Migne Reading Room

PG 39 · cols. 545–556 · Read from the page

On the Trinity, three books

On the Trinity, three books

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 39:545Read from the page
ρία, καὶ Μισαὴλ, ἐν τῇ Βαβυλωνίᾳ καμίνῳ ἀποτεθέντων, ὑμνεῖν καὶ ὑπερυψοῦν τὸν Θεὸν εἰς τοὺς αἰῶνας· ἔτι δὲ καὶ τὰ Χερουβὶμ καὶ ὁ θεῖκὸς θρόνος, ὃς ἐνταῦθα νοεῖται τὰ Σεραφὶμ, δοξάζει, ἅτε ὄντα καὶ αὐτὰ μέρος τῆς κτίσεως. Ἔφασαν γὰρ οἱ αὐτοί· « Εὐλογημένος εἶ, ὁ καθήμενος ἐπὶ τῶν Χερουβίμ· » καὶ πάλιν, ἀντὶ τοῦ μνημονεῦσαι τῶν Σεραφίμ· « Καὶ εὐλογημένος εἶ ἐπὶ θρόνου τῆς βασιλείας σου, καὶ ὑπερύμνητος, καὶ ὑπερυψούμενος εἰς τοὺς αἰῶνας. » Ὁμοίως καὶ ὑπὸ τοῦ Δαυῒδ, ἐνεργουμένου ὑπὸ τοῦ ἁγίου Πνεύματος, ἐν ρβʹ καὶ ἐν ρμηʹ ψαλμῷ, παρακελεύεται ἡ κτίσις αἰνεῖν τὸν Κύριον. Τὸ δὲ ἅγιον Πνεῦμα, ὡς καὶ ὁ Υἱὸς, οὐ συνεμνημονεύθη· ἐπειδὴ καὶ αὐτὸ, οὐ δημιούργημα, ἀλλὰ δημιουργός· οὐδὲ τῶν ὑμνούντων, ἀλλὰ τῶν ὑμνουμένων καὶ ὑπ' αὐτῶν τῶν Σεραφίμ ἐστι, τῶν σὺν πολλῷ φόβῳ περιεστώτων τὸ θεϊκὸν βῆμα, καὶ συγκαλυπτόντων ταῖς πτέρυξιν ἑαυτὰ, καὶ ἀμοιβαδὸν ἀνταναφωνούντων ἀσιγήτοις στόμασι, καὶ ἀκαταπαύστῳ φωνῇ, τρίτον, Ἅγιος, διὰ τὰς τρεῖς ὑποστάσεις· ἅπαξ, Κύριος, διὰ τὴν μίαν κυριότητα· [77 b] ἅπερ ὅτι μάλιστα δείκνυσι τὴν θεότητα τοῦ πανυμνήτου Πνεύματος. Μακεδονιανοὶ δὲ, φυλαττόμενοι, καὶ οἷον δεδοικότες, μὴ περὶ αὐτοῦ ᾖ προσήκοντά ποτε λέγοντες ὀφθῶσιν, ἢ ἀπρόσηκα προέμενοι λάθωσιν, ἐπιβαίνουσιν, ἄνευ δίκης ἑαυτοῖς ἐπιτρέποντες, καὶ τῷ κεφαλαίῳ τῷδε, ὅπλα παντοδαπὰ κινοῦντες, τοὺς ἀκολάστους λόγους, καὶ φάσκοντες συναρπακτικῶς. Γέγραπται, φησίν· « Αἰνεῖτε τὸν Κύριον, ὅτι ἀγαθὸν ψαλμός· τῷ Θεῷ ἡδυνθείη αἴνεσις· » καὶ, « Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί σου, Ὕψιστε. » Οὐδαμοῦ δὲ δῆθεν εὑρίσκομεν· Αἰνεῖτε τὸ ἅγιον Πνεῦμα. Ἀπαντητέον δὲ αὐτοῖς οὕτως· Εἰ περὶ τοῦ Πατρὸς δέχεσθε, ἃς προεκομίσατε φωνὰς, ἐκβάλλετε τὸν Υἱόν· εἰ δὲ περὶ τοῦ Υἱοῦ, τὸ ἐναντίον· ὁπότε καὶ τὸ ἅγιον Πνεῦμα Κύριός ἐστί τε καὶ γέγραπται· καὶ ἄδηλον περὶ ποίας ὑποστάσεως γέγραπται νῦν τὸ « Κύριος. » Σκοπεῖτε οὖν, εἰ μὴ τοὐναντίον ἑαυτοῖς ἐχρήσασθε. Τὸ δὲ ἅγιον Πνεῦμα ὅτι οὐχ ὑμνεῖ, ἐπειδὴ μὴ κτίσμα ἐστὶν, συνυμνεῖται δὲ, τῷ Θεοῦ Πνεῦμα ὑπάρχειν, ῥᾷον καταμαθεῖν, ἀπό τε τοῦ συντάττεσθαι αὐτῷ, καὶ ἀπὸ τοῦ τοὺς τρεῖς παῖδας, καὶ τὸν Ἱεροψάλτην, πᾶσαν τὴν κτίσιν κατ' ὄνομα ὑμνεῖν παρακελεύεσθαι, οὐ μὴν
rias, and Misael, cast into the Babylonian furnace, to sing hymns and exalt God unto the ages; and further, the Cherubim also and the divine throne, by which here the Seraphim are meant, glorify Him, inasmuch as they too are part of creation. For the same youths said: 'Blessed art Thou, Who sittest upon the Cherubim' (Dan. 3:55); and again, instead of mentioning the Seraphim: 'And blessed art Thou upon the throne of Thy kingdom, and highly to be praised, and exalted unto the ages' (Dan. 3:54). Likewise also by David, moved by the Holy Spirit, in the 102nd and in the 148th Psalm, creation is bidden to praise the Lord. But the Holy Spirit, just like the Son, was not mentioned together with them; since He too is not a thing made, but Maker; nor is He of those who sing hymns, but of those who are hymned even by the Seraphim themselves, who with great fear stand around the divine tribunal, and veil themselves with their wings, and antiphonally cry aloud with unsilent mouths and unceasing voice, thrice 'Holy', on account of the three hypostases, and once 'Lord', on account of the one Lordship; which things above all show the deity of the all-hymned Spirit. But the Macedonians, guarding themselves and as it were fearing lest they be seen ever saying things fitting concerning Him, or lest they unawares let slip unfitting things, attack, giving themselves up without judgement, and against this chapter also moving all manner of weapons, their unbridled words, and speaking sophistically. It is written, one says: 'Praise the Lord, for a psalm is good; let praise be sweet to God' (Ps. 146:1); and, 'It is good to confess to the Lord, and to sing psalms to Thy name, O Most High' (Ps. 91:2). Nowhere, forsooth, do we find: Praise the Holy Spirit. But one must reply to them thus: If you understand the sayings you brought forward as concerning the Father, you cast out the Son; and if concerning the Son, the opposite; since the Holy Spirit too both is and is written 'Lord', and it is unclear concerning which hypostasis 'Lord' is written here. Consider therefore whether you have not used this against yourselves. And that the Holy Spirit does not sing hymns, since He is not a creature, but is hymned together with Him, because He is the Spirit of God, is quite easy to learn, both from His being ranked with Him, and from the three youths and the sacred Psalmist bidding all creation by name to sing hymns, yet not
Notes, col. 545

On the reading

Printed θεῖκὸν, for θεϊκὸς.

Printed ᾖ, for ἢ.

PG 39:548Read from the page
τὸ τοῦ Θεοῦ Πνεῦμα, ὡς ἔχουσι συνηθείας οἱ ἅγιοι ἐξονομάσαι. Εἰ γὰρ, ὡς φασὶν αἱρετικοὶ, μέσης Θεοῦ καὶ ἀγγέλων φύσεώς ἐστι, καὶ τιμιώτερον καὶ ἀνωτέρω πάντων· ἔδει, ἐπειδὴ μάλιστα ἓν ἐστιν, ἢ καθ' ἑαυτὸ παρακελεύσασθαι αὐτὸ ἀνυμνεῖν, ἢ κἂν πρῶτον αὐτὸ ὀνομάσαι, καὶ αὐτῷ τὰ ἄλλα γενικῶς συναναλαβεῖν· οὐ μὴν, ὡς αὐθαδῶς εἰκάζουσι, τὸ ἀνάπαλιν.
the Spirit of God, as the saints are accustomed to name Him. For if, as the heretics say, He is of a nature intermediate between God and angels, and more honourable and higher than all, it would be necessary, especially since He is one, either to bid Him by Himself to sing hymns, or at least to name Him first and take up the others generally with Him; certainly not, as they arrogantly conjecture, the reverse.
ΙΘ΄. Ἡ κτίσις οὐ συναριθμεῖται [78 a] τῷ Θεῷ. Τί γὰρ καὶ κοινὸν τῇ οὔσῃ ἐν μειώσει πρὸς τὸν πάντων ὑπέρτατον, καὶ ὑπὲρ πᾶσαν ὄντα ὑπερβολὴν, ἢ τῇ γενομένῃ πρὸς τὸν ποιήσαντα; Τὸ δὲ πάντιμον Πνεῦμα, ὡς Θεὸς, ἢ μετὰ Πατρὸς καὶ Υἱοῦ συνονομάζεται· ὡς ὅταν ὁ Δεσπότης τὸν περὶ τὸ βάπτισμα δίδωσιν ὅρον, καὶ ὡς ὅταν ὁ Ἀπόστολος Κορινθίοις τὸ δεύτερον γράφῃ· « Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἡ ἀγάπη τοῦ Θεοῦ, καὶ ἡ κοινωνία τοῦ ἁγίου Πνεύματος μετὰ πάντων ὑμῶν· » ἢ μετὰ μιᾶς αὐτῶν ὑποστάσεως· ἢ καὶ κατὰ μόνας, καθὰ ἐν τῷ πρώτῳ εἴρηται βιβλίῳ, μνημονεύεται. Ἀπὸ δὲ τῆς προαιρέσεως τοῦ ἐξοβλήτου, καὶ ἀπεῤῥιμμένου Οὐαλεντίνου, τοῦ μανιχαΐσαντος, καὶ πρὸς τοῖς ἄλλοις ἀτόποις μυθοπλάσμασι μανιωδῶς εἰπόντος ἡλικιώτην τὸ θεῖκὸν Πνεῦμα τοῖς ἀγγέλοις, ὁρμώμενοι οἱ Μακεδόνιοι, φασί· Παῦλος Τιμοθέῳ ἔγραψε· « Διαμαρτύρομαι ἐνώπιον τοῦ Θεοῦ, καὶ Κυρίου Ἰησοῦ Χριστοῦ, καὶ τῶν ἐκλεκτῶν ἀγγέλων· » τὸ δὲ ἅγιον Πνεῦμα, ὡς συντάξας δῆθεν τοῖς ἀγγέλοις, ἀπεσιώπησεν. Ἀπὸ δὲ τοῦ περισσεύματος τῆς καρδίας αὐτῶν τῆς ἰδίας ἡ ἔννοιά ἐστιν αὕτη. Κἂν γάρ ποτε ἰδικῶς μὴ γένηται μνήμη τοῦ ἁγίου Πνεύματος, συναναλαμβάνεται τῷ Θεῷ Πατρὶ, ἅτε Πνεῦμα αὐτοῦ κατὰ φύσιν ὄν. Διά τοι τοῦτό ἐστιν, ὅτε, ἢ αὐτὸς ὁ Θεὸς Πατὴρ τῷ ῥήματι οὐκ ἐμνημονεύθη, ἀλλὰ τῇ πιστῇ διανοίᾳ, ὁ δὲ Υἱὸς, καὶ τὸ ἅγιον Πνεῦμα ἐμνημονεύθη· ἢ τὸ ἔμπαλιν. Ὅπου γε ὁ μὴ ὀφείλων μνημονεύεσθαι Οὐαλεντῖνος, τὸ μὲν ἁγιαστικὸν Πνεῦμα, Παράκλητον ὠνόμασεν, ὡς καὶ ὁ Δεσπότης Χριστὸς, Παράκλητος ἐκ τοῦ παρακαλεῖσθαι ἐκλήθη· τοὺς δὲ ἁγιαζομένους λειτουργοὺς, προσ-
19. Creation is not numbered together with God. For what has that which exists in diminution in common with Him Who is highest of all and beyond all excess, or that which was made with Him Who made it? But the all-honourable Spirit, as God, is either named together with the Father and the Son, as when the Master gives the rule concerning baptism, and as when the Apostle writes the second time to the Corinthians: 'The grace of our Lord Jesus Christ, and the love of God, and the communion of the Holy Spirit be with you all' (2 Cor. 13:13); or is mentioned with one of their hypostases; or even by Himself, as was said in the first book. Setting out from the choice of the cast-out and rejected Valentinus, who played the Manichaean, and among his other absurd fables madly said that the divine Spirit is of the same age as the angels, the Macedonians say: Paul wrote to Timothy: 'I charge you before God, and the Lord Jesus Christ, and the elect angels' (1 Tim. 5:21); and he passed over the Holy Spirit in silence, as ranking Him, forsooth, with the angels. But this thought is from the abundance of their own heart. For even if at some time specific mention of the Holy Spirit is not made, He is comprehended together with God the Father, inasmuch as He is His Spirit according to nature. Because of this, indeed, there are times when either God the Father Himself was not mentioned in word, though in faithful thought, while the Son and the Holy Spirit were mentioned; or the reverse. Since even Valentinus, who ought not to be mentioned, called the sanctifying Spirit Paraclete, just as the Master Christ also was called Paraclete from being entreated; and the ministers who are sanctified, ser-
Notes, col. 548

On the reading

Printed θεῖκὸν, for θεϊκὸν.

PG 39:549Read from the page
ηγόρευσεν ἀγγέλους. Πρὸς τούτοις [78 b] οὐδαμοῦ Γραφῆς εἰς δημιουργίαν, ἢ μυσταγωγίαν, ἢ δοξολογίαν ἀγγέλους συμμνημονευομένους εὑρίσκομεν τῷ Θεῷ. Τοῦ δὲ ἁγίου Πνεύματος κοινωνίαν πρὸς τὴν θεότητα ὁ Παῦλος Κορινθίοις ἐν τῇ δευτέρᾳ γέγραφεν Ἐπιστολῇ· « Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἡ ἀγάπη τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ ἡ κοινωνία τοῦ ἁγίου Πνεύματος· » καὶ ἐν ἄλλοις· « Εἴ τις κοινωνία Πνεύματος. » Ὁ γοῦν Ἱεροψάλτης, τὴν πρὸς τὰ λειτουργικὰ πνεύματα ἐξαλλαγὴν τοῦ ἀγενήτου Λόγου καὶ τοῦ θεϊκοῦ Πνεύματος, καὶ τὸ μὴ εἶναι τῆς ἐκείνων συστοιχίας, ἀλλ' ὑπὸ τῶν αὐτοτελῶν ὑποστάσεων τούτων, καὶ δι' αὐτῶν, καὶ δι' αὐτὰς τὸν Θεὸν Πατέρα, καὶ ἐν αὐταῖς ἐκτίσθαι τοὺς ἀγγέλους, καὶ τὰ πάντα τελειοῦσθαι καὶ διακρατεῖσθαι, βοᾷ ῥήμασι τοιοῖσδε· « Τῷ Λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ Πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσαι αἱ δυνάμεις αὐτῶν. » Νοητέον γὰρ Λόγον, τὸν δι' οὗ τὰ πάντα· Πνεῦμα στόματος Κυρίου, τὸ ἅγιον Πνεῦμα· δυνάμεις οὐρανῶν, αὐτάς τε τὰς συστάσεις αὐτῶν, καὶ μέντοι ἀγγέλους, καὶ ἀρχὰς, καὶ ἐξουσίας, καὶ δυνάμεις. Καὶ πάλιν· « Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πῦρ φλέγον. » Διαπληκτίζεται δὲ πρὸς αὐτοὺς καὶ ὁ Ἀπόστολος, κράζων· « Ἓν Πνεῦμα ἐποτίσθημεν. » Ὡς γὰρ τὸ ἀπαύγασμα χωρισθῆναι ἀμήχανον τοῦ φωτὸς, καὶ τὴν σοφίαν τοῦ σοφοῦ, τοῦτ' ἔστι τὸν Υἱὸν ἀπὸ τοῦ Πατρός· οὕτως καὶ τὸ ἅγιον Πνεῦμα ἀπ' ἐκείνου, οὗ ἐστι Πνεῦμα, ὡς ἡμῖν ὃ ἀναπνέομεν. Ἔλαθον τοίνυν ἑαυτοὺς, ὡς δι' ὧν ἀκαίρως ἡμῖν οὐ συντίθενται, καὶ εἰς τὸν ἀκατάσειστον οἶκον ἐπάνεισιν τὸν ἐν ἀρχαῖς, ὅθεν ἀπεπήδησαν· πράγματα πλέκουσι τῷ Ἀποστόλῳ, αὐτῶν ἕνεκα [79 a] διαμαρτυραμένῳ ἐν τοῖς ἐγκειμένοις αὐτοῦ ῥήμασιν, ἐνώπιον τῆς ἀκτίστου φύσεως καὶ τῆς κτιστῆς, πα-
vants he named angels. Besides this, nowhere in Scripture do we find angels mentioned together with God in creation, or initiation, or doxology. And Paul wrote in his second Epistle to the Corinthians of the communion of the Holy Spirit with the Godhead: 'The grace of our Lord Jesus Christ, and the love of God and the Father, and the communion of the Holy Spirit' (2 Cor. 13:13); and elsewhere: 'If there is any communion of the Spirit' (Phil. 2:1). At all events, the sacred Psalmist, showing the difference of the unbegotten Word and the divine Spirit from the ministering spirits, and that they are not of their rank, but that by these self-perfect hypostases, and through them, and for their sake, God the Father, and in them the angels were created, and all things are perfected and sustained, cries out with such words as these: 'By the Word of the Lord the heavens were established, and by the Spirit of His mouth all their powers' (Ps. 32:6). For by Word one must understand Him through Whom all things are; by Spirit of the mouth of the Lord, the Holy Spirit; by powers of the heavens, both their very constitutions, and indeed angels, and principalities, and authorities, and powers. And again: 'Who makes His angels spirits, and His ministers a flaming fire' (Ps. 103:4). And the Apostle also contends against them, crying out: 'We were all made to drink of one Spirit' (1 Cor. 12:13). For just as it is impossible for the radiance to be separated from the light, and wisdom from the wise one, that is, the Son from the Father, so also the Holy Spirit from Him Whose Spirit He is, as with us that which we breathe. Unawares, then, they have failed to notice that by the things in which they unseasonably disagree with us, even when they return to the unshaken house that was in the beginning, whence they sprang away, they weave troubles for the Apostle, who for their sake bore witness in his words set down here, before the uncreated nature and the created, just
PG 39:552Read from the page
ραπλησίως πως τοῦ εἰπόντος· « Ἥμαρτον τῷ Θεῷ καὶ ἀνθρώποις· » καὶ, « Διαμαρτύρομαι σήμερον τὸν οὐρανὸν καὶ τὴν γῆν· » καὶ, « Ἄκουε, οὐρανὲ, καὶ ἐνωτίζου, γῆ. »
as he who said: 'I have sinned against God and men' (cf. Luke 15:18); and, 'I call heaven and earth to witness this day' (Deut. 4:26; 30:19); and, 'Hear, O heaven, and give ear, O earth' (Isa. 1:2).
Κ΄. Ἡ κτίσις ἀκοινώνητα ἔχει τὰ ὀνόματα πρὸς τὰ ἐπὶ τοῦ Θεοῦ λεγόμενα ὀνόματα, ὡς καὶ τὴν φύσιν. Τὸ δὲ ἅγιον Πνεῦμα κοινωνεῖ τοῖς ὀνόμασι τοῦ Θεοῦ, διὰ τὸ καὶ τῇ φύσει κοινωνεῖν· πλὴν ὅτι ὁ Πατὴρ μόνος καλεῖται Πατὴρ, διὰ τὸ μόνον ὑποστάσει γεννῆσαι· καὶ ὁ Υἱὸς, Υἱὸς, καὶ οὐ Πατὴρ, ἀκτίστου φύσεως, διὰ τὸ ἀληθῶς γεννηθῆναι μὲν, μὴ γεννῆσαι δέ. Ὡς ἡνίκα ἡ Γραφὴ ὀνομάζει καὶ αὐτὸ τὸ Πνεῦμα Κύριον, ὡς πάντων δεσπόζον, καὶ κοινωνοῦν τῆς μιᾶς βασιλείας τῷ Πατρὶ καὶ τῷ Υἱῷ· ἅγιον, ὡς
20. Creation has names unshared with the names spoken of God, just as also its nature. But the Holy Spirit shares in the names of God, because He also shares in the nature; except that the Father alone is called Father, because He alone has begotten in hypostasis; and the Son is called Son, and not Father, of uncreated nature, because He was truly begotten, yet did not beget. As when Scripture names the Spirit Himself also Lord, as ruling over all things, and sharing in the one kingdom with the Father and the Son; holy, as
PG 39:553Read from the page
αὐτὸ φύσει ἅγιον, καὶ ὡς τὴν κτίσιν ἁγιάζον· ἄφθαρτον, ἀγαθὸν, ἀγάπην, σοφίαν, σύνεσιν, ὡς καὶ τὸν Θεὸν προσηγόρευσεν· δύναμιν, ἀφ' ὧν ἐνδυναμοῖ· δίκαιον, ἀφ' ὧν δικαιοῖ, αὐτοαναμάρτητον ὑπάρχον· Παράκλητον, ὡς καὶ τὸν Υἱόν· πῦρ, ἀφ' ὧν ὤφθη τοῖς ἀποστόλοις πυρίναις γλώσσαις, καθὰ περὶ μὲν τοῦ Πατρὸς λέγει Μωϋσῆς· « Ὁ Θεὸς ἡμῶν πῦρ καταναλίσκον· » περὶ δὲ τοῦ Υἱοῦ Ἰωάννης· « Αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύματι ἁγίῳ καὶ πυρί· » καὶ ὅσα τοιαῦτα.
Himself holy by nature, and as sanctifying creation; incorruptible, good, love, wisdom, understanding, just as it also called God; power, from His empowering; righteous, from His justifying, being sinless in Himself; Paraclete, just as the Son also; fire, from His having appeared to the apostles in fiery tongues, as Moses says concerning the Father: 'Our God is a consuming fire' (Deut. 4:24); and concerning the Son John says: 'He will baptize you in the Holy Spirit and fire' (Matt. 3:11); and all such names.
ΚΑ΄. Ἡ κτίσις οὐδὲν ἔχει ἐν μιᾷ ὑποστάσει, ἤτοι ἐν ἑνὶ προσώπῳ, ὑπάρχον. Καὶ γὰρ ἄγγελοι καὶ ἀρχάγγελοι πολλοί· τὰ σεραφὶμ ὁμοίως· τὰ χερουβὶμ, οὐχ ἕν τί ἐστιν, ἀρχαὶ καὶ ἐξουσίαι εἴρηνται, δυνάμεις, καὶ κυριότητες, καὶ θρόνοι, πληθυντικῶς· οὐρανοὶ, ἄνθρωποι, καὶ τὰ λοιπὰ ποιήματα. Κοινωνεῖ γὰρ καὶ ἥλιος, καὶ σελήνη τῷ πλήθει τῶν ἄστρων, τῇ τε φύσει καὶ τῷ πυροειδεῖ, ὡς ἐξεργαστικώτερον [79 b] ὁ πρῶτος τοῦτο περιέσχεν λόγος. Τὸ δὲ ἅγιον Πνεῦμα, ὡς μὴ ἐναρίθμιον τῇ κτίσει, ἓν καὶ τὸ αὐτὸ εἶναι τὰ λόγια ἡμῖν προσαναεφώνησεν.
21. Creation has nothing existing in one hypostasis, or in one person. For angels and archangels are many; the seraphim likewise; the cherubim are not some one thing, principalities and authorities are spoken of, powers, and lordships, and thrones, in the plural; heavens, men, and the rest of the things made. For sun and moon also share with the multitude of the stars both in nature and in fiery quality, as the first discourse treated this more fully. But the Holy Spirit, as not numbered with creation, the oracles proclaimed to us to be one and the same.
ΚΒ΄. Ἡ κτίσις οὐ γέγραπται εἶναι ὕδωρ ζωῆς· οὐ γὰρ ἀφ' ἑαυτῆς ἔσχεν ἀειζωΐαν, ὡς ὁ ἀνάρχως ζῶν Θεός. Τὸ δὲ ἅγιον Πνεῦμα τοῦτο εἶναι εὐφημοῦσιν οἱ ἐν τοῖς ὑπογεγραμμένοις μνημονευθησόμενοι ἱεροκήρυκες, ὡς ἐκ τῆς ἀθανάτου καὶ φυσιζώου πατρικῆς πηγῆς συμφυῶς ἐκπορευόμενον, οὐχὶ κτιζόμενον. Καθάπερ γὰρ ἐν τῷ πρώτῳ εἴπομεν λόγῳ, ὅτι τὸ φῶς οὐ γενεσιουργεῖ τὴν ἑαυτοῦ αὐγὴν, ἀλλὰ γεννᾷ· οὕτως ἐνταῦθα, ὅτι ἡ πηγὴ οὐ γενεσιουργεῖ τὸ ἐξ αὐτῆς ὕδωρ, ἀλλ' ἐκπορευόμενον ἔχει καὶ ὁμοούσιον. Οὐδεὶς γὰρ τοῦ ἑαυτοῦ, ἢ υἱοῦ, ἢ πνεύματος, γενεσιουργός ἐστιν· ἐπεὶ οὐκ ἔτι πατὴρ, οὔτε πνεῦμα ἔχων. Ἱερεμίας ἐκ προσώπου τοῦ Θεοῦ· « Ἐξέστη ὁ οὐρανὸς ἐπὶ τούτῳ, καὶ ἔφριξεν ἐπὶ τούτῳ ἡ γῆ· ὅτι δύο καὶ πονηρὰ ἐποίησεν ὁ λαός μου. Ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζῶντος, καὶ ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμμένους, οἳ οὐ δυνήσονται ὕδωρ συνέχειν. » Τὸ μυστήριον ὁ προφήτης μυστικῶς ἐκτίθεται. Εἶπεν γὰρ πηγὴν τὸν Θεόν· ὕδωρ δὲ ζῶν τὸ ἅγιον Πνεῦμα, τὸ ἐν τῇ κολυμβήθρᾳ πάσας ἡμῶν ἐκκαθαῖρον τὰς ἁμαρτίας, τὸ διασπασθῆναι τῇ φύσει τῆς νοητῆς πηγῆς μὴ δυνάμενον, ὡς καὶ τὸ ἐκ πηγῶν ῥεῖθρον. Ἡσαΐας ὁμοίως· « Ἐγὼ δώσω ὕδωρ ἐν δίψῃ τοῖς πορευομένοις ἐν
22. Creation is not written to be water of life; for it did not have everlasting life from itself, like God Who lives without beginning. But the sacred heralds to be mentioned in what is written below acclaim the Holy Spirit as being this, as proceeding connaturally from the immortal and life-giving paternal fountain, not being created. For just as we said in the first discourse that light does not create its own radiance, but begets it; so here, that the fountain does not create the water from itself, but has it proceeding and consubstantial. For no one is the creator of his own son or spirit; since then he would no longer be a father, nor have a spirit. Jeremiah in the person of God: 'Heaven was astonished at this, and the earth shuddered at this; because my people has done two evil things: they forsook me, the fountain of living water, and dug for themselves broken cisterns, which will not be able to hold water' (Jer. 2:12-13). The prophet sets forth the mystery mystically. For he called God the fountain, and the Holy Spirit living water, Who cleanses all our sins in the font, Who cannot be torn away in nature from the intelligible fountain, just as neither can the stream from fountains. Isaiah likewise: 'I will give water in thirst to those who walk in
PG 39:556Read from the page
ἀνύδρῳ· ἐπιθήσω τὸ Πνεῦμά μου ἐπὶ τὸ σπέρμα σου, καὶ τὰς εὐλογίας μου ἐπὶ τὰ τέκνα σου· καὶ ἀνατελοῦσιν ἀνὰ μέσον ὕδατος, ὡς χόρτος, καὶ ὡς ἰτέα ἐπὶ παραῤῥέον ὕδωρ. » Καὶ τοῦτο διὰ κρυφίων ἔχει νοητὴν διαίρεσιν. Τοῖς γὰρ ἐν ἀγνοίᾳ, φησὶν, τυγχάνουσιν τοῦ βαπτίσματος, καὶ διὰ τοῦτο πορευομένοις ἐν ἀνύδρῳ, « ἐπιθήσω τὸ Πνεῦμά μου, » τὸ ποιῆσαι δυνάμενον τὴν κολυμβήθραν ἀναθῆλαι αὐτοὺς, ὡς τὰ φίλυδρα τῶν φυτῶν, καὶ « ὡς τὸ ξύλον τὸ πεφυτευμένον παρὰ τὰς διεξόδους τῶν ὑδάτων· ὃ τὸν καρπὸν αὐτοῦ δώσει ἐν καιρῷ αὐτοῦ, καὶ τὸ φύλλον αὐτοῦ οὐκ ἀποῤῥυήσεται. » Καὶ ὁ ἱεροψάλτης, τὸ ἀληθὲς τῷ πράγματι ἀφανές πως τῷ λόγῳ διὰ τὸ ἀναγκαῖον ποιῶν, ἀναμέλπει, ἐν μὲν λε΄ ψαλμῷ· « Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς· » ἐν δὲ ρμζ΄· « Ἐξαποστελεῖ τὸν Λόγον αὐτοῦ, καὶ τήξει αὐτά· πνεύσει τὸ Πνεῦμα αὐτοῦ, καὶ ῥυήσεται ὕδατα εὐφραίνοντα τὴν πόλιν τοῦ Θεοῦ τὴν μεγάλην· » αὕτη δέ ἐστιν ἡ πᾶσα οἰκουμένη. Ἵν' οὕτως γὰρ εἴπω, ὅπερ ἀνθρώποις ἐστὶν ἑκάστη πόλις, τοῦτο παντοκράτορι ἡ οἰκουμένη. Βαροὺχ ἀποκλαιόμενος τὸν λαὸν ὄντα ἐν γῇ Χαλδαίων τῶν Πνεῦμα ἅγιον μὴ ἐχόντων, βοᾷ· « Τί σοί ἐστιν, Ἰσραὴλ, ὅτι ἐν γῇ τῶν ἐχθρῶν εἶ; Ἐπαλαιώθης ἐν γῇ ἀλλοτρίᾳ, συνεμιάνθης τοῖς νεκροῖς, προσελογίσθης μετὰ τῶν εἰς ᾅδου. Ἐγκατέλιπες πηγὴν τῆς σοφίας· τῇ ὁδῷ τοῦ Θεοῦ εἰ ἐπορεύθης, κατῴκεις ἂν ἐν εἰρήνῃ τὸν αἰῶνα χρόνον· » πηγὴν τὸν Θεὸν, σοφίαν τὸ ἅγιον Πνεῦμα λέγων. Ἰωάννης ἀπὸ τοῦ Υἱοῦ πρὸς τὴν Σαμαρεῖτιδα· « Εἰ ᾔδεις τὴν δωρεὰν τοῦ Θεοῦ, καὶ τίς ἐστιν ὁ λέγων σοι, Δός μοι πιεῖν, σὺ ἂν ᾔτησας αὐτὸν, καὶ ἔδωκεν ἄν σοι ὕδωρ ζῶν· » τῆς κολυμβήθρας τοῦ ἁγίου Πνεύματος τὰ ἀθάνατα νάματα λέγων. Ὅτι γὰρ πάντα ταῦτα περὶ τοῦ Πνεύματος τοῦ Θεοῦ εἴρηται, ὁ μνημονευθεὶς εὐαγγελιστὴς ἡρμήνευσεν ἐπὶ λέξεως. Τοῦ γὰρ Σωτῆρος εἰπόντος, « Εἴ τις διψᾷ, ἐρχέσθω πρὸς μὲ, καὶ πινέτω. Ὁ πιστεύων εἰς ἐμὲ, καθὼς εἶπεν ἡ Γραφὴ, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος, » εὐθὺς ἐπήγαγεν· « Τοῦτο δὲ εἶπεν περὶ τοῦ Πνεύματος, οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτόν. »
[waterless] place: I will put My Spirit upon your seed, and My blessings upon your children; and they shall spring up in the midst of the water, as grass, and as a willow by running water." And this has an intelligible distinction through hidden meanings. For to those who happen to be in ignorance of baptism, he says, and for this reason walk in a waterless place, "I will put My Spirit," which is able to cause the font to make them flourish, like the water-loving plants, and "like the tree planted by the channels of waters, which shall give its fruit in its season, and its leaf shall not fall off." And the sacred psalmist, making what is true in reality somehow obscure in speech because of necessity, sings in the thirty-fifth Psalm: "For with Thee is the fountain of life;" and in the hundred and forty-seventh: "He shall send out His Word, and shall melt them; He shall blow His Spirit, and waters shall flow, gladdening the great city of God;" and this is the whole inhabited world. For, so to speak, what each city is to men, this the inhabited world is to the Almighty. Baruch, lamenting the people who were in the land of the Chaldeans who did not have the Holy Spirit, cries out: "What is it to thee, Israel, that thou art in the land of thine enemies? Thou hast grown old in a strange land, thou hast been defiled with the dead, thou hast been reckoned with those in Hades. Thou hast forsaken the fountain of wisdom; if thou hadst walked in the way of God, thou wouldst have dwelt in peace for evermore;" calling God the fountain, and the Holy Spirit wisdom. John, from the Son to the Samaritan woman: "If thou knewest the gift of God, and Who it is that saith to thee, Give me to drink, thou wouldst have asked Him, and He would have given thee living water;" meaning the immortal streams of the font of the Holy Spirit. For that all these things have been said concerning the Spirit of God, the aforesaid evangelist interpreted verbatim. For when the Saviour said, "If any man thirst, let him come unto Me, and drink. He that believeth on Me, as the Scripture hath said, out of his belly shall flow rivers of living water," he immediately added: "But this He spake of the Spirit, which they that believe on Him were to receive."
ΚΓ΄. Ἡ κτίσις ἐλαίῳ κτιστῷ ἁγιαζομένῳ ἐν τῷ βαπτίσματι χρίεται. Ὁ Σωτὴρ, ὡς Θεὸς, τῷ συνακτίστῳ αὐτοῦ ἐχρίσατο παναγίῳ Πνεύματι παρὰ τοὺς μετόχους, ἡμᾶς. Εἰ γὰρ κτίσμα ἦν, οὐκ ἂν τῷ ἰδίῳ ἐχρίσατο ποιήματι ὁ ἄκτιστος. Μάρτυρες δὲ οἱ ὑπογεγραμμένοι· Ἡσαΐας ἀπὸ τοῦ Σωτῆρος λέγων· « Πνεῦμα Κυρίου ἐπ' ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με· » Δαυῒδ δέ· « Διὰ τοῦτο ἔχρισέ, σε ὁ Θεὸς ὁ Θεός σου
XXIII. Creation is anointed in baptism with created oil that is sanctified. The Saviour, as God, was anointed with His co-uncreated all-holy Spirit above us, His fellows. For if He were a creature, the Uncreated would not have been anointed with His own handiwork. And the witnesses are those written below: Isaiah speaking from the person of the Saviour: "The Spirit of the Lord is upon Me, wherefore He hath anointed Me;" and David: "Therefore God, Thy God, hath anointed Thee with
Notes, col. 556

On the reading

Printed ἔχρισέ, σε, for ἔχρισέ σε.