τοῦ αὐτοῦ ψαλμῳδοῦ, μαθησόμεθα, ὅτι ἐπίσταται, ὡς τὸν Πατέρα, οὕτω καὶ τὸν Υἱὸν, ὑπάρχοντα Θεὸν τῶν προπατόρων. Ἐν γὰρ μςʹ ψαλμῷ κέκραγεν· Ἐβασίλευσεν ὁ Θεὸς ἐπὶ τὰ ἔθνη· ὁ Θεὸς κάθηται ἐπὶ θρόνου ἁγίου αὐτοῦ· ἄρχοντες λαῶν συνήχθησαν μετὰ τοῦ Θεοῦ Ἀβραάμ. Συνεκκλησιάσθησαν δὲ μετὰ τοῦ Θεοῦ τοῦ ἐνανθρωπήσαντος, περὶ οὗ ᾄδεται ἐν βʹ ψαλμῷ· Ἵνα τί ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά; Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ, κατὰ τοῦ Κυρίου, καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ; Ἠσαΐας δὲ ἀσύγκριτον αὐτὸν, ὡς τὸν Θεὸν Πατέρα, ἀνευφημῶν βοᾷ· Ἀπὸ τοῦ αἰῶνος οὐκ ἠκούσαμεν, οὐδὲ οἱ ὀφθαλμοὶ ἡμῶν ἴδον Θεὸν, πλὴν σοῦ. Ἄλλον γὰρ οὐκ ἴδομεν Θεὸν, ἢ τὸν ἐκ Παρθένου Μαρίας, κατὰ τὴν σωτήριον ἐνανθρώπησιν τεχθέντα· οὐδὲ ἠκούσαμεν, εἰ μὴ τὸν μαρτυρηθέντα ὑπὸ τοῦ Θεοῦ Πατρός· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός· καὶ πάλιν, ὡς προελέχθη· Παιδίον ἐγεννήθη ἡμῖν. υἱὸς καὶ ἐδόθη, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ· καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ, Θεὸς ἰσχυρὸς, Ἐξουσιαστὴς, Ἄρχων εἰρήνης, Πατὴρ τοῦ μέλλοντος αἰῶνος. Μεθ' ἕτερά τε ἐπάγει· Καὶ τῆς εἰρήνης αὐτοῦ οὐκ ἔστιν ὅριον. Ὁ Υἱὸς, φησὶν, τοῦ Θεοῦ ἐνανθρωπήσας, ἐγεννήθη παιδίον καὶ ἐδόθη ἡμῖν, φέρων αὐτὸς ἐπὶ τοῦ ὤμου αὐτοῦ ταύτης αὐτοῦ τῆς κάτω γεννήσεως τὴν ἀρχήν· τοῦτ' ἔστιν, αὐτὸς ἑαυτοῦ ἀρχὴ τυγχάνων, ἐν τῷ ἀῤῥεύστως ὑπὸ Παρθένου, καὶ ἐξ αὐτῆς ἀῤῥήτως σαρκωθέντα τεχθῆναι, συνουσίας ἀνδρὸς ἀρχὴν οὐ παρασχομένης. Ὄνομα δὲ αὐτῷ, Θεὸς ἰσχυρὸς, Ἐξουσιαστής. Οὐκ εἶπεν, Ὑπεξούσιος· ἀλλ' ἐφανέρωσεν αὐτοῦ τὴν φύσιν, τὴν δύναμιν, τὴν αὐθεντείαν. Ὅπερ ὄνομα γινώσκων Δαυῒδ, ψάλλει· Γνώτωσαν, ὅτι ὄνομά σοι, Κύριος· σὺ εἶ μόνος Ὕψιστος ἐπὶ πᾶσαν τὴν γῆν· τὸ μόνος, διὰ τὴν μίαν θεότητα εἰπών. Πατέρα δὲ αὐτὸν μέλλοντος ἐκάλεσεν αἰῶνος ὄντα, καὶ τῶν παρελθόντων αἰώνων δημιουργὸν, διὰ τὸ ἀπὸ χρόνου τοῦ τῆς οἰκονομίας ἐγνῶσθαι αὐτὸν πολὺ τοῖς ἀνθρώποις. Κτιστῆς τοίνυν, καὶ οὐκ ἀκτίστου φύσεως, εἶπεν αὐτὸν Πατέρα· εἷς γὰρ ὁ ἀκτίστου καὶ ὁμοουσίου Υἱοῦ Πατήρ. Παραδεικνὺς δὲ τῆς θεότητος αὐτοῦ τὸ ἀμέγεθες, ἔφη· Τῆς εἰρήνης αὐτοῦ οὐκ ἔστιν ὅριον. Καὶ Ἰερεμίας δὲ, ἤτοι Βαροὺχ (βίβλος γὰρ μία ἀμφοτέρων), σεμνηγορεῖ περὶ αὐτοῦ· Οὗτος ὁ Θεὸς ἡμῶν· οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν. Ἐξεῦρεν πᾶσαν ὁδὸν ἐπιστήμης, καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ, καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ' αὐτοῦ. Μετὰ ταῦτα, ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη. Εἰ οὖν μὴ θεοπρεπῶς νοηθείη, ὅτι διὰ τὸ ταυτὸν τῆς θεότητος ἄμφω τῶν ἀποῤῥήτων ὑποστάσεων, ἡ προκειμένη γραφὴ οὕτως ἐῤῥήθη, λείπεται ἀθεήσαντα
of the same psalmist, we shall learn that he knows that, as the Father, so also the Son is the God of the forefathers. For in the 46th Psalm he cried: God hath reigned over the nations; God sitteth upon His holy throne; the rulers of the peoples are gathered together with the God of Abraham. Now they were assembled together with God Who became man, concerning Whom it is sung in the 2nd Psalm: Why did the nations rage, and the peoples meditate vain things? The kings of the earth stood up, and the rulers were gathered together in one, against the Lord, and against His Christ? And Isaiah, acclaiming Him as incomparable, like God the Father, cries out: From of old we have not heard, neither have our eyes seen a God besides Thee. For we have seen no other God than Him Who was born of the Virgin Mary according to the saving Incarnation; nor have we heard any other than Him Who was borne witness to by God the Father: This is My beloved Son; and again, as was said before: A child is born unto us, and a son is given, whose government is upon His shoulder; and His name is called Mighty God, Ruler, Prince of peace, Father of the age to come. And after other things he adds: And of His peace there is no bound. The Son of God, he says, having become man, was born a child and was given to us, Himself bearing upon His shoulder the beginning of this His birth below: that is, being Himself His own beginning, in that He was born without flux from a Virgin, and ineffably incarnate of her, when the union of a man furnished no beginning. And His name is Mighty God, Ruler. He did not say 'Subject', but manifested His nature, His power, His authority. Knowing which name, David sings: Let them know that Thy name is the Lord; Thou alone art Most High over all the earth—saying 'alone' on account of the one Godhead. And he called Him Father of the age to come, though He is also Creator of the ages past, because from the time of the dispensation He became widely known to men. Of created, therefore, and not of uncreated nature, did he call Him Father; for one is the Father of the uncreated and consubstantial Son. And showing forth the immensity of His Godhead, he said: Of His peace there is no bound. And Jeremiah too, that is Baruch (for one is the book of both), speaks solemnly concerning Him: This is our God; no other shall be reckoned beside Him. He found out every way of knowledge, and gave it unto Jacob His servant, and unto Israel that is beloved by Him. Afterwards He appeared upon earth and conversed with men. If, therefore, it be not understood in a manner befitting God that because of the sameness of the Godhead of both ineffable hypostases the passage before us was thus spoken, it remains that, becoming godless,