Migne Reading Room

PG 39 · cols. 461–472 · Read from the page

On the Trinity, three books

On the Trinity, three books

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 39:461Read from the page
ἔχειν ἐπίγνωσιν· οὔτε δέ τις τύχοι ἂν μετοχῆς θεότητος ἀληθοῦς διὰ κτίσματος· δίδοται δὲ τὸ ἅγιον Πνεῦμα, οὐ κατατομῆς μερισμοῖς, ἀλλὰ τῷ λόγῳ τῆς μετουσίας, καὶ τοῦ μὴ νοεῖσθαι ἑτεροφυῶς, ἢ ἑτερογνώμως τοῦ Πατρὸς οἰκεῖν ἐν ἡμῖν. Ἔδειξε δὲ ἅμα ὁ τῆς βροντῆς υἱὸς, ὡς ἔνθα ἐστὶ τὸ ἅγιον Πνεῦμα, πάρεστιν ὁ Θεὸς Πατὴρ, οὗ Πνεῦμά ἐστιν· ὅπερ καὶ αὐτὸς ὁ Θεὸς προανεφώνησεν, εἰπών· « Ἐνοικήσω ἐν αὐτοῖς, καὶ ἐμπεριπατήσω· καὶ ἔσομαι αὐτῶν Θεὸς, καὶ αὐτοὶ ἔσονταί μου λαός. » Ὡς πάλιν τὸ ἀντικείμενον δηλοῖ, ὅτι Εἴ τις τὸ Πνεῦμα τοῦ Θεοῦ ὡς Θεὸν ἀληθινὸν οὐκ ἔχει, οὐδὲ τὸν Πατέρα ἔχει· παρ' οἷς δὲ μὴ οὗτός ἐστιν, οὐδὲν ἀληθὲς, οὐδ' ἀσφαλὲς, οὐδὲ βέβαιον. Ὡς τὸ ἔμπαλιν· Ὁστισοῦν λέγων περὶ αὐτοῦ, κἂν αἱρετικὸς ὢν τύχοι, ἐὰν ἐρωτηθῇ περὶ ποίου διαλέγεται πνεύματος, λέγῃ, « τοῦ ἁγίου· » καὶ εἰ αὖθις πάλιν πεῦσις αὐτῷ προσενεχθείη, « ποίου ἁγίου, » ἀνάγκη αὐτὸν εἰπεῖν εἰς φανερωτάτην δήλωσιν, « τοῦ Πνεύματος τοῦ Θεοῦ, » ὡς τῶν ἄλλων μὴ οὐσιωδῶς ὄντων αὐτοῦ. Μοχθηροὶ δὲ ἑαυτοῖς τε καὶ τοῖς ἀκούουσι γινόμενοι αἱρετικοὶ, βιαίοις ἐπιχειρήσεσιν συκοφαντοῦσι τοὺς ἡμῶν καὶ αὐτῶν ἀμείνους, καὶ μέγιστον διαφέροντας, καὶ περὶ τοῦ ἁγίου Πνεύματος χρήσαντας ἁγίους, οἷς οὐκ ἐναντία νομοθετητέον. Φασὶ γὰρ κατὰ λέξιν οὕτως· « Ὅταν οὖν λέγῃ ὁ Θεός· ‹ Ὁ παῖς μου Ἡσαΐας· › καί, ‹ Υἱὸς πρωτότοκός μου Ἰσραὴλ, › ἡ ‹ μου › συλλαβὴ ἔχειν τι κοινὸν τὴν ἀνθρωπείαν φύσιν πρὸς τὴν τοῦ Θεοῦ δείκνυσιν; Ὥσπερ οὖν, φησὶ, τοῦτο εἶπεν ὡς τοῦ εἶναι αὐτοῖς αἴτιος, οὕτως καὶ τὴν ψύχωσιν αὐτῶν, ‹ Πνεῦμά μου › προσεῖπεν. Εἴ τις δὲ αὐτοῖς τῆς ἀληθείας καὶ ἀκριβείας λόγος ὑπῆν, οὐκ ἂν τηλικαῦτα ἔπταιον. Πρῶτον μὲν γὰρ αὐτῷ τῷ φάναι, Ἡσαΐαν, καὶ, Ἰσραὴλ, ἀνθρώπους ἐδήλωσε· προσέθηκεν δὲ κατ' ἐξαίρετον αὐτοῖς τὸ « μοῦ » ὡς αὐτῷ ταῖς πράξεσι προσήκουσιν. Τὸν Ἡσαΐαν δὲ παῖδα ἐκάλεσε, τοῦτ' ἔστιν οἰκέτην· τὸν δὲ Ἰσραὴλ πρωτότοκον, ὡς πρῶτον ἀρξάμενον λατρεύειν αὐτῷ, καὶ ὄντα τῇ περὶ αὐτὸν διαθέσει, καὶ φροντίδι τοῦ Θεοῦ, ἐν τάξει υἱοῦ. Ὥστε τὸ « μοῦ, » ἐπὶ μὲν τοῦ ἀληθινοῦ υἱοῦ καὶ τοῦ ἀληθινοῦ Πνεύματος λεγόμενον παρὰ τοῦ Θεοῦ, τὴν οἰκείωσιν τῆς φύσεως δηλοῖ· ἐπὶ δὲ τῶν ἄλλων πάντων, τὸ αὐτῷ κατὰ δεσποτείαν ἢ πίστιν διαφέρειν· ὡς καὶ ἡμεῖς εἰώθαμεν λέγειν, ἐπὶ μὲν τῶν ὁμοουσίων ἡμῖν, « Ὁ υἱός μου, τὸ πνεῦμά μου· » ἐπὶ δὲ τῶν ἄλλων, « Ὁ ἀγρός μου, ὁ ἵππος μου, » ἀλλὰ καί, « ὁ Θεός μου. » Ὅν τρόπον γὰρ τὸν τῆς θείας φύσεως ἐνυπόστατον Λόγον, οὐ τὸ ἁπλῶς καὶ ἀπολελυμένως
knowledge; nor could anyone obtain participation in true deity through a creature; but the Holy Spirit is given, not by divisions of cutting up, but by the principle of participation, and so that He is not conceived as dwelling in us differently in nature or differently in mind from the Father. And at the same time the son of thunder showed that where the Holy Spirit is, there God the Father is present, Whose Spirit He is; which also God Himself proclaimed beforehand, saying: "I will dwell in them, and walk among them; and I will be their God, and they shall be My people." As again the opposite makes clear, that if anyone does not have the Spirit of God as true God, neither does he have the Father; and among those where He is not, there is nothing true, nor safe, nor firm. As on the contrary: whoever speaks about Him, even if he happens to be a heretic, if he is asked about which spirit he is discoursing, says, "the Holy"; and if again a further question is put to him, "which Holy?" he is compelled to say for clearest manifestation, "the Spirit of God," since the others are not His essentially. But heretics, becoming wicked to themselves and to their hearers, with violent attempts slander the saints who are better than us and them, and who differ greatly, and who gave oracles concerning the Holy Spirit, against whom we must not legislate contrary things. For they say verbatim thus: "When then God says, 'My servant Isaiah,' and, 'My firstborn son Israel,' does the syllable 'My' show that human nature has something in common with that of God? Just as, then, he says, He said this as being the cause of their existence, so also He called their animation 'My Spirit.'" Yet if they had any regard for truth and exactness, they would not have stumbled so greatly. For first, by the very fact of saying Isaiah and Israel, He signified human beings; and He added "My" to them by special distinction as belonging to Him by their deeds. And He called Isaiah servant, that is, household servant; and Israel firstborn, as having first begun to worship Him, and being, by his disposition towards Him and by God's care, in the rank of a son. So that "My," when spoken by God of the true Son and the true Spirit, signifies the kinship of nature; but of all other things, that they belong to Him by lordship or faith; as we too are accustomed to say, of those consubstantial with us, "My son, my spirit"; but of other things, "My field, my horse," and also, "my God." For in the same way as the subsistent Word of the divine nature, not merely and absolutely
PG 39:464Read from the page
εἰρῆσθαι Υἱὸν, καὶ Μονογενῆ, καὶ Λόγον τοῦ Θεοῦ, καὶ Χριστὸν, δείκνυσι γεγενῆσθαι ἐκ τῆς ὑποστάσεως τοῦ Θεοῦ, ἀλλὰ τὸ ἔχειν συνημμένην τὴν συλλαβὴν τοῦ « μου » καὶ « σου » (ὡς ἡνίκα ὁ μὲν Θεὸς λέγῃ· « Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός· » καὶ πάλιν· « Ὁ λόγος μου ὁ ἀγαθός· » καί, « Ἡτοίμασα λύχνον τῷ Χριστῷ μου· » ἡμεῖς δὲ ἀνευφημοῦμεν, Ὁ Υἱός σου· ὁ Μονογενής σου· ὁ Χριστός σου)· οὐδέ γε μὴν τὸ ὁμωνύμως ἢ συνωνύμως περὶ ἡμῶν γεγράφθαι, « Υἱοὶ ἀνθρώπων, ἕως πότε βαρυκάρδιοι; » ἐξέλκει τὸν Υἱὸν τοῦ Θεοῦ ἡ ὁμωνυμία τῆς θεότητος· οὕτω τὸ ἅγιον Πνεῦμα, οὐ τὸ ἁπλῶς εἰρῆσθαι Πνεῦμα, ἀλλὰ τὸ συνῆφθαι τῷ ὀνόματι, ἢ ὡς ἀπὸ τοῦ Θεοῦ τὸ « μου, » ἢ ὡς ἀπὸ τῆς κτίσεως τὸ « σου, » ἢ καὶ τὴν « ἅγιος, » ἢ « ἄφθαρτος, » ἢ « αἰώνιος » λέξιν δηλοῖ ἐκπεπορεῦσθαι αὐτὸ ἐκ τῆς πατρικῆς ὑποστάσεως· οὐδέ γε μὴν τὸ ὁμωνύμως εἰρῆσθαι τὰ λειτουργικὰ καὶ τὰ ἡμῶν πνεύματα, ἢ ἅγια, ἢ αἰώνια, ἐξέλκει αὐτὸ τοῦ κατὰ φύσιν εἶναι ἀληθινὸν Πνεῦμα τοῦ Θεοῦ. Καὶ ἐν τοῖς αἰνίγμασι γὰρ αὐτοῖς τοῖς περὶ αὐτοῦ εὑρίσκεταί τις πάντως δήλωσις περὶ τῆς θείας αὐτοῦ φύσεως καὶ δυνάμεως. Τὰ δὲ κτίσματα πρὸς τὴν ἑαυτῶν φύσιν ἔλαβε τὸ ἅγιον καὶ αἰώνιον, οὐ καθάπαξ ταῦτα κατὰ φύσιν ἐξ ἑαυτῶν ἔχοντα. Ἐπεὶ μή γε αὐτοὶ οὗτοι αἱρετικοὶ εὑρίσκονται κατηγοροῦντες ἑαυτῶν, ὅτι τὸ « μου » ἐπὶ τοῦ Υἱοῦ τοῦ Θεοῦ, καὶ τὸ « ἅγιον » καὶ τὸ « αἰώνιον » ἁπλῶς δέχονται ὡς ἀγγέλλον ταυτότητα τῆς θεϊκῆς φύσεως; Ἔπειτα πρὸς τούτοις, οὐ τὴν ψύχωσιν ἡμῶν πνεῦμα ὠνόμασεν ἐν ταῖς προκειμέναις ἀποδείξεσιν, ἀλλὰ τὸ αὐτοῦ ἅγιον Πνεῦμα. Ἐχόντων γὰρ ἡμῶν τὸ ἴδιον πνεῦμα, ἐδόθη ἡμῖν καὶ τὸ τοῦ Θεοῦ. Εἶπε γὰρ ὁ Πατήρ· « Οὐ μὴ καταμείνῃ τὸ Πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις· » καὶ ὁ Υἱός· « Λάβετε Πνεῦμα ἅγιον. » Δῆλον δὲ, ὡς τοῖς ἤδη ἔχουσι τὸ οἰκεῖον ἡμῶν πνεῦμα ἐλέγετο περὶ τοῦ θειοῦ Πνεύματος. Καθὰ τοίνυν ὁ Υἱὸς Λόγος τοῦ Θεοῦ, υἱικῶς γεννητικός· οὕτω τὸ ἅγιον Πνεῦμα, πνευματικῶς ἐκπορευτικὸν, καὶ οὐ δημιουργικῶς. Καὶ ὡς οὐδεμία παραλλαγὴ οὐσίας, καὶ δυνάμεως, καὶ δόξης τῷ μονογενεῖ Υἱῷ πρὸς τὸν Θεὸν Πατέρα, διαφορὰ δὲ πᾶσα, εἴ γε θέμις τοῦτο φάναι, πρὸς τὴν κτίσιν· οὕτω καὶ τῷ ἑνὶ θεϊκῷ Πνεύματι. Τὸ οὖν μηδὲ ἀκούειν τὰ αἱρετικῶν, τοῦ μὴ καὶ προσιέμενον αὐτὰ ἀκούειν δικαιότερον.
being called Son, and Only-begotten, and Word of God, and Christ, shows that He was begotten from the hypostasis of God, but the having the syllable "My" and "Thy" conjoined (as when God says, "This is My beloved Son," and again, "My good word," and, "I have prepared a lamp for My Christ"; and we acclaim, "Thy Son, Thy Only-begotten, Thy Christ"); nor indeed does the being written homonymously or synonymously concerning us, "Sons of men, how long heavy of heart?" draw the Son of God away from the shared name of deity; so too the Holy Spirit, not the being simply called Spirit, but the having conjoined to the name either "My" as from God, or "Thy" as from creation, or also the word "holy," or "incorruptible," or "eternal," makes clear that He has proceeded from the paternal hypostasis; nor indeed does the ministering spirits and our spirits being called homonymously either holy or eternal draw Him away from being by nature the true Spirit of God. For even in the very riddles concerning Him there is certainly found some manifestation concerning His divine nature and power. But creatures received the "holy" and "eternal" in proportion to their own nature, not having these altogether by nature from themselves. Otherwise, are not these same heretics found accusing themselves, because they simply accept "My" concerning the Son of God, and "holy" and "eternal" as announcing identity of the divine nature? Then in addition to these things, He did not name our animation "spirit" in the proofs before us, but His own Holy Spirit. For while we have our own spirit, that of God was also given to us. For the Father said: "My Spirit shall not abide in these men"; and the Son: "Receive the Holy Spirit." And it is clear that it was spoken concerning the divine Spirit to those already having our own spirit. Just as therefore the Son, Word of God, is filially generative, so the Holy Spirit is spiritually processive, and not creatively. And as there is no variation of essence, and power, and glory in the only-begotten Son towards God the Father, but every difference, if it be lawful to say this, towards creation; so also in the one divine Spirit. Not even to listen to the things of heretics, therefore, is more just than both admitting them and listening.
PG 39:465Read from the page
ΚΕΦ. Γ΄.
Chapter III.
Περὶ τοῦ ἐκ διαφόρων ὀνομάτων σημαίνεσθαι τὴν θεϊκὴν φύσιν τοῦ ἁγίου Πνεύματος.
On the divine nature of the Holy Spirit being signified from various names.
Ὁ δὲ ἐλέγομεν ἐξ ἀρχῆς, δεύτερον μαρτυροῦσι τὰ λόγια, ὅτι διάφορα θεοπρεπῆ ὀνόματά ἐστι τῷ Πνεύματι τοῦ Θεοῦ, πολλήν τε ἄλλην ἔμφασιν ἐπηρμένην, καὶ σχέσιν ὑπερτέραν πάντων, καὶ τῷ Πατρὶ καὶ τῷ Υἱῷ συνεχῆ, καὶ κρείττονα τῆς πρεπωδεστάτης ἑρμηνείας συνεισφέροντα τοῖς προκειμένοις θεωρήμασι· καὶ ἔτι ἀναπλοῦντα, ἔνια μὲν τὴν θεϊκὴν αὐτοῦ φύσιν, ἔνια δὲ τὴν αὐθεντικὴν δύναμιν, καὶ παραμυθούμενα τὴν ἀδυναμίαν ἡμῶν, τὴν περὶ τὸ ἀξίως ἐφικέσθαι αὐτοῦ, ἢ ἑρμηνείᾳ ῥημάτων, ἢ θεωρίᾳ νοῦ, καὶ παῤῥησίαν παρέχοντα, ἀκινδύνως ὁμοούσιον τοῦ Θεοῦ καλεῖν αὐτὸ, καὶ πιστεύειν τῷ ἁγιασμῷ αὐτοῦ. Καὶ οὐχ εὑρίσκομεν οὐδὲν τῶν ἄλλων πνευμάτων καταξιωθὲν κληθῆναι τοῖς ὀνόμασι τούτοις. Τὸ δὲ μόνως καὶ φύσει ὑπάρχον ταῦτα, οὐδέν ἐστι τῶν πάντων, ἀλλὰ Θεός. Ἔστι δὲ τὰ ὀνόματα τάδε· Πνεῦμα ἅγιον, ὡς πανταχοῦ γέγραπται· Πνεῦμα ἁγιωσύνης, καὶ ἁγιάζον, ὡς γράφει Ῥωμαίοις· « Παῦλος, δοῦλος Ἰησοῦ Χριστοῦ, κλητὸς ἀπόστολος, ἀφωρισμένος εἰς Εὐαγγέλιον Θεοῦ, ὃ προεπηγγείλατο διὰ τῶν προφητῶν αὐτοῦ ἐν Γραφαῖς ἁγίαις περὶ τοῦ Υἱοῦ αὐτοῦ, τοῦ γενομένου ἐκ σπέρματος Δαυῒδ κατὰ σάρκα, τοῦ ὁρισθέντος Υἱοῦ Θεοῦ ἐν δυνάμει κατὰ Πνεῦμα ἁγιωσύνης· » καὶ πάλιν· « Ἵνα γένηται ἡ προσφορὰ τῶν ἐθνῶν εὐπρόσδεκτος, ἡγιασμένη ἐν Πνεύματι ἁγίῳ· » καὶ ἑτέρωθι· « Ἡμεῖς δὲ ὀφείλομεν εὐχαριστεῖν τῷ Θεῷ πάντοτε περὶ ὑμῶν, ἀδελφοὶ ἠγαπημένοι ὑπὸ Κυρίου, ὅτι εἵλετο ὑμᾶς ὁ Θεὸς ἀπαρχὴν εἰς σωτηρίαν, ἐν ἁγιασμῷ Πνεύματος, καὶ πίστει ἀληθείας. » Πνεῦμα δυνάμεως, καὶ ἀγάπης, καὶ σωφρονισμοῦ, ὡς Παῦλος ἐν δευτέρᾳ Ἐπιστολῇ πρὸς Τιμόθεον ἔγραψεν· « Οὐ γὰρ ἔδωκεν ὑμῖν ὁ Θεὸς
What we were saying from the beginning, the oracles secondly bear witness to, that there are various God-befitting names for the Spirit of God, contributing much other elevated emphasis, and a relation superior to all things, and continuous with the Father and the Son, and stronger than the most fitting interpretation to the contemplations before us; and further unfolding, some His divine nature, and some His sovereign power, and comforting our weakness regarding worthily attaining to Him, whether by interpretation of words or by contemplation of mind, and providing boldness without danger to call Him consubstantial with God, and to believe in His sanctification. And we find none of the other spirits deemed worthy to be called by these names. And that which alone and by nature is these things is none of all things, but God. Now the names are these: Holy Spirit, as is written everywhere; Spirit of holiness, and sanctifying, as he writes to the Romans: "Paul, a servant of Jesus Christ, a called apostle, set apart for the Gospel of God, which He promised beforehand through His prophets in the holy Scriptures concerning His Son, Who was born of the seed of David according to the flesh, Who was declared Son of God in power according to the Spirit of holiness"; and again: "That the offering of the Gentiles might be acceptable, sanctified in the Holy Spirit"; and elsewhere: "But we ought to give thanks to God always concerning you, brethren beloved by the Lord, because God chose you as firstfruits for salvation, in sanctification of the Spirit and faith in the truth." Spirit of power, and of love, and of discipline, as Paul wrote in his second Epistle to Timothy: "For God has not given you
PG 39:468Read from the page
πνεῦμα δουλείας, ἀλλὰ Πνεῦμα δυνάμεως, καὶ ἀγάπης, καὶ σωφρονισμοῦ· » καὶ πρὸς Ῥωμαίους· « Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοὶ, διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ διὰ τῆς ἀγάπης τοῦ Πνεύματος· » καὶ ἑτέρωθι· « Ὁ δὲ καρπὸς τοῦ Πνεύματός ἐστιν ἀγάπη, χαρά, εἰρήνη· » ὅμοιον τῷ, « Ὁ Θεὸς ἀγάπη ἐστὶ, » καὶ τῷ, « Μετέστησεν εἰς τὴν βασιλείαν τοῦ Υἱοῦ τῆς ἀγάπης αὐτοῦ. » Καί, « Καθὼς ὁ Χριστὸς ἠγάπησε τὴν Ἐκκλησίαν· » καὶ πάλιν· « Τοῦ Υἱοῦ τοῦ Θεοῦ τοῦ ἀγαπήσαντός με· » ὅμοιον καὶ τῷ, « Ἀπάρτι ὄψεσθε τὸν Υἱὸν τοῦ ἀνθρώπου καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως τοῦ Πατρὸς, » καὶ τῷ, « Ἐγὼ ἔγνων δύναμιν ἐξελθοῦσαν ἐξ ἐμοῦ. » Πνεῦμα σοφίας καὶ συνέσεως· Πνεῦμα βουλῆς καὶ ἰσχύος· Πνεῦμα γνώσεως καὶ εὐσεβείας· Πνεῦμα φόβου Θεοῦ· Πνεῦμα κρίσεως καὶ καύσεως, ὡς Ἡσαΐας προφητεύει· καὶ ὡς ἡ Σοφία λέγει· « Φιλάνθρωπον γὰρ Πνεῦμα σοφίας· » καὶ ὡς Μωϋσῆς ἐν τῇ Ἐξόδῳ διηγεῖται· « Ἰδοὺ ἀνακέκληκεν ὁ Θεὸς ἐξ ὀνόματος τὸν Βεσελεὴλ τὸν τοῦ Οὐρὶ, τὸν τοῦ Ὤρ, ἐκ φυλῆς Ἰούδα, καὶ ἐνέπλησεν αὐτὸν Πνεῦμα θεῖον σοφίας, καὶ συνέσεως, καὶ ἐπιστήμης· » καὶ κατὰ τὸν Βαρούχ· « Ἐγκατέλιπε τὴν πηγὴν τῆς σοφίας· » καὶ ὡς αἱ Παροιμίαι διδάσκουσιν· « Ὁ Θεὸς τῇ σοφίᾳ ἐθεμελίωσε τὴν γῆν, ἡτοίμασεν δὲ οὐρανοὺς ἐν φρονήσει· » καθὰ περὶ τοῦ Θεοῦ Πατρὸς Ἡσαΐας εἶπεν· « Αὐτὸς σοφὸς ἦγεν ἐπ' αὐτοὺς κακά. » Περὶ δὲ τοῦ Μονογενοῦς Παῦλος ἔφη· « Χριστὸς, Θεοῦ δύναμις, καὶ Θεοῦ σοφία· » καὶ ἄλλος· « Εὐλογήσω τὸν Κύριον τὸν συνετίσαντά με. » Πνεῦμα πραότητος, καθὰ Παῦλος νουθετεῖ Γαλάτας· « Ἀδελφοὶ, ἐὰν καὶ προληφθῇ ἄνθρωπος ἔν τινι παραπτώματι, ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον ἐν Πνεύματι πραότητος. » Πνεῦμα παιδείας, τοῦτ' ἔστι σοφίας. Ἡ γὰρ Σοφία λέγει· « Πνεῦμα παιδείας φεύξεται δόλον, καὶ ἀπαναστήσεται ἀπὸ λογισμῶν ἀσυνέτων. » Πνεῦ-
a spirit of slavery, but a Spirit of power, and of love, and of discipline"; and to the Romans: "Now I beseech you, brethren, through our Lord Jesus Christ, and through the love of the Spirit"; and elsewhere: "But the fruit of the Spirit is love, joy, peace"; similar to, "God is love," and to, "He transferred into the kingdom of the Son of His love." And, "Even as Christ loved the Church"; and again: "Of the Son of God, Who loved me"; similar also to, "Hereafter you shall see the Son of man sitting at the right hand of the power of the Father," and to, "I knew that power had gone out from Me." Spirit of wisdom and understanding; Spirit of counsel and might; Spirit of knowledge and godliness; Spirit of the fear of God; Spirit of judgement and burning, as Isaiah prophesies; and as Wisdom says: "For the Spirit of wisdom is loving to man"; and as Moses relates in Exodus: "Behold, God has called by name Bezalel the son of Uri, the son of Hur, of the tribe of Judah, and has filled him with a divine Spirit of wisdom, and understanding, and knowledge"; and according to Baruch: "You forsook the fountain of wisdom"; and as the Proverbs teach: "God by wisdom founded the earth, and prepared the heavens in prudence"; just as concerning God the Father Isaiah said: "He being wise brought evils upon them." And concerning the Only-begotten Paul said: "Christ, the power of God, and the wisdom of God"; and another: "I will bless the Lord Who has given me understanding." Spirit of meekness, just as Paul admonishes the Galatians: "Brethren, even if a man be overtaken in any trespass, you who are spiritual restore such a one in a Spirit of meekness." Spirit of instruction, that is, of wisdom. For Wisdom says: "The Spirit of instruction will flee deceit, and will rise up from senseless reasonings." Spi-
PG 39:469Read from the page
μα υἱοθεσίας, ὡς Παῦλος τὸ πρῶτον Ῥωμαίοις ἐπέστειλεν· « Ὅσοι γὰρ Πνεύματι Θεοῦ ἄγονται, οὗτοι υἱοὶ Θεοῦ εἰσιν. Ὅτι γὰρ ἐλάβετε Πνεῦμα υἱοθεσίας, ἐν ᾧ κράζομεν, Ἀββᾶ ὁ Πατὴρ, αὐτὸ τὸ Πνεῦμα συμμαρτυρεῖ τῷ πνεύματι ἡμῶν, ὅτι ἐσμὲν τέκνα Θεοῦ. » Πνεῦμα ἐπαγγελίας, κατὰ τὸν αὐτὸν ἀπόστολον, Ἐφεσίοις γράφοντα· « Ἐν ᾧ καὶ πιστεύσαντες, ἐσφραγίσθητε τῷ Πνεύματι τῆς ἐπαγγελίας τῷ ἁγίῳ, ὅς ἐστιν ἀῤῥαβὼν τῆς κληρονομίας ἡμῶν· » καὶ πρὸς Γαλάτας· « Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα. Γέγραπται γάρ· Ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου· ἵνα εἰς τὰ ἔθνη ἡ εὐλογία τοῦ Ἀβραὰμ γένηται ἐν Χριστῷ Ἰησοῦ, ἵνα τὴν ἐπαγγελίαν τοῦ Πνεύματος λάβωμεν διὰ τῆς πίστεως. » Πνεῦμα πίστεως καὶ ἀποκαλύψεως, κατὰ τὸν αὐτὸν, Κορινθίοις δηλοῦντα ἐν τῇ δευτέρᾳ Ἐπιστολῇ· « Ἔχοντες δὲ τὸ αὐτὸ Πνεῦμα τῆς πίστεως· » καὶ πάλιν· « Ἡμῖν δὲ ὁ Θεὸς ἀπεκάλυψε διὰ τοῦ Πνεύματος αὐτοῦ. » Ὅμοιον οὖν Ῥωμαίοις ἐδήλωσεν· « Πιστὸς ὁ Θεὸς, δι' οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ Υἱοῦ αὐτοῦ· » καὶ τῷ ὑπὸ Μωϋσέως ἐν τῷ Δευτερονομίῳ λεχθέντι· « Καὶ γνώσῃ σήμερον, ὅτι Κύριος ὁ Θεός σου, οὗτος Θεὸς ὁ Θεὸς ὁ πιστός· » καὶ τῷ Ψάλλοντι· « Πιστὸς Κύριος ἐν πᾶσι τοῖς λόγοις αὐτοῦ, καὶ ὅσιος ἐν πᾶσι τοῖς ἔργοις αὐτοῦ. »
-rit of adoption, as Paul first wrote to the Romans: "For as many as are led by the Spirit of God, these are sons of God. For because you have received the Spirit of adoption, in Whom we cry, Abba Father, the Spirit Himself bears witness with our spirit that we are children of God." Spirit of promise, according to the same apostle, writing to the Ephesians: "In Whom also having believed, you were sealed with the Holy Spirit of promise, Who is the pledge of our inheritance"; and to the Galatians: "Christ redeemed us from the curse of the law, having become a curse for us. For it is written: Cursed is everyone who hangs upon a tree; that unto the Gentiles the blessing of Abraham might come in Christ Jesus, that we might receive the promise of the Spirit through faith." Spirit of faith and revelation, according to the same, making it clear to the Corinthians in his second Epistle: "But having the same Spirit of faith"; and again: "But to us God revealed it through His Spirit." Something similar therefore he made clear to the Romans: "God is faithful, through Whom you were called into the fellowship of His Son"; and to what was spoken by Moses in Deuteronomy: "And you shall know today that the Lord your God, He is God, the faithful God"; and to the Psalmist: "The Lord is faithful in all His words, and holy in all His works."
Πνεῦμα ἡγεμονικὸν, Πνεῦμα εὐθὲς, κατὰ τὸν Δαυῒδ ἐν τῷ ν΄ ἐξομολογούμενον. Ὁμοίως τῷ Ψάλλοντι ἐν λβ΄· « Ὅτι εὐθὴς ὁ Λόγος τοῦ Κυρίου,
Governing Spirit, upright Spirit, according to David confessing in the 50th [Psalm]. Likewise to the Psalmist in the 32nd: "For upright is the Word of the Lord,
PG 39:472Read from the page
καὶ πάντα τὰ ἔργα αὐτοῦ ἐν πίστει· » καὶ τῷ Μωϋσεῖ λέγοντι· « Εὐθὴς Κύριος ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ. » Πνεῦμα χάριτος, καθὰ ὁ Ἀπόστολος Ἑβραίοις ἐπιστέλλει· « Ὁ τὸν Υἱὸν τοῦ Θεοῦ καταπατήσας, καὶ τὸ Πνεῦμα τῆς χάριτος ἐνυβρίσας. » Καὶ γὰρ ὁ αὐτὸς ἔγραψε, περὶ μὲν τοῦ
and all His works in faithfulness"; and to Moses saying: "Upright is the Lord our God, and there is no unrighteousness in Him." Spirit of grace, just as the Apostle writes to the Hebrews: "He who has trampled underfoot the Son of God, and insulted the Spirit of grace." For the same also wrote, concerning the