καὶ τὸ ἅγιον καὶ ζωοποιὸν Πνεῦμα, οὐ πιστεύουσιν εἰς τὰς ὑποστάσεις ταύτας, κἂν λέγωσι πιστεύειν· τάχα δὲ οὐδὲ εἰς τὸν Πατέρα. Παραβαίνουσι γὰρ τὴν ἐντολὴν τοῦτο μὲν τοῦ παραγγέλλοντος Πατρός· Ἄκουσον, λαός μου, καὶ λαλήσω σοι, Ἰσραὴλ, καὶ διαμαρτυροῦμαί σοι. Ἐὰν ἀκούσῃς μου, οὐκ ἔσται ἐν σοὶ θεὸς πρόσφατος, οὐδὲ προσκυνήσεις θεῷ ἀλλοτρίῳ· ἀντὶ τοῦ, οὐκ ὄντι ποτὲ, ἢ ἑτεροουσίῳ. Καὶ, Κύριον τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις· καὶ, Οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι, πλὴν ἐμοῦ· καὶ, Ἐπικατάρατος πᾶς, ὃς ἔχει τὴν ἐλπίδα ἐπ' ἄνθρωπον· τοῦτ' ἔστιν, ἐπὶ ποίημα. Τοῦτο δὲ τοῦ λέγοντος Υἱοῦ, ἐν Ματθαίῳ μέν· Οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν· τοῦτ' ἔστιν, δύο φύσεσιν, ἢ δεσποτείαις· ἐν Παύλῳ δὲ Ῥωμαίοις ἐπιστέλλοντι· Ἐσεβάσθησαν, καὶ ἐλάτρευσαν τῇ κτίσει, παρὰ τὸν κτίσαντα. Τοῦτο δὲ τοῦ νομοθετήσαντος Μωϋσέως· Ὁ θυσιάζων θεοῖς ἀλλοτρίοις, λιθοβοληθήσεται, πλὴν Κυρίῳ μόνῳ. Πρόσφατος δὲ καὶ ἀλλότριος Θεὸς, ὁ μὴ ὁμοούσιος τῷ Θεῷ καὶ Πατρὶ ὢν, καὶ ποτὲ μὴ ὑπάρξας. Καὶ οἱ λέγοντες, Δόξα Πατρὶ δι' Υἱοῦ ἐν ἁγίῳ Πνεύματι, οὐ δοξάζουσι τὸν Υἱὸν, ἢ τὸ Πνεῦμα τοῦ Θεοῦ. Ἄλλῳ γὰρ δι' ἄλλου ἐν ἄλλῳ ἀναπέμπουσι τὴν δόξαν, μᾶλλον δὲ οὐδ' ὁποτέρῳ· καὶ παρατιτρώσκουσι τοῦτο μὲν τὸ θέλημα τοῦ Πατρὸς (λέγοντος· Τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω· ἀντὶ τοῦ, Ἑτεροφυεῖ οὐ δώσω, βουλομένου δὲ τιμᾶσθαι τὸν Υἱὸν ὁμοίως αὐτοῦ), τοῦτο δὲ καὶ τὴν παράδοσιν τοῦ Υἱοῦ· ὅμοια πάσχοντες τῶν Χριστὸν μὲν αὐτὸν τῷ στόματι καλούντων, ταῖς δὲ χερσὶ τυπτόντων καὶ κραζόντων· Προφήτευσον ἡμῖν, Χριστὲ, τίς ἐστιν ὁ παίσας σε· τῶν καὶ λεγόντων οὕτως· Πιστεύομεν ὡς Μωϋσῆς καὶ οἱ προφῆται· αὐτὸν δὲ τὸν προφητευθέντα σταυρωσάντων. Ὅτε οὖν καὶ ὁ Θεὸς Πατὴρ σὺν τῷ μονογενεῖ Θεῷ παρακούεται, καὶ ἡ εἰς κτίσμα πίστις ἀνωφελής ἐστιν, βλάπτειν μᾶλλον ἢ σώζειν δυναμένη· αὐτοὶ λογιζέσθωσαν, εἰ ἀκίνδυνον ἔχουσι πίστιν, τὴν σωτηρίαν ἀρνούμενοι· δεῖ γὰρ σωθῆναι ὀρθῶς πιστεύοντα· καλὸν γὰρ, φασὶ, τὸ σωθῆναι· τἄλλα δέ ἐστιν ἄλλως λόγος. Καὶ Μακεδονίου δὲ παῖδες, ὡς τοῦ ἁγίου Πνεύματος, οὕτω καὶ τοῦ Μο-
and the holy and life-giving Spirit, do not believe in these hypostases, even if they say they believe; and perhaps not even in the Father. For they transgress the commandment both of the Father Who enjoins: Hear, O My people, and I will speak to thee, O Israel, and I will testify to thee. If thou wilt hearken unto Me, there shall not be in thee a recent god, neither shalt thou worship an alien god (Ps. 80:9-10)—instead of, one that once was not, or of another substance. And: Thou shalt worship the Lord thy God, and Him only shalt thou serve (Deut. 6:13; Matt. 4:10); and: Thou shalt have no other gods beside Me (Exod. 20:3); and: Cursed is every one that hath his hope in man (Jer. 17:5)—that is, in a thing made. And this [commandment] of the Son Who says, in Matthew: No man can serve two masters (Matt. 6:24)—that is, two natures or lordships; and in Paul writing to the Romans: They worshipped and served the creature rather than the Creator (Rom. 1:25). And this [commandment] of Moses who gave the law: He that sacrificeth unto alien gods shall be stoned, save unto the Lord only (Exod. 22:20). Now a recent and alien god is one who is not consubstantial with God the Father, and who once did not exist. And those who say, "Glory to the Father through the Son in the Holy Spirit," do not glorify the Son or the Spirit of God; for they refer glory to one through another in another, or rather to neither; and they wound both the will of the Father (Who says: My glory will I not give to another [Isa. 42:8; 48:11]—instead of, to one of another nature will I not give it, while He wills that the Son be honoured like Himself), and the tradition of the Son; acting like those who with their mouth called Him Christ, while with their hands they struck Him and cried: Prophesy unto us, O Christ, who is he that smote Thee (Matt. 26:68); and like those who spoke thus: We believe as Moses and the prophets, yet crucified Him Who was prophesied. When, therefore, both God the Father together with the Only-begotten God is disobeyed, and faith in a creature is unprofitable, able to harm rather than to save, let them reckon for themselves whether they hold a faith free from danger while denying salvation; for one must be saved by believing rightly; for it is a fine thing, they say, to be saved, and the rest is another story. And the disciples of Macedonius also, as of the Holy Spirit, so too of the Only-