Migne Reading Room

PG 39 · cols. 416–424 · Read from the page

On the Trinity, three books

On the Trinity, three books

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 39:416Read from the page
ἐξουδενωθεὶς ὑφ' ὑμῶν τῶν οἰκοδόμων, ὁ γενόμενος εἰς κεφαλὴν γωνίας· καὶ οὐκ ἔστιν ἐν ἄλλῳ οὐδενὶ ἡ σωτηρία. Ἀλλὰ καὶ Καθολικὰ τὸ δεύτερον πέμπει γράμματα, μεταξὺ ἄλλων περὶ αὐτοῦ ἔχοντα καὶ τοῦτο· Ὡς τὰ πάντα ἡμῖν τῆς θείας δυνάμεως αὐτοῦ τὰ πρὸς ζωὴν καὶ εὐσέβειαν δεδωρημένης, διὰ τῆς ἐπιγνώσεως τοῦ καλέσαντος ἡμᾶς ἰδίᾳ δόξῃ καὶ ἀρετῇ· δι' ὧν τὰ μέγιστα καὶ τίμια ἡμῖν εὐαγγέλματα δεδώρηται, ἵνα διὰ τούτων γένησθε θείας κοινωνοὶ φύσεως. Διὸ καὶ Ἰάκωβος ἐν γενικοῖς χαράγμασιν ἔφη· Εἷς ἐστιν ὁ νομοθέτης, καὶ κριτὴς, ὁ δυνάμενος σῶσαι καὶ ἀπολέσαι. Τί δὲ πλήθους δεῖ Γραφῶν εἰς τοῦτο λοιπὸν, καὶ Σαμαρειτῶν παρὰ Ἰωάννῃ τῷ ἀκριβεῖ θεηγόρῳ, εὐγνωμόνων ἀνδρῶν, ἀφιέντων φωνάς; Αὐτοὶ γὰρ, φησὶν, ἀκηκόαμεν καὶ οἴδαμεν, ὅτι οὗτός ἐστιν ἀληθῶς ὁ Σωτὴρ τοῦ κόσμου, ὁ Χριστός· ὁ λέγων, φησὶν, ἡπίως· Θάρσει, τέκνον· ἀφέωνταί σοι αἱ ἁμαρτίαι.
...set at nought by you builders, which is become the head of the corner; and in no other is there salvation (Acts 4:11-12). Moreover, he sends Catholic letters a second time, containing among other things concerning Him this also: Seeing that His divine power hath granted unto us all things that pertain unto life and godliness, through the knowledge of Him that hath called us by His own glory and virtue; whereby He hath granted unto us the greatest and precious good tidings, that through these ye might become partakers of the divine nature (2 Pet. 1:3-4). Wherefore James also in his general writings said: There is one lawgiver and judge, who is able to save and to destroy (Jas. 4:12). Why then is there any further need of a multitude of Scriptures for this, and of the Samaritans—right-minded men—uttering their voices in John the accurate divine? For we ourselves, he says, have heard and know that this is truly the Saviour of the world, the Christ (John 4:42)—He who says, he records, gently: Be of good cheer, child; thy sins are forgiven thee (Matt. 9:2).
ΚΕΦ. Λʹ.
Chapter XXX.
Περὶ τοῦ διὰ τὴν ἰσοτιμίαν τῆς Τριάδος, τὸν Πατέρα ἀποκαλύπτειν ἡμῖν τὸν Υἱὸν, καὶ ἕλκειν ἡμᾶς πρὸς αὐτόν· καὶ πάλιν αὐτὸν Υἱὸν καὶ τὸ ἅγιον Πνεῦμα προσάγειν ἡμᾶς τῷ Πατρί. Ἐν ταυτῷ καὶ περὶ τῆς ὁμολογίας Πέτρου· καὶ ὅτι ἔστιν μετάνοια.
Concerning the Father revealing the Son to us and drawing us to Him on account of the equal honour of the Trinity; and again the Son Himself and the Holy Spirit bringing us to the Father. Together with a discussion of Peter’s confession; and that there is repentance.
Ἵνα γὰρ δι' ὅλων ἀποδειχθῇ τῆς μακαρίας Τριάδος τὸ περὶ πάντα ἰσότιμον, ἀποκαλύπτει ἡμῖν τὸν ἴδιον Υἱὸν ὁ Πατὴρ, καὶ ἕλκει ἡμᾶς δι' ἑαυτοῦ πρὸς αὐτὸν, καὶ μεθιστᾷ εἰς τὴν βασιλείαν αὐτοῦ· καὶ πάλιν ὁ Υἱὸς, καὶ τὸ ἅγιον Πνεῦμα προσάγει ἡμᾶς τῷ Θεῷ καὶ Πατρί· οὐκ ἂν γὰρ εἰς ἑτεροούσιον, ἢ μείζονα, οὐδ' εἰς ὑποκατερχόμενα, ὥσπερ σκῆπτρα, τῶν ἑαυτοῦ μετέθηκεν ἡμᾶς ὁ Θεός. Τετελείωκεν γοῦν τὴν Παλαιὰν Διαθήκην ἡ Νέα, διὰ τὴν εἰς τὸν Υἱὸν καὶ τὸ θεῖον Πνεῦμα πίστιν. Λέγουσι δὲ ὧδε, ὁ μὲν Θεὸς Πατὴρ ἐν Ἠσαΐᾳ πρὸς τὸν Υἱόν· Ἰδοὺ προσήλυτοι προσελεύσονταί σοι δι' ἐμοῦ, καὶ παροικήσουσίν σοι, καὶ ἐπὶ σοὶ καταφεύξονται· ὁ δὲ Υἱὸς ἐν Ἰωάννῃ· Οὐδεὶς δύναται ἐλθεῖν πρός με, ἐὰν μὴ ὁ Πατὴρ ὁ οὐράνιος ἑλκύσῃ αὐτόν· κἀγὼ ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. Καὶ πάλιν πρὸς τὸν Πέτρον εἰπόντα, Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος, ἔφη· Μακάριος εἶ, Πέτρε βὰρ Ἰωνᾶ, ὅτι σὰρξ. καὶ αἷμα οὐκ ἀπεκάλυψέν σοι, ἀλλ' ὁ Πατήρ μου ὁ ἐν τοῖς οὐ-
For in order that the equal honour of the blessed Trinity in all things may be demonstrated throughout, the Father reveals His own Son to us, and draws us through Himself to Him, and translates us into His kingdom; and again the Son and the Holy Spirit bring us to God the Father; for God would not have translated us to one of another substance, or to a greater, nor to sceptres descending below His own. The New Covenant, then, has perfected the Old through faith in the Son and the divine Spirit. And they speak thus—God the Father in Isaiah to the Son: Behold, proselytes shall come unto thee through Me, and shall sojourn with thee, and shall flee for refuge unto thee (Isa. 54:15); and the Son in John: No man can come to Me, except the heavenly Father draw him; and I will raise him up at the last day (John 6:44). And again to Peter, who had said, Thou art the Christ, the Son of the living God, He said: Blessed art thou, Peter Bar-Jona, for flesh and blood hath not revealed it unto thee, but My Father which is in...
Notes, col. 416

On the reading

Printed ἡπίως, for ἠπίως.

Printed σὰρξ., for σὰρξ.

PG 39:417Read from the page
ρανοῖς. Κἀγὼ δέ σοι λέγω, ὅτι σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν Ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς· καὶ δώσω σοι τὰς κλεῖς τῶν οὐρανῶν· καὶ ὃ ἐὰν δήσῃς ἐπὶ τῆς γῆς, ἔσται δεδεμένον ἐν τοῖς οὐρανοῖς· καὶ ὃ ἐὰν λύσῃς ἐπὶ τῆς γῆς, ἔσται λελυμένον ἐν τοῖς οὐρανοῖς. Ὦ πόσα δύναται πίστις! καὶ τὸ ὁμολογῆσαι Υἱὸν ἀληθινὸν εἶναι τοῦ Θεοῦ, καὶ μὴ κτίσμα τὸν μονογενῆ Θεὸν Λόγον. Οὐκ ἐδίστασεν Πέτρος σαρκὶ καὶ αἵματι Θεὸν ἐπὶ γῆς ἐμφιλοχωροῦντα ὁρῶν· τοῦτο γάρ ἐστιν, ὅτι Σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέν σοι. Ἐπέγνω δὲ τὸν συμφυᾶ καὶ συναΐδιον κλάδον τοῦ Θεοῦ· ἐτίμησεν ἐν τούτῳ τὴν ἀποκαλύψασαν αὐτῷ αὐτογενῆ καὶ ἄναρχον ῥίζαν· ἐπίστευσεν αὐτοῦ τῇ πρὸς τὸν Πατέρα τῆς θεότητος ἑνότητι· ἐμακαρίσθη ὑπὸ τοῦ μόνου μακαρίου Δεσπότου· ᾠκοδομήθησαν ἐπὶ τὴν πέτραν ταύτην αἱ Ἐκκλησίαι, ὧντινων πύλαι ᾅδου, τοῦτ' ἔστιν αἱρετικῶν συλλογισμοὶ, οὐ περιγένονται· ἐνεχειρίσθη τὰς κλεῖς τῶν οὐρανῶν· ἵνα τοῖς μὲν πιστεύουσιν (ὡς αὐτὸς Πέτρος ἀρτίως ἀποκρινάμενος φαίνεται, καὶ ὡς παρὰ τοῦ Χριστοῦ σὺν τοῖς ἄλλοις ἤκουσεν ἀποστόλοις), βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, ἀνοίξῃ ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ· τοῖς δὲ μὴ οὕτω δοξάζουσιν, τὴν τρισμακαρίαν καὶ εὐκταιοτάτην εἴσοδον ἀποκλείσῃ. Αὐτῷ γὰρ τούτῳ, ᾧ ἐμακαρίσθη, αὐτὸς ἐπὶ τῇδε τῇ δόξῃ ἐδέχθη, ὡς οἱ ἀπεναντίως λέγοντες, κατεψέχθησάν τε καὶ ἀπεβλήθησαν. Ἀληθεύσας δὴ οὖν, Υἱὸν τοῦ Θεοῦ διωμολογηκὼς αὐτὸν, τοῦτ' ἔστιν γνήσιον καὶ ὁμοούσιον, παραπλήσια ἤκουσεν, Βὰρ Ἰωνᾶ, ὃ ἑρμηνεύεται, υἱὲ Ἰωνᾶ. Οὐκ ἦν δὲ πάντως ἑτεροούσιος τῷ τεκόντι αὐτὸν ὁ Πέτρος. Πρὸς τούτοις ἔλαβεν ἐξουσίαν, μᾶλλον δὲ καὶ πάντες δι' αὐτοῦ, μὴ ἀπαγορεύειν τοῖς πταίουσιν, ἀλλὰ δέχεσθαι μετανοοῦντας Οὐδεὶς γὰρ ἀναμάρτητος, εἰ μὴ ὁ ταύτην ἐπιτρέψας τῷ Πέτρῳ τὴν αὐθεντείαν· τοῦτο γάρ ἐστιν· Ὃ ἐὰν λύσητε ἐπὶ τῆς γῆς, ἔσται λελυμένον ἐν τοῖς οὐρα-
...heaven. And I say unto thee, that thou art Peter, and upon this rock I will build My Church, and the gates of hell shall not prevail against it; and I will give unto thee the keys of the heavens; and whatsoever thou shalt bind on earth shall be bound in the heavens; and whatsoever thou shalt loose on earth shall be loosed in the heavens (Matt. 16:18-19). Oh, how great is the power of faith! and of confessing that the only-begotten God the Word is the true Son of God, and not a creature! Peter did not hesitate when he saw God dwelling on earth in flesh and blood; for this is the meaning of, Flesh and blood hath not revealed it unto thee. Rather, he recognized the connatural and coeternal branch of God; in this he honoured the self-begotten and beginningless root that had revealed it to him; he believed in His unity of Godhead with the Father; he was called blessed by the only blessed Master; upon this rock were built the Churches, against which the gates of hell, that is, the reasonings of heretics, do not prevail; he was entrusted with the keys of the heavens, so that to those who believe (as Peter himself is just now seen answering, and as he heard from Christ together with the other apostles), baptizing them in the name of the Father and of the Son and of the Holy Spirit (Matt. 28:19), he might open [the way] into the kingdom of God, and to those who do not thus glorify [Him] he might shut the thrice-blessed and most desired entrance. For by this very thing for which he was called blessed, he himself was received into this glory, just as those who speak the contrary have been censured and cast out. Having spoken the truth, therefore, in confessing Him to be Son of God, that is, genuine and consubstantial, he heard like things: Bar-Jona, which is interpreted, son of Jona. And Peter was certainly not of another substance from him who begat him. Furthermore, he received authority—or rather all received it through him—not to reject those who stumble, but to receive those who repent; for no one is sinless except Him who committed this authority to Peter; for this is what is meant by: Whatsoever ye shall loose on earth shall be loosed in the hea-
Notes, col. 417

On the reading

Printed περιγένονται, for περιγένωνται.

PG 39:420Read from the page
νοῖς. Ἔῤῥιψεν ἔκτοτε τὴν Ναυάτου καὶ Σαββατίου ἀπανθρωπίαν. Τοῖς προκειμένοις δὲ αὖ ἕπεται καὶ Παῦλος Γαλάταις γράφων· Ὅτε δὲ εὐδόκησεν ὁ Θεὸς ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου, ἀποκαλύψαι τὸν Υἱὸν αὐτοῦ ἐν ἐμοί· καὶ Κολοσσαεῦσιν· Εὐχαριστοῦντες τῷ Πατρὶ, τῷ ἱκανώσαντι ἡμᾶς εἰς τὴν μερίδα τοῦ κλήρου τῶν ἁγίων ἐν τῷ φωτί· ὃς ἐῤῥύσατο ἡμᾶς ἐκ τῆς ἐξουσίας τοῦ σκότους, καὶ μετέστησεν εἰς τὴν βασιλείαν τοῦ Υἱοῦ τῆς ἀγάπης αὐτοῦ· ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν, τὴν ἄφεσιν τῶν ἁμαρτιῶν· καὶ Κοριν-
...vens. From that time he cast out the inhumanity of Novatus and Sabbatius. And what has been set forth is also followed by Paul when writing to the Galatians: But when it pleased God, who separated me from my mother’s womb, to reveal His Son in me (Gal. 1:15-16); and to the Colossians: Giving thanks unto the Father, which hath made us meet for the portion of the inheritance of the saints in light; who hath delivered us from the power of darkness, and hath translated us into the kingdom of the Son of His love; in Whom we have redemption, the forgiveness of sins (Col. 1:12-14); and to the Corin-
PG 39:421Read from the page
θίοις· Πιστὸς ὁ Θεὸς, δι' οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ Υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν· καὶ Ἐφεσίοις· Καὶ ἐλθὼν εὐηγγελίσατο εἰρήνην ὑμῖν τοῖς μακρὰν, καὶ εἰρήνην τοῖς ἐγγύς· ὅτι δι' αὐτοῦ ἔχομεν τὴν προσαγωγὴν οἱ ἀμφότεροι, ἐν ἑνὶ Πνεύματι, πρὸς τὸν Πατέρα.
...thians: God is faithful, by Whom ye were called unto the fellowship of His Son Jesus Christ our Lord (1 Cor. 1:9); and to the Ephesians: And He came and preached peace to you which were afar off, and peace to them that were nigh; for through Him we both have access in one Spirit unto the Father (Eph. 2:17-18).
ΚΕΦ. ΛΑʹ.
Chapter XXXI.
Περὶ τοῦ μὴ εἶναι τέλος τῆς βασιλείας τοῦ Μονογενοῦς.
Concerning there being no end to the kingdom of the Only-begotten.
Καὶ ὥστε αἱρετικοὺς λέγοντας, ὅτι μετὰ τὴν γενικὴν ἀνάστασιν ὁ Υἱὸς παραδιδόναι μέλλει τὴν βασιλείαν τῷ Πατρὶ, καταισχύνεσθαι, κηρύττουσι τὸ κράτος τοῦ Υἱοῦ εἶναι ἀτελεύτητον οὑτωσί· Γαβριὴλ μὲν παρὰ Λουκᾷ εὐαγγελιζόμενος τὴν Θεοτόκον· Καὶ δώσει, φησὶν, αὐτῷ Κύριος ὁ Θεὸς τὸν θρόνον Δαυῒδ τοῦ Πατρὸς αὐτοῦ· καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰσραὴλ εἰς τοὺς αἰῶνας, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος. Καὶ μάλα ἀληθῶς· εἰ γὰρ ἀποκαθίστησιν, ἐν ποίᾳ αὐτοῦ βασιλείᾳ, καὶ πότε συμβασιλεύσομεν αὐτῷ; Παῦλος δὲ γράφων, πρὸς Ἐφεσίους μέν· Πᾶς πόρνος, ἢ ἀκάθαρτος, ἢ πλεονέκτης, ὅς ἐστιν εἰδωλολάτρης, οὐκ ἔχει κληρονομίαν ἐν
And in order that the heretics who say that after the general resurrection the Son will deliver up the kingdom to the Father may be put to shame, [the Scriptures] proclaim that the dominion of the Son is without end in this wise: Gabriel, announcing the good tidings to the Theotokos in Luke: And the Lord God shall give unto Him, he says, the throne of David His father; and He shall reign over the house of Israel for ever, and of His kingdom there shall be no end (Luke 1:32-33). And very truly so: for if He restores it, in what kingdom of His, and when, shall we reign with Him? And Paul, writing to the Ephesians: No whoremonger, nor unclean person, nor covetous man, who is an idolater, hath any inheritance in (Eph. 5:5)...
PG 39:423Read from the page
τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ Θεοῦ. Ἀλλὰ περὶ μὲν λέγει βασιλείας, οὐχὶ τῆς νῦν (αὐτὸς γὰρ ἔφη κατ' ἄμφω καὶ Τιμοθέῳ· Διαμαρτύρομαι ἐγὼ ἐνώπιον τοῦ Θεοῦ καὶ Χριστοῦ Ἰησοῦ, τοῦ μέλλοντος κρίνειν ζῶντας καὶ νεκροὺς, καὶ κατὰ τὴν ἐπιφάνειαν αὐτοῦ, καὶ τὴν βασιλείαν αὐτοῦ· Κήρυξον τὸν λόγον· καὶ Ἑβραίοις, ὅτι ἀδιαίρετον ἔχει ἀεὶ τὴν βασιλείαν σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, τῷ τε νῦν αἰῶνι, καὶ τῷ μέλλοντι αἰῶνι· Καὶ πρὸς μὲν τοὺς ἀγγέλους λέγει· Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα· πρὸς δὲ τὸν Υἱόν· Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· καὶ Δαυῒδ ἐν τῷ μδʹ ψαλμῷ· Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου· ἠγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀδικίαν· διὰ τοῦτο ἔχρισέν σε, ὁ Θεὸς, ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου. Ἄθρει ὅτι ἀπέραντον εἶπεν αὐτοῦ τὴν βασιλείαν, καὶ τὴν θεότητα ἀΐδιον· τὸ δὲ, ὁ Θεός σου, διὰ τὴν ἐνανθρώπησιν προσετίθη· καὶ ἐν τῷ ρμδʹ· Ἡ βασιλεία σου, βασιλεία πάντων τῶν αἰώνων, καὶ ἡ δεσποτεία σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ· καὶ ἐν τῷ ιʹ· Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα. Πέτρος δὲ τὰς κλεῖς τῆς βασιλείας ἔχων, ὡς Κύριος ὁ Υἱὸς τοῦ Θεοῦ δέδωκεν αὐτῷ (οὐ μὲν τῆς τοῦ νῦν αἰῶνος, οὔπω γὰρ τυγχάνομεν αὐτῆς, ἀλλὰ τοῦ μέλλοντος, ἐν ᾧ καὶ παραδιδόναι αὐτὸν τεκμαίρονται αἱρετικοὶ), ἐπὶ τὸ εἰσδεχθῆναι μὲν τοὺς ἄναρχον αὐτοῦ καὶ ἀπέραντον τὴν βασιλείαν εἶναι πιστεύοντας, ἀπωσθῆναι δὲ, ὡς μικρῷ πρόσθεν εἴρηται, τοὺς μὴ κράζοντας κατὰ τὸν Ναθαναήλ· Σὺ εἶ ὁ Υἱὸς τοῦ Θεοῦ, σὺ εἶ ὁ Βασιλεὺς τῶν Χριστιανῶν· Καὶ τὴν προφητείαν δὲ Ἡσαΐου, τὴν λέγουσαν. Τὸν Βασιλέα Κύριον Σαβαὼθ ἴδον τοῖς ὀφθαλμοῖς μου, Παῦλος μὲν τῷ Πνεύματι τοῦ Θεοῦ ἀνέθηκεν, Ἰωάννης δὲ τῷ Μονο-
...the kingdom of Christ and of God (Eph. 5:5). Yet he speaks of a kingdom—not of this present age (for he himself spoke in both senses also to Timothy: I charge thee before God and Christ Jesus, who shall judge the living and the dead, and by His appearing and His kingdom: preach the word [2 Tim. 4:1-2]; and to the Hebrews, that He always holds the kingdom undivided with the Father and the Holy Spirit, both in the present age and in the age to come: And of the angels He saith, Who maketh His angels spirits, and His ministers a flame of fire; but unto the Son, Thy throne, O God, is for ever and ever [Heb. 1:7-8]; and David in the forty-fourth psalm: Thy throne, O God, is for ever and ever; a sceptre of uprightness is the sceptre of Thy kingdom; Thou hast loved righteousness and hated iniquity; therefore God, even Thy God, hath anointed Thee with the oil of gladness above Thy fellows [Ps. 44:7-8]). Observe that he declared His kingdom to be without end and His Godhead eternal, whereas the phrase “Thy God” was added on account of the incarnation. And in the hundred and forty-fourth [psalm]: Thy kingdom is a kingdom of all ages, and Thy dominion is in every generation and generation (Ps. 144:13); and in the tenth: The Lord shall reign for ever (Ps. 10:16). And Peter, having the keys of the kingdom as the Lord the Son of God gave them to him (not indeed of the kingdom of the present age, for we do not yet possess it, but of the age to come, in which the heretics conjecture that He will deliver it up), [received them] so that those who believe His kingdom to be without beginning and without end might be received, while those who do not cry out with Nathanael, Thou art the Son of God, Thou art the King of Christians (John 1:49), might be cast out, as was said a little earlier. And the prophecy of Isaiah which says, I saw with mine eyes the King, the Lord of Sabaoth (Isa. 6:5), Paul ascribed to the Spirit of God, while John [ascribed it] to the Only-be-
Notes, col. 423

On the reading

Printed Πέτρος, for Πέτρῳ.

PG 39:424Read from the page
τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ Θεοῦ· πάντως δὲ λέγει τὴν μετὰ τὴν ἀνάστασιν. Πότε οὖν λοιπὸν, κατ' ἐκείνους, παραδίδωσι τὴν βασιλείαν; Πρὸς δὲ Τιμόθεον ἐν τῇ δευτέρᾳ Ἐπιστολῇ· Διαμαρτύρομαι ἐνώπιον τοῦ Θεοῦ καὶ Χριστοῦ Ἰησοῦ τοῦ μέλλοντος κρίνειν ζῶντας καὶ νεκρούς· καὶ τὴν ἐπιφάνειαν αὐτοῦ, καὶ τὴν βασιλείαν αὐτοῦ, κήρυξον τὸν Λόγον. Σαφὲς δὲ, ὅτι βασιλείαν λέγει, ἣν ἔχει ἀδιαίρετον, καὶ ἀδιάδοχον μετὰ τοῦ Πατρὸς, καὶ τοῦ ἁγίου Πνεύματος, νῦν τε καὶ εἰς τὸν μέλλοντα αἰῶνα. Πρὸς δὲ Ἑβραίους· Καὶ πρὸς μὲν τοὺς ἀγγέλους λέγει· Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα· πρὸς δὲ τὸν Υἱόν· Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· Δαυῒδ δὲ ἐν μδʹ ψαλμῷ· Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· ῥάβδος εὐθύτητος, ἡ ῥάβδος τῆς βασιλείας σου· ἠγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀδικίαν· διὰ τοῦτο ἔχρισέν σε, Θεὲ, ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου. Ἄθρει καὶ αὖθις τὴν βασιλείαν αὐτοῦ ἀπέραντον, καὶ τὴν θεότητα ἄναρχον. Διὰ δὲ τὴν ἄῤῥητον αὐτοῦ ἐνανθρώπησιν ἐπήγαγεν τὸ, Ὁ Θεός σου. Καὶ ἐν ρμδʹ· Ἡ βασιλεία σου, βασιλεία πάντων τῶν αἰώνων· καὶ ἡ δεσποτεία σου, ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. Καὶ ἐν τῷ ιʹ ψαλμῷ· Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Καὶ Πέτρῳ δὲ ὁ Υἱὸς τὰς κλεῖς ὡς Κύριος δέδωκεν τῆς βασιλείας (οὐ τοῦ νῦν αἰῶνος, οὔπω γὰρ τυγχάνομεν αὐτῆς, ἀλλὰ τοῦ μέλλοντος, ἐν ᾧ καὶ παραδιδόναι αὐτὸν τεκμαίρονται αἱρετικοὶ), ἐπὶ τὸ εἰσδεχθῆναι μὲν τοὺς ἄναρχον αὐτοῦ καὶ ἀπέραντον τὴν βασιλείαν εἶναι πιστεύοντας, ἀπωσθῆναι δὲ, ὡς μικρῷ πρόσθεν εἴρηται, τοὺς μὴ κράζοντας κατὰ τὸν Ναθαναήλ· Σὺ εἶ ὁ Υἱὸς τοῦ Θεοῦ, σὺ εἶ ὁ Βασιλεὺς τῶν Χριστιανῶν· Καὶ τὴν προφητείαν δὲ Ἡσαΐου, τὴν λέγουσαν. Τὸν Βασιλέα Κύριον Σαβαὼθ ἴδον τοῖς ὀφθαλμοῖς μου, Παῦλος μὲν τῷ Πνεύματι τοῦ Θεοῦ ἀνέθηκεν, Ἰωάννης δὲ τῷ Μονο-
the kingdom of Christ and God; in every way he means the one after the resurrection. When, therefore, according to them, does He hand over the kingdom? And to Timothy in the Second Epistle: I charge thee before God and Christ Jesus, Who is to judge the living and the dead; and by His appearing and His kingdom, preach the Word (2 Tim. 4:1-2). It is clear, then, that he speaks of a kingdom which He holds undivided and without successor with the Father and the Holy Spirit, both now and for the age to come. And to the Hebrews: And of the angels He says, Who maketh His angels spirits, and His ministers a flame of fire; but to the Son: Thy throne, O God, is for ever and ever (Heb. 1:7-8); and David in Ps. 44: Thy throne, O God, is for ever and ever; a sceptre of uprightness is the sceptre of Thy kingdom; Thou hast loved righteousness and hated iniquity; therefore God, Thy God, hath anointed Thee with the oil of gladness above Thy fellows (Ps. 44:7-8). Observe again that His kingdom is boundless and His Godhead without beginning; and because of His ineffable Incarnation he added, Thy God. And in Ps. 144: Thy kingdom is a kingdom of all the ages, and Thy dominion is in every generation and generation (Ps. 144:13). And in Ps. 10: The Lord shall reign for ever and ever (Ps. 10:16 / 9:37). And to Peter also the Son as Lord gave the keys of the kingdom (not of the present age, for we have not yet obtained it, but of the age to come, in which the heretics conjecture that He hands it over), so that those who believe His kingdom is without beginning and boundless may be admitted, while those are thrust out, as was said shortly before, who do not cry out like Nathanael: Thou art the Son of God, Thou art the King of the Christians (John 1:49). And the prophecy of Isaiah, which says: I saw with my eyes the King, the Lord of Sabaoth (Isa. 6:1, 5), Paul referred to the Spirit of God, while John [referred it] to the Only-