Migne Reading Room

PG 39 · cols. 521–532 · Read from the page

On the Trinity, three books

On the Trinity, three books

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 39:521Read from the page
δικαίωμα τῶν αἱρετικῶν τούτων ὁμοιότροπον, ὥσπερ καὶ ὁμοιόλεκτόν ἐστι τῆς νῦν κινουμένης αἰώλου αὐτῶν σοφιστείας, ὡς μαθησόμεθα μετ' οὐ πολὺ τῇ πείρᾳ ἐξ αὐτῶν τῶν κεφαλαίων. Εἰ γὰρ τυχὸν λέξιν τινὰ, ὡς τὴν « αἰώνιος, » ἢ τὴν « ἀγαθὸς, » θείαν ἔνδειξιν κομίζουσαν περὶ τῆς ἐν μονάδι Τριάδος, καὶ αὐτῇ καθ' ὅλου καὶ τελείως προσήκουσαν, ἔτυχέ που εἰρῆσθαι περὶ κτίσματος, μετὰ τῆς ὀφειλομένης κτίσματι μνήμης· οὐδὲν μὲν λέγουσι (τί γὰρ καὶ εἰπεῖν ἔχουσιν;) περὶ τοῦ Θεοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ αὐτοῦ· κατάγουσι δὲ εὐθὺς ἀφρονέστατα τὸ ἅγιον Πνεῦμα εἰς τὴν κτίσιν, οὐκ ἀνάγουσι πρεπωδέστατα εἰς τὸν Θεὸν καὶ τὸν Μονογενῆ τοὺς ἐν ὁμοίῳ καὶ ἴσῳ τῷ ἁγίῳ Πνεύματι ἁρμοδιώτατα ὑπὸ τῶν θεολόγων ἀνευφημηθέντας. Καὶ μόνων τοίνυν τῶν πρὸς ἡμῶν ἐν τῷ κεφαλαίῳ, ᾧ μέτειμεν, δικαιολογηθέντων ὑπερβαθῆναι μὴ δυναμένων, ἀρκούντων δὲ εἰς ὅλον τὸν περὶ αἱρετικῶν ἀγῶνα· ἢ δειξάτωσαν (ὃ καὶ λέγειν βαρὺ λίαν), ὡς ἀρχὴ, ἢ πέρας τοῦ ἁγίου Πνεύματος κεχρησμῴδηταί που· ἢ ὅλως, ὅτι ὁδόν τινα ἔσχεν ἐπὶ φθορὰν, ὡς ἡ ἀγγελικὴ καὶ ἀνθρωπικὴ προαίρεσις· ἢ ἔστω αὐτοῖς, τὸ δὴ λεγόμενον, « βοῦς [70 b] ἐπὶ γλῶσσαν. » Τοσαῦτα μὲν περὶ ἐκείνων· ἐγὼ δὲ ἐπὶ τὴν ἐξ ἀρχῆς ὑπόθεσιν μεταβήσομαι.
plea of these heretics is of the same kind, as it is also of the same phrasing, as their stale sophistry now set in motion, as we shall learn before long by experience from the chapters themselves. For if perchance some word, such as 'eternal' or 'good', which conveys a divine indication concerning the Trinity in unity and belongs to it wholly and completely, happened to be said somewhere of a creature, with the mention due to a creature; they say nothing (for what indeed have they to say?) concerning God the Father and His Son; but they immediately and most foolishly bring the Holy Spirit down to creation, and do not most fittingly bring up to God and the Only-begotten those who in like and equal manner with the Holy Spirit have been most harmoniously praised by the theologians. And since what has been pleaded by us in the chapter we are pursuing cannot be surpassed, and suffices for the whole contest against the heretics: either let them show (which is very grievous even to say) that a beginning or an end of the Holy Spirit has been prophesied somewhere, or in general that He had any path towards corruption, like the angelic and human choice; or let there be for them, as the saying goes, 'an ox [70 b] upon the tongue'. So much, then, concerning them; and I shall pass over to the argument from the beginning.
PG 39:524Read from the page
Ε΄. Ἡ κτίσις ἡ λογικὴ ἀρετῆς τε κακίας τέ ἐστι δεκτικὴ, ὡς εὑρίσκομεν ἐν ἀσωμάτοις μὲν, καθὰ προείπομεν, ἀρετῆς ἐντὸς τοὺς εὐδοκίμους ἀγγέλους, κακίας δὲ τοὺς ἐκριφέντας· ἐν δὲ σώμασιν, ὡς ἐσμὲν ἡμεῖς αὐτοί. Τὸ δὲ θεῖον Πνεῦμα ὑπὲρ ἀρετὴν καὶ δόξαν τυγχάνον, μᾶλλον δ' αὐτὸ πηγάζον τὴν ἀκροτάτην ἀρετὴν, οὐδενός ἐστι τούτων δεκτικὸν, ὡς οὐδὲ ὁ Πατὴρ, οὐδ' ὁ Υἱός. Εἰ δὲ μὴ δεκτικὸν, οὐδ' ἑτερόβουλον· εἰ δὲ τοῦτο (ποιεῖ γὰρ πάνθ' ὅσα θέλει ὁ Πατὴρ), οὐδ' ἑτεροούσιον. Κἀντεῦθεν οὖν συνάγεται καὶ τό τε μὴ εἶναι αὐτὸ κτίσμα, ἀπαραλλάκτως δὲ ἔχειν πρὸς τὸν Θεὸν Πατέρα καὶ τὸν Υἱὸν αὐτοῦ, καὶ τὸ ἡμᾶς ἐξ αὐτοῦ τὸν Θεὸν, ἐξ οὗ φυσικῶς ἐξεπορεύθη, γινώσκειν, ὅτι καὶ ἐν ἡμῖν ἐστιν ὡς γέγραπται.
V. The rational creation is receptive of both virtue and vice, as we find among incorporeal beings, as we said before, the approved angels within virtue, and those cast out within vice; and in bodies, as we ourselves are. But the divine Spirit, being above virtue and glory, or rather Himself pouring forth the highest virtue as from a fountain, is receptive of none of these, just as neither the Father nor the Son is. And if not receptive, neither is He of a different will; and if this (for He does all things whatsoever the Father wills), neither is He of a different essence. Hence therefore it is also inferred both that He is not a creature, and that He stands invariable towards God the Father and His Son, and that from Him we know God, from Whom He naturally proceeded, because He is also in us, as it is written.
Ϛ΄. Ἡ κτίσις ἁγιάζεται, καὶ δικαιοῦται ὑπὸ τοῦ τὴν φύσιν ἁγίου Θεοῦ· δεκτικὴ γὰρ τοῦ ἁγιασθῆναι καὶ δικαιωθῆναι τυγχάνει, οὐ παρεκτική. Τὸ δ' ἅγιον Πνεῦμα, ἐπείπερ διέστηκε μὲν τῆς κτίσεως, συνῆπται δὲ τῇ φύσει ἐκείνῳ, ἐξ οὗ ἐκπεπόρευται (περὶ οὗ καὶ ἐμυσταγωγήθημεν, ὡς « Πᾶσα δόσις ἀγαθὴ, καὶ πᾶν δώρημα τέλειον ἄνωθέν ἐστι, καταβαῖνον ἐκ τοῦ Πατρὸς τῶν φώτων, παρ' ᾧ οὐκ ἔστι παραλλαγὴ, ἢ τροπῆς ἀποσκίασμα »)· καὶ ἐπείπερ πάντων κήδεται, καὶ προμηθεῖται καὶ αὐτῶν τῶν ὑπαιτίων· ἁγιάζει μὲν, καὶ δικαιοῖ, καὶ σοφίζει, καὶ πᾶν εἶδος ἐπουρανίου ἀρετῆς παρέχει· αὐτὸ δὲ οὐδαμῶς εὑρίσκεται ἔχον ἐπιτηδειότητα τοῦ ἁγιάζεσθαι, ἢ δικαιοῦσθαι, ἢ σοφίζεσθαι ὑφ' ἑτέρου (καθὰ οὐδ' ὁ αὐτοφυὴς Πατὴρ, οὐδ' ὁ ὁμοφυὴς αὐτοῦ Υἱός)· ὡς καὶ διὰ τοῦτο ὀρθῶς εὐφημεῖσθαι αὐτοάγιόν τε καὶ Πνεῦμα ἁγιωσύνης, ἀντὶ τοῦ, φύσει καὶ ἀφ' ἑαυτοῦ ἅγιον· καὶ Πνεῦμα θεῖον, ἀντὶ τοῦ, φύσει Θεός· καὶ πνοὴ Παντοκράτορος, ἀντὶ τοῦ, ὁμοούσιον τοῦ Παντοκράτορος πνευσθὲν ἐκ τῆς ὑποστάσεως αὐτοῦ· ὥστε καὶ μόνην μίαν τοιαύτην ὀνομασίαν δεικνύναι αὐτὸ ὁμοούσιόν τε τῷ Θεῷ Πατρὶ καὶ ἁγιαστικὸν, καὶ μηδὲ λόγῳ χωρεῖσθαι. ###### PG 39:525 Τοιγάρτοι ὁ δυνατὸς εἰπεῖν τε καὶ τύπους ἐκθέσθαι πίστεως Παῦλος εἰσηγήσατο, προθέμενος ἅμα μὲν τοῦτο τὸ κεφάλαιον, ὃ νυνὶ μέτειμεν, ἅμα δὲ καὶ τῶν μεγαλοδωρεῶν, καὶ τῆς ἐν τῷ βαπτίσματι ἀναγεννήσεως τὸ πρὸς τὸν Θεὸν Πατέρα ἐπίκοινον τοῦ ἁγίου Πνεύματος· ἔτι δὲ καὶ ὅτι τὸ « ὁ Θεὸς » ὄνομα, ἕν τε καὶ ἴσως ἐστὶ τῇ Τριάδι· καὶ ἰσοδυνάμως ἀεὶ ἐνεργεῖ ἐπικληθεὶς ὅ τε Θεὸς Πατὴρ, ὅ τε Θεὸς Υἱὸς, ὅ τε Θεὸς Πνεῦμα·
VI. The creation is sanctified and justified by God, Who is holy by nature; for it is receptive of being sanctified and justified, not a provider of them. But the Holy Spirit, since He is separated from creation, and is conjoined by nature to Him from Whom He has proceeded (concerning Whom we were also mystically taught that "Every good giving and every perfect gift is from above, coming down from the Father of lights, with Whom there is no variation or shadow of turning" (Jas. 1:17)); and since He cares for all and provides even for the guilty themselves: He sanctifies, and justifies, and makes wise, and furnishes every kind of heavenly virtue; but He Himself is in no way found to have a capacity for being sanctified, or justified, or made wise by another (just as neither the self-existent Father nor His consubstantial Son has); so that on this account also He is rightly praised as both holy in Himself and Spirit of holiness, instead of holy by nature and of Himself; and divine Spirit, instead of God by nature; and breath of the Almighty, instead of consubstantial with the Almighty, breathed forth from His hypostasis; so that even one such appellation alone shows Him to be both consubstantial with God the Father and sanctifying, and not even to be encompassed by speech. Therefore Paul, able both to speak and to set forth patterns of faith, introduced this, setting before us at once this chapter which we are now pursuing, and at the same time the community of the Holy Spirit with God the Father in great gifts and in the regeneration in baptism; and further also that the name "God" is both one and equal in the Trinity; and with equal power always operates when invoked, both God the Father, and God the Son, and God the Spirit:
PG 39:525Read from the page
Κορινθίοις γράφων δημηγορεῖ· « Ἀλλὰ ἀπελούσασθε, ἀλλὰ ἐδικαιώθητε, ἀλλὰ ἡγιάσθητε ἐν τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἐν τῷ Πνεύματι τοῦ Θεοῦ ἡμῶν. » Διὸ οἱ κοινωνοῦντες αὐτῷ, ὅ ἐστιν οἱ ἀξιούμενοι ἁγιάζεσθαι ὑπ' αὐτοῦ, καὶ δικαιοῦσθαι, καὶ σοφίζεσθαι, εἴρηνται, ὡς ὁ αὐτὸς ἀπόστολος Ἑβραίους διδάσκει, « μέτοχοι Πνεύματος ἁγίου. » Καὶ Ἐφεσίοις δὲ γράφει· « Ἐν ᾧ καὶ πιστεύσαντες ἐσφραγίσθητε τῷ Πνεύματι τῆς ἐπαγγελίας τῷ ἁγίῳ. » Δῆλον γὰρ, ὡς οἱ σφραγιζόμενοι, τοῦτ' ἔστιν ἁγιαζόμενοι, μετέχουσιν, ἀλλ' οὐ μετέχονται. Καὶ γὰρ εἰ κτίσμα ἐτύγχανεν ὂν τὸ ἅγιον Πνεῦμα, ἢ ὁ Υἱός· ποῦ ἦν χρεία τὸ κτίσμα ἁγιάζειν, καὶ ποιεῖν τὴν πλήρωσιν, καίτοι τοῦ Θεοῦ Πατρὸς ἀποχρώντως ἡγιακότος; Οἵ γ' οὖν κτιστοὶ, ἀκτίστου τὸ χρίσμα τοῦτο εἰδότες, οὐχ οἴκοθεν παρέχομεν τὸν ἁγιασμὸν, ἀλλὰ φαμέν· Ὁ Θεὸς ἁγιάσαι σε. Καὶ πρὸς ἕτερον δὲ ὁμόλογον καὶ κραταιὸν βαδιοῦμαι δικαίωμα, μεθ' ὃ οὐδὲ τοῖς μεμελετηκόσιν ἀναισχυντεῖν ἐξέσται τοῦτο ποιεῖν. Ὁ τοῦ παντὸς Δεσπότης, περὶ μὲν τοῦ Θεοῦ Πατρὸς καὶ ἑαυτοῦ ἀπολελυμένως διαταξάμενος· « Βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ,» οὐχ ἁπλῶς ἐπήγαγε, « καὶ τοῦ Πνεύματος, » ἀλλὰ προσέθηκε, « τοῦ ἁγίου. » Ὥστε μονονουχὶ ὑποβεβηκότως αὐτοῦ οὐκ ἐμνήσθη, ἀλλὰ καὶ ἀναβεβηκότως, διὰ τὸ ἐκεῖνο εἶναι τῇ φύσει, ὅ εἰσιν αἱ αὐτοτελεῖς ὑποστάσεις, ἃς ἐσήμανε τὸ ἓν ὄνομα, ᾧ καὶ αὐτὸ τὸ Πνεῦμα συμπροσηγορεύθη· καὶ παραλλήλως διὰ τὸ ἐκεῖνο καθεστάναι τὸ ἅγιον Πνεῦμα, ὅ ἐστι τῇ θεότητι ὁ Πατὴρ καὶ ὁ Υἱὸς αὐτοῦ· οἷς συνεμνημονεύθη, ὡς, τὸ δὴ λεγόμενον, ἔστι πρόδηλον καὶ τυφλῷ. Ἀλλὰ τοῦτο μὲν πλείονος ἔχεται θεολογίας· ἵνα δὲ ῥᾳδίως πιστεύηται θεότητος μόνης ἴδιον ὑπάρχειν τὸ καλεῖσθαι, καὶ εἶναι φύσει ἅγιόν τε, δίκαιόν τε, ἔτι μὴν τὸ ἁγιάζειν, καὶ δικαιοῦν τὰ οἰκεῖα κτίσματα· ὅμοια ὑμνημένα εἰσὶν, περὶ μὲν τοῦ Πατρὸς, ὡς ἡνίκα αὐτὸς ὁ Υἱὸς παρὰ Ἰωάννῃ λέγῃ· « Πάτερ ἅγιε, τήρησον αὐτοὺς ἐν τῷ ὀνόματί σου· » καὶ πάλιν· « Ἁγίασον αὐτοὺς ἐν τῇ ἀληθείᾳ σου· ὁ Λόγος ὁ σὸς, ἀλήθειά ἐστι·» καὶ αὖθις· « Πάτερ δίκαιε. » Καὶ ὡς ὅταν προφητεύωσιν, Ἰεζεκιὴλ μέν· « Καὶ γνώτωσαν, ὅτι ἐγὼ Κύριος ὁ ἁγιάζων αὐτούς· » Δαυῒδ δὲ ἐν ιʹ ψαλμῷ· « Δίκαιος Κύριος, καὶ δικαιοσύνην ἠγάπησεν· εὐθύτητας ἴδον οἱ ὀφθαλμοὶ αὐτοῦ· » καὶ ἕτερος· « Καὶ πάντες οἱ ἡγιασμένοι ὑπὸ τὰς χεῖράς σου, καὶ ὑπὸ σέ εἰσιν.» Καὶ ὡς ὅταν Παῦλος ἐπιστέλλῃ, πρὸς μὲν Θεσσαλονικέας· « Αὐτὸς δὲ ὁ Θεὸς τῆς εἰρήνης ἁγιάσαι ὑμᾶς ὁλοτελεῖς· » πρὸς δὲ Ῥωμαίους· « Θεὸς ὁ δικαιῶν· τίς ὁ κατακρίνων; » πρὸς δὲ Ἑβραίους· « Ἵνα ᾖ ἡ παρθένος ἁγία σώματι καὶ πνεύματι· » ὡς ἐγχωροῦντος τοῦ, ἢ κατ' οἰκείαν τροπὴν μὴ εἶναι αὐτὴν ἁγίαν, ἢ κατ' ἀρετὴν ἁγιά-
writing to the Corinthians, he proclaims: "But you were washed, but you were justified, but you were sanctified in the name of our Lord Jesus Christ, and in the Spirit of our God" (1 Cor. 6:11). Therefore those who have communion with Him, that is, those deemed worthy to be sanctified by Him, and justified, and made wise, are called, as the same Apostle teaches the Hebrews, "partakers of the Holy Spirit" (Heb. 6:4). And to the Ephesians he writes: "In Whom also, having believed, you were sealed with the Holy Spirit of promise" (Eph. 1:13). For it is clear that those who are sealed, that is, sanctified, partake, but are not partaken of. For if the Holy Spirit, or the Son, happened to be a creature, where would be the need for the creature to sanctify and to effect the completion, when God the Father had already sufficiently sanctified? Therefore we who are created, knowing this anointing to be of the Uncreated, do not furnish sanctification from our own resources, but say: May God sanctify you. And I will proceed to another acknowledged and mighty proof, with which it will not be possible even for those practised in shamelessness to do this. The Master of the universe, having given command concerning God the Father and Himself unconditionally: "Baptizing them in the name of the Father, and of the Son" (Matt. 28:19), did not simply add, "and of the Spirit," but added, "of the Holy." So that He not only did not mention Him as subordinate, but even as exalted, because He is that by nature which the self-perfect hypostases are, whom the one name signified, with which the Spirit Himself also was named together; and correspondingly because the Holy Spirit is that which the Father and His Son are in deity; with Whom He was mentioned together, as, to use the common saying, is manifest even to a blind man. But this indeed belongs to a fuller theology; yet in order that it may easily be believed that it belongs to deity alone to be called and to be by nature both holy and righteous, and furthermore to sanctify and justify its own creatures, similar things are celebrated in hymn concerning the Father, as when the Son Himself says in John: "Holy Father, keep them in Thy name" (John 17:11); and again: "Sanctify them in Thy truth: Thy Word is truth" (John 17:17); and again: "Righteous Father" (John 17:25). And as when they prophesy, Ezekiel on the one hand: "And they shall know that I am the Lord Who sanctifies them" (Ezek. 20:12); and David in the tenth Psalm: "The Lord is righteous, and has loved righteousness; His eyes beheld uprightness" (Ps. 10:8); and another: "And all the sanctified are under Thy hands, and are under Thee" (Deut. 33:3). And as when Paul writes, to the Thessalonians: "And the God of peace Himself sanctify you wholly" (1 Thess. 5:23); and to the Romans: "It is God Who justifies; who is he that condemns?" (Rom. 8:33-34); and to the Hebrews: "That the virgin may be holy in body and in spirit" (1 Cor. 7:34), as it being possible for her either through her own turning not to be holy, or through virtue to be sancti-
PG 39:528Read from the page
ζεσθαι. Λέγει δ' ἐνταῦθα, τὴν μὲν ἕξιν « πνεῦμα, » τὴν δὲ πρακτικὴν ἐνέργειαν « σῶμα, » κατὰ Ἡσαΐαν προφητεύοντα· « Καὶ γνώσονται οἱ τῷ πνεύματι πλανώμενοι σύνεσιν· » ὅ ἐστιν, οἱ τῇ πράξει ἢ τῇ ἕξει πλανώμενοι. Περὶ δὲ τοῦ Υἱοῦ, ὡς ἡνίκα εὐφημῆται· « Εἷς ἅγιος, εἷς Κύριος Ἰησοῦς Χριστός»· καὶ ὡς αἱ Πράξεις διαλέγονται· « Ἀπέκτειναν τοὺς προκαταγγείλαντας περὶ τῆς ἐλεύσεως τοῦ δικαίου·» καὶ καθὰ Πέτρος ἔφη· « Χριστὸς ἅπαξ ὑπὲρ ἁμαρτωλῶν ἀπέθανε, δίκαιος ὑπὲρ ἀδίκων. » Καὶ ἐκ τῶν τοιούτων τοίνυν λογίων δέον, εἰ τὰ δίκαια πράττειν ἐβούλοντο, ποδηγεῖσθαι ἐπὶ τὸν Θεὸν ἀνυμνεῖν τὸ Πνεῦμα· τοῦτο μὲν οὐ ποιοῦσι, φάσκουσι δὲ, ὅτι Οἱ ἄγγελοι οὐχ ἡγιάσθησαν, καὶ ὅμως ἅγιοί εἰσιν· οὐ προσέχοντες, ὅτι καὶ ἄγγελοι, ἢ ὡς ἄνθρωποι ἡγιάσθησαν (ὅπερ ἀληθὲς· κτιστοὶ γὰρ), ἢ ἐλάττονες τῶν ἁγιασθέντων ὑπὸ τοῦ Θεοῦ ἀνθρώπων, καὶ μετεχόντων αὐτοῦ, καθεστᾶσιν.
fied. And he says here that the habit is "spirit," and the practical activity "body," according to Isaiah prophesying: "And those who err in spirit shall know understanding" (Isa. 29:24); that is, those who err in deed or in habit. And concerning the Son, as when He is praised: "One is holy, one is Lord, Jesus Christ"; and as the Acts declare: "They slew those who foretold concerning the coming of the Righteous One" (Acts 7:52); and as Peter said: "Christ once died for sins, the righteous for the unrighteous" (1 Pet. 3:18). And from such oracles therefore they ought, if they wished to do what is right, to be guided to hymn the Spirit as God; this indeed they do not do, but they assert that the angels were not sanctified, and yet are holy; not heeding that angels too either were sanctified like men (which is true, for they are created), or stand inferior to men who have been sanctified by God and partake of Him.
PG 39:529Read from the page
Ζ΄. Ἡ κτίσις ἀμέθεκτός ἐστιν οὐσιωδῶς τῇ λογικῇ ψυχῇ, ὡς ἐνοικίζεσθαι αὐτήν· μόνου γὰρ Θεοῦ ἴδιον τὸ οὕτως μετέχεσθαι. Τὸ δ' ἅγιον Πνεῦμα μεθεκτὸν οὐσιωδῶς ὑπάρχει, ὡς ὁ Πατὴρ καὶ ὁ Υἱὸς, καθὰ ἐν τῷ πρώτῳ εἴρηται λόγῳ. Ἐπεὶ κἀνταῦθα, τοῦ Πατρὸς ἅπαξ ἐνοικοῦντος τοῖς ἀξίοις, ποῖον ἦν ἀναγκαῖον, εἰ μὴ δι' ἑνότητα τῆς θεϊκῆς φύσεως καὶ πλήρωσιν τὴν εἰς ἡμᾶς, συνεισβάλλειν καὶ συνειστρέχειν, καὶ τὸν Υἱὸν, καὶ τὸ ἅγιον Πνεῦμα; Ἀμέλει τοι οὐκ ἄν τις ποτὲ ἕλοιτο φάναι πληθὺν οἱονείπως θεῶν κατοικεῖν ἐν ἡμῖν, ἀλλ' ἕνα κατά γε τὸ ἓν ἑνάδι θεότητος ὑπάρχειν τὰς τρεῖς ὑποστάσεις.
VII. The creation is not substantially partaken of by the rational soul, so as to dwell in it; for it is peculiar to God alone to be thus partaken of. But the Holy Spirit is substantially partaken of, as the Father and the Son, as was said in the first discourse. For here too, when the Father once dwells in those who are worthy, what need was there, if not because of the unity of the divine nature and the filling of us, for both the Son and the Holy Spirit to enter in together and run together with Him? Surely no one would ever choose to say that a multitude of gods, as it were, dwells in us, but that the three hypostases are one according to the one in the unity of the deity.
Η΄. Ἡ κτίσις ἔχει τὸ ἀγαθὸν, μεταδούσης αὐτῇ τῆς ἐν μιᾷ θεότητι Τριάδος, τῆς οὔσης αὐτὸ τἀγαθόν. Καὶ ἔστι δεύτερον, τὸ κατὰ μετοχὴν ἔχειν τι πρὸς τὸ ἑαυτοῦ μέτρον ἀγαθὸν, τοῦ φύσει αὐτὸ τὸ πρῶτον καὶ ἀμέτρητον ἀγαθὸν ὑπάρχειν· καὶ οὐ συγκλώθεται, οὐδὲ συντάττεται τῷ δημιουργῷ ἑνὶ καὶ πρωτουργῷ ἀγαθῷ· οὗ πάντα μὲν ἐφίεται, αὐτὸ δὲ οὐδενὸς, τὸ ἐν τῇ κτίσει εὑρισκόμενον ἀγαθὸν, κἂν λέγηται ἐν Εὐαγγελίῳ· « Εὖ, δοῦλε ἀγαθέ· » καὶ, « Ὁ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας προφέρει τὸ ἀγαθόν. » Οὐ γὰρ, ὡς εἰπεῖν, αὐτὸ τὸ ἐγκάρδιον καὶ κυρίως ὂν ἀγαθὸν λέγει, ἀλλὰ τὸ συνεζευγμένον καὶ πρέπον τῇ κτίσει. Ἐκεῖνο γὰρ πληθύει τε καὶ τοῖς οἰκείοις ποιήμασιν φιλοτιμεῖται ἀγαθότητας, ὅπως ἂν ἐντεῦθεν ἕκαστα τῶν ὄντων σώζηται, καὶ ἐν ᾗ ἔλαχεν εἶναι τάξει διαμένῃ· καὶ αὐτό ἐστι τὸ ἓν ἀγαθὸν, αἴτιον πᾶσι πάντων ἀγαθῶν· καὶ δι' αὐτὸ πράττεται τὸ κάτω ἀγαθόν· καὶ αὐτὸ σώζει πάντα, οἷς ἂν παρῇ, ὥσπερ τὸ κακὸν ἐκ προαιρέσεως ἡμῶν συμβαῖνον φθείρει. Οὗ αἰσθόμενοι καὶ οἱ ἔξω φασὶν, ὡς « Οἱ κακοὶ τοῦτο μέγιστον ἔχουσιν ἐν ἑαυτοῖς ἀγαθόν· ἄλλους γὰρ ἐπιχειροῦντες κακοῦν, αὐτοὶ πρότεροι τῆς ἑαυτῶν ἀπολαύουσι μοχθηρίας. » Τὸ δὲ ἅγιον Πνεῦμα, ὡς προείρηται, ὑπάρχον αὐτοαπροσδεὲς ἀγαθὸν, καὶ ὅλον ἀεὶ πρὸς πάντας, ὂν ἀγαθὸν, καὶ οὐ δεύτερον τοῦ ἑνὸς καὶ πρώτου ἀγαθοῦ, ἴσας
VIII. The creation has the good, because the Trinity in one deity, which is the Good itself, imparts it to it. And it is a second thing to have something good by participation according to one's own measure, compared with being by nature the first and unmeasured Good itself; and the good found in creation is not spun together nor ranked with the creative, one, and first-working Good, which all things desire, while it desires nothing, even though it is said in the Gospel: "Well done, good servant" (Matt. 25:21, 23); and, "The good man out of the good treasure of his heart brings forth what is good" (Matt. 12:35). For it does not, so to speak, mean the inmost and properly existing good itself, but that which is yoked with and fitting for creation. For That multiplies and generously bestows goodnesses upon its own works, so that thereby each of existing things may be preserved and remain in the order in which it has been allotted to be; and That itself is the one Good, cause of all good things for all; and through It the good below is done; and It preserves all things in which It is present, just as evil, coming to pass from our choice, destroys. Perceiving which, even those outside say that "The wicked have this greatest good in themselves; for while attempting to harm others, they themselves first reap the fruit of their own wickedness." But the Holy Spirit, as has been said before, being self-sufficient Good, and always wholly good towards all, and not second to the one and first Good, equal
PG 39:532Read from the page
τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ περὶ τούτου μαρτυρίας ἐδέξατο, ὡς ἐν τῷ πρώτῳ ἀπεδείχθη λόγῳ, καὶ ὡς ὁ Ἔσδρας ὁ πρὸς τὴν θείαν παῤῥησιασάμενος ἀγαθότητα, διὰ τὸ εἰδέναι, ὅτι κἂν πταίῃ τι, τὸ παθεῖν παρ' αὐτῆς οὐκ ἔνι, προεφήτευσεν· « Καὶ τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ἔδωκας συνετίσαι αὐτούς. » Καὶ Ματθαῖος δὲ καὶ Λουκᾶς, αὐτὴν τὴν θεϊκὴν ἀγαθότητα τὸ Πνεῦμα κατ' οὐσίαν εἶναι σημαίνοντες, καὶ ἐν αὐτῷ ἐπινοεῖσθαι πᾶσαν δόσιν ἀγαθὴν, καὶ πᾶν δώρημα τέλειον, ὁ μὲν ἔγραψε· « Πόσῳ μᾶλλον ὁ Πατὴρ ἐξ οὐρανοῦ δώσει ἀγαθὰ τοῖς αἰτοῦσιν αὐτόν; » ὁ δὲ· « Πόσῳ μᾶλλον ὁ Πατὴρ ἐξ οὐρανοῦ δώσει Πνεῦμα ἅγιον τοῖς αἰτοῦσιν αὐτόν; » Τρεπτῆς γὰρ, ὅ ἐστι κτιστῆς, οὐσίας ἴδιον τὸ ὑπ' ἄλλου ἀγαθύνεσθαι, ἢ ἁγιάζεσθαι, ἢ σοφίζεσθαι, καὶ μὴ αὐτὴν ἀτρέπτως ὑπάρχειν ταῦτα. Καὶ ὁ Θεὸς δὲ ἐν Ἡσαΐᾳ δεικνὺς, ὡς οὔποτε τὰς πνευματικὰς αὐτοῦ εὐλογίας λήψεταί τις, μὴ ἀνάπλεως πρότερον τῆς σοφίας καὶ συνέσεως τοῦ ἁγίου Πνεύματος εὑρεθεὶς, ἔφη· « Ἐπιθήσω τὸ Πνεῦμά μου ἐπὶ τὸ σπέρμα σου, καὶ τὰς εὐλογίας μου ἐπὶ τὰ τέκνα σου. » Ὧ ἑπόμενα ἔγραψε Παῦλος· « Διὰ τοῦτο,» φησὶ, « καὶ ἡμεῖς, ἀφ' ἧς ἡμέρας ἠκούσαμεν, οὐ παυόμεθα ὑπὲρ ὑμῶν προσευχόμενοι, καὶ αἰτούμενοι, ἵνα πληρωθῆτε τὴν ἐπίγνωσιν τοῦ θελήματος αὐτοῦ, ἐν πάσῃ σοφίᾳ καὶ συνέσει πνευματικῇ περιπατοῦντες ἀξίως τοῦ Κυρίου. » Δῆλον δὲ, ὅτι λέγει « τοῦ θεϊκοῦ Πνεύματος. » Συνεπινοεῖσθαι γὰρ τῷ Πνεύματι τοῦ Θεοῦ τὴν ἄνω ἀτελεύτητον βασιλείαν, ὡς μὴ ἀλλοτρίαν αὐτοῦ τυγχάνουσαν διὰ τὴν πρὸς τὸν Πατέρα καὶ τὸν Υἱὸν ἀλληλουχίαν. Καὶ αὖθις διὰ τῆς αὐτῆς Ἐπιστολῆς πιστοῦται, γράφων· « Οὐ γὰρ
testimonies with the Father and the Son has it received concerning this too, as was demonstrated in the first discourse, and as Esdras, who spoke boldly towards the divine goodness because he knew that even if one stumbles somewhat, suffering from it does not exist, prophesied: "And Thy good Spirit Thou gavest to make them wise" (2 Esd. 9:20). And Matthew and Luke, signifying that the Spirit is the divine goodness itself in essence, and that in Him every good giving and every perfect gift is conceived, the one wrote: "How much more shall the Father from heaven give good things to those who ask Him?" (Matt. 7:11); and the other: "How much more shall the Father from heaven give the Holy Spirit to those who ask Him?" (Luke 11:13). For it is peculiar to a mutable, that is, a created, essence to be made good, or sanctified, or made wise by another, and not to be these things immutably itself. And God also in Isaiah, showing that no one will ever receive His spiritual blessings without first being found full of the wisdom and understanding of the Holy Spirit, said: "I will put My Spirit upon thy seed, and My blessings upon thy children" (Isa. 44:3). Following which Paul wrote: "For this cause," he says, "we also, from the day we heard, do not cease praying for you, and asking that you may be filled with the knowledge of His will, walking in all wisdom and spiritual understanding worthily of the Lord" (Col. 1:9-10). And it is clear that he says "of the divine Spirit." For with the Spirit of God is also conceived the unending kingdom above, as not being foreign to Him because of His mutual indwelling with the Father and the Son. And again through the same Epistle he confirms it, writing: "For not