ἔχειν ἐπίγνωσιν· οὔτε δέ τις τύχοι ἂν μετοχῆς θεότητος ἀληθοῦς διὰ κτίσματος· δίδοται δὲ τὸ ἅγιον Πνεῦμα, οὐ κατατομῆς μερισμοῖς, ἀλλὰ τῷ λόγῳ τῆς μετουσίας, καὶ τοῦ μὴ νοεῖσθαι ἑτεροφυῶς, ἢ ἑτερογνώμως τοῦ Πατρὸς οἰκεῖν ἐν ἡμῖν. Ἔδειξε δὲ ἅμα ὁ τῆς βροντῆς υἱὸς, ὡς ἔνθα ἐστὶ τὸ ἅγιον Πνεῦμα, πάρεστιν ὁ Θεὸς Πατὴρ, οὗ Πνεῦμά ἐστιν· ὅπερ καὶ αὐτὸς ὁ Θεὸς προανεφώνησεν, εἰπών· « Ἐνοικήσω ἐν αὐτοῖς, καὶ ἐμπεριπατήσω· καὶ ἔσομαι αὐτῶν Θεὸς, καὶ αὐτοὶ ἔσονταί μου λαός. » Ὡς πάλιν τὸ ἀντικείμενον δηλοῖ, ὅτι Εἴ τις τὸ Πνεῦμα τοῦ Θεοῦ ὡς Θεὸν ἀληθινὸν οὐκ ἔχει, οὐδὲ τὸν Πατέρα ἔχει· παρ' οἷς δὲ μὴ οὗτός ἐστιν, οὐδὲν ἀληθὲς, οὐδ' ἀσφαλὲς, οὐδὲ βέβαιον. Ὡς τὸ ἔμπαλιν· Ὁστισοῦν λέγων περὶ αὐτοῦ, κἂν αἱρετικὸς ὢν τύχοι, ἐὰν ἐρωτηθῇ περὶ ποίου διαλέγεται πνεύματος, λέγῃ, « τοῦ ἁγίου· » καὶ εἰ αὖθις πάλιν πεῦσις αὐτῷ προσενεχθείη, « ποίου ἁγίου, » ἀνάγκη αὐτὸν εἰπεῖν εἰς φανερωτάτην δήλωσιν, « τοῦ Πνεύματος τοῦ Θεοῦ, » ὡς τῶν ἄλλων μὴ οὐσιωδῶς ὄντων αὐτοῦ. Μοχθηροὶ δὲ ἑαυτοῖς τε καὶ τοῖς ἀκούουσι γινόμενοι αἱρετικοὶ, βιαίοις ἐπιχειρήσεσιν συκοφαντοῦσι τοὺς ἡμῶν καὶ αὐτῶν ἀμείνους, καὶ μέγιστον διαφέροντας, καὶ περὶ τοῦ ἁγίου Πνεύματος χρήσαντας ἁγίους, οἷς οὐκ ἐναντία νομοθετητέον. Φασὶ γὰρ κατὰ λέξιν οὕτως· « Ὅταν οὖν λέγῃ ὁ Θεός· ‹ Ὁ παῖς μου Ἡσαΐας· › καί, ‹ Υἱὸς πρωτότοκός μου Ἰσραὴλ, › ἡ ‹ μου › συλλαβὴ ἔχειν τι κοινὸν τὴν ἀνθρωπείαν φύσιν πρὸς τὴν τοῦ Θεοῦ δείκνυσιν; Ὥσπερ οὖν, φησὶ, τοῦτο εἶπεν ὡς τοῦ εἶναι αὐτοῖς αἴτιος, οὕτως καὶ τὴν ψύχωσιν αὐτῶν, ‹ Πνεῦμά μου › προσεῖπεν. Εἴ τις δὲ αὐτοῖς τῆς ἀληθείας καὶ ἀκριβείας λόγος ὑπῆν, οὐκ ἂν τηλικαῦτα ἔπταιον. Πρῶτον μὲν γὰρ αὐτῷ τῷ φάναι, Ἡσαΐαν, καὶ, Ἰσραὴλ, ἀνθρώπους ἐδήλωσε· προσέθηκεν δὲ κατ' ἐξαίρετον αὐτοῖς τὸ « μοῦ » ὡς αὐτῷ ταῖς πράξεσι προσήκουσιν. Τὸν Ἡσαΐαν δὲ παῖδα ἐκάλεσε, τοῦτ' ἔστιν οἰκέτην· τὸν δὲ Ἰσραὴλ πρωτότοκον, ὡς πρῶτον ἀρξάμενον λατρεύειν αὐτῷ, καὶ ὄντα τῇ περὶ αὐτὸν διαθέσει, καὶ φροντίδι τοῦ Θεοῦ, ἐν τάξει υἱοῦ. Ὥστε τὸ « μοῦ, » ἐπὶ μὲν τοῦ ἀληθινοῦ υἱοῦ καὶ τοῦ ἀληθινοῦ Πνεύματος λεγόμενον παρὰ τοῦ Θεοῦ, τὴν οἰκείωσιν τῆς φύσεως δηλοῖ· ἐπὶ δὲ τῶν ἄλλων πάντων, τὸ αὐτῷ κατὰ δεσποτείαν ἢ πίστιν διαφέρειν· ὡς καὶ ἡμεῖς εἰώθαμεν λέγειν, ἐπὶ μὲν τῶν ὁμοουσίων ἡμῖν, « Ὁ υἱός μου, τὸ πνεῦμά μου· » ἐπὶ δὲ τῶν ἄλλων, « Ὁ ἀγρός μου, ὁ ἵππος μου, » ἀλλὰ καί, « ὁ Θεός μου. » Ὅν τρόπον γὰρ τὸν τῆς θείας φύσεως ἐνυπόστατον Λόγον, οὐ τὸ ἁπλῶς καὶ ἀπολελυμένως
knowledge; nor could anyone obtain participation in true deity through a creature; but the Holy Spirit is given, not by divisions of cutting up, but by the principle of participation, and so that He is not conceived as dwelling in us differently in nature or differently in mind from the Father. And at the same time the son of thunder showed that where the Holy Spirit is, there God the Father is present, Whose Spirit He is; which also God Himself proclaimed beforehand, saying: "I will dwell in them, and walk among them; and I will be their God, and they shall be My people." As again the opposite makes clear, that if anyone does not have the Spirit of God as true God, neither does he have the Father; and among those where He is not, there is nothing true, nor safe, nor firm. As on the contrary: whoever speaks about Him, even if he happens to be a heretic, if he is asked about which spirit he is discoursing, says, "the Holy"; and if again a further question is put to him, "which Holy?" he is compelled to say for clearest manifestation, "the Spirit of God," since the others are not His essentially. But heretics, becoming wicked to themselves and to their hearers, with violent attempts slander the saints who are better than us and them, and who differ greatly, and who gave oracles concerning the Holy Spirit, against whom we must not legislate contrary things. For they say verbatim thus: "When then God says, 'My servant Isaiah,' and, 'My firstborn son Israel,' does the syllable 'My' show that human nature has something in common with that of God? Just as, then, he says, He said this as being the cause of their existence, so also He called their animation 'My Spirit.'" Yet if they had any regard for truth and exactness, they would not have stumbled so greatly. For first, by the very fact of saying Isaiah and Israel, He signified human beings; and He added "My" to them by special distinction as belonging to Him by their deeds. And He called Isaiah servant, that is, household servant; and Israel firstborn, as having first begun to worship Him, and being, by his disposition towards Him and by God's care, in the rank of a son. So that "My," when spoken by God of the true Son and the true Spirit, signifies the kinship of nature; but of all other things, that they belong to Him by lordship or faith; as we too are accustomed to say, of those consubstantial with us, "My son, my spirit"; but of other things, "My field, my horse," and also, "my God." For in the same way as the subsistent Word of the divine nature, not merely and absolutely