Migne Reading Room

PG 39 · cols. 509–520 · Read from the page

On the Trinity, three books

On the Trinity, three books

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 39:509Read from the page
Β΄. Οὐδὲν κτιστὸν πληροῖ τὴν οἰκουμένην, ἢ συνέχει τὰ πάντα, καὶ ἐν πᾶσιν τυγχάνει· ἀλλὰ καὶ τῶν νοερῶν δυνάμεων πέρας ἐστὶν, καὶ ὡρισμένη ποσότης· μόνως γὰρ ταῦτα τῆς θεότητος ἴδια. Ἡ δὲ τοῦ ἁγίου Πνεύματος μεγαλωσύνη, ἀδιάλυτος, ἀπέραντος, καὶ πανταχοῦ, καὶ διὰ πάντων, καὶ ἐν πᾶσιν ἀεί ἐστιν· πληροῦσα μὲν τὸν κόσμον καὶ συνέχουσα [66 a] κατὰ τὴν θεότητα, ἀχώρητος δὲ κατὰ τὴν δύναμιν· καὶ μετροῦσα μὲν, οὐ μετρουμένη δέ. « Οὐ γὰρ ἐκ μέτρου δίδωσιν ὁ Θεὸς τὸ Πνεῦμα, » ὡς ὁ Σωτὴρ ἐν Ἰωάννῃ λέγει· καὶ κατὰ τὴν Σοφίαν, ἔχουσαν· « Ἀγαπᾷς γὰρ τὰ ὄντα πάντα, καὶ οὐδὲν βδελύσσῃ, ὧν ἐποίησας· οὐδὲ γὰρ ἂν μισῶν τι κατεσκεύασας. Πῶς δὲ ἔμεινεν ἄν τι, εἰ μὴ σὺ ἠθέλησας, ἢ τὸ μὴ βληθὲν ὑπὸ σοῦ ἐτηρήθη; Φείδῃ δὲ πάντων, ὅτι πάντα σά ἐστιν, Δέσποτα φιλόψυχε, καὶ τὸ ἄφθαρτόν σου Πνεῦμά ἐστιν ἐν πᾶσιν. » Ἔνθεν καὶ Πατέρα πάντων, τὸν Θεὸν εἰκότως ὀνομάζομεν, οὐχ ὄντα ἡμῶν φύσει πατέρα, ὡς ἔστιν τοῦ Μονογενοῦς αὐτοῦ. Καὶ πάλιν· « Πνεῦμα Κυρίου πεπλήρωκεν τὴν οἰκουμένην, καὶ τὸ συνέχον τὰ πάντα γνῶσιν ἔχει φωνῆς· » ἀντὶ τοῦ, Περιέλαβεν τὴν ἀόρατον καὶ ὁρατὴν κτίσιν, τὴν νοητὴν καὶ αἰσθητὴν, καὶ οὐδὲν τῶν πάντων ἐστὶν ἄμοιρον τῆς ἀϊδίου ἐπιστασίας αὐτοῦ· τὸ γὰρ πάντα συνέχειν τοῦτο δηλοῖ. Καὶ πάσης, φησὶν, ἐπακούει φωνῆς, ὡς Θεὸς ἐν πᾶσιν πανταχοῦ ἀεὶ τυγχάνων, καὶ πᾶσαν ὑλικὴν ἀναρμοστίαν εἰς τάξιν περιάγων τὴν πρέπουσαν, καὶ τῶν πρὸς αὐτοῦ ποιηθέντων φειδόμενός τε καὶ ἐπιμελούμενος, ἅτε αὐτὸς τὴν φύσιν πρόνοια ὑπάρχων, καὶ σοφία, δι' ὅλων διαπεφοιτηκυῖα, ὡς ὁ Πατήρ. Τίς γὰρ ὁ τοιαύτην ἔχων γνῶσιν; Ἡσαΐας τε λέγει οὕτως· « Πνεῦμα γνώσεως καὶ εὐσεβείας· » καὶ ὁ Δαυῒδ προσᾴδει· « Ποῦ πορευθῶ ἀπὸ τοῦ προσώπου σου; καὶ ἀπὸ τοῦ Πνεύματός σου ποῦ φύγω; » Καὶ ὁ Δεσπότης δὲ διδάσκων, ὡς ἡ θεότης τοῦ ἁγίου Πνεύματος οὐ περιγράφεται τόπῳ, ἀλλ' ὁμοῦ ἐν οὐρανῷ τέ ἐστιν καὶ ἐπὶ γῆς, πᾶσαν αὐτάρκειαν παρασχόμενον ἀεὶ καὶ παρεχόμενον τῇ κτίσει, ἔφη παρ' Ἰωάννῃ· « Ἐὰν ἀγαπᾶτέ με, τὰς ἐντολὰς [66 b] τὰς ἐμὰς τηρήσατε· κἀγὼ ἐρωτήσω τὸν Πατέρα, καὶ ἄλλον Παράκλητον δώσει ὑμῖν, ἵνα ᾖ μεθ' ὑμῶν τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ ὁ κόσμος οὐ δύναται λαβεῖν, ὅτι οὐ θεωρεῖ αὐτὸ οὐδὲ γινώσκει αὐτό· ὑμεῖς δὲ γινώσκετε αὐτὸ,
2. Nothing created fills the inhabited world, or holds all things together, and is in all things; rather, even of intellectual powers there is a limit and a defined quantity, for these things belong to the Godhead alone. But the greatness of the Holy Spirit is indissoluble, boundless, and is always everywhere, through all things, and in all things; filling the world and holding it together [66 a] according to the Godhead, yet uncontained according to power; and measuring, while not being measured. 'For God does not give the Spirit by measure,' as the Saviour says in John (John 3:34); and according to Wisdom, which says: 'For Thou lovest all things that are, and abhorrest none of the things which Thou hast made; for neither wouldst Thou have fashioned anything if Thou hadst hated it. And how would anything have endured, if Thou hadst not willed it, or how would that which was not cast by Thee have been preserved? But Thou sparest all things, because all things are Thine, O Master, lover of souls, and Thine incorruptible Spirit is in all things' (Wis. 11:24–12:1). Hence we rightly name God also Father of all, though He is not our father by nature as He is of His Only-begotten. And again: 'The Spirit of the Lord hath filled the inhabited world, and that which holdeth all things together hath knowledge of the voice' (Wis. 1:7); instead of saying, He encompassed the invisible and visible creation, the intelligible and the sensible, and nothing of all things is without a share in His eternal oversight; for 'to hold all things together' signifies this. And He hears every voice, it says, as God always existing in all things everywhere, and bringing every material disharmony into fitting order, and sparing and caring for the things made by Him, inasmuch as He Himself is by nature providence and wisdom, pervading through all things, like the Father. For who is there that has such knowledge? And Isaiah says thus: 'The Spirit of knowledge and piety' (Isa. 11:2); and David sings in accord: 'Whither shall I go from Thy presence? And whither shall I flee from Thy Spirit?' (Ps. 138:7). And the Master, teaching that the Godhead of the Holy Spirit is not circumscribed by place, but is at once in heaven and upon earth, always having furnished and furnishing all sufficiency to creation, said in John: 'If ye love Me, keep My commandments [66 b]; and I will ask the Father, and He shall give you another Paraclete, that the Spirit of truth may be with you, Whom the world cannot receive, because it neither beholds Him nor knows Him; but ye know Him,
PG 39:512Read from the page
ὅτι παρ' ὑμῖν μένει, καὶ ἐν ὑμῖν ἔσται. » Ἵνα δὲ γνώριμον γένηται, ὡς τῆς ἀπανταχοῦ παρούσης μιᾶς ἀπείρου φύσεως καὶ αἱ τοιαίδε μαρτυρίαι ἀποφαίνουσιν αὐτὸ, τὰ ἴσα παρέδοσαν περὶ ἑκατέρας ἀκηράτου ὑποστάσεως· Ἰερεμίας μὲν ἐξηγούμενος ἀπὸ τοῦ Θεοῦ καὶ Πατρός· « Τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ, λέγει Κύριος· » Δαυῒδ δὲ περὶ τοῦ Υἱοῦ ἐν ρμδ΄ ψαλμῷ κελαδῶν· « Καὶ τῆς μεγαλωσύνης αὐτοῦ οὐκ ἔστιν πέρας· » Παῦλος δὲ κηρύττων περὶ τοῦ αὐτοῦ· « Ὁ καταβὰς αὐτός ἐστιν καὶ ὁ ἀναβὰς ὑπὲρ ἄνω πάντων τῶν οὐρανῶν, ἵνα πληρώσῃ τὰ πάντα. »
because He abides with you and shall be in you' (John 14:15–17). And in order that it may become known that such testimonies also declare Him to be of the one boundless nature present everywhere, they handed down the same things concerning each of the two undefiled hypostases: Jeremiah speaking in the person of God the Father: 'I fill heaven and earth, says the Lord' (Jer. 23:24); and David singing concerning the Son in Psalm 144: 'And of His greatness there is no limit' (Ps. 144:3); and Paul proclaiming concerning the same: 'He who descended is the very same who also ascended far above all the heavens, that He might fill all things' (Eph. 4:10).
Γ΄. Ἡ κτίσις οὐκ ἄφθαρτος καθάπαξ ἐστίν· ἀλλὰ φθορὰν ἐπιδέχεται, τὴν τροπὴν, ἥν φαμεν καὶ μεταβολὴν, ὡς ἡ προφητεία λέγει· « Ὁ ποιῶν πάντα καὶ μετασκευάζων αὐτά. » Ἧς κατακούσαντες τῶν ἔξω σοφοὶ, φασίν·
3. Creation is not altogether incorruptible; rather it admits corruption, that is, turning, which we also call change, as the prophecy says: 'He who makes all things and transforms them' (Amos 5:8). Having heard this, the wise men of those outside say:
Αὐτὰ λύων εἰς αὐτὰ, καὶ ἐξ αὐτῶν πάλιν αὔξων.
Dissolving them into themselves, and from them again increasing them.
Ἡ μὲν γὰρ ἀσώματος λογικὴ κτίσις, τὴν κατὰ προαίρεσιν ἔχει φθορὰν, τοῦ μὲν Θεοῦ μόνιμον αὐτῇ φύσιν δεδωκότος, καὶ στήσαντος αὐτὴν εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· αὐτῆς δὲ αὐτοπροαιρέτως μεταβαλλομένης, καὶ εἰς χείρονα ἐκπιπτούσης λῆξιν, καὶ αὐτῷ τούτῳ φθειρομένης, ὡς ἀπολλύειν οἷον ἐκ τούτου τὸ καλεῖσθαι αἰῶνος. Τὸ γὰρ ὁτιδήποτε ἐξερχόμενον ἑαυτοῦ, τοῦτ' ἔστιν ἀλλασσόμενον, θάνατον εὑρίσκει, κἂν ἄλλως διαμένει, τὴν ἰδίαν ἀλλοίωσιν. Καὶ γὰρ ὅπερ ἂν νοήσαις [67 a] γεγενῆσθαι ἔπειτα, τοῦτο θάνατος τοῦ προτέρου ἐστίν· οἷόν τι ἡ κακία γενομένη ἀγαθότης, θανατοῦται αὐτῷ ᾧ ἀπέστη ὑπὸ τῆς ἀγαθότητος· καὶ τὸ ἔμπαλιν, ἡ ἀγαθότης ὑπὸ τῆς κακίας. Ἔστιν γάρ τινα ἅπερ ἀεὶ ἑστάναι τῷ πρώτῳ ὅρῳ, εἰ καὶ μὴ ἠρνήθη τοῦτο αὐτοῖς, οὐχ ἀνέχεται. Τοιγαροῦν διαγορεύουσιν ἐν Ἐπιστολαῖς ταῦτα, Πέτρος μέν· « Εἰ γὰρ ἀγγέλων ἁμαρτησάντων οὐκ ἐφείσατο ὁ Θεὸς, ἀλλὰ σειραῖς ζόφου ταρταρώσας, εἰς κρίσιν μεγάλης ἡμέρας τετήρηκεν, καὶ ἀρχαίου κόσμου οὐκ ἐφείσατο· » Ἰούδας δέ· « Ἀγγέλους τε τοὺς μὴ τηρήσαντας τὴν ἑαυτῶν ἀρχὴν, ἀλλ' ἀπολιπόντας τὸ ἴδιον οἰκητήριον, δεσμοῖς ἀϊδίοις ὑπὸ ζόφον τετήρηκεν. » Ἡ δὲ σωματικὴ καὶ λογικὴ
For the incorporeal rational creation has corruption according to choice, since God gave it a stable nature and established it forever and for ever and ever; yet it, changing of its own choice and falling out into a worse lot, is corrupted by this very thing, so as to lose, as it were, from this the name of eternal. For whatever goes out from itself, that is, is changed, finds death—even if it otherwise endures—namely, its own alteration. For whatever you might conceive [67 a] to have come into being afterwards, this is the death of the former: as when goodness has become wickedness, it is put to death by the very fact that it departed from goodness; and conversely, goodness by wickedness. For there are some things which, even though this was not denied them, do not endure to stand always in their first state. Therefore Peter and Jude proclaim these things in their Epistles; Peter says: 'For if God did not spare angels when they sinned, but having cast them into Tartarus with chains of gloom, kept them for judgement of a great day, and did not spare the ancient world' (2 Pet. 2:4–5); and Jude: 'And angels who did not keep their own principality, but left their proper dwelling, He has kept in eternal bonds under gloom' (Jude 6). And the corporeal and rational
PG 39:513Read from the page
κτίσις ἀλλοίωσιν δέχεται· κατὰ ἕξιν μὲν, ὡς ὁ Ἰούδας τὸν ἁγιασμὸν ἀπολέσας· καὶ ὡς Παῦλος γράφει· « Ἡ δὲ σπαταλῶσα χήρα, ζῶσα τέθνηκεν· » καίτοι βίον ἀνύουσα τὸν ἐν ἀνθρώποις ἔτι· κατ' οὐσίαν δὲ, ὡς ἀπολήγουσα μὲν πρῶτον, ἔπειτα δὲ μεταπίπτουσα εἰς ἀθανασίαν. « Δεῖ γὰρ, φησὶν, τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν, καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν. » Ἡ δὲ μὴ λογικὴ κτίσις τροπὴν ὑπομένει, καὶ ἀπογίνεται· ὡς ἡνίκα τοῦ φωτὸς εἰς σκότος, καὶ τοῦ ὕδατος εἰς αἷμα μεταπίπτοντος, προεφητεύετο· « Αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ Ὑψίστου· » καὶ ἀλλαχοῦ· « Ὁ οὐρανὸς, φησὶν, καὶ ἡ γῆ παρελεύσεται. » Προεφητεύθη γὰρ, ὡς ἔσονται καινοὶ οὐρανοὶ, καὶ καινὴ γῆ. Καὶ γὰρ ἀληθῶς πᾶν τὸ δεξάμενον ἀρχὴν, ἕξει καὶ τέλος. Τὸ δὲ ἅγιον [67 b] Πνεῦμα, ἅτε τῆς ἀῤῥήτου, καὶ πάντων ἐπικρατούσης αἰωνίου, καὶ ἀφθάρτου φύσεως ὑπάρχον, καὶ ἀεὶ ὡσαύτως καὶ κατὰ τὰ αὐτὰ ἔχον· μόνον τε εἰδὸς καὶ ποιοῦν τὰ τοῦ Θεοῦ· καὶ φρουρητικὸν πάντων ὂν τῶν τε λογικῶν καὶ τὴν πίστιν τελείων, τῶν τε μὴ λογικῶν, ἕως τοῦ δοθέντος τοῖς μὴ λογικοῖς ὅρου τῆς ἐν ταυτότητι διαμονῆς· φύσει καὶ προαιρέσει τροπῆς καὶ μεταβολῆς ἀνεπίδεκτον καθέστηκεν, ὅ ἐστιν ἄφθαρτον. Τὸ δὲ ἄτρεπτον, ἤτουν ἄφθαρτον, εὐθὺς ἄναρχον, ἀτελεύτητον καὶ ὑπεραιώνιόν ἐστιν. Τὸ δὲ ἄναρχον, δημιουργὸς, καὶ οὐ δημιούργημα. Διὸ κυρίως λέγει ἡ μὲν Σοφία· « Τὸ ἄφθαρτόν σου Πνεῦμά ἐστιν ἐν πᾶσιν· » ὁ δὲ Πέτρος· « Ἐν τῷ ἀφθάρτῳ τοῦ πραέος καὶ ἡσυχίου Πνεύματος. » Οὕτω γὰρ καὶ ὁ Πατὴρ ἴσος αὐτὸς ἑαυτῷ καὶ ὅμοιος ἀεὶ ὑπάρχων, μήτ' ἔνδοσιν πρὸς τὸ χεῖρον, μήτ' ἐπίτασιν πρὸς τὸ βέλτιον δεχόμενος, ἤκουσεν ὑπὸ Ἰακώβου· « Παρ' ᾧ οὐκ ἔνι παραλλαγὴ, ἢ τροπῆς ἀποσκίασμα· » καὶ παρὰ Παύλου· « Ἀφθάρτῳ, ἀοράτῳ, μόνῳ σοφῷ Θεῷ· » ὃν τρόπον καὶ ὁ Υἱὸς ἐν ρα΄ ψαλμῷ ἐμαρτυρήθη· « Σὺ δὲ, Κύριε, εἰς τὸν αἰῶνα μένεις· » καὶ πάλιν· « Κατ' ἀρχὰς τὴν γῆν σὺ, Κύριε, ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σου εἰσὶν οἱ οὐρανοί. Αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις· καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται καὶ ὡσεὶ περιβόλαιον εἱλίξεις
creation receives alteration: according to habit, as Judas who lost sanctification, and as Paul writes: 'But the widow who lives in luxury is dead while she lives' (1 Tim. 5:6), even though she still passes her life among human beings; and according to essence, as first coming to an end, and then passing over into immortality. 'For this corruptible,' he says, 'must put on incorruption, and this mortal must put on immortality' (1 Cor. 15:53). And the non-rational creation undergoes turning and passes away; as when light changed into darkness and water into blood, it was prophesied: 'This is the change of the right hand of the Most High' (Ps. 76:11); and elsewhere: 'Heaven,' He says, 'and earth shall pass away' (Mark 13:31). For it was prophesied that there shall be new heavens and a new earth (Isa. 65:17). For truly everything that has received a beginning will also have an end. But the Holy [67 b] Spirit, inasmuch as He is of the ineffable and all-ruling eternal and incorruptible nature, and is always in the same way and according to the same things; and alone knows and does the things of God; and is the guardian of all rational beings who are perfect in faith, and of non-rational beings until the limit given to non-rational beings of their continuance in sameness; stands by nature and choice incapable of turning and change, which is incorruptible. And that which is unchangeable, that is, incorruptible, is straightway without beginning, without end, and beyond the ages. And that which is without beginning is a Creator, and not a handiwork. Therefore Wisdom properly says: 'Thine incorruptible Spirit is in all things' (Wis. 12:1); and Peter: 'In the incorruptible [beauty] of the meek and quiet Spirit' (1 Pet. 3:4). For thus also the Father, being always equal and like to Himself, admitting neither relaxation towards the worse nor intensification towards the better, was addressed by James: 'With Whom there is no variation or shadow of turning' (Jas. 1:17); and by Paul: 'To the incorruptible, invisible, only wise God' (1 Tim. 1:17); in which manner also the Son was attested in Psalm 101: 'But Thou, O Lord, abidest for ever' (Ps. 101:13); and again: 'In the beginning Thou, O Lord, didst lay the foundation of the earth, and the heavens are the works of Thy hands. They shall perish, but Thou endurest; and all shall grow old as a garment, and as a vesture Thou shalt roll them up
Notes, col. 513

On the reading

Printed ἤτουν, for ἤγουν.

PG 39:516Read from the page
αὐτοὺς, καὶ ἀλλαγήσονται· σὺ δὲ ὁ αὐτὸς ἀεὶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν. »
and they shall be changed; but Thou art always the same, and Thy years shall not fail' (Ps. 101:26–28).
Δ΄. Ἡ κτίσις οὐ καθάπαξ καὶ αὐτοτελῶς τὸ αἰώνιον κέκτηται, πρῶτον μὲν ἐπειδὴ οἴκοθεν τοῦτο οὐκ ἔχει, ἀλλ' ἔτυχεν αὐτοῦ εἰς τὸ ἑξῆς, ἀφ' οὗ ἐγένετο, μεταδόσει τοῦ μόνως καὶ ὑπεραιωνίως ὄντος αὐτομάτου Θεοῦ. Ἀγαθὸς γὰρ ὢν οὗτος, δημιουργεῖ· [68 a] προϊστάμενος τῆς ἑαυτοῦ ποιήσεως, φιλοτιμεῖται αὐτῇ αἰωνιότητα· δεύτερον δὲ, διὰ τὰς ἐξηγηθείσας αἰτίας ἐν τῷ κεφαλαίῳ τῷ πρὸ τοῦδε. Τὸ δὲ ἅγιον Πνεῦμα, ὡς φύσει τὸ αἰώνιον ἔχον, καθὰ προσῆκεν ἔχειν δημιουργὸν καὶ ἀγαθὸν Πνεῦμα τοῦ Θεοῦ, πάντα ἐνεργοῦν αἰωνίως, καὶ οὔποτε μὲν αὐτὸ περατούμενον, τῶν δ' ὑπ' αὐτοῦ γενομένων δυνάμενον εἶναι περατωτικὸν, ταύτῃ ἀνευφημήθη τῇ προσρήσει. Μάθοιτε δὲ ἂν, εἴ μοι ἐπείποισθε, τῇδε· Παῦλος Ἑβραίοις ἐπιστέλλει οὕτως· « Ὃς διὰ Πνεύματος αἰωνίου ἑαυτὸν ἄμωμον προσήνεγκεν τῷ Θεῷ. » Λέγει δὲ τὸν Δεσπότην Χριστὸν, τὸν ἐν τῇ σεπτῇ ἐνανθρωπήσει αὐτοῦ ἑαυτὸν διὰ τοῦ ἁγίου Πνεύματος ἀνθ' ἡμῶν τῷ ἑαυτοῦ Πατρὶ προσενηνοχότα. Καὶ Πέτρος δὲ προσηχεῖ ἀκόλουθα, ὡς ἤδη ἐμνημονεύθη· « Τὸ δὲ Ῥῆμα τοῦ Θεοῦ μένει εἰς τὸν αἰῶνα. » Ῥῆμα γὰρ Θεοῦ ἐνταῦθα καλεῖ τὸ Πνεῦμα τοῦ Θεοῦ. Διὰ γοῦν τῆς Θεότητος τὴν ταυτότητα μνημονεύων τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ ὁ Παῦλος, τῇ αὐτῇ κέχρηται ζοῦ ῥήματος εὐφημίᾳ· « Ὁ Θεὸς, φησὶν, καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ οἶδεν, ὁ ὢν εὐλογητὸς εἰς τοὺς αἰῶνας· » καὶ πάλιν· « Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον· ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας. » Οὐχ ἔστιν δὲ, οὐχ ἔστιν ἀκοῇ ἀκοῦσαι, ἅπερ καὶ εἰς τὸ κεφάλαιον τοῦτο ὡρίσαντο οἱ περὶ τὰς θεολογίας τοῦ ἁγίου Πνεύματος ἀποδιακείμενοι. Ἀπάγουσι γὰρ εἰς ἔσχατα γῆς ἑαυτοὺς ἀπὸ προλήψεως· ἄκριτος δὲ ἔρως οὐκ εἴωθεν ἀκριβῆ μαρτυρεῖν ἐξέτασιν· ὅμως οὐδὲν οἷον κωλύει αὐτῆς ἐκείνης τῆς πειθανουργίας ἀκοῦσαι. Οὕτω γὰρ ἂν ἔτι πλέον καταγνωσθείησαν. Ἔχει οὖν ὧδε Οὐχ εἴ τι αἰώνιον ὡμωνύμως προσηγόρευται, Θεὸς δύναται λέγεσθαι, ἀλλ' εἴ τις Θεὸς, αἰωνίων [68 b] ποιητής. Γέγραπται γάρ· « Χρόνων καὶ αἰώνων ποιητὴς ὁ Θεός· » καὶ πάλιν· « Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ Θεὸς λαλήσας ἐν τοῖς προφήταις, ἐπ' ἐσχάτου τῶν ἡμερῶν ἐλάλησεν ἡμῖν ἐν Υἱῷ, ὃν ἔθετο κληρονόμον πάντων, δι' οὗ καὶ τοὺς αἰῶνας ἐποίησεν. » Εἰ γὰρ εἴ τι αἰώνιον προσηγόρευται, θεὸς ὀφείλει ὀνο-
4. Creation does not possess eternity altogether and of itself, first because it does not have this from its own resources, but obtained it for the time thereafter, from when it came into being, by participation in the self-existent God who alone and super-eternally is. For being good, He creates [68 a]; presiding over His own handiwork, He munificently bestows eternity upon it; and secondly, for the reasons explained in the preceding chapter. But the Holy Spirit, as having eternity by nature, just as it befitted the creative and good Spirit of God to have, working all things eternally, and never Himself being bounded, yet able to bound the things made by Him, has in this way been praised by this title. You may learn this, if you would follow me, in this way: Paul writes to the Hebrews thus: 'Who through the eternal Spirit offered Himself without blemish to God' (Heb. 9:14). He means the Master Christ, who in His venerable incarnation offered Himself through the Holy Spirit on our behalf to His own Father. And Peter also sounds in harmony with what follows, as has already been mentioned: 'But the Word of God abideth for ever' (1 Pet. 1:25). For here he calls the Spirit of God the Word of God. Accordingly, mentioning the identity of Godhead of the Father and the Son, Paul uses the same praise of the expression: 'The God and Father of our Lord Jesus Christ knoweth, He who is blessed for ever' (2 Cor. 11:31); and again: 'Jesus Christ yesterday and today, the same also for ever' (Heb. 13:8). Yet it is not possible, it is not possible to hear with the ear the things which those who are ill-disposed towards the doctrines of the Holy Spirit have laid down on this chapter as well. For they lead themselves away to the ends of the earth out of prejudice; and uncritical passion is not wont to bear witness to an exact inquiry; nevertheless, nothing hinders us from hearing that very plausibility of theirs. For thus they would be condemned all the more. It stands, then, thus: Not if anything is homonymously called eternal can it be called God, but if anyone is God, He is maker of the ages [68 b]. For it is written: 'God is maker of times and ages'; and again: 'In many parts and in many ways God, having spoken of old in the prophets, at the end of these days spoke to us in a Son, whom He appointed heir of all things, through whom also He made the ages' (Heb. 1:1–2). For if whatever is called eternal ought to be na-
Notes, col. 516

On the reading

Printed ζοῦ, for τοῦ.

Printed ὡμωνύμως, for ὁμωνύμως.

PG 39:517Read from the page
μάζεσθαι· ἄπειροι θεοὶ ἔσονται. Γέγραπται γάρ· « Καὶ ἐπάρθητε, πύλαι αἰώνιοι. » Καὶ πάλιν « Ἔτη αἰώνια » ἐμνήσθησαν. Καὶ αὖθις· « Ὥσπερ πρόβατα αἰώνια· » καί, « Ἀναστήσονται οὗτοι εἰς κόλασιν αἰώνιον· » καὶ ἑτέρωθι· « Ἀναστήσονται οἱ ἐν χώματι γῆς, οἱ μὲν εἰς ζωὴν αἰώνιον, οἱ δὲ εἰς αἰσχύνη ναιώνιον. » Ἆρα οὖν καὶ ἡ κόλασις καὶ ἡ αἰσχύνη, θεοί; Ὁρᾷς εἰς ὅσην ἀτοπίαν καὶ ἀσέβειαν ἡ κατὰ τὸ αἰώνιον ὁμωνυμία ἐκπίπτει; Τοῖς μὲν οὖν ἐκείνων νοήμασι καὶ ῥήμασι σκάλμη ἐπιπολάζει τε καὶ συμπέφυρται· ταύτην δὲ διαλύει τάδε· Τοῦ αἰωνίου ὀνόματος, ὡς ἄρτι ἐπεμνήσθημεν, τὰ ἄλλα κἂν ἔτυχεν, μόνον οὐκ ἀπὸ χρόνου ἔτυχεν· ἀλλὰ καὶ φθορὰν τὴν ἀπὸ γνώμης οἰκείας τροπὴν ἔχει, καὶ ἀνόμοιον παντάπασιν τῷ θείῳ αἰωνίῳ τὸ ἐκείνων αἰώνιόν ἐστιν· καθὰ οὐδὲ ὁ λεγόμενος ἅγιος, ἄγγελος ἢ ἄνθρωπος, ὁμοίως καὶ ἴσως τοῦτό ἐστιν· τῷ ἁγίῳ τῶν ἁγίων Πνεύματι· αὐτὸ γὰρ ἁγιότης καὶ αἰωνιότης τὸ πᾶν ὑπάρχει. Πρόσχωσι τοίνυν, μετὰ ποίας μεγαλοφωνίας τὸ αἰώνιον ἐπὶ τοῦ ἁγίου Πνεύματος ἀνείρηται, καὶ ὅτι τούτῳ τὸ θαυμαστὸν ἐκεῖνο καὶ πᾶσιν ἀχωρητότατον προσεπέθηκεν, φημὶ τὸ διὰ τοῦ ἁγίου Πνεύματος τὸν κατασκευάσαντα τοὺς αἰῶνας ἑαυτὸν προσαγαγεῖν τῷ ἑαυτοῦ ἀληθινῷ Πατρὶ ὑπὲρ ἡμῶν. Σκεψάσθωσαν δὲ καὶ ὅτι αἱ [69 a] δυνάμεις πᾶσαι τῶν οὐρανῶν ἐν τῷ ἁγίῳ Πνεύματί εἰσιν, πάντως ὅτι ὡς συνδημιουργῷ τοῦ ἀνεπιδεοῦς δημιουργοῦ· καὶ ὅτι ὧν οὐχ εὐκαίρως, ἀλλ' ἐνδιασκεύως ἐμνημόνευσαν αἱρετικοὶ αἰωνίων πυλῶν καὶ προβάτων τὸ τέλος, τὰ εἰς τὸ κεφάλαιον τοῦτο προσκομισθέντα πρὸς ἡμῶν λόγια προεῖπαν. Καὶ ἔστω δῆλον αὐτοῖς τὸ διάφορον τοῦ τε ἀνάρχως καὶ ἀτρέπτως αἰωνίου, τοῦ τε ἀπὸ χρόνου καὶ τρεπτοῦ, καὶ ὡς οὐ βραχὺ τοῦτο, οὐδὲ περὶ τὴν οὐσίαν καὶ τὸ ἄλλο κάλλος ἐστὶ μόνον, ἀλλὰ τὸ παντάπασιν ἐξηλλαγμένον. Ἔστω δὲ γνώριμον καὶ τὸ, ὅτι τὸ ἅγιον Πνεῦμα τὴν περὶ τὸ αἰώνιον κρίσιν πρὸς τὸν ἐνισχύσαντα τὰ σύμπαντα Θεὸν Πατέρα καὶ τὸν Υἱὸν ἔχει, οὐ πρὸς τὰ κτίσματα· καὶ λύσαντες τὴν χείρω γνώμην, ἑλέσθωσαν τὴν βελ-
med God, there will be infinite gods. For it is written: 'And be ye lifted up, ye eternal gates' (Ps. 23:7, 9). And again 'eternal years' were remembered (Ps. 76:6). And again: 'Like eternal sheep' (Job 21:11); and: 'These shall rise into eternal punishment' (Matt. 25:46); and elsewhere: 'Those in the dust of the earth shall rise, some to eternal life, and some to eternal shame' (Dan. 12:2). Are then both punishment and shame gods? Do you see into what absurdity and impiety the homonymy of 'eternal' falls? In their thoughts and words, then, chaff floats on the surface and is mixed up; and the following resolves this: even if the other things obtained the name of 'eternal', as we just mentioned, they not only obtained it from a point in time, but also have corruption, which is turning from their own judgement, and their 'eternal' is altogether unlike the divine eternal; just as neither is an angel or a human being who is called holy such in like manner and equally to the Holy Spirit of holies, for He Himself is wholly holiness and eternity. Let them attend, therefore, with what lofty proclamation 'eternal' has been declared of the Holy Spirit, and that to this he added that marvellous thing most uncontainable by all—I mean, that He who framed the ages offered Himself through the Holy Spirit to His own true Father on our behalf. And let them consider also that all the [69 a] powers of the heavens are in the Holy Spirit, altogether as co-creator with the Creator who lacks nothing; and that the end of the eternal gates and sheep, which the heretics mentioned not opportunely but artfully, was foretold by the oracles brought forward by us for this chapter. And let the difference be clear to them between that which is eternally without beginning and unchangeably, and that which is from time and changeable, and that this is no small thing, nor concerning essence and the rest of beauty only, but something altogether different. And let it be known also that the Holy Spirit has the judgement concerning eternity in relation to God the Father who strengthens all things and the Son, not in relation to creatures; and having dissolved the worse opinion, let them choose the bet-
Notes, col. 517

On the reading

Printed αἰσχύνη ναιώνιον, for αἰσχύνην αἰώνιον.

PG 39:520Read from the page
τίονα· καὶ θαυμαζέτωσαν, ἀντὶ τῶν νῦν, ἃ θαυμάζειν ἄξιον· καὶ πραξάτωσαν βελτίω τὸν μετὰ ταῦτα χρόνον· φθόνος γὰρ οὐδείς· καὶ ἀφ' ὧν τὴν ἀλαζόνα μέμψιν ποιησάμενοι, ἑαυτοὺς ἔβλαψαν, ἐντεῦθεν καὶ τὸ τῆς μεταμελείας ὄφελος ἀπενεγκάσθωσαν. Εἰ γὰρ, ὡς θεοπρεπές τι ἐνδεικνυμένη ἡ λέξις αὕτη, ἐχρήσθη περὶ τοῦ Θεοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ, ἴσως καὶ ὁμοίως ἐκληφθείη ἂν περὶ τοῦ Πνεύματος τοῦ Θεοῦ. Ἓν μὲν δὴ τοῦτο· ἕτερον δὲ, ὅτι οὐδὲν ὧν ἐμνήσθησαν αἰωνίων, προσηγόρευται θεῖον, ἢ Πνεῦμα ἅγιον ἐκ τοῦ Θεοῦ ἐκπορευθὲν, ἤγουν ἕν τι, καὶ μὴ πλῆθος ὄν· οὐδὲ συντάττεται τῷ Πατρὶ καὶ τῷ Υἱῷ εἰς θείαν μυσταγωγίαν καὶ θεϊκὴν δωρεὰν, οὐδὲ ἄλλης τινὸς, ἵνα μὴ πολλὰ λέγω, θεότητι ἀνηκούσης τιμῆς ἠξίωται. Ἄλλο πρὸς τούτοις· Ὁ Θεὸς καὶ Πατὴρ εὐδόκησεν διὰ [69 b] τοῦ Υἱοῦ αὐτοῦ Λόγου πάντα δημιουργηθῆναι. Καὶ ποία, ὡς ὀνειροπολοῦσιν, λοιδορία τῷ Πνεύματι αὐτοῦ τῷ παναγίῳ ἐκ τοῦ μὴ δημιουργῆσαι, εἴ γε ἄρα, κατ' αὐτοὺς, μὴ ἀῤῥήτως συνεργόν ἐστι τῷ Δημιουργῷ, ὡς ὁ Πατήρ; Ὅτι δὲ τοῦ μονογενοῦς αὐτοῦ Υἱοῦ Λόγου, καὶ τοῦ ἑνὸς ἁγίου Πνεύματος, πᾶσα ἐνέργεια καὶ δωρεὰ, δημιουργική τε, ἀγαθή τε καὶ τελεία, καὶ κοινὴ αὐτῶν ὑπάρχει, ἀνάγεται δὲ ὅλα εἰς τὸν ἕνα, ἐξ οὗ καὶ σὺν ᾧ ἀφράστως ἐξεφάνησαν αἱ μακάριαι ὑποστάσεις αὗται· ῥᾷστα ἂν καταμάθοι ὁ ἐξέτασίν τινα ἡσυχῆ ποιησάμενος τῶν σοφίας μεστῶν λογίων, τῶν τε ἐν διαφόροις τόποις τοῦδε τοῦ βιβλίου μνημονευθεισῶν, τῶν τε ἐν τῷ πρὸ αὐτοῦ. Καὶ Παῦλος δὲ, οὐ κρείττων ἢ κατ' ἀνθρώπους, ἀπέφηνεν τοῦτο φανερῶς διαβεβαιωσάμενος, Κορινθίοις μέν· « Ἀλλὰ ἀπελούσασθε, ἀλλὰ ἐδικαιώθητε, ἀλλὰ ἡγιάσθητε ἐν τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἐν τῷ Πνεύματι τοῦ Θεοῦ ἡμῶν. » Ἄθρει οὖν, ἄθρει, ὡς εἰ θεϊκὸν ὄνομα, ὥσπερ οὖν θεϊκὸν, τὸ τοῦ Υἱοῦ, ἐξάπαντος καὶ τὸ τοῦ ἁγίου Πνεύματος· ἓν γὰρ ἀμφοῖν αὐτῶν ἐδήλωσεν ὄνομα. Καὶ ὅτι, ὡς συγκτίσαν ἀῤῥήτως τὸ ἅγιον Πνεῦμα παρὰ τὴν ἀρχὴν, καὶ νῦν ἀνακτίζει. Τὸ γὰρ ἀπολούσασθαι, τὸ ἀνακτισθῆναι ἐσήμανεν. Τίτῳ δέ· « Ἀναγεννήσας ἡμᾶς διὰ λουτροῦ παλιγγενεσίας καὶ ἀνακαινίσεως Πνεύματος ἁγίου. » Οὐδὲν δὲ ἧττον καὶ ὁ Ἱεροψάλτης, τοὺς ἤδη ἐν γενέσει ὑπάρχοντας, νῦν κτιζομένους ἐν τῇ θείᾳ κολυμβήθρᾳ πνευματικῶς ἀξιοῖ εἰδέναι. Φησὶν γάρ· « Λαὸς ὁ κτιζόμενος αἰνέσει τὸν Κύριον. » Οὐκοῦν αἱ τὴν αὐτὴν τιμὴν καὶ ἐνέργειαν ἔχουσαι ὑποστάσεις [70 a] τὴν αὐτὴν ἐκληρώσαντο φύσιν, καὶ οὐδὲν θεότητι καὶ δυνάμει διαφέρουσιν ἀλλήλων, μόναι δὲ συμφύεσθαι, καὶ συντάττεσθαι, καὶ πανταχοῦ συνεπινοεῖσθαι δύνανται τῷ ἑνί· ὃς ἄμφω αὐτὸς, οὐχ ὢν αἱ ὑποστάσεις ἀμφοῖν, ἔχει ἐξ ἑαυτοῦ ἀνάρχως, καὶ ἐξ ἴσου, καὶ ὁμοίου, καὶ ἀλέκτως ἡνωμένας, καὶ συνεχεῖς τὰς ὑποστάσεις. Ἔτι πρὸς τοῖς λεχθεῖσιν· Πᾶν
ter; and let them marvel, instead of their present objects, at what is worthy to be marvelled at; and let them act better in the time hereafter—for there is no envy—and from the very things whereby, making an arrogant reproach, they harmed themselves, thence also let them carry off the benefit of repentance. For if this word, as indicating something befitting God, was used concerning God the Father and the Son, equally and similarly it would be understood concerning the Spirit of God. This then is one point; and another is, that none of the eternal things they mentioned has been called divine, or Holy Spirit proceeding from God, that is, one thing and not a multitude; nor is it ranked with the Father and the Son unto divine initiation and divine gift, nor—not to say many things—has it been deemed worthy of any other honour belonging to the Godhead. Another point besides these: God the Father was well pleased that all things should be created through [69 b] His Son, the Word. And what reproach, as they dream, is it to His all-holy Spirit from not creating, if indeed, according to them, He is not ineffably a fellow-worker with the Creator, as is the Father? And that every operation and gift of His only-begotten Son the Word and of the one Holy Spirit is creative, good, perfect, and common to them, while all things are referred to the One, from Whom and with Whom these blessed hypostases ineffably shone forth, he would most easily learn who quietly makes some examination of the oracles full of wisdom, both those mentioned in various places of this book and those in the one before it. And Paul, no better than according to human measure, declared this, affirming it plainly—to the Corinthians: 'But ye were washed, but ye were justified, but ye were sanctified in the name of our Lord Jesus Christ, and in the Spirit of our God' (1 Cor. 6:11). Consider then, consider, that if the name of the Son is divine, as indeed it is divine, altogether so too is that of the Holy Spirit; for he manifested one name for both of them. And that, as the Holy Spirit ineffably co-created in the beginning, so now too He re-creates. For 'to be washed' signified 'to be re-created'. And to Titus: 'Having regenerated us through the washing of regeneration and renewal of the Holy Spirit' (Tit. 3:5). And no less does the sacred Psalmist also deem those already in existence to be now spiritually created in the divine font. For he says: 'A people that is being created shall praise the Lord' (Ps. 101:19). Therefore the hypostases having the same honour and operation [70 a] have obtained the same nature, and differ in nothing from one another in Godhead and power, and alone are able to be united, ranked together, and everywhere conceived together with the One; Who Himself is both, without being the hypostases of both, and has from Himself without beginning, equally, similarly, and ineffably united and continuous, the hypostases. Further, in addition to what has been said: Every