τίονα· καὶ θαυμαζέτωσαν, ἀντὶ τῶν νῦν, ἃ θαυμάζειν ἄξιον· καὶ πραξάτωσαν βελτίω τὸν μετὰ ταῦτα χρόνον· φθόνος γὰρ οὐδείς· καὶ ἀφ' ὧν τὴν ἀλαζόνα μέμψιν ποιησάμενοι, ἑαυτοὺς ἔβλαψαν, ἐντεῦθεν καὶ τὸ τῆς μεταμελείας ὄφελος ἀπενεγκάσθωσαν. Εἰ γὰρ, ὡς θεοπρεπές τι ἐνδεικνυμένη ἡ λέξις αὕτη, ἐχρήσθη περὶ τοῦ Θεοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ, ἴσως καὶ ὁμοίως ἐκληφθείη ἂν περὶ τοῦ Πνεύματος τοῦ Θεοῦ. Ἓν μὲν δὴ τοῦτο· ἕτερον δὲ, ὅτι οὐδὲν ὧν ἐμνήσθησαν αἰωνίων, προσηγόρευται θεῖον, ἢ Πνεῦμα ἅγιον ἐκ τοῦ Θεοῦ ἐκπορευθὲν, ἤγουν ἕν τι, καὶ μὴ πλῆθος ὄν· οὐδὲ συντάττεται τῷ Πατρὶ καὶ τῷ Υἱῷ εἰς θείαν μυσταγωγίαν καὶ θεϊκὴν δωρεὰν, οὐδὲ ἄλλης τινὸς, ἵνα μὴ πολλὰ λέγω, θεότητι ἀνηκούσης τιμῆς ἠξίωται. Ἄλλο πρὸς τούτοις· Ὁ Θεὸς καὶ Πατὴρ εὐδόκησεν διὰ [69 b] τοῦ Υἱοῦ αὐτοῦ Λόγου πάντα δημιουργηθῆναι. Καὶ ποία, ὡς ὀνειροπολοῦσιν, λοιδορία τῷ Πνεύματι αὐτοῦ τῷ παναγίῳ ἐκ τοῦ μὴ δημιουργῆσαι, εἴ γε ἄρα, κατ' αὐτοὺς, μὴ ἀῤῥήτως συνεργόν ἐστι τῷ Δημιουργῷ, ὡς ὁ Πατήρ; Ὅτι δὲ τοῦ μονογενοῦς αὐτοῦ Υἱοῦ Λόγου, καὶ τοῦ ἑνὸς ἁγίου Πνεύματος, πᾶσα ἐνέργεια καὶ δωρεὰ, δημιουργική τε, ἀγαθή τε καὶ τελεία, καὶ κοινὴ αὐτῶν ὑπάρχει, ἀνάγεται δὲ ὅλα εἰς τὸν ἕνα, ἐξ οὗ καὶ σὺν ᾧ ἀφράστως ἐξεφάνησαν αἱ μακάριαι ὑποστάσεις αὗται· ῥᾷστα ἂν καταμάθοι ὁ ἐξέτασίν τινα ἡσυχῆ ποιησάμενος τῶν σοφίας μεστῶν λογίων, τῶν τε ἐν διαφόροις τόποις τοῦδε τοῦ βιβλίου μνημονευθεισῶν, τῶν τε ἐν τῷ πρὸ αὐτοῦ. Καὶ Παῦλος δὲ, οὐ κρείττων ἢ κατ' ἀνθρώπους, ἀπέφηνεν τοῦτο φανερῶς διαβεβαιωσάμενος, Κορινθίοις μέν· « Ἀλλὰ ἀπελούσασθε, ἀλλὰ ἐδικαιώθητε, ἀλλὰ ἡγιάσθητε ἐν τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἐν τῷ Πνεύματι τοῦ Θεοῦ ἡμῶν. » Ἄθρει οὖν, ἄθρει, ὡς εἰ θεϊκὸν ὄνομα, ὥσπερ οὖν θεϊκὸν, τὸ τοῦ Υἱοῦ, ἐξάπαντος καὶ τὸ τοῦ ἁγίου Πνεύματος· ἓν γὰρ ἀμφοῖν αὐτῶν ἐδήλωσεν ὄνομα. Καὶ ὅτι, ὡς συγκτίσαν ἀῤῥήτως τὸ ἅγιον Πνεῦμα παρὰ τὴν ἀρχὴν, καὶ νῦν ἀνακτίζει. Τὸ γὰρ ἀπολούσασθαι, τὸ ἀνακτισθῆναι ἐσήμανεν. Τίτῳ δέ· « Ἀναγεννήσας ἡμᾶς διὰ λουτροῦ παλιγγενεσίας καὶ ἀνακαινίσεως Πνεύματος ἁγίου. » Οὐδὲν δὲ ἧττον καὶ ὁ Ἱεροψάλτης, τοὺς ἤδη ἐν γενέσει ὑπάρχοντας, νῦν κτιζομένους ἐν τῇ θείᾳ κολυμβήθρᾳ πνευματικῶς ἀξιοῖ εἰδέναι. Φησὶν γάρ· « Λαὸς ὁ κτιζόμενος αἰνέσει τὸν Κύριον. » Οὐκοῦν αἱ τὴν αὐτὴν τιμὴν καὶ ἐνέργειαν ἔχουσαι ὑποστάσεις [70 a] τὴν αὐτὴν ἐκληρώσαντο φύσιν, καὶ οὐδὲν θεότητι καὶ δυνάμει διαφέρουσιν ἀλλήλων, μόναι δὲ συμφύεσθαι, καὶ συντάττεσθαι, καὶ πανταχοῦ συνεπινοεῖσθαι δύνανται τῷ ἑνί· ὃς ἄμφω αὐτὸς, οὐχ ὢν αἱ ὑποστάσεις ἀμφοῖν, ἔχει ἐξ ἑαυτοῦ ἀνάρχως, καὶ ἐξ ἴσου, καὶ ὁμοίου, καὶ ἀλέκτως ἡνωμένας, καὶ συνεχεῖς τὰς ὑποστάσεις. Ἔτι πρὸς τοῖς λεχθεῖσιν· Πᾶν
ter; and let them marvel, instead of their present objects, at what is worthy to be marvelled at; and let them act better in the time hereafter—for there is no envy—and from the very things whereby, making an arrogant reproach, they harmed themselves, thence also let them carry off the benefit of repentance. For if this word, as indicating something befitting God, was used concerning God the Father and the Son, equally and similarly it would be understood concerning the Spirit of God. This then is one point; and another is, that none of the eternal things they mentioned has been called divine, or Holy Spirit proceeding from God, that is, one thing and not a multitude; nor is it ranked with the Father and the Son unto divine initiation and divine gift, nor—not to say many things—has it been deemed worthy of any other honour belonging to the Godhead. Another point besides these: God the Father was well pleased that all things should be created through [69 b] His Son, the Word. And what reproach, as they dream, is it to His all-holy Spirit from not creating, if indeed, according to them, He is not ineffably a fellow-worker with the Creator, as is the Father? And that every operation and gift of His only-begotten Son the Word and of the one Holy Spirit is creative, good, perfect, and common to them, while all things are referred to the One, from Whom and with Whom these blessed hypostases ineffably shone forth, he would most easily learn who quietly makes some examination of the oracles full of wisdom, both those mentioned in various places of this book and those in the one before it. And Paul, no better than according to human measure, declared this, affirming it plainly—to the Corinthians: 'But ye were washed, but ye were justified, but ye were sanctified in the name of our Lord Jesus Christ, and in the Spirit of our God' (1 Cor. 6:11). Consider then, consider, that if the name of the Son is divine, as indeed it is divine, altogether so too is that of the Holy Spirit; for he manifested one name for both of them. And that, as the Holy Spirit ineffably co-created in the beginning, so now too He re-creates. For 'to be washed' signified 'to be re-created'. And to Titus: 'Having regenerated us through the washing of regeneration and renewal of the Holy Spirit' (Tit. 3:5). And no less does the sacred Psalmist also deem those already in existence to be now spiritually created in the divine font. For he says: 'A people that is being created shall praise the Lord' (Ps. 101:19). Therefore the hypostases having the same honour and operation [70 a] have obtained the same nature, and differ in nothing from one another in Godhead and power, and alone are able to be united, ranked together, and everywhere conceived together with the One; Who Himself is both, without being the hypostases of both, and has from Himself without beginning, equally, similarly, and ineffably united and continuous, the hypostases. Further, in addition to what has been said: Every