Migne Reading Room

PG 39 · cols. 449–460 · Read from the page

On the Trinity, three books

On the Trinity, three books

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 39:449Read from the page
ανθρωπίαν τὴν τιμωρίαν. Ἔτι γε μὴν ἀκατάληπτον αὐτῆς ἐστιν καὶ τὸ πῶς ἓν ἔχει θέλημα, καὶ λαλεῖ, καὶ παρέχει κοινὸν ἑαυτῆς· καὶ ἐπισκέπτεται οὐ μᾶλλον εὐεξίαν σωμάτων, ἀλλ' αὐτὴν συντετριμμένην καρδίαν. Καὶ μὲν δὴ καὶ τοῦτο, πῶς ὑπάρχει ἀόρατος, καὶ σεραφικοῖς ὀφθαλμοῖς ἀπερίληπτος, λόγῳ καὶ τόπῳ ἀχώρητος, δυνάμει ἀμερὴς, ἀναφὴς, ἀμεγέθης· ἀβαθὴς, ἀπλατὴς, ἀνείδεος· [50 b] παντεπίσκοπος, παντεπήκοος, καὶ πάντων ἐλπίς· φωτὸς οὐρανίου ὑπὲρ τὸ πολὺ φωτεινοτέρα, καὶ παντὸς ὕψους, ὅσον οὐκ ἔστιν εἰπεῖν, ὑψηλοτέρα· καὶ παντὸς νοῦ ἀπείρῳ λόγῳ νοητικωτέρα. Πῶς γὰρ οὐχ ἔμελλεν τὰ τῆς Τριάδος πᾶσιν ἀκατάληπτα τυγχάνειν, ὅτε αὐτὴ πάντων ἐστὶ γενεσιουργὸς, καὶ ἀνωτάτω πάσης νοερᾶς, ἔτι μὴν καὶ νοητῆς κτίσεως, μεθ' ἣν ἐπέκεινα παντελῶς οὐδὲν, πάντα δὲ μᾶλλον ὑπ' αὐτῇ, καὶ δι' αὐτὴν, καὶ ὑπὸ πόδας αὐτῆς, ὡς ποιήματα; Προκατήρξατο γὰρ εὐδοκήσας ὁ Πατήρ· ἐδημιούργησεν δὲ ὁ Μονογενής· ἡγίασεν δὲ τὸ Πνεῦμα τοῦ Θεοῦ, καὶ τῷ ἁγιασμῷ αὐτοῦ ἐτελείωσεν, ἐφώτισεν, ἐνεδυνάμωσεν, ἐζωοδότησεν· ἐν πᾶσιν καὶ ἐν ἑκάστῳ ὅλον ὑπάρχον, καὶ ὑπὸ ὅλων ὅλον μετεχόμενον καὶ χωρούμενον δι' ἀγαθότητα· καὶ μὴ μεριζόμενον, μήτε μετερχόμενον, ἢ μεταβαλλόμενον· ἀλλ' ἀεὶ πᾶσιν ἐπιπνέον ὁμοίως, καὶ οὐκ ἐν μέρει, καὶ φυλάττον τὴν οἰκείαν ἄχραντον ἀπὸ τῶν σωμάτων καθαρότητα, πάντα τε θείως
...of mankind, the punishment. Moreover, it is also incomprehensible of It how It has one will, and speaks, and imparts a share of Itself; and visits not so much a good condition of bodies, as the contrite heart itself. And indeed this too, how It is invisible, and uncircumscribed even by seraphic eyes, uncontainable by word and place, indivisible in power, intangible, without magnitude; without depth, without breadth, without form; [50 b] all-overseeing, all-hearing, and the hope of all; brighter beyond measure than heavenly light, and higher than all height beyond what can be spoken; and more intelligent than every mind in an infinite degree. For how would the things of the Trinity not be incomprehensible to all, when It is the producer of all things, and supreme above every intellectual, and moreover every intelligible creation, beyond which there is nothing at all, but rather all things are under It, and through It, and under Its feet, as things made? For the Father initiated by His good pleasure; the Only-begotten created; and the Spirit of God sanctified, and by His sanctification perfected, illuminated, strengthened, and gave life; existing whole in all and in each, and wholly participated in and received by all on account of goodness; and neither divided, nor passing from place to place, nor changing; but ever breathing upon all alike, and not in part, and guarding Its own undefiled purity from bodies, and divinely...
PG 39:452Read from the page
καταλάμπον, καὶ πανταχοῦ πληθύον ἁγιασμὸν, ἀγάπην, εἰρήνην, σοφίαν, χαρὰν, ἀσφάλειαν, καὶ πᾶν ἀγαθὸν, ἅτε ἐκ τῆς πατρικῆς ἐνυποστάτως ἐκλάμψαν πηγῆς· δι' οὗ καὶ δι' ὃ ἡμῖν πλησιάζει ὁ Θεὸς καὶ Πατὴρ, μεθ' οὗ καὶ ἐν οὐρανοῖς ἐστιν, καὶ παρ' ἡμῖν μένει· δυναμένης μὲν ἑκάστης θείας ὑποστάσεως ἀπροσδεῶς πάντα ποιῆσαι τελείως· ἵνα δὲ δειχθῇ τὸ συμπρακτικὸν καὶ ἀπαράλλακτον τῆς τε οὐσίας αὐτῶν, τῆς τε προσκυνήσεως, καὶ δόξης, καὶ εὐχαριστίας τῆς ὀφειλούσης παρ' ἡμῶν γίνεσθαι, διὰ τοῦτο κοινῇ παρὰ τῆς ἁγίας Τριάδος τῆς κτίσεως πληρωθείσης. [51 a] Παριστῶν γοῦν τὸ τριαδικῶς διακεκοσμῆσθαι τὴν κτίσιν, ψάλλει· « Τῷ λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ Πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσαι αἱ δυνάμεις αὐτῶν. » Εἶπεν γὰρ Κύριον μὲν τὸν Θεὸν Πατέρα· Λόγον δὲ τὸν μονογενῆ Υἱὸν, δι' οὗ καὶ παρ' οὗ ἐκτίσθησαν· Πνεῦμα δὲ τὸ ἐνυπόστατον ἅγιον Πνεῦμα τοῦ Θεοῦ, παρ' οὗ ἁγιασθέντες ἐνεδυναμώθησαν. Αὐτὸ γάρ ἐστιν τὸ θεῖκὸν ὄνομα, τὸ παντοκρατορικὸν καὶ ὑπερέχον ἀξίωμα, τὸ σὺν Πατρὶ καὶ Υἱῷ μνημονευόμενον καὶ συνδοξαζόμενον· τὸ ἁγιαστικὸν, καὶ ζωοποιὸν, καὶ φωτὸς οὐρανίου μεταδοτικόν· τὸ φρουρητικὸν ἑκάστων τῆς ἐν ταυτότητι διαμονῆς· τὸ προφήταις καὶ ἀποστόλοις ἐνηχῆσαν, καὶ μάρτυρας ἀντιστῆναι τυραννικῇ ὠμότητι ἐνισχύσαν· τὸ ἀνακαινίζον καὶ ἐλευθεροῦν ὡς Κύριος, καὶ υἱοὺς Θεοῦ ἡμᾶς ποιοῦν ὡς Πνεῦμα υἱοθεσίας· τὸ ἀπελαῦνον τῷ φωτίσματι δαιμόνων στίφη, καὶ τὸν ἀντικείμενον καταισχύνον· τὸ ἀναπετάζον ἡμῖν τὰς οὐρανῶν πύλας, καὶ ἄγον ἐπὶ τὴν εἴσοδον τῆς σωτηρίας, καὶ τῆς ἀγγέλων πολιτείας καὶ ὑμνῳδίας ἐργαζόμενον κοινωνούς· τὸ γινόμενον ἡμῖν τρίβος ἀποφέρουσα πρὸς αὐτὸν τὸν ἐπουράνιον Θεὸν καὶ Πατέρα· ἡ αὐτεξούσιος καὶ ὑπερβάλλουσα γαληνοτάτη ἐπιφάνεια· ἡ γόνιμος, καὶ ἄπειρος, καὶ σωστικὴ δύναμις· ἡ ἀμεγέθης, καὶ ἀσύγκριτος, καὶ σεπτὴ ὑπόστασις· ἡ ἄχραντος, καὶ ἔγκριτος, καὶ πάναγνος δόξα· ἡ θεία χάρις, ἡ τὰ λείποντα ἀναπληροῦσα, καὶ τὰ ἀσθενῆ ἰωμένη· ἡ ἄῤῥητος καὶ ἀΐδιος ἀγαθότης· ἡ πηγὴ τῶν ἀνεκλείπτων χαρισμάτων, καὶ παντὸς ἀγαθοῦ νοῦ πρόοδος· ἡ μελλόντων καὶ ἀγνώστων ἀληθὴς φανέρωσις· ἡ [51 b] σωτήριος σφραγὶς, καὶ τὸ θεῖον χρίσμα· ὁ ἀῤῥαβὼν τῶν ἀϊδίων ἀγαθῶν· παρ' οὗ πᾶσα κτίσις, ὁρατὴ καὶ ἀόρατος, λογικὴ καὶ μὴ λογικὴ, ἐνδυναμοῦται· παρ'
...shining upon, and everywhere multiplying sanctification, love, peace, wisdom, joy, security, and every good thing, inasmuch as It shone forth hypostatically from the paternal fountain; through Whom and on account of Whom God and the Father draws near to us, with Whom He is both in the heavens and abides with us; each divine hypostasis being able without need of another to make all things perfectly; yet in order that the joint operation and exact likeness both of their substance and of the worship, glory, and thanksgiving due from us might be shown, on this account creation was filled in common by the Holy Trinity. [51 a] Demonstrating therefore that creation has been ordered in a Trinitarian manner, he sings in the Psalms: 'By the word of the Lord were the heavens established, and by the Spirit of his mouth all their powers.' For he called God the Father 'Lord'; the Only-begotten Son 'Word', through Whom and by Whom they were created; and the hypostatic Holy Spirit of God 'Spirit', by Whom being sanctified they were strengthened. For He is the divine name, the almighty and pre-eminent dignity, remembered and glorified together with the Father and the Son; the sanctifying, and life-giving, and imparting of heavenly light; the guardian of each one's continuance in identity; that which sounded within prophets and apostles, and strengthened martyrs to withstand tyrannical cruelty; that which renews and sets free as Lord, and makes us sons of God as Spirit of adoption; that which drives away bands of demons by illumination, and puts the adversary to shame; that which opens wide to us the gates of the heavens, and leads to the entrance of salvation, and makes us partakers of the citizenship and hymnody of angels; that which becomes for us a path leading back to the heavenly God and Father Himself; the sovereign and surpassing most serene manifestation; the fruitful, and infinite, and saving power; the without-magnitude, and incomparable, and august hypostasis; the undefiled, and pre-eminent, and all-pure glory; the divine grace, supplying what is lacking and healing what is weak; the ineffable and eternal goodness; the fountain of unfailing gifts, and the procession of every good mind; the true revelation of things future and unknown; the [51 b] saving seal, and the divine anointing; the earnest of eternal goods; by Whom all creation, visible and invisible, rational and irrational, is strengthened; by...
PG 39:453Read from the page
οὗ ἡμῖν ἡ θεία ἀναγέννησις, καὶ τῶν ἀνομιῶν ἡ ἄφεσις, καὶ τῶν ἁμαρτιῶν ἡ ἐπικάλυψις, καὶ ἡ πρὸς τὸν Θεὸν οἰκείωσις· στέφανός τε δικαίοις, καὶ ἀγαθῶν ἀπόληψις· οὐράνιόν τε ἐνδιαίτημα, καὶ ζωὴ ἀτελεύτητος, καὶ βασιλείας Θεοῦ κληρονομία αἰώνιος· οὗτινος τῆς κοινωνίας διὰ τῆς παλιγγενεσίας ὁ μετέχων, τυγχάνει τῶν μνημονευθέντων ἀγαθῶν, καὶ πρὸς τὰς καθολικὰς Ἐπιστολὰς, θείας ἐστὶ κοινωνὸς φύσεως. Ὁ γὰρ ἀφθάρτου καὶ ἀϊδίου φωτίσματος μετειληφὼς, ἀγήρως κατὰ τὸ νοητὸν μένει ἐν νεότητι καὶ ἠπιότητι, καὶ ἐξομοιοῦται τῷ μόνῳ ἔχοντι ἀθανασίαν, καὶ φῶς οἰκοῦντι ἀπρόσιτον. Οἱ γὰρ τῆς Ἀρχαίας καὶ Νέας Διαθήκης ἱερομάνται, τῆς ἀνωτάτω μιᾶς θείας φύσεως εἶναι τὸ ἅγιον Πνεῦμα ἐπίστανται. Αὐτίκα γοῦν μαρτυροῦσιν·
...Whom we have divine regeneration, and the remission of lawlessnesses, and the covering of sins, and intimacy with God; and a crown for the righteous, and enjoyment of good things; and a heavenly dwelling, and unending life, and an eternal inheritance of the kingdom of God; he who partakes of whose communion through the new birth obtains the aforementioned good things, and, according to the Catholic Epistles, is a sharer of the divine nature. For he who has partaken of the incorruptible and eternal illumination remains ageless in his intelligible nature in youth and gentleness, and is assimilated to Him who alone has immortality and dwells in unapproachable light. For the sacred seers of the Old and New Testaments know that the Holy Spirit is of the one supreme divine nature. Straightway, then, they bear witness:
ΚΕΦ. Β΄.
Chapter II.
Περὶ τοῦ τὸ ἅγιον Πνεῦμα εἶναι τοῦ Θεοῦ. Καὶ περὶ αἱρετικῆς ἀντιθέσεως.
That the Holy Spirit is of God. And concerning a heretical objection.
Πρῶτον μὲν, ὅτι Πνεῦμά ἐστιν τοῦ Θεοῦ, καὶ ἐκ τοῦ Θεοῦ, εἰ καὶ μὴ μετ' αὐτὸν, καὶ μόνον εἰδὸς τὰ τοῦ Θεοῦ, καὶ ἐπὶ πάντας τυγχάνον· λέγουσι τοιάδε· Μωϋσῆς μὲν ἐν τῇ Γενέσει ἐκ προσώπου τοῦ Θεοῦ· « Οὐ μὴ καταμείνῃ τὸ Πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις εἰς τὸν αἰῶνα, διὰ τὸ εἶναι αὐτοὺς σάρκας· » Ἀγγαῖος ὁμοίως ἀπὸ θεϊκῆς φωνῆς· « Ἐγώ εἰμι μεθ' ὑμῶν, καὶ τὸ Πνεῦμά μου ἐφέστηκεν ἐν μέσῳ ὑμῶν· » Ζαχαρίας ὁμοίως· « Πλὴν ἀκούσατε τοὺς λόγους μου, καὶ τὰ νόμιμά μου δέχεσθε, ἃ ἐγὼ ἐντέλλομαι ἐν Πνεύματί μοῦ τοῖς δούλοις μου τοῖς προφήταις· » Ἠσαΐας ἀπὸ τοῦ Πατρὸς πρὸς τὸν Υἱόν· « Τὸ Πνεῦμα τὸ ἐμὸν, ὃ [52 a] ἐστιν ἐπὶ σοὶ, καὶ τὰ ῥήματα, ἃ δέδωκα εἰς τὸ στόμα σου, οὐ μὴ ἐκλείπῃ ἐκ τοῦ στόματός σου, καὶ ἐκ τοῦ στόματος τοῦ σπέρματός σου· » σπέρμα λέγων αὐτοῦ, τοὺς
First, that He is the Spirit of God, and from God, even though not after Him, and alone knowing the things of God, and being over all; they say such things as these: Moses in Genesis in the person of God: 'My Spirit shall not abide in these men for ever, because they are flesh'; Haggai likewise from a divine utterance: 'I am with you, and my Spirit stands in the midst of you'; Zechariah likewise: 'Nevertheless hear my words, and receive my ordinances, which I command by my Spirit to my servants the prophets'; Isaiah from the Father to the Son: 'My Spirit, which [52 a] is upon thee, and the words which I have put in thy mouth, shall not fail from thy mouth, and from the mouth of thy seed', calling His seed those...
Notes, col. 453

On the reading

Printed μοῦ, for μου.

PG 39:456Read from the page
πιστοὺς, οὓς καὶ εἰς υἱοθεσίαν ἐκάλεσεν. Καὶ πάλιν ἀπὸ τοῦ Υἱοῦ· « Πνεῦμα Κυρίου ἐπ' ἐμέ. » Ἐκπεπεράνθαι δὲ ταῦτα ἐν τῇ οἰκονομίᾳ, Ματθαῖος οὕτως εἶπεν· « Ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ Ἠσαΐου τοῦ προφήτου, λέγοντος· Ἰδοὺ ὁ παῖς μου, ὃν ᾑρέτισα, ὁ ἀγαπητός μου, εἰς ὃν εὐδόκησεν ἡ ψυχή μου· θήσω τὸ Πνεῦμά μου ἐπ' αὐτόν· » καὶ πάλιν ἀπὸ τοῦ Πατρός· « Πνεῦμα γὰρ ἐξ ἐμοῦ ἐξελεύσεται. » Καὶ ἐν τῷ Ἰεζεκιὴλ ὁ ὕψιστος Πατὴρ, τὸ μὲν ἡμέτερον πνεῦμα, ἡμῶν πνεῦμα· τὸ δὲ ἅγιον Πνεῦμα, ἴδιον ἑαυτοῦ ἐξονομάζει, ἅτε ἐξ αὐτοῦ ἐκπορευθὲν κατὰ φύσιν· « Καὶ δώσω ὑμῖν καρδίαν καινὴν, καὶ πνεῦμα καινόν· καὶ ἀφελῶ τὴν καρδίαν τὴν λιθίνην ἐκ τῆς σαρκὸς ὑμῶν, καὶ δώσω ὑμῖν καρδίαν σαρκίνην, καὶ τὸ Πνεῦμά μου δώσω ἐν ὑμῖν· » καὶ ἐν τῷ Ἰωήλ· « Ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα. » Καὶ ταῦτα τετελέσθαι Παῦλος ἔγραψεν Τίτῳ· « Ὅτε ἐπεφάνη ἡ χάρις ἡ σωτήριος ἡμῶν, οὐκ ἐξ ἔργων, ὧν ἐποιήσαμεν ἡμεῖς, ἀλλὰ κατὰ τὸ πολὺ αὐτοῦ ἔλεος ἀναγεννήσας ἡμᾶς διὰ λουτροῦ παλιγγενεσίας, καὶ ἀνακαινώσεως Πνεύματος ἁγίου, οὗ ἐξέχεεν ἐφ' ἡμᾶς πλουσίως διὰ Ἰησοῦ Χριστοῦ. » Πότε δὲ ἐξέχεεν; Ὅτε ὁ Χριστὸς ἐμφυσῶν, ἔλεγεν· « Λάβετε Πνεῦμα ἅγιον. » Εὖ δὲ καὶ τὸ, ἐξέχεεν, ἅτε ὕδωρ ἐξ αὐτοῦ ὁμοουσίως ἐκπορευθὲν, καὶ μύρον θεῖκὸν, καθὰ εὐκαίρως ἐν τοῖς ἁρμόζουσιν τόποις δειχθήσεται πρὸς ἡμῶν· καὶ τὸ, « Ἐπὶ πᾶσαν σάρκα. » Αἱ γὰρ λέξεις αὗται, ἐπὶ τῆς ἐν ὁμάδι μεθεκτῆς οὐσίας τῆς ἁγίας Τριάδος ἁρμόζουσιν, ἀλλ' οὐκ ἐπὶ κτιστῆς ἀμεθέκτου λογικῆς φύσεως. Οὐ γάρ που [52 b] ἐγράφη, οὔτε λέγειν πειθανὸν, Ἐκχεῶ ἀπὸ τοῦ ἀρχαγγέλου, καὶ οὐδὲ οὕτως ἀπολελυμένως, ἀλλ', « Ἐπὶ πᾶσαν σάκρα. » Καὶ Δαυῒδ δὲ ἱκετεύων βοᾷ· « Τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ εμοῦ· » καὶ πάλιν· « Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ· » καὶ Ματθαῖος ἀπὸ τοῦ Υἱοῦ· « Οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρός μου τὸ λαλοῦν ἐν ὑμῖν· » ὅ ἐστιν, Οὐχ ὑμεῖς οἱ κτιστοὶ, ἀλλὰ τὸ ἄκτιστον Πνεῦμα τοῦ Θεοῦ. Γράφει δὲ καὶ Παῦλος, πρὸς μὲν Κορινθίους ἐν τῇ πρώτῃ Ἐπι-
...faithful, whom He also called to adoption as sons. And again from the Son: 'The Spirit of the Lord is upon me.' And that these things were accomplished in the dispensation, Matthew spoke thus: 'That what was spoken through Isaiah the prophet might be fulfilled, saying: Behold my servant, whom I have chosen, my beloved, in whom my soul is well pleased; I will put my Spirit upon him'; and again from the Father: 'For the Spirit shall go forth from me.' And in Ezekiel the Most High Father names our spirit 'your spirit', but the Holy Spirit His own, inasmuch as He proceeded from Him according to nature: 'And I will give you a new heart, and a new spirit; and I will take away the stony heart out of your flesh, and I will give you a heart of flesh, and I will put my Spirit within you'; and in Joel: 'I will pour out of my Spirit upon all flesh.' And that these things were fulfilled, Paul wrote to Titus: 'When our saving grace appeared, not by works which we had done, but according to His great mercy He saved us, regenerating us through the washing of regeneration and renewal of the Holy Spirit, whom He poured out upon us richly through Jesus Christ.' And when did He pour Him out? When Christ, breathing on them, said: 'Receive the Holy Spirit.' Well said also is 'He poured out', inasmuch as He is water proceeding consubstantially from Him, and divine ointment, as will be shown by us opportunely in the fitting places; and 'Upon all flesh.' For these expressions befit the substance of the Holy Trinity that is wholly participable, but not a created, imparticipable rational nature. For nowhere [52 b] has it been written, nor is it plausible to say, 'I will pour out from the archangel', nor even thus absolutely, but, 'Upon all flesh.' And David also entreating cries out: 'Take not Thy Holy Spirit away from me'; and again: 'Thy good Spirit shall lead me in a straight land'; and Matthew from the Son: 'For it is not you who speak, but the Spirit of my Father who speaks in you'; which is, Not you who are created, but the uncreated Spirit of God. And Paul writes, to the Corinthians in the first Epi...
Notes, col. 456

On the reading

Printed σάκρα, for σάρκα.

Printed ἀπ εμοῦ, for ἀπ' ἐμοῦ.

PG 39:457Read from the page
στολῇ· « Ἃ ὀφθαλμὸς οὐκ εἶδεν, καὶ οὖς οὐκ ἤκουσεν, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη· ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτὸν, ἡμῖν δὲ ἀπεκάλυψεν ὁ Θεὸς διὰ τοῦ Πνεύματος αὐτοῦ. Τὸ Πνεῦμα πάντα ἐρευνᾷ καὶ τὰ βάθη τοῦ Θεοῦ. Τίς γὰρ οἶδεν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ; Οὕτω καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς οἶδεν, εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ. Ἡμεῖς δὲ οὐ πνεῦμα τοῦ κόσμου ἐλάβομεν, ἀλλὰ τὸ Πνεῦμα τὸ ἐκ τοῦ Θεοῦ· ἵνα ἴδωμεν τὰ ὑπὸ τοῦ Θεοῦ χαρισθέντα ἡμῖν. » Τὰ ἡτοιμασμένα παρὰ τοῦ Θεοῦ ἀγαθὰ εἶπεν, ὅτι τὸ Πνεῦμα ἀπεκάλυψεν ὡς συνδοτήρ· καὶ Πνεῦμα αὐτοῦ, κατὰ ἀντιπαράθεσιν τοῦ ἡμετέρου πνεύματος. Καὶ ἐπασφαλιζόμενος αὖθις τὸ μὴ νομίζεσθαι αὐτὸ ὡς ἄγγελον, ἢ ἄλλο πνεῦμα κτιστὸν, ἐπήγαγεν· « Οὐ πνεῦμα τοῦ κόσμου ἐλάβομεν » (τοῦτ' ἔστιν γενητὸν), « ἀλλὰ τὸ Πνεῦμα τὸ ἐκ τοῦ Θεοῦ· » τοῦτ' ἔστιν, ἐξ ὑπολειπομένων, τὸ ἐκ τοῦ Θεοῦ τῆς ὑποστάσεως ἐκπορευθέν· καὶ ὡς αὐτὸ μόνον οἶδε τὰ τοῦ Θεοῦ, ὡς Κύριος καὶ ἔχον ὡσαύτως τῇ φύσει πρὸς τὸν Πατέρα. Ὁ γὰρ « δοῦλος, » ὡς ἐν Εὐαγγελίῳ λέγει, « οὐκ οἶδε τί ποιεῖ ὁ κύριος αὐτοῦ. » Οὐκ ἔτι δὲ ὡς ἐπὶ τοῦ ἀνθρώπου εἶπε τὸ, « Κατοικοῦν ἐν τῷ Θεῷ, » ἵνα μὴ σύνθετος νομισθείη ὁ ἀσύνθετος Θεός. Πρὸς δὲ Ἐφεσίους· « Μὴ λυπεῖτε τὸ Πνεῦμα τὸ ἅγιον τοῦ Θεοῦ, ἐν ᾧ ἐσφραγίσθητε εἰς ἡμέραν ἀναπολυτρώσεως· » πρὸς δὲ Ῥωμαίους· « Ὑμεῖς οὐκ ἐστὲ ἐν σαρκὶ, ἀλλ' ἐν Πνεύματι, εἴπερ Πνεῦμα Θεοῦ οἰκεῖ ἐν ὑμῖν· εἰ δέ τις Πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ· » πρὸς δὲ Γαλάτας· « Ὅτι δέ ἐστε υἱοὶ, ἐξαπέστειλεν ὁ Θεὸς τὸ Πνεῦμα τοῦ Υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας ὑμῶν, κράζον Ἀββᾶ ὁ Πατήρ· » πρὸς δὲ Φιλιππησίους· « Οἶδα γὰρ, ὅτι τοῦτό μοι ἀποβήσεται εἰς σωτηρίαν, διὰ τῆς ὑμῶν δεήσεως, καὶ ἐπιχορηγίας τοῦ Πνεύματος Ἰησοῦ Χριστοῦ. » Ἄθρει δὴ οὖν, ὡς καὶ μόνον τὸ φάναι αὐτὸ « Πνεῦμα τοῦ Θεοῦ, » καὶ ἡ προσθήκη δὲ τοῦ ἄρθρου τοῦ « μοῦ » καὶ « σοῦ, » καὶ τοῦτο τηλαυγῶς ἐσήμανεν, ὅτι καὶ ἄκτι-
[Apostle?]: "What eye has not seen, and ear has not heard, and has not entered into the heart of man, what God has prepared for those who love Him, God has revealed to us through His Spirit. The Spirit searches all things, even the depths of God. For who among men knows the things of a man, except the spirit of man that is in him? Thus also no one knows the things of God, except the Spirit of God. Now we have not received the spirit of the world, but the Spirit Who is from God, that we may see the things freely given to us by God." He said that the good things prepared by God were revealed by the Spirit as co-giver; and His Spirit, by way of contrast with our spirit. And securing this again so that He should not be thought to be as an angel, or another created spirit, he added: "We have not received the spirit of the world" (that is, generated), "but the Spirit Who is from God," that is, of the things remaining, the One Who proceeded from the hypostasis of God; and that He alone knows the things of God, as Lord and having the same relation in nature towards the Father. For the "servant," as He says in the Gospel, "does not know what his master is doing." Nor again did he say, as of man, "Dwelling in God," lest the uncompounded God should be thought compounded. And to the Ephesians: "Do not grieve the Holy Spirit of God, in Whom you were sealed unto the day of redemption"; and to the Romans: "You are not in the flesh, but in the Spirit, if indeed the Spirit of God dwells in you; but if anyone does not have the Spirit of Christ, he is not His"; and to the Galatians: "And because you are sons, God has sent forth the Spirit of His Son into your hearts, crying, Abba, Father"; and to the Philippians: "For I know that this will turn out for my salvation through your prayer and the supply of the Spirit of Jesus Christ." Consider then, how even the mere saying "Spirit of God," and the addition of the article "My" and "Thy," even this clearly signified that He is both uncrea-
PG 39:460Read from the page
στόν ἐστι, καὶ Θεὸς τοὔνομα ἔχον οὐκ ἐπακτὸν, ἀλλ' ἀπὸ τοῦ εἶναι ἐκεῖνο φυσικῶς, τοῦτο ὅπερ καὶ προσηγόρευται. Καὶ τὸ γεγράφθαι δὲ αὐτὸ, « Πνεῦμα τοῦ Υἱοῦ, » ὁμοίως τὴν πρὸς αὐτὸν κοινωνίαν τῆς φύσεως ἐδήλωσε, καὶ ὥστε μὴ κτίσμα αὐτοῦ νομισθῆναι. Πῶς γὰρ ἂν τῷ ἰδίῳ Πατρὶ, ὡς οὐκ ἔχοντι πρὸ τούτου ἐξ ἑαυτοῦ, ἔκτισεν ὁ Υἱὸς τοῦθ' ὅπερ ἐστί τε καὶ γέγραπται Πνεῦμα Θεοῦ; Ὅπερ οὐ βλάσφημόν ἐστι μόνον, ἀλλὰ καὶ ἠλίθιον. Νοηθείη δὲ ἂν « Πνεῦμα Χριστοῦ, » τοῦτ' ἔστι δύναμις Χριστοῦ, ὃν τρόπον εἴρηται· Χριστὸν Θεοῦ δύναμιν, καὶ Θεοῦ σοφίαν. Ἐπειδὴ γὰρ ἐκ τοῦ ἑνὸς Πατρὸς φύσει, καὶ οὐ δημιουργικῇ ἐνεργείᾳ, προῆλθον αἱ μακάριαι ὑποστάσεις αὗται, εἰς τὸν αὐτὸν ἕνα ἀνάγονται. Ἵνα γὰρ μή τις ὑποπτεύσῃ ἀρχὴν αὐτοῦ εἶναι ἢ πέρας, ἀλλ' ἀπὸ τῆς κατὰ τὴν φύσιν αὐτοῦ προόδου πιστεύσῃ ἀληθῶς αὐτὸ Πνεῦμα εἶναι τοῦ Θεοῦ, ἀναπνευσθὲν ἀνάρχως, καὶ οὐ γενόμενον, ὡς ἓν τῶν ἄλλων λειτουργικῶν πνευμάτων· διδάσκων ὁ Κύριος ἐν τῷ κατὰ Ἰωάννην Εὐαγγελίῳ, λέγει· « Τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται. » Οὐκ εἶπε δὲ, κτίζεται. Πᾶσα μὲν γὰρ γέννησις καὶ ἐκπόρευσις, διὰ τῶν ἴσων καὶ ὁμοίων ἐπιτελεῖται· μάλιστα δὲ διαφερόντως ἡ ἀπὸ τοῦ ἑνὸς Πατρὸς καθ' ἕνωσιν τῆς ἑαυτοῦ θεότητός ἐστι γέννησις καὶ ἐκπόρευσις. Ἀλλ' ἐπὶ μὲν τῶν κτισμάτων ἡγεῖται τῷ χρόνῳ ὁ πρωτότυπος· ἐπὶ δὲ τοῦ Θεοῦ οὐχ οὕτως, ἀλλὰ συνυφεστώτως καὶ συμπροεληλυθότως. Συνᾴδων δὲ τῷ Κυρίῳ καὶ Ἰωάννης ἐκήρυξε τοῦ ἁγίου Πνεύματος τὸ πρὸς τὸν Πατέρα ἴσον καὶ ἀπαράλλακτον, ὅλον, ὡς ἂν εἴποι τις, τὸν ἀπερίγραφον Θεὸν Πατέρα περιλαμβάνον, καὶ παρὰ πιστοῖς εὑρισκόμενον δείκνυσιν, εἰπών· « Ἐν τούτῳ γὰρ γινώσκομεν, ὅτι ἐν αὐτῷ μένομεν, καὶ αὐτὸς ἐν ἡμῖν, ἐκ τοῦ Πνεύματος αὐτοῦ, οὗ ἔδωκεν ἡμῖν· » ὃν τρόπον ὁ Υἱὸς εἶπεν· « Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα· » καί, « Ἐγὼ παρὰ τοῦ Πατρὸς ἐξῆλθον. » Οὐδὲν γὰρ ὅλως κατ' οὐσίαν, ἢ κατὰ χρόνον, ἢ δόξαν ὕφεσιν ἔχον, δύναται τὴν ὅλην ἐκφαίνειν ἀλήθειαν, ἢ ὁμοειδὲς τυγχάνειν, καὶ ἴσην
-ted, and God, having the name not as something imported, but from being naturally that which it is also called. And that it is written, "Spirit of the Son," likewise showed the communion of nature with Him, and so that He should not be thought a creature of His. For how could the Son have created for His own Father, as if He did not have it from Himself before this, that which both is and is written Spirit of God? Which is not only blasphemous, but also foolish. And "Spirit of Christ" might be understood, that is, power of Christ, in the manner in which it was said: Christ the power of God, and wisdom of God. For since from the one Father by nature, and not by creative energy, these blessed hypostases came forth, they are referred back to the same one. For lest anyone suspect that there is a beginning or end of Him, but from His procession according to nature believe that He is truly Spirit of God, breathed forth without beginning, and not made, as one of the other ministering spirits; the Lord teaching in the Gospel according to John says: "The Spirit of truth, Who proceeds from the Father." He did not say, is created. For every generation and procession is accomplished through things equal and similar; especially and pre-eminently the generation and procession from the one Father according to the unity of His own Godhead. Yet in the case of creatures the prototype precedes in time; but in the case of God not so, but co-subsisting and coming forth together. And in harmony with the Lord, John also proclaimed the equality and invariability of the Holy Spirit towards the Father, embracing, as one might say, the whole uncircumscribed God the Father, and shows that He is found among the faithful, saying: "For in this we know that we abide in Him, and He in us, from His Spirit, Whom He has given us"; in the manner in which the Son said: "He who has seen Me has seen the Father"; and, "I came forth from the Father." For nothing at all that has inferiority in essence, or in time, or in glory, can manifest the whole truth, or be of like form, and equal