους, ἢ ἄλλα πνεύματα ἔλαβε συγχειρουργοὺς, ἢ γνωμοδότας ὁ Θεός· ἐπειδὴ ὁ δοῦλος οὐκ οἶδεν, τί ποιεῖ αὐτοῦ ὁ δεσπότης. Οὐδὲ εὑρίσκεται πώποτε εἰς δημιουργίαν συμπαραλαβὼν κτίσμα (καθὰ Δαυῒδ ψάλλει ἐν λβ΄ ψαλμῷ· « Ὁ πλάσας κατὰ μόνας τὰς καρδίας αὐτῶν· » καὶ ἐν ρλη΄· « Οὐκ ἐκρύβη τὸ ὀστοῦν μου ἀπὸ σοῦ, ὃ ἐποίησας ἐν κρυφῇ. » Καὶ ὡς Παῦλος Ῥωμαίοις γράφει· « Τίς γὰρ ἔγνω νοῦν Κυρίου; ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο; » τοῦτ' ἔστιν, τῆς κτίσεως οὐδείς. Πλάτος γὰρ ἔχον τὸ « τίς » τοῦτο προφαίνει). Ἔδειξε δὲ τῷ μὲν μὴ εἰπεῖν, Ποιήσατε, ἀλλὰ, « Ποιήσωμεν, » ὡς οὐκ ἔστιν ὑπουργὸς ὁ Υἱὸς, καὶ τὸ ἅγιον Πνεῦμα, ἀλλὰ δυνάμεως καὶ θελήσεως μιᾶς· τῷ δὲ ἐπαγαγεῖν, « κατ' εἰκόνα καὶ ὁμοίωσιν ἡμετέραν, » ὡς μία ἐστὶν οὐσία τῇ Τριάδι· καὶ ὡς οὐ πρὸς ἀγγέλους εἴρηται τοῦτο, τοῖς ἀπείρως καὶ ἀσυνεικάστως ἐν μείῳ τὴν εἰκόνα καὶ ὁμοίωσιν ἔχουσιν (εἰ ἀκίνδυνον τοῦτο, ὡς ἄνθρωπον, εἰπεῖν) τῆς ἀνειδέου, καὶ ἀσχηματίστου, καὶ ἀῤῥήτου Τριάδος. Διὸ ἐπήγαγεν ὁ αὐτὸς κοσμογράφος· « Καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον· κατ' εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν· ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς· καὶ εὐλόγησεν αὐτούς· » καὶ πάλιν· « Ἴδεν ὁ Θεὸς, ὅτι καλόν· » ἐν οἷς ῥητοῖς αὖθις τῆς αὐτοτελοῦς καὶ γενεσιουργοῦ Τριάδος τὸ τέλειον, καὶ σύμφωνον, καὶ κοσμητικὸν, καὶ ἐπίπαν ἄφθονον σημαίνεται μυστικῶς. Ἐπειδὴ ταῦτα θεάτρων μὲν καὶ πλήθους ἄξια οὐχ ἡγήσατο εἶναι ὁ Μωϋσῆς, ἤτουν ὁ ἐνηχήσας αὐτῷ Θεός· τοσούτων δὲ, ὅσον μὴ παρανομεῖν ἐς ταῦτα ἔμελλον. « Ἐποίησε » γὰρ « ὁ Θεὸς, » τοῦτ' ἔστιν ὁ Υἱὸς, « τὸν ἄνθρωπον κατ' εἰκόνα Θεοῦ, » τοῦτ' ἔστιν τοῦ Πατρὸς, « ἐποίησεν αὐτὸν, καὶ ἴδεν ὁ Θεὸς, » τοῦτ' ἔστιν τὸ Πνεῦμα, « ὅτι καλὸν, καὶ εὐλόγησεν αὐτοὺς, » τοῦτ' ἔστιν ἡγίασεν. Τὸ δὲ, « κατ' εἰκόνα, » ὡς ἐμοὶ δοκεῖ, νοητέον, ὅτι ἐκ τοῦ θεϊκοῦ φυσήματος τὸ Πνεῦμα τὸ ἀθάνατον ἔχομεν, καὶ νοῦν ἀεὶ θέοντα, καὶ κυβερνῶντα, ἐφ' ὃ χρὴ, καὶ λόγον σοφὸν ἀρέσκοντα τῷ δεδωκότι, καὶ δυνάμενον σὺν πίστει τεκνογονίας αἴτιον γίνεσθαι, καὶ ζωῆς, καὶ νεκρῶν ἐγέρσεως, καὶ ὀρέων μεταθέσεως· πρὸς τούτοις, ὅτι μετειλήφαμεν καὶ τῆς αὐτοῦ ἀγαθότητος.
the same with God, inasmuch as He is His Spirit and finger, as was shown in the first book, mystically representing Him, he prophesieth in the eighth Psalm: "For I shall behold the heavens, the works of Thy fingers." And Moses in Genesis, from the person of God and the Father, saith to the Son and His Holy Spirit: "Let Us make man according to Our image and likeness, and let them have dominion over the things upon the earth." For God did not take angels, or other spirits, as fellow-workers or counsellors, since the servant knoweth not what his master doeth. Nor is He ever found to have taken a creature to Himself for creation (as David singeth in the thirty-second Psalm: "He Who fashioned their hearts alone;" and in the hundred and thirty-eighth: "My bone was not hidden from Thee, which Thou madest in secret." And as Paul writeth to the Romans: "For who hath known the mind of the Lord? or who hath been His counsellor?" that is, no one of creation. For the word "who," having wide scope, showeth this). And He showed by not saying "Make," but "Let Us make," that the Son and the Holy Spirit are not a minister, but of one power and will; and by adding, "according to Our image and likeness," that the Trinity hath one essence; and that this was not said to angels, who have the image and likeness infinitely and incomparably in a lesser degree (if it is safe to say this, as a man) of the formless, unfigured, and ineffable Trinity. Wherefore the same cosmographer added: "And God made man; according to the image of God He made him; male and female He made them; and He blessed them;" and again: "God saw that it was good;" in which sayings again the perfect, harmonious, adorning, and altogether ungrudging character of the self-perfect and generative Trinity is mystically signified. Since Moses, or rather God Who inspired him, deemed these things not worthy of theatres and the multitude, but of so many only as would not transgress against them. For "God made," that is the Son, "man according to the image of God," that is of the Father, "He made him, and God saw," that is the Spirit, "that it was good, and He blessed them," that is, sanctified them. Now "according to the image," as it seemeth to me, is to be understood that from the divine breath we have the immortal Spirit, and a mind ever running and steering towards what is needful, and a wise word pleasing to Him Who gave it, and able with faith to become the cause of child-bearing, and of life, and of raising the dead, and of removing mountains; and besides these things, that we have also partaken of His goodness.
Notes, col. 565

On the reading

Printed ἤτουν, for ἤγουν.

PG 39:568Read from the page
Εἶτα καὶ Παῦλος, ὡς μικρῷ πρόσθεν ἐλέχθη· « Ζωοποιήσει καὶ τὰ θνητὰ ὑμῶν σώματα, διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ Πνεύματος ἐν ἡμῖν. » Καὶ Ἑβραίοις τοὺς αἰῶνας γεγενῆσθαι, καὶ τὴν κτίσιν ἐστηρίχθαι ὑπὸ τοῦ ἁγίου Πνεύματος καταγγέλλων, καὶ Ῥῆμα Θεοῦ τὸ Πνεῦμα, καθὰ ἤδη ἐμνημονεύθη, προσαγορεύων, γράφει· « Πίστει νοοῦμεν κατηρτίσθαι τοὺς αἰῶνας Ῥήματι Θεοῦ, εἰς τὸ μὴ ἐκ φαινομένων τὸ βλεπόμενον γεγονέναι· » καὶ πάλιν· « Φέρων γὰρ τὰ πάντα τῷ Ῥήματι τῆς δυνάμεως αὐτοῦ· » καὶ ὁ Ψαλμῳδός· « Πάντα ἐν σοφίᾳ ἐποίησας, » τοῦτ' ἔστιν ἐν τῷ Πνεύματί σου καὶ τῷ Υἱῷ σου. Πῶς οὖν οὐχ ἄναρχον, καὶ δημιουργὸν, καὶ κυρίως Θεὸς τὸ θεϊκὸν Πνεῦμα; τὸ ἀχώριστον τοῦ πνεύσαντος αὐτὸ, καὶ τοῦ δημιουργοῦ Υἱοῦ· τὸ τοὺς αἰῶνας κατασκευάσαν· μεθ' ὧν οὐρανός τε καὶ τὰ ἐν αὐτῷ, καὶ πᾶν εἴ τί ἐστιν κτιστὸν παρήχθη· καὶ πάντα τῇ ἑαυτοῦ δυνάμει φέρον τε καὶ διοικοῦν· τὸ παραυτίκα τοῦ γενέσθαι οὐρανὸν, γῆν, θάλατταν, ἐπιφερόμενον ἐπὶ τοῦ ὕδατος, καὶ ζωογόνον καὶ ζωοτρόφον αὐτὸ ἀπεργαζόμενον. Ὥσπερ γὰρ διὰ τὸ λέγειν ἐν τῷ Ἰὼβ περὶ τοῦ Υἱοῦ, « Ὁ τανύσας τὸν οὐρανὸν μόνος, » οὐκ ἀφιστᾷ μὲν τῆς δημιουργίας τὸν ἐξ οὗ τὰ πάντα, καὶ ἐν ᾧ πάντα συνέστηκεν Πατέρα· (πῶς γὰρ ἂν εἴη λοιπὸν ταῦτα ἀληθῆ;) οὕτως οὐδὲ τὸ τῆς σοφίας, καὶ δυνάμεως, καὶ ἁγιωσύνης Πνεῦμα τοῦ Θεοῦ ἐξωθεῖν τοῦ εἶναι συνδημιουργὸν τοῦ Θεοῦ, ὅσιον. Καὶ ποία δὲ εἰς τοῦτο μείζων ἀπόδειξις ἂν εὑρεθείη, τοῦ ἐφ' ἑκάστης ἐν τῷ βαπτίσματι ἀνακαινίζειν καὶ ἁγιάζειν τὸ Πνεῦμα τοῦ Θεοῦ, καὶ ἐπὶ τὸ κρεῖττον καὶ πρῶτον ἀνακαλεῖσθαι σχῆμα τοῦ βίου; τοῦτο γὰρ δηλοῖ καὶ τὸ
Then also Paul, as was said a little before: "He shall quicken your mortal bodies through His Spirit that dwelleth in you." And proclaiming to the Hebrews that the ages were made and creation was established by the Holy Spirit, and calling the Spirit the Word of God, as hath already been mentioned, he writeth: "Through faith we understand that the ages were framed by the Word of God, so that that which is seen was not made of things which appear;" and again: "For upholding all things by the Word of His power;" and the Psalmist: "In wisdom hast Thou made all things," that is, in Thy Spirit and in Thy Son. How then is the divine Spirit not without beginning, and creator, and properly God? He Who is inseparable from Him Who breathed Him forth and from the creator Son; Who framed the ages, with which both heaven and the things therein and every created thing whatsoever were brought into being; and Who upholdeth and governeth all things by His own power; Who immediately upon the coming into being of heaven, earth, and sea moved upon the water, and rendered it life-giving and life-nourishing. For just as through saying in Job concerning the Son, "Who alone stretched out the heaven," he doth not separate from creation the Father, of Whom are all things and in Whom all things consist (for how else could these things be true?); so neither is it pious to thrust out the Spirit of wisdom, and power, and holiness of God from being co-creator with God. And what greater proof of this could be found than that the Spirit of God doth each day in baptism renew and sanctify, and recall to the better and first fashion of life? For this also signifieth
Notes, col. 568

On the reading

Printed οὐχ ἄναρχον, for οὐκ ἄναρχον.