Migne Reading Room

PG 39 · cols. 425–436 · Read from the page

On the Trinity, three books

On the Trinity, three books

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 39:425Read from the page
γενεῖ, ὡς προείρηται, διὰ τὸ ἐπίκοινον τῆς θεότητος, καὶ τῆς ἀδιαδόχου μιᾶς βασιλείας. Πῶς γὰρ καὶ ἐγχωρεῖ, τὸν μὲν ἄρχειν, τὸν δὲ, ὡς ἐν ἀνθρώποις, σχολαῖον εἶναι, ὅταν ὁ Πατὴρ ἐν τῷ Υἱῷ, καὶ ὁ Υἱὸς ἐν τῷ Πατρὶ μένει, καὶ ὁπότε τὸ Πνεῦμα ἐκπορεύεται παρὰ τοῦ Πατρὸς, καὶ μένει παρὰ τῷ Υἱῷ θεϊκῶς;
begotten, as was said before, on account of the community of the Godhead and the one kingdom without successor. For how is it even possible for the one to rule while the other, as among men, is at leisure, when the Father abides in the Son and the Son in the Father, and when the Spirit proceeds from the Father and abides with the Son in a divine manner?
ΚΕΦ. ΛΒʹ.
Chapter 32.
Περὶ δοξολογίας αὐτοῦ τοῦ Υἱοῦ τοῦ Θεοῦ.
Concerning the glorification of the Son of God Himself.
Τοιγαροῦν καὶ περὶ τῆς δόξης αὐτοῦ θέα, οἷα καὶ αὖθις μαρτυροῦσιν οἱ ἅγιοι, ὧν, φησὶν, ὁ κόσμος οὐκ ἦν ἄξιος· διδάσκοντες ἡμᾶς τοὺς χάριτι ἐπὶ τῆς γῆς κληθέντας υἱοὺς, τὸν ἐκ τῆς ὑποστάσεως τοῦ Πατρὸς μονογενῆ Υἱὸν ἐν ἴσῃ, καθάπερ αὐτὸν, δοξάζειν δόξῃ, καὶ ἀποβλέπειν εἰς τὴν δόξαν ἣν εἶχεν πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ τῷ Πατρὶ τῷ μὴ φθονοῦντι τῷ Ἀγαπητῷ· βασκανίας γὰρ καὶ παντὸς πάθους τὸ Θεῖον ἐλεύθερον. Δαυῒδ ἐν οαʹ ψαλμῷ, ὃν ὁμολογουμένως περὶ τοῦ Χριστοῦ προεφήτευσεν, Ἔσται, φησὶν, τὸ ὄνομα αὐτοῦ εὐλογημένον εἰς τοὺς αἰῶνας· πρὸ τοῦ ἡλίου διαμένει τὸ ὄνομα αὐτοῦ καὶ πρὸ τῆς σελήνης γενεὰς γενεῶν· καὶ ἐνευλογηθήσονται ἐν αὐτῷ πᾶσαι αἱ φυλαὶ τῆς γῆς, καὶ πάντα τὰ ἔθνη μακαριοῦσιν αὐτόν. Εὐλογητὸς Κύριος ὁ Θεὸς τοῦ Ἰσραὴλ, ὁ ποιῶν θαυμάσια μόνος, καὶ εὐλογητὸν τὸ ὄνομα τῆς δόξης αὐτοῦ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· καὶ πληρωθήσεται τῆς δόξης αὐτοῦ πᾶσα ἡ γῆ· γένοιτο.—Εὐλογητὸς Κύριος ὁ Θεὸς Ἰσραὴλ, εἶπεν, ἀντὶ τοῦ, δοξαζόμενος, ἢ αἰνούμενος. Ὁ γὰρ Θεὸς, εὐλογεῖται μὲν ὑπὸ τῶν ἔργων αὐτοῦ, τοῦτ' ἔστιν δοξάζεται· εὐλογεῖ δὲ αὐτὸς τὰ οἰκεῖα κτίσματα, τοῦτ' ἔστιν ἁγιάζει. Ἐπισημαντέον δὲ, ὡς καὶ Θεὸς Ἰσραὴλ, ὅ ἐστι Θεὸς τῶν πατέρων, καθὰ ὁ Πατὴρ αὐτοῦ ἀνείρηται. Καὶ ἐν πεʹ ψαλμῷ τὸ παγκρατορικὸν καὶ πανδύναμον τοῦ Μονογενοῦς, καὶ ὡς ὀφείλει δοξάζεσθαι παριστῶν, ψάλλει· Πάντα τὰ ἔθνη, ὅσα ἐποίησας, ἥξουσιν, καὶ προσκυνήσουσιν ἐνώπιόν σου, Κύριε, καὶ δοξάσουσιν τὸ ὄνομά σου, ὅτι μέγας εἶ σὺ, καὶ ποιῶν θαυμάσια· σὺ εἶ ὁ Θεὸς μόνος· καὶ ἐν ιηʹ· Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ. Πῶς; Τῷ δεικνύναι ἀπὸ τῆς δοθείσης αὐτοῖς μεγαλειότητος καὶ ὡραιότητος, ἀνυπέρβλητον καὶ δοξαζόμενον τὸν δημιουργήσαντα, ὅς ἐστιν ὁ Θεὸς Λόγος. Τῷ γὰρ Λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ Πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσαι αἱ δυνάμεις αὐτῶν. Οὔτε οὖν τὴν τῶν
Wherefore concerning His glory also, behold what things the saints again testify, of whom, he says, the world was not worthy (Heb. 11:38); teaching us who by grace have been called sons upon the earth to glorify the Only-begotten Son from the hypostasis of the Father with equal glory, just as Himself, and to look upon the glory which He had before the world was, with the Father Who does not begrudge the Beloved; for the Divine is free from envy and every passion. David in Ps. 71, which he indisputably prophesied concerning Christ, says: His name shall be blessed for ever; before the sun His name abideth, and before the moon for generations of generations; and all the tribes of the earth shall be blessed in Him, and all the nations shall call Him blessed. Blessed is the Lord, the God of Israel, Who alone doeth wondrous things, and blessed is the name of His glory for ever and for ever and ever; and all the earth shall be filled with His glory; so be it (Ps. 71:17-19).—He said, Blessed is the Lord, the God of Israel, instead of, being glorified, or praised. For God is blessed by His works, that is, He is glorified; whereas He Himself blesses His own creatures, that is, He sanctifies them. And it must be noted that He is also proclaimed God of Israel, that is, God of the fathers, just as His Father is. And in Ps. 85, setting forth the all-sovereign and all-powerful nature of the Only-begotten and how He ought to be glorified, he sings: All the nations whom Thou hast made shall come and worship before Thee, O Lord, and shall glorify Thy name, for Thou art great and doest wondrous things; Thou alone art God (Ps. 85:9-10); and in Ps. 18: The heavens declare the glory of God (Ps. 18:2). How? By showing, from the majesty and beauty given to them, that their Maker, Who is God the Word, is unsurpassable and glorified. For by the Word of the Lord the heavens were established, and all their host by the Spirit of His mouth (Ps. 32:6). Neither, therefore, the [testimony] of
PG 39:428Read from the page
ἀψύχων αἰσχύνονται περὶ τῆς δόξης τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος μαρτυρίαν. Καὶ ἐν κγʹ· Ἄρατε πύλας, οἱ ἄρχοντες, ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης. Παρακελεύεται τῇ μὲν κάτω κτίσει, ἆραι τὰς πύλας ἐν τῇ ἐνανθρωπήσει αὐτοῦ· τῇ δὲ ἄνω, ἐν τῇ ἀναλήψει. Καὶ ἐν ριςʹ· Αἰνεῖτε τὸν Κύριον, πάντα τὰ ἔθνη, καὶ ἐπαινεσάτωσαν αὐτὸν πάντες οἱ λαοί. Ἡσαΐας δέ· Βασιλέα μετὰ δόξης ὄψεσθε. Ἐζεκιὴλ δέ· Εὐλυγημένη ἡ δόξα Κυρίου ἐκ τοῦ τόπου αὐτοῦ· καὶ, Αὕτη ἡ ὅρασις, ὁμοίωμα δόξης Κυρίου. Εἶτα Παῦλος· Φάσκοντες εἶναι σοφοὶ, ἐμωράνθησαν· καὶ ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου Θεοῦ, ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου· καὶ πάλιν Ῥωμαίοις· Διὸ παρέδωκεν αὐτοὺς ἐν ταῖς ἐπιθυμίαις τῶν καρδιῶν αὐτῶν, εἰς ἀκαθαρσίαν, τοῦ ἀτιμάζεσθαι τὰ σώματα αὐτῶν ἐν ἑαυτοῖς· οἵτινες μετήλλαξαν τὴν δόξαν τοῦ Θεοῦ ἐν τῷ ψεύδει· καὶ ἐσεβάσθησαν, καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα, ὅς ἐστιν εὐλογημένος εἰς τοὺς αἰῶνας. Ἀμήν. Τίς δὲ ὁ πάντων δημιουργὸς, ὃν εἶναι λέγει εὐλογητὸν εἰς τοὺς αἰῶνας, εἰ μὴ ὁ Μονογενής; τίνες δὲ οἱ ἀλλάξαντες τὴν δόξαν αὐτοῦ; Οἱ λέγοντες· Δόξα Πατρὶ δι' Υἱοῦ ἐν ἁγίῳ Πνεύματι· οἱ καὶ κτίσμα αὐτὸν εἶναι, καὶ οὐδὲ βασιλέα αἰώνιον δοξάζοντες. Εἶτα τοῖς αὐτοῖς φησιν· Εἰς τὸ εἶναι αὐτοὺς ἀναπολογήτους· διότι γνόντες Θεὸν, οὐχ ὡς Θεὸν ἐδόξασαν, ἢ ηὐχαρίστησαν· ἀλλ' ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν, καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία. Ποῖος δὲ ὁ γνωσθεὶς Θεὸς, καὶ μὴ ἐπιγνωσθεὶς, παρὰ αἱρετικῶν, καὶ Ἰουδαίων, καὶ Ἑλλήνων, εἰ μὴ ὁ ἐπιφανεὶς σαρκὶ Θεὸς Λόγος; Καὶ Κορινθίοις δὲ ἐν τοῖς πρώτοις γράμμασι, Κύριον δόξης κατὰ φύσιν εἶναι δεικνὺς αὐτὸν, ἐπιστέλλει οὕτως· Εἰ γὰρ ᾔδεσαν, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν· καὶ ἑτέρωθι· Ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ πᾶν γόνυ κάμψῃ, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται, ὅτι Κύριος Ἰησοῦς Χριστὸς, εἰς δόξαν Θεοῦ Πατρός· ἀντὶ τοῦ, Ἐν αὐτῇ τῇ πατρικῇ δόξῃ ὑπάρχει. Καὶ ἔτι· Τὸν γὰρ ἠλαττωμένον βλέπομεν Ἰησοῦν, διὰ τὸ πάθημα τοῦ θανάτου δόξῃ καὶ τιμῇ ἐστεφανωμένον. Ὑστεροπρώτως εἴρηται. Φησὶν γάρ· Τὸν δοκοῦντά τισιν διὰ τὸ πάθημα τοῦ θανάτου
inanimate things concerning the glory of the Son and of the Holy Spirit. And in Ps. 23: Lift up your gates, O ye princes, and be ye lifted up, ye everlasting gates, and the King of glory shall come in (Ps. 23:7, 9). He bids the lower creation lift up the gates at His Incarnation, and the upper creation at His Ascension. And in Ps. 116: Praise the Lord, all ye nations, and let all the peoples praise Him (Ps. 116:1). And Isaiah: Ye shall see a King with glory (Isa. 33:17). And Ezekiel: Blessed be the glory of the Lord from His place (Ezek. 3:12); and, This is the vision, the likeness of the glory of the Lord (Ezek. 2:1). Then Paul: Professing themselves to be wise, they became fools, and changed the glory of the incorruptible God into the likeness of an image of corruptible man (Rom. 1:22-23); and again to the Romans: Wherefore He gave them up in the desires of their hearts unto uncleanness, to dishonour their bodies among themselves; who changed the truth [reading: glory] of God into a lie, and worshipped and served the creature rather than the Creator, Who is blessed for ever. Amen (Rom. 1:24-25). Now who is the Maker of all things, Whom he says to be blessed for ever, if not the Only-begotten? And who are those who have changed His glory? Those who say, "Glory to the Father through the Son in the Holy Spirit," who also hold Him to be a creature, and do not even glorify Him as eternal King. Then to the same persons he says: So that they are without excuse; because, knowing God, they glorified Him not as God, neither gave thanks; but became vain in their reasonings, and their senseless heart was darkened (Rom. 1:20-21). And what God was known, yet not acknowledged, by heretics and Jews and Greeks, if not God the Word Who appeared in the flesh? And to the Corinthians also in his first letter, showing Him to be Lord of glory by nature, he writes thus: For had they known, they would not have crucified the Lord of glory (1 Cor. 2:8); and elsewhere: That in the name of Jesus Christ every knee should bow, and every tongue shall confess that Jesus Christ is Lord, in the glory of God the Father (Phil. 2:10-11); instead of, He exists in the paternal glory itself. And further: For we see Jesus, Who was made lower, because of the suffering of death crowned with glory and honour (Heb. 2:9). It is spoken in reverse order (hysteron proteron); for he means: Jesus, Who seemed to some because of the suffering of death
Notes, col. 428

On the reading

Printed Εὐλυγημένη, for Εὐλογημένη.

PG 39:429Read from the page
ἠλαττῶσθαι Ἰησοῦν, βλέπομεν δόξῃ καὶ τιμῇ ἐστεφανωμένον. Ἀλλὰ καὶ δόξαν αὐτὸν καλεῖ, ἅτε φυσικῶς ἀπαύγασμα ὄντα τῆς πατρικῆς δόξης, δι' ὧν γράφει· Ὁ Θεὸς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ Πατὴρ τῆς δόξης. Θεὸν δὲ εἶπεν τῆς ἀῤῥήτου σαρκώσεως, Πατέρα δὲ τῆς ἀνάρχου γεννήσεως. Καὶ πάλιν Ἰωάννης (Ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς Μονογενοῦς παρὰ Πατρὸς), πλήρης χάριτος καὶ ἀληθείας. Καὶ πάλιν παρὰ Μάρκῳ μὲν, ἀπὸ τοῦ Σωτῆρος· Ὅταν ἔλθῃ ὁ Υἱὸς ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτοῦ· παριστῶν, ὡς ἡ αὐτοῦ δόξα, ἰσότιμος τῆς δόξης ἐστὶν τοῦ Πατρός· παρὰ δὲ Ματθαίῳ· Ὅταν ἔλθῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ, καὶ πάντες οἱ ἄγγελοι αὐτοῦ μετ' αὐτοῦ. Καὶ αὖθις γοῦν Ἰωάννης, συνιστῶν τὸ ἐν δόξῃ εἶναι αὐτὸν, καὶ παρὰ πάντων δόξαν ὀφείλεσθαι αὐτῷ, εἶπεν· Τοσαῦτα δὲ σημεῖα πεποιηκότος τοῦ Ἰησοῦ, οὐκ ἐπίστευσαν εἰς αὐτὸν οἱ Ἰουδαῖοι· ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ Ἡσαΐου· Ἀκοῇ ἀκούσετε, καὶ οὐ μὴ συνῆτε. Καὶ μεταξὺ ἐπάγει· Ταῦτα δὲ εἶπεν, ὅτε ἴδεν τὴν δόξαν αὐτοῦ, καὶ ἐλάλησεν περὶ αὐτοῦ. Καὶ Πέτρος δὲ, ἐν μὲν τῇ πρώτῃ Ἐπιστολῇ· Καθ' ὃ κοινωνεῖτε τοῖς τοῦ Χριστοῦ παθήμασιν, χαίρετε, ἵνα καὶ ἐν τῇ ἀποκαλύψει τῆς δόξης αὐτοῦ χαρῆτε ἀγαλλιώμενοι· ἐν δὲ τῇ δευτέρᾳ· Ὡς τὰ πάντα ἡμῖν τῆς θείας δυνάμεως αὐτοῦ, τὰ πρὸς ζωὴν καὶ εὐσέβειαν δεδωρημένης, διὰ τῆς ἐπιγνώσεως τοῦ καλέσαντος ἡμᾶς ἰδίᾳ δόξῃ καὶ ἀρετῇ· ἀντὶ τοῦ, Ἡ δόξα τοῦ Μονογενοῦς, ἡ τῆς φύσεως, ἡ τῶν θαυμάτων, ἡ τῆς βασιλείας καὶ αὐτῆς τῆς δοξολογίας, ὁμοία ἐστὶν καὶ ἴση τῆς δόξης τοῦ Πατρὸς, παρ' οὗ φυσικῶς καὶ ἀδιαστάτως γεγέννηται, καὶ ὅλα ἐν ἑαυτῷ ἔχει ὡς Μονογενής. Ὥστε καὶ γενόμενον σάρκα μηδεμίαν τροπὴν, ἢ μείωσιν ὑπομεῖναι. Οὕτω καὶ οἱ τρεῖς παῖδες, οὐ τῇ Βαβυλωνίᾳ φλογὶ, ἀλλὰ τῷ περὶ τὸν κτίστην καὶ εὐεργέτην πυρακτούμενοι πόθῳ, καὶ οὐ μᾶλλον τὴν περιβάλλουσαν αὐτοὺς κάμινον, τῆς ἡτοιμασμένης τοῖς κτιστολάτραις γεέννης, προσέχοντες, ὑπέβαλλον τῇ κτίσει δοξολογεῖν τὸν φανέντα σὺν αὐτοῖς ἐν τῇ καμίνῳ· περὶ οὗ γέγραπται· Ἡ δὲ ὅρασις τοῦ τετάρτου ὁμοία Υἱῷ Θεοῦ· εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν
to have been made lower, we see crowned with glory and honour. Moreover, he also calls Him glory, inasmuch as He is by nature the effulgence of the paternal glory, in what he writes: The God of our Lord Jesus Christ, the Father of glory (Eph. 1:17); he said God with reference to the ineffable Incarnation, and Father with reference to the beginningless generation. And again John: (We beheld His glory, glory as of the Only-begotten from the Father), full of grace and truth (John 1:14). And again in Mark, from the Saviour: When the Son cometh in the glory of His Father (Mark 8:38); showing that His glory is of equal honour with the glory of the Father; and in Matthew: When the Son of man cometh in His glory, and all His angels with Him (Matt. 25:31). And again, therefore, John, establishing that He is in glory and that glory is owed to Him by all, said: Though Jesus had done so many signs, the Jews believed not on Him; that the word spoken through Isaiah might be fulfilled: Hearing ye shall hear, and shall in no wise understand (John 12:37-38; Acts 28:26). And in between he adds: These things he said when he saw His glory, and spake of Him (John 12:41). And Peter also, in his First Epistle: Inasmuch as ye are partakers of Christ’s sufferings, rejoice, that at the revelation of His glory also ye may rejoice with exceeding joy (1 Pet. 4:13); and in his Second: Seeing that His divine power hath given unto us all things that pertain unto life and godliness, through the knowledge of Him that called us by His own glory and virtue (2 Pet. 1:3); instead of: The glory of the Only-begotten—that of His nature, that of His miracles, that of His kingdom and of His very glorification—is like and equal to the glory of the Father, from Whom He has been begotten naturally and without interval, and holds all things in Himself as Only-begotten. So that even when He became flesh He underwent no change or diminution. Thus too the three youths, inflamed not by the Babylonian fire but by longing for their Maker and Benefactor, and heeding not the furnace surrounding them rather than the Gehenna prepared for creature-worshippers, exhorted creation to glorify Him Who appeared with them in the furnace; concerning Whom it is written: And the appearance of the fourth is like a Son of God (Dan. 3:92): Bless the Lord, all ye works of the Lord (Dan. 3:57),
PG 39:432Read from the page
Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. Ἀχθομένων δὲ, φησὶν, καὶ τῶν Κυριοκτόνων πρὸς τὰ παιδία καὶ τοὺς ὄχλους, ὅτι ὡς Θεὸν τὸν Ἰησοῦν δοξάζοντες ἔλεγον, Ὡσαννὰ ἐν τοῖς ὑψίστοις· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, ὑπέμνησεν αὐτοὺς τῆς λεγούσης Γραφῆς· Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον· ἑαυτῷ ἁρμόσας τὸ ῥητὸν τοῦτο, καὶ δείξας μὴ ἀνοικείως προσάγεσθαι αὐτῷ δόξαν. Καὶ ἄγγελοι δὲ, φησὶν, ἔλεγον τεχθέντος αὐτοῦ· Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη.
praise the Lord and exalt Him above all for ever. And when the Lord-slayers were indignant, he says, at the children and the crowds, because glorifying Jesus as God they said: Hosanna in the highest; blessed is He that cometh in the name of the Lord (Matt. 21:9, 15), He reminded them of the Scripture that says: Out of the mouth of babes and sucklings Thou hast perfected praise (Ps. 8:3; Matt. 21:16); fitting this saying to Himself and showing that glory is not unfittingly offered to Him. And angels too, he says, said when He was born: Glory to God in the highest, and on earth peace (Luke 2:14).
ΚΕΦ. ΛΓʹ.
Chapter 33.
Περὶ προσκυνήσεως. Ἀνακεφαλαίωσις.
Concerning worship. Recapitulation.
Ἴδομεν τοίνυν αὐτὸν δοξαζόμενον, ἴδομεν αὐτὸν καὶ προσκυνούμενον· ἀμφότερα δὲ Θεῷ ἐστιν πρέποντα καὶ ὀφειλόμενα, οὐχὶ δὲ κτίσματι, καθὰ γράφουσιν οἱ ὑποτεταγμένοι ἅγιοι· Δαυῒδ ἐν ϟδʹ ψαλμῷ· Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ, καὶ κλαύσωμεν ἐναντίον Κυρίου, τοῦ ποιήσαντος ἡμᾶς, ὅτι αὐτός ἐστιν ὁ Θεὸς ἡμῶν, καὶ ἡμεῖς λαὸς νομῆς αὐτοῦ, καὶ πρόβατα χειρὸς αὐτοῦ· καὶ ἐν καʹ· Μνησθήσονται, καὶ ἐπιστραφήσονται πρὸς Κύριον πάντα τὰ πέρατα τῆς γῆς· καὶ προσκυνήσουσιν ἐνώπιον αὐτοῦ πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν· ὅτι τοῦ Κυρίου ἡ βασιλεία, καὶ αὐτὸς δεσπόζει τῶν ἐθνῶν. Τί ἐροῦσιν ἄρα οἱ ἀπονέμοντες ὄνομα κεχωρισμένως, τῷ μὲν Πατρὶ τὸ Θεὸς, τῷ δὲ Υἱῷ τὸ Κύριος, ἐπαΐοντες ἐνθάδε τὸν Κύριον προσκυνεῖσθαι καὶ δεσπόζειν, καὶ αὐτοῦ εἶναι τὴν βασιλείαν; Καὶ πάλιν ἐν θʹ ψαλμῷ· Καὶ προσκυνήσω σε, Κύριε, ἡ ἰσχύς μου· καὶ ἐν ρλαʹ· Προσκυνή-
We have seen Him, therefore, glorified; we have seen Him also worshipped; and both are fitting and owed to God, not to a creature, as the saints set down below write. David in Ps. 94: Come, let us worship and fall down before Him, and weep before the Lord, Who made us; for He is our God, and we are the people of His pasture, and the sheep of His hand (Ps. 94:6-7); and in Ps. 21: All the ends of the earth shall remember and turn unto the Lord, and all the families of the nations shall worship before Him; for the kingdom is the Lord’s, and He Himself hath dominion over the nations (Ps. 21:28-29). What, then, will they say who assign the name separately, to the Father "God" and to the Son "Lord", when they hear here that the Lord is worshipped and has dominion, and that the kingdom is His? And again in Ps. 9: And I will worship Thee, O Lord, my strength; and in Ps. 131: Let us wor-
Notes, col. 432

On the reading

Printed Ἴδομεν, for Εἴδομεν (or ἴδωμεν).

PG 39:433Read from the page
σωμεν εἰς τὸν τόπον, οὗ ἔστησαν οἱ πόδες αὐτοῦ. Παῦλος ἐκ τῆς ᾠδῆς τοῦ Δευτερονομίου γράφων· Ὅταν δὲ εἰσαγάγῃ τὸν Πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει· Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ. Καὶ ὁ εὐαγγελιστής· Εἶπον, φησὶν, οἱ μάγοι· Ἴδομεν αὐτοῦ τὸν ἀστέρα ἐν τῇ ἀνατολῇ, καὶ ἤλθομεν προσκυνῆσαι αὐτῷ· καὶ πάλιν· Ἰδοὺ, φησὶν, λεπρὸς ἦλθεν, καὶ προσεκύνει αὐτῷ· καὶ πάλιν παρὰ Ματθαίῳ φησίν· Ἐκόπασεν ὁ ἄνεμος· οἱ δὲ ἐν τῷ πλοίῳ προσεκύνησαν αὐτῷ, λέγοντες· Ἀληθῶς Θεοῦ Υἱὸς εἶ. Καὶ οὐ καθ' ἡμᾶς, φησὶν, τοὺς ἀφθόνῳ δωρεᾷ ἐπικληθέντας υἱούς. Καὶ, Ἄρχων τις προσεκύνει αὐτῷ. Καὶ μετὰ τὴν ἀνάστασιν αὐτοῦ ἐν τῷ ὄρει, φησὶν, Οἱ ἀπόστολοι ἰδόντες αὐτὸν, προσεκύνησαν αὐτῷ.
ship at the place where His feet stood (Ps. 131:7). Paul, writing from the Song of Deuteronomy: And when He bringeth the First-born into the world, he says: And let all the angels of God worship Him (Heb. 1:6; Deut. 32:43). And the evangelist: The Magi said, he says: We have seen His star in the east, and are come to worship Him (Matt. 2:1-2); and again: Behold, he says, a leper came and worshipped Him (Matt. 8:2); and again in Matthew he says: The wind ceased; and they that were in the boat worshipped Him, saying: Truly Thou art the Son of God (Matt. 14:32-33); and not according to us, he means, who by an ungrudging gift are surnamed sons. And: A certain ruler worshipped Him (Matt. 9:18). And after His resurrection on the mountain, he says: The apostles, seeing Him, worshipped Him (Matt. 28:17).
ΚΕΦ. ΛΔʹ.
Chapter 34.
Περὶ τῆς πρὸς τὸν Θεὸν Πατέρα πίστεως.
Concerning faith in God the Father.
Καθὰ τοίνυν τῆς Γραφῆς μείζονα, ἢ περὶ τοῦ Πατρὸς, κατὰ τὸ φαινόμενον λεγούσης πολλὰ περὶ τοῦ Υἱοῦ, καὶ δηλούσης αὐτὸν παντοκράτορα καὶ ποιητὴν τῶν αἰώνων, καὶ πάντων δημιουργόν· καὶ ἀληθινὸν Θεὸν, καὶ οὐκ ἔχοντα πρὸ αὐτοῦ Θεόν· καὶ ἐπάνω πάντων, καὶ μέγαν καὶ ἐπὶ πάντων Θεὸν, πρὸς ὃν οὐ λογισθήσεται ἕτερος· καὶ ἐκ δεξιῶν συγκαθεζόμενον τῷ Πατρὶ, καὶ εἰς τὸν κόλπον αὐτοῦ ὄντα· καὶ αὐτὸν εἶναι τὴν αἰώνιον ζωὴν, καὶ φῶς τὸ ἀληθινὸν, καὶ πάντων Κύριον, καὶ μόνον Δεσπότην καὶ ἐξουσιαστήν· οὗτινος ἡ μὲν εἰρήνη οὐκ ἔχει ὅριον, ἀλλὰ καὶ ὑπερέχει πάντα νοῦν· ἡ δὲ βασιλεία ἀτελεύτητος· καὶ ἐν μηδενὶ ἄλλῳ εἶναι τὴν σωτηρίαν· καὶ τὸν Πατέρα ἕλκειν πρὸς τὸν Υἱὸν τοὺς ἀξίους· κατ' οὐδὲν ὑποδεέστερος (μὴ γένοιτο!) νομίζεται ὁ Πατὴρ, ἢ τὸ Πνεῦμα αὐτοῦ· τὸν ἴσον τρόπον, θεολογούσης περὶ τοῦ Πατρὸς ὑψηλὰ, οὐχ ὀφείλει ὡς μικρότερος, ἢ ἀνόμοιος λογίζεσθαι ὁ Μονογενὴς, ἢ τὸ ἅγιον Πνεῦμα. Οὐδεμιᾶς γὰρ κτιστῆς δυνάμεώς ἐστιν, μόνης δὲ τῆς ἀκτίστου, τά τε μνημονευθέντα, καὶ τὸ δημιουργεῖν οὐσίαν ἐξ οὐκ ὄντων, καὶ λογικήν· ζωοποιεῖν τε· ἁμαρτίας τε συγχωρεῖν· καὶ τὴν κτίσιν ἰδίαν λέγειν· καὶ ἐκ τῶν ἴσων γινώσκειν τὸν Πατέρα, ὡς γινώσκεται ὑπ' αὐτοῦ· καὶ ἰσουργεῖν τῷ Θεῷ Πατρί· καὶ εἶναι ἐν τῷ Πατρὶ, καὶ τὸν Πατέρα ἐν αὐτῷ ἐξ ἴσου· ὑπὸ ἀγγέλων τε ὑπηρετεῖσθαι· καὶ τὸ ἔτι τούτων ὑπερτεροῦν τὸ μονογενῆ Υἱὸν, καὶ Θεὸν, καὶ φῶς ἐκ φωτὸς, καὶ ζωὴν αἰώνιον, καὶ ἀλήθειαν, καὶ Σωτῆρα μαρτυρεῖσθαι· καὶ πανταχοῦ παρεῖναι, καὶ πάντα ἐν αὐτῷ ἐστηρίχθαι· βασιλείαν τε οὐρανῶν, καὶ τὴν θεϊκὴν εἰρήνην, ὡς αὐτοῦ τυγχάνουσαν, ἀβασκάνως πᾶσιν δωρεῖσθαι· καὶ τοῖς πιστεύουσιν, ἐπικαλουμένοις αὐτὸν, τὴν ἐπὶ τῇ διηνεκεῖ σωτηρίᾳ παρέχειν ἀσφάλειαν. Οἱ γὰρ κτίσμα, καὶ οὐκ ἄναρχον, καλοῦντες τὸν ἀληθινὸν Υἱὸν Θεὸν,
Just as, therefore, though Scripture says many things about the Son that are in appearance greater than what it says about the Father—declaring Him to be Almighty and Maker of the ages and Creator of all things; and true God, having no God before Him; and above all things, and great God and over all, beside Whom no other shall be reckoned; and seated at the right hand with the Father, and being in His bosom; and that He is eternal life, and the true light, and Lord of all, and sole Master and Ruler; Whose peace has no boundary, but even surpasses every mind; Whose kingdom is endless; and that in none other is there salvation; and that the Father draws the worthy to the Son—the Father or His Spirit is not in any respect thought inferior (far be it!): in the same way, when it speaks lofty theology concerning the Father, the Only-begotten or the Holy Spirit ought not to be reckoned smaller or unlike. For to no created power, but only to the uncreated, belong both the things already mentioned and the creating of substance out of non-existent things, and rational substance at that; and giving life; and forgiving sins; and calling creation His own; and knowing the Father on equal terms, as He is known by Him; and working equally with God the Father; and being in the Father, and the Father in Him, equally; and being ministered to by angels; and what surpasses even these, being testified to as Only-begotten Son, and God, and Light from Light, and eternal life, and truth, and Saviour; and being everywhere present, and having all things established in Him; and granting ungrudgingly to all the kingdom of heaven and divine peace, inasmuch as it is His own; and affording to those who believe and call upon Him security unto perpetual salvation. For those who call the true Son God a creature and not without beginning,
Notes, col. 433

On the reading

Printed Ἴδομεν, for Εἴδομεν; τὸ μονογενῆ | τὸν μονογενῆ.

PG 39:436Read from the page
καὶ τὸ ἅγιον καὶ ζωοποιὸν Πνεῦμα, οὐ πιστεύουσιν εἰς τὰς ὑποστάσεις ταύτας, κἂν λέγωσι πιστεύειν· τάχα δὲ οὐδὲ εἰς τὸν Πατέρα. Παραβαίνουσι γὰρ τὴν ἐντολὴν τοῦτο μὲν τοῦ παραγγέλλοντος Πατρός· Ἄκουσον, λαός μου, καὶ λαλήσω σοι, Ἰσραὴλ, καὶ διαμαρτυροῦμαί σοι. Ἐὰν ἀκούσῃς μου, οὐκ ἔσται ἐν σοὶ θεὸς πρόσφατος, οὐδὲ προσκυνήσεις θεῷ ἀλλοτρίῳ· ἀντὶ τοῦ, οὐκ ὄντι ποτὲ, ἢ ἑτεροουσίῳ. Καὶ, Κύριον τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις· καὶ, Οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι, πλὴν ἐμοῦ· καὶ, Ἐπικατάρατος πᾶς, ὃς ἔχει τὴν ἐλπίδα ἐπ' ἄνθρωπον· τοῦτ' ἔστιν, ἐπὶ ποίημα. Τοῦτο δὲ τοῦ λέγοντος Υἱοῦ, ἐν Ματθαίῳ μέν· Οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν· τοῦτ' ἔστιν, δύο φύσεσιν, ἢ δεσποτείαις· ἐν Παύλῳ δὲ Ῥωμαίοις ἐπιστέλλοντι· Ἐσεβάσθησαν, καὶ ἐλάτρευσαν τῇ κτίσει, παρὰ τὸν κτίσαντα. Τοῦτο δὲ τοῦ νομοθετήσαντος Μωϋσέως· Ὁ θυσιάζων θεοῖς ἀλλοτρίοις, λιθοβοληθήσεται, πλὴν Κυρίῳ μόνῳ. Πρόσφατος δὲ καὶ ἀλλότριος Θεὸς, ὁ μὴ ὁμοούσιος τῷ Θεῷ καὶ Πατρὶ ὢν, καὶ ποτὲ μὴ ὑπάρξας. Καὶ οἱ λέγοντες, Δόξα Πατρὶ δι' Υἱοῦ ἐν ἁγίῳ Πνεύματι, οὐ δοξάζουσι τὸν Υἱὸν, ἢ τὸ Πνεῦμα τοῦ Θεοῦ. Ἄλλῳ γὰρ δι' ἄλλου ἐν ἄλλῳ ἀναπέμπουσι τὴν δόξαν, μᾶλλον δὲ οὐδ' ὁποτέρῳ· καὶ παρατιτρώσκουσι τοῦτο μὲν τὸ θέλημα τοῦ Πατρὸς (λέγοντος· Τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω· ἀντὶ τοῦ, Ἑτεροφυεῖ οὐ δώσω, βουλομένου δὲ τιμᾶσθαι τὸν Υἱὸν ὁμοίως αὐτοῦ), τοῦτο δὲ καὶ τὴν παράδοσιν τοῦ Υἱοῦ· ὅμοια πάσχοντες τῶν Χριστὸν μὲν αὐτὸν τῷ στόματι καλούντων, ταῖς δὲ χερσὶ τυπτόντων καὶ κραζόντων· Προφήτευσον ἡμῖν, Χριστὲ, τίς ἐστιν ὁ παίσας σε· τῶν καὶ λεγόντων οὕτως· Πιστεύομεν ὡς Μωϋσῆς καὶ οἱ προφῆται· αὐτὸν δὲ τὸν προφητευθέντα σταυρωσάντων. Ὅτε οὖν καὶ ὁ Θεὸς Πατὴρ σὺν τῷ μονογενεῖ Θεῷ παρακούεται, καὶ ἡ εἰς κτίσμα πίστις ἀνωφελής ἐστιν, βλάπτειν μᾶλλον ἢ σώζειν δυναμένη· αὐτοὶ λογιζέσθωσαν, εἰ ἀκίνδυνον ἔχουσι πίστιν, τὴν σωτηρίαν ἀρνούμενοι· δεῖ γὰρ σωθῆναι ὀρθῶς πιστεύοντα· καλὸν γὰρ, φασὶ, τὸ σωθῆναι· τἄλλα δέ ἐστιν ἄλλως λόγος. Καὶ Μακεδονίου δὲ παῖδες, ὡς τοῦ ἁγίου Πνεύματος, οὕτω καὶ τοῦ Μο-
and the holy and life-giving Spirit, do not believe in these hypostases, even if they say they believe; and perhaps not even in the Father. For they transgress the commandment both of the Father Who enjoins: Hear, O My people, and I will speak to thee, O Israel, and I will testify to thee. If thou wilt hearken unto Me, there shall not be in thee a recent god, neither shalt thou worship an alien god (Ps. 80:9-10)—instead of, one that once was not, or of another substance. And: Thou shalt worship the Lord thy God, and Him only shalt thou serve (Deut. 6:13; Matt. 4:10); and: Thou shalt have no other gods beside Me (Exod. 20:3); and: Cursed is every one that hath his hope in man (Jer. 17:5)—that is, in a thing made. And this [commandment] of the Son Who says, in Matthew: No man can serve two masters (Matt. 6:24)—that is, two natures or lordships; and in Paul writing to the Romans: They worshipped and served the creature rather than the Creator (Rom. 1:25). And this [commandment] of Moses who gave the law: He that sacrificeth unto alien gods shall be stoned, save unto the Lord only (Exod. 22:20). Now a recent and alien god is one who is not consubstantial with God the Father, and who once did not exist. And those who say, "Glory to the Father through the Son in the Holy Spirit," do not glorify the Son or the Spirit of God; for they refer glory to one through another in another, or rather to neither; and they wound both the will of the Father (Who says: My glory will I not give to another [Isa. 42:8; 48:11]—instead of, to one of another nature will I not give it, while He wills that the Son be honoured like Himself), and the tradition of the Son; acting like those who with their mouth called Him Christ, while with their hands they struck Him and cried: Prophesy unto us, O Christ, who is he that smote Thee (Matt. 26:68); and like those who spoke thus: We believe as Moses and the prophets, yet crucified Him Who was prophesied. When, therefore, both God the Father together with the Only-begotten God is disobeyed, and faith in a creature is unprofitable, able to harm rather than to save, let them reckon for themselves whether they hold a faith free from danger while denying salvation; for one must be saved by believing rightly; for it is a fine thing, they say, to be saved, and the rest is another story. And the disciples of Macedonius also, as of the Holy Spirit, so too of the Only-