PG 39:1697Read from the pageκαλύμματος τὴν δόξαν αὐτοῦ ὁρᾷν, τὸ ἔγκλημα ἐπεὶ καὶ τῷ Ἰησοῦ ἐγκλητέον τὰ μυστήρια μὴ πᾶσι φανεροῦντι· τοῖς γὰρ ἔξω ἐν παραβολαῖς αὐτὰ ἐλάλει. Ὥστε καὶ ὁ εὐαγγελικὸς λόγος τοῖς μὲν ἐξωτερικοῖς, κεκαλυμμένως· τοῖς δὲ ἔνδον εἰς τὴν μυστικὴν διάνοιαν εἰσεληλυθόσιν, ἀνεγκαλύπτως διαλέγεται, τὴν σαφήνειαν τῶν παραβολῶν ποιούμενος, φάσκων τοῖς εἰς τὴν οἰκίαν αὐτοῦ εἰσιοῦσιν· « Ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας, τοῖς δὲ ἔξω ἐν παραβολαῖς πάντα γίνεται. » Ἀμέλει γοῦν προκείμενον αὐτὸ δείκνυσιν, διὰ τοῦτο καλύπτειν Μωϋσέα ἣν ἔχει δόξαν ἐπὶ τοῦ προσώπου, ἐπεὶ πεπώρωνται τὰ νοήματα τῶν μὴ οἵων τε γυμνὸν αὐτὸν ὁρᾷν· φαίνεται διὰ τοῦ εἱρμοῦ πάντων προκειμένων τὸν νόμον Μωϋσέα καλῶν.
...a veil to see his glory, [to] the charge [against him], since Jesus too would have to be charged for not making the mysteries manifest to all; for to those without he spoke them in parables. So that the evangelical word also converses with those outside in a veiled manner, but with those inside who have entered into the mystical sense, unveiled, making the clarification of the parables, saying to those entering into His house: "To you it has been given to know the mysteries of the kingdom, but to those outside all things come in parables." Indeed, He shows it [as] set forth, that for this reason Moses veils the glory which he has upon his face, because the thoughts of those who are not able to see him naked have been hardened; it is clear through the sequence of all that precedes that he calls the law Moses.
Οὗ δὲ τὸ Πνεῦμα Κυρίου, ἐκεῖ ἐλευθερία, κ. τ. λ.
Now where the Spirit of the Lord is, there is liberty, etc.
Ἐκ τούτων ἀνατρέπεται ὁ μῦθος τῶν διακοπτόντων τὴν Θεοῦ Γραφήν. Μία γάρ ἐστιν, ὁτὲ μὲν τύποις καὶ σκιᾷ κεκαλυμμένη, ὁτὲ δὲ ἄνευ καλυμμάτων προφαινομένη· ἐπείπερ ἀπὸ Πνεύματος κυριακοῦ τὴν ἀποκάλυψιν αὐτῆς δεχόμεθα, πεπεισμένοι ἐλευθερίαν εἶναι τὸ Κυρίου Πνεῦμα.
From these things the myth of those who cut apart the Scripture of God is overturned. For it is one, at one time veiled in types and shadow, at another time appearing without veils; since we receive its revelation from the Lord's Spirit, being persuaded that the Spirit of the Lord is liberty.
Ἐν οἷς ὁ θεὸς τοῦ αἰῶνος τούτου, κ. τ. λ.
In whom the god of this age, etc.
Θεὸν τοῦ αἰῶνος τούτου τὸν διάβολον εἶναί φησιν, ὡς καὶ τὰ δαιμόνια τῶν ἐθνῶν θεοὶ, καὶ ἡ κοιλία τῶν γαστριμάργων. Στίζουσι δέ τινες εἰς τὸ, « ἐν οἷς ὁ Θεός· » ἑξῆς ἀναγινώσκοντες ἀπὸ ἰδίας ἀρχῆς, « Τοῦ αἰῶνος τούτου ἐτύφλωσε τὰ νοήματα τῶν ἀπίστων. » Ἀμέλει γοῦν καὶ εὐέλεγκτα λέγουσιν· εἰ γὰρ ἄπιστοί τινές εἰσιν τούτου τοῦ αἰῶνος, εὑρεθεῖεν ἕτεροι ἄπιστοι οὐκ ὄντες αὐτοῦ· πᾶς γὰρ ἄπιστός ἐστι τούτου τοῦ αἰῶνος. Οὐδεὶς γὰρ ὑπερβὰς αὐτὸν, καὶ καταξιωθεὶς τοῦ μέλλοντος αἰῶνος, τετύφλωται νοήμασιν, ἀλλ' ἔχει πεφωτισμένους τοὺς ὀφθαλμούς. Ἔγνων τινὰς σαφηνίζοντας τὴν προκειμένην λέξιν, φάσκοντας κεκαλυμμένον εἶναι τὸ Εὐαγγέλιον οὐ τοῖς πάντῃ ἀπίστοις· οὐδὲ γὰρ κεκαλυμμένου αὐτοῦ ἢ γυμνοῦ πεῖραν ἔχουσιν. Ἔλεγον δὲ οὗτοι ἀπολλυμένους εἶναι ἐν οἷς κεχάλυπται τὸ Εὐαγγέλιον, τοὺς παραδεξαμένους μὲν αὐτὸ, μὴ μὴν ἄνευ καλύμματος προσβαλόντας αὐτῷ· οἷοι ἐτύγχανον οἱ ἐν παραβολαῖς ἀκούοντες τῶν Ἰησοῦ λόγων, τοῦ, « ἀπολλύμενοι, » ἐπ' αὐτῶν κειμένου ἐπὶ δηλώσει τοῦ κατὰ ἀλλοίωσιν μεταβαλεῖν· οἱ γὰρ προκόπτοντές εἰσι τοιοῦτοι, ἀεὶ ἐξ ἑτέρων ἕτεροι γινόμενοι. Ὅθεν οὐκ ἐπὶ ψόγου ἔλεγον κεῖσθαι τὸ, « ἀπολλύμενοι, » ἀλλ' ὡσαύτως τῷ· « Οἱ οὐρανοὶ ἀπολοῦνται· » καὶ, « Ἡμεῖς ἀπολλύμενοι τὸν αἰῶνα· » αἱ γὰρ λέξεις αὗται, ἀπόλλυσθαι, τίθενται τοῦ, ἐν προκοπῇ, ἐκ ποιότητος εἰς ποιότητα μεταβαίνοντος.
He says that the devil is the god of this age, just as the demons of the nations are gods, and the belly of gluttons. But some punctuate at "in whom God," reading next from a new beginning, "Of this age He blinded the thoughts of the unbelievers." Indeed they say things easily refuted; for if there are some unbelievers of this age, other unbelievers would be found who are not of it; for every unbeliever is of this age. For no one who has passed beyond it, and been counted worthy of the age to come, is blinded in thoughts, but has his eyes enlightened. I have known some explaining the present text, saying that the Gospel is veiled not to those who are wholly unbelievers; for they have no experience of it either veiled or naked. And these said that those "who are perishing," among whom the Gospel is veiled, are those who have received it, yet have not approached it without a veil; such as were those who heard the words of Jesus in parables, "perishing" being applied to them to signify changing by alteration; for those who are making progress are such, always becoming different from what they were. Whence they said that "perishing" is not set down by way of blame, but in the same way as "The heavens shall perish," and "We who are perishing forever"; for these words, "to perish," are used of one who, in progress, passes from quality to quality.
Οὐ γὰρ ἑαυτοὺς κηρύσσομεν.
For we do not preach ourselves.
Ἀναφορὰν ἔχει ἡ προκειμένη λέξις πρὸς τὸ, « Οὐχ ὅτι κυριεύομεν τῆς πίστεως ὑμῶν. » Ἀκολούθως γὰρ ἐκείνῳ ῥηθείη ἄν· Οὐχ ἑαυτοὺς κηρύττομεν· διὸ οὐ
The present text has reference to "Not that we lord it over your faith." For consequently upon that it would be said: We do not preach ourselves; therefore we do not...
Notes, col. 1697
On the reading
Printed ἀνεγκαλύπτως, for ἀνακεκαλυμμένως.
PG 39:1700Read from the pageκυριεύομεν ὑμῶν τῆς πίστεως· κηρύττομεν γὰρ Ἰησοῦν Χριστὸν Θεὸν Κύριον, ἑαυτοὺς δὲ δούλους ὑμῶν διὰ Χριστοῦ· ὥστε οὐχ ἡμεῖς, ἀλλ' αὐτὸς κυριεύει τῆς πίστεως ὑμῶν, ἀποδεχόμενος ἢ κρίνων ὑμᾶς κατ' αὐτήν. Πρὸς τούτοις καὶ τὸ, « Ὅτι ὁ Θεὸς ὁ εἰπὼν ἐκ σκότους φῶς λάμψαι, » συναπτέον τῷ, Ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμεθα· ἐκ σκότους δὲ λάμπεται φῶς τῷ ἐξ ἀγνοίας εἰς ἐπίγνωσιν ἀληθείας ἐρχομένῳ. Λέγομεν γοῦν ἐξ ἀγνοοῦντος καὶ εὐήθους ἐπιστήμονα καὶ πεπαιδευμένον γίνεσθαι. Τῆς οὖν προκαταλαβούσης τοὺς ἀνθρώπους ἀγνοίας καὶ κακίας ὠνομασμένων σκότους, ἔλαμψεν ὁ Θεὸς ἐν ταῖς καρδίαις φωτισμὸν πρακτικῆς τε καὶ διανοητικῆς ἀρετῆς· ἵν' ἔχωσι θεωρίας τῆς δόξης Χριστοῦ ἐν προσώπῳ αὐτοῦ· δόξαν δὲ, ἤτοι καθ' ἣν φρονοῦσι περὶ αὐτοῦ, ἢ δόξαν καθ' ἣν δεδοξασμένον αὐτὸν ἴσμεν.
...lord it over your faith; for we preach Jesus Christ God [and] Lord, and ourselves your servants through Christ; so that not we, but He lords it over your faith, accepting or judging you according to it. In addition to these, "For God who said, Out of darkness let light shine," is to be joined with, "But we all with unveiled face beholding as in a mirror the glory of the Lord"; and out of darkness light shines for him who comes from ignorance into knowledge of truth. Indeed we say that out of an ignorant and simple man one becomes knowledgeable and educated. Since therefore the ignorance and wickedness that had previously overtaken men are named darkness, God shone in their hearts the illumination of practical and intellectual virtue; that they might have contemplation of the glory of Christ in His face; and glory, either according to which they think concerning Him, or glory according to which we know Him to be glorified.
Ἔχομεν δὲ τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν.
But we have this treasure in earthen vessels.
Ὀστράκινα λέγει σκεύη τὰς εὐτελεῖς λέξεις, καὶ τὸ ἄπλαστον τῆς ἑρμηνείας. Εἰ γὰρ οἱ κήρυκες τοῦ Εὐαγγελίου κατὰ ἀνθρωπίνην φιλοσοφίαν ἐπρέσβευον τῆς ἀληθείας, ὑπωπτεύθη ἂν ἐξ ἀνθρωπίνης τέχνης, καὶ μὴ ἐκ δυνάμεως Θεοῦ κεκρατῆσθαι τοὺς ἀνθρώπους τῇ σωτηριώδει παιδεύσει· ἀγραμμάτων δὲ καὶ ἰδιωτῶν ὄντων τῶν διακονουμένων, ἡ ὑπερβολὴ τῆς δυνάμεως τοῦ κατὰ τὴν γνῶσιν θησαυροῦ ἐκ Θεοῦ, καὶ οὐκ ἐκ θνητῶν ὑποληφθήσεται. Τούτῳ συνᾴδει τὸ, Εἰ καὶ ἰδιώτης τῷ λόγῳ, ἀλλ' οὐ τῇ γνώσει· καὶ τὸ, « Ὁ λόγος μου καὶ τὸ κήρυγμά μου οὐκ ἐν πειθοῖς σοφίας λόγοις. » Εἶχεν γὰρ τὸν θησαυρὸν τῆς γνώσεως, οὐκ ὢν κατ' αὐτὴν ἰδιώτης, ἐν ὀστρακίνοις σκεύεσιν, ἰδιώτης ὢν τῷ λόγῳ. [Εἰσὶ δὲ οἱ ὀστράκινα σκεύη λέγοντες ἃ περικείμεθα σώματα, ἐν τοῖς αἰσθητοῖς ὄντες, διανοίᾳ τοιαύτῃ· Ἐπεὶ ἔτι σάρκα περικείμενοι, τὴν ἐμποδίζουσαν τῇ θεωρίᾳ τῆς ἀληθείας, γνῶσιν ἔχομεν τὴν περὶ τῆς Τριάδος· ἡ ὑπερβολὴ τοῦ μεγέθους τῆς γνώσεως οὐκ ἐξ ἡμῶν, ἀλλ' ἐκ Θεοῦ δυνάμεως ὑπάρχουσα ἡμῖν γνωρίζεται.] Τοῦτο καὶ Κύριλλος.
He calls earthen vessels the humble words, and the artlessness of expression. For if the heralds of the Gospel had been ambassadors of the truth according to human philosophy, it would have been suspected that men were mastered by human art, and not by the power of God, through the saving instruction; but since those who minister are unlettered and unlearned, the exceeding greatness of the power of the treasure according to knowledge will be supposed to be from God, and not from mortals. With this agrees, "Even if unlearned in speech, yet not in knowledge"; and, "My speech and my preaching were not in persuasive words of wisdom." For he had the treasure of knowledge, not being unlearned in respect of it, in earthen vessels, being unlearned in speech. [There are some who say that earthen vessels are the bodies with which we are clothed, being among sensible things, with this meaning: Since while still clothed with flesh, which hinders the contemplation of truth, we have knowledge concerning the Trinity; the exceeding greatness of the magnitude of knowledge is made known to us as being not from ourselves, but from the power of God.] This also Cyril [says].
Ἐν παντὶ θλιβόμενοι, ἀλλ' οὐ στενοχωρούμενοι.
In everything afflicted, yet not straitened.
Ὅσον ἐπὶ τῇ πικρότητι τῶν περιεστηκότων. ἀπηυδήσαμεν ἂν καὶ ἀπωλόμεθα· ὅσον δὲ ἐπὶ τῷ παρακαλοῦντι Θεῷ, πάντα ἡμῖν πρὸς σωτηρίαν εὐμαρῆ. Κἂν ἐν παντὶ οὖν πράγματι θλιβώμεθα, γενναιάζοντες οὐ στενοχωρούμεθα· κἂν ὡς ἀπόρους ἡμᾶς τινες ὑπολαμβάνωσι, διώκοντες καὶ ἀνατρέποντες, ἀλλ' οὖν ἡμεῖς ἐν ἅπασιν εὐποροῦντες οὐκ ἐξαπορούμεθα, οὐκ ἀπολλύμεθα, οὐ καταβαλλόμεθα. Ἀνατρεπόντων γὰρ τῶν πονηρῶν, στήκομεν ἀκλόνητοι· διωκόμενοι γενναιάζομεν, πορίμων ἡμῖν πάντων ὄντων πρὸς σωτηρίαν. Ἰστέον, ὅτι τὸ στενοχωρεῖσθαι ὁτὲ μὲν ταυτόν ἐστι θλίβεσθαι, ὁτὲ δὲ ἕτερον. Ὅταν γὰρ ἀμφότερα λέγηται, δηλοῖ τὸ μὲν
As far as concerns the bitterness of surrounding evils, we would have despaired and perished; but as far as concerns God who comforts, all things are easy for us unto salvation. Even if, therefore, we are afflicted in every matter, acting nobly we are not straitened; and even if some suppose us to be in perplexity, pursuing and overthrowing us, yet we, abounding in all things, are not utterly perplexed, are not destroyed, are not cast down. For while the wicked are overthrowing [us], we stand unshaken; when pursued we act nobly, all things being resourceful for us unto salvation. One must know that "to be straitened" is at one time the same as "to be afflicted," and at another time different. For when both are spoken, the one signifies...
PG 39:1701Read from the pageθλίβεσθαι τὴν ἔξωθεν περίστασιν· τὸ στενοχωρεῖσθαι, τὸ ὀκλάζειν τῇ προαιρέσει καὶ λογισμῷ. Ὅταν δὲ μὴ ἀμφότερα λαμβάνηται, ἐκ παραλλήλου δηλοῦσι τὸ αὐτό.
...to be afflicted [signifies] the outward circumstance; to be straitened, to falter in purpose and reasoning. But when both are not taken together, they signify the same thing in parallel.
Ἀεὶ γὰρ ἡμεῖς οἱ ζῶντες εἰς θάνατον παραδιδόμεθα διὰ Ἰησοῦν.
For we who live are always delivered unto death for Jesus' sake.
Τὸ ἀεὶ καὶ πάντοτε, κείμενα ἐν τῇ προκειμένῃ λέξει, οὐ τὸ ἀτελεύτητον καὶ ἄναρχον δηλοῖ, καθὼς λέγομεν τὸ ἀΐδιον, ἀλλὰ τὸ ἄπαυστον καὶ ἀδιάστατον. Ὁ γὰρ τὴν νέκρωσιν τοῦ Ἰησοῦ μὴ ποτὲ μὲν, ποτὲ δὲ οὒ, περιφέρων ἐν τῷ σώματι αὐτοῦ, πάντοτε τοῦτο ποιεῖν ἐρεῖ· ἀλλὰ καὶ ὁ ζωὴν καὶ εὐσέβειαν καὶ σπουδὴν ἔχων ἀδιαστάτως ἀγωνίζεσθαι ὑπὲρ τῆς ἀληθείας λέξει, ὡς Ἄρα ἡμεῖς οἱ ζῶντες, τὸν εἰρημένον τρόπον, τοῦτ' ἔστιν ἄνευ διαλειμμάτων, εἰς θάνατον παραδιδόμεθα. Εἰς τοῦτο λήψῃ καὶ τὸ λεχθὲν ὑπὸ Στεφάνου πρὸς Ἰουδαίους· « Ἀεὶ γὰρ ὑμεῖς τῷ ἁγίῳ Πνεύματι ἀντιπίπτετε. » Συνέζευξε γὰρ αὐτῷ τὸ, « Τίνα τῶν προφητῶν οὐκ ἐδίωξαν οἱ πατέρες ὑμῶν; » Ταύτης τῆς διανοίας ἐστὶ καὶ τὸ, « Εἶπα· Ἀεὶ πλανῶνται τῇ καρδίᾳ· » τοῦτ' ἔστιν, οὐ ποτὲ μὲν, ποτὲ δὲ οὒ, ἀλλ' ἀδιαστάτως. Τὸ, « Ἐσιώπησα δὲ, μὴ καὶ ἀεὶ σιωπήσομαι; » τὸ ἀτελεύτητον καὶ ἄπαυστον δηλοῖ. Εἰ γὰρ καὶ νῦν, φησὶ, μακροθυμῶ ἁμαρτανόντων ὑμῶν, ἀλλ' οὖν οὐχ εἰς τὸ ἄπαυστον ἔσται ὑπέρθεσις τῆς τιμωρίας· μετὰ γὰρ πολλὴν μακροθυμίαν, τιμωρηθήσονται οἱ ἐμμένοντες τῇ κακίᾳ.
"Always" and "at all times," standing in the present text, do not signify that which is endless and without beginning, as we call the eternal, but that which is unceasing and uninterrupted. For he who carries about in his body the dying of Jesus not at one time and at another not, will say that he does this at all times; and he also who has life and piety and zeal to contend uninterruptedly for the truth will say, Truly we who live in the manner stated, that is without intermissions, are delivered unto death. To this purpose you will also take what was said by Stephen to the Jews: "For you always resist the Holy Spirit." For he joined to it, "Which of the prophets did your fathers not persecute?" Of this same meaning is also, "I said: They always go astray in their heart"; that is, not at one time and at another not, but uninterruptedly. The saying, "I have kept silence, shall I also always keep silence?" signifies what is endless and unceasing. For even if now, he says, I am long-suffering while you sin, yet the postponement of punishment will not be without end; for after much long-suffering, those who persist in wickedness shall be punished.
Ἔχοντες τὸ αὐτὸ πνεῦμα τῆς πίστεως.
Having the same spirit of faith.
Πνεῦμα καλεῖ, φησὶ, πίστεως τὴν μετέχουσαν τῆς πίστεως ἥν ἔχει τις [ζωήν].
He calls spirit of faith, he says, the [life] which partakes of the faith that one has.
Ἡ ἐπίγειος ἡμῶν οἰκία.
Our earthly house.
Δύο οἰκίας διαφόρους σημαίνει ἡ προκειμένη γραφή· μίαν μὲν ἐπίγειον καὶ χειροποίητον, τὸν φαινόμενον εἶναι κόσμον ταῖς τοῦ Θεοῦ χερσὶν εἰς τὸ εἶναι παρηγμένον. Δεικνὺς γὰρ τὰ αἰσθητὰ πάντα, φησίν· « Ἡ χείρ σου ἐποίησε ταῦτα πάντα. » Ἀλλὰ καὶ, « Τὰ ἔργα τῶν χειρῶν σου εἰσὶν οἱ οὐρανοὶ, » τῆς αὐτῆς ἐστι νοήσεως· οἰκίαν δὲ ἀχειροποίητον οὖσαν ἐν τοῖς οὐρανοῖς, τὸν κόσμον τὸν ἄλλον παρὰ τοῦτον. Ἐπεὶ οὖν καταλυομένου τοῦ αἰσθητοῦ κόσμου, οὐ παράγει τὸ σχῆμα τοῦ οὐρανοῦ καὶ τῆς γῆς, παρελευσομένων οὐχ εἰς τὸ μὴ ὂν, οἱ ἄνθρωποι καταστρέφουσι τὸν οἰκήσαντα πρότερον ἐν τῇ καταλυομένῃ ἐπιγείῳ οἰκίᾳ, διαδέξεται ἡ μέλλουσα καὶ αἰώνιος. Εἶπεν δέ· « Οἰκίαν ἔχομεν ἀχειροποίητον αἰώνιον ἐν τοῖς οὐρανοῖς· » δεικνὺς ὅτι ἀπεντεῦθεν, μᾶλλον δὲ ἐκ πολλοῦ εὐτρέπισται τοῖς ἀξίοις τοῦ τυχεῖν αὐτῆς. Ἀμέλει γοῦν τὰς ἐν αὐτῇ ἐπαγγελίας, ἃς ὀφθαλμὸς οὐκ εἶδεν, οὐδὲ ἄλλη αἴσθησις ἢ νόησις κατείληφεν, προητοιμάσθαι ὑπὸ τοῦ Θεοῦ τοῖς αὐτὸν ἀγαπῶσιν εἴρηται. Καὶ ὁ Σωτήρ φησι· « Κληρονομήσατε τὴν βασιλείαν τὴν ἡτοιμασμένην ὑμῖν πρὸ καταβολῆς κόσμου. » Αὕτη δὲ ἡ λεχθεῖσα αἰσθητὴ μονὴ, οἰκία εἴρηται οὐ καθάπαξ ἡμῶν, ἀλλ' ἡ τοῦ σκήνους ἡμῶν· ἡ γὰρ ἐπου-
The present Scripture signifies two different houses: one earthly and made with hands, being the visible world brought into existence by the hands of God. For pointing out all sensible things, it says: "Thy hand has made all these things." And also, "The works of Thy hands are the heavens," is of the same sense; and the house not made with hands, which is in the heavens, [signifies] the other world besides this one. Since therefore when the sensible world is dissolved, the fashion of heaven and earth does not pass away as passing into non-being, men bring to an end him who formerly dwelt in the earthly house that is being dissolved, [and] the future and eternal [house] will succeed. And he said: "We have a house not made with hands, eternal in the heavens"; showing that from now on, or rather from long ago, it has been prepared for those worthy to attain it. Indeed, the promises in it, which eye has not seen, nor has any other sense or thought comprehended, are said to have been prepared beforehand by God for those who love Him. And the Saviour says: "Inherit the kingdom prepared for you before the foundation of the world." Now this sensible dwelling that has been mentioned is called the house not simply of us, but of our tabernacle; for the heav-
PG 39:1704Read from the pageράνιος ἡμῶν προηγουμένως οἴκησίς ἐστιν. Κἂν γὰρ ἐξ ἀναστάσεως ἀποδοθῇ τὸ σκῆνος τῆς ψυχῆς, ὡς εἶναι καὶ αὐτὸ ἐν τῇ ἐπουρανίῳ οἰκίᾳ, ἀλλ' οὖν προηγουμένως τῆς ψυχῆς ἡ διατριβὴ αὕτη, κατὰ συμβεβηκὸς δὲ καὶ οὗ περίκειται σκηνώματος· ὡς αὖ ἐπίγειος κατὰ πρότερον λόγον οἰκία ἐστὶν τοῦ σκήνους· δευτέρως δὲ, καὶ τῆς ψυχῆς οὔσης ἐν τῷ σώματι. Ἀνέγνων που, οἰκίαν μὲν ἐπίγειον σκήνους λέγεσθαι τὸ ἐξ ὀστῶν καὶ σαρκῶν συγκείμενον σῶμα. Σκῆνος δὲ ὂν ἐν τῇ οἰκίᾳ ταύτῃ, τὸ σχῆμα τοῦ ἔσω ἀνθρώπου, ὅ ἐστιν αὐγοειδὲς καὶ ὀργανικὸν σῶμα, οἱ οὕτως ἑρμηνεύοντες φασὶν οὖν, Καταλυομένης ταύτης τῆς οἰκίας τοῦ παχέος σώματος, μετοικίζεται ἡ ψυχὴ ἐπὶ τὸν οὐράνιον χῶρον, καλούμενον οἰκίαν ἀχειροποίητον αἰώνιον. Ἀπολήψεται δὲ καὶ ὃ ἀπέθετο σῶμα οὐράνιον γεγενημένον, ὅπερ οἰκητήριον ἐξ οὐρανοῦ ὀνομάζεται.
...enly [house] is primarily our dwelling. For even if at the resurrection the tabernacle of the soul is restored, so that it too is in the heavenly house, yet primarily this abode belongs to the soul, and incidentally also to the tabernacle with which it is clothed; just as again the earthly house is in the primary sense the house of the tabernacle, and secondarily also of the soul while it is in the body. I have read somewhere that the earthly house of the tabernacle is said to be the body composed of bones and flesh. And the tabernacle being in this house [is] the form of the inner man, which is a luminous and organic body; those who interpret thus say therefore: When this house of the gross body is dissolved, the soul migrates to the heavenly region, which is called a house not made with hands, eternal. And it will also receive back the body which it laid aside, having become heavenly, which is named a habitation from heaven.
Καὶ γὰρ ἐν τούτῳ στενάζομεν, τὸ οἰκητήριον ἡμῶν τὸ ἐξ οὐρανοῦ ἐπενδύσασθαι ἐπιποθοῦντες.
For in this also we groan, earnestly desiring to be clothed upon with our habitation which is from heaven.
Εἰ καὶ καταλυθείσης τῆς προειρημένης οἰκίας τοῦ σκήνους, περικείμεθα τὸ σκῆνος, ἐν αὐτῷ μεταβαίνοντες εἰς τὴν οὐράνιον οἰκίαν, ἀλλ' οὖν ἐν αὐτῷ τυγχάνοντες στενάζομεν, ἐπενδύσασθαι ποθοῦντες τὸ ἐξ οὐρανοῦ οἰκητήριον· τοῦτο δέ ἐστιν ὃ ἀπεθέμεθα σῶμα ἐξ οὐρανοῦ ποτε χρηματίζον, ὅτ' ἂν τὴν ἀφθαρσίαν καὶ ἀθανασίαν ἐνδύσηται. Ἀλλ' εἰ καὶ ἐπιποθοῦμεν τοῦτο τὸ οἰκητήριον, σκόπει εἰ ὁ ἐνδυσάμενος αὐτὸ πάντως σκεπάζεται πρὸς αὐτοῦ. Τοῦτο γὰρ δηλοῦται ἐκ τοῦ, « Εἴ γε καὶ ἐνδυσάμενοι, οὐ γυμνοὶ, εὑρεθησόμεθα· » οὐ γυμνὸς δὲ εὑρίσκεται ἐνδυσάμενος αὐτὸ, ὁ πιστὸς καὶ ἅγιος πρὸ αὐτοῦ τούτου ἐνδυσάμενος τὸν Κύριον Ἰησοῦν, καὶ ὅπλα φωτὸς, καὶ σπλάγχνα οἰκτιρμοῦ. Ὁ γὰρ ἄπιστος καὶ φαῦλος, κἂν τύχῃ τοῦ πνευματικοῦ σώματος, ὃ καλεῖται ἐξ οὐρανοῦ οἰκητήριον, γυμνὸς εὑρεθήσεται, οὐ σπουδάσας ἔχειν τὰ τοῦ ἔσω ἀνθρώπου ἐνδύματα. Τούτων οὕτω τυγχανόντων, οἱ ἐν τῷ σκήνει ὄντες ἡμεῖς, στενάζομεν βαρούμενοι· ἐπείπερ βρίθει τὸ γεῶδες σκῆνος νοῦν πολυφρόντιδα. Ὅμως εἰ καὶ βαρούμεθα ἐκ τοῦ ἔχειν αὐτὸ, οὐκ ἀποβαλεῖν αὐτὸ ποθοῦμεν, ἀλλ' ἐνδύσασθαι τὸ ἐξ οὐρανοῦ οἰκητήριον, « ἵνα κρατηθῇ καταποθὲν τὸ θνητὸν ὑπὸ τῆς ζωῆς. » Οὐ γὰρ ἐξαφανίζει ἡ ζωὴ τὸ σκῆνος ἡμῶν ὅτ' ἂν ἐπενδυσώμεθα τὴν ἀθανασίαν, ἀλλὰ καταπίνει αὐτὸ, ἐπικρατεστέρας γινομένης τῆς ἐξ αὐτῆς ποιότητος τοῦ καθ' ὃ θνητοί ἐσμεν.
Even if, when the aforementioned house of the tabernacle is dissolved, we are clothed with the tabernacle, passing in it into the heavenly house, yet being in it we groan, longing to be clothed upon with the habitation from heaven; and this is the body which we laid aside, one day to be styled "from heaven," when it puts on incorruption and immortality. Yet even if we earnestly desire this habitation, consider whether he who has put it on is altogether covered by it. For this is shown from "If indeed being clothed, we shall not be found naked"; and he is not found naked who has put it on, [namely] the faithful and holy man who before this very thing has put on the Lord Jesus, and the armour of light, and bowels of mercy. For the unbelieving and base man, even if he attains the spiritual body, which is called a habitation from heaven, will be found naked, not having been zealous to have the garments of the inner man. Since these things are so, we who are in the tabernacle groan, being burdened; because the earthly tabernacle weighs down the mind full of many cares. Nevertheless, even if we are burdened from having it, we do not long to cast it off, but to be clothed with the habitation from heaven, "that what is mortal may be mastered, being swallowed up by life." For life does not annihilate our tabernacle when we are clothed upon with immortality, but swallows it up, the quality from it becoming stronger than that in respect of which we are mortal.
Εἴτε γὰρ ἐξέστημεν, Θεῷ· εἴτε σωφρονοῦμεν, ὑμῖν.
For whether we are beside ourselves, it is to God; or whether we are of sober mind, it is for you.
Ἐκεῖνοι μὲν ἐπὶ τούτοις ἐλεγχέσθωσαν παρ' ὑμῶν· λέγει δὲ περὶ τῶν ψευδαποστόλων. Ἡμεῖς δὲ ὑμῶν χάριν καὶ δι' ὑμᾶς ταῦτα πράττομεν. Κἄν τε γὰρ ἔξω τῶν ἀνθρωπίνων γενόμενοι τῷ Θεῷ ἐκστῶμεν, ἀλλ' οὖν σωφρονοῦμεν ὑμῖν, τῆς θείας ἐκστάσεως ου μανίαν, ἀλλὰ νηφαλιότητα ἐχούσης. Οὐ προσεκτέον γὰρ τοῖς ἀπὸ τῶν Φρυγῶν λέγουσι τοὺς ἀποστόλους καὶ προφήτας ἐξίστασθαι, ὥστε παραπαίειν (παρηκολούθουν γὰρ οἷς ἔλεγον καὶ ἔπραττον, εἰ καὶ
Let those men be refuted for these things by you; he speaks of the false apostles. But we do these things for your sake and on account of you. For even if, having gone outside human things, we are beside ourselves to God, yet we are of sober mind for you, since divine ecstasy has not madness, but sobriety. For one must not pay heed to those from the Phrygians who say that the apostles and prophets are beside themselves so as to rave (for they followed what they said and did, even if...
Notes, col. 1704
PG 39:1705Read from the pageτινες ἄλλοι)· ἠπατήθησαν δὲ οἱ ἠλίθιοι ἐκ τῆς ὁμωνυμίας. Οὐ γὰρ μόνον τὸ παραπαίειν καὶ παρακόπτειν σημαίνει ἡ ἐξέστη φωνὴ, ἀλλὰ καὶ τὸ ἐκπλαγῆναι ἐπὶ θαυμασμῷ. Οὕτω γὰρ ἐξέστη Ἰσαὰκ ἔκστασιν μεγάλην. Καὶ ἐκστήσονταί τινες ἐπὶ τῷ Κυρίῳ καὶ ἐπὶ τοῖς ἀγαθοῖς αὐτοῦ, κατὰ τὸν προφήτην. Εἰ δὲ καὶ ἄλλα τινὰ δηλοῦται ὑπὸ τῆς φωνῆς, ἐπιστήτω ὁ ἐντυγχάνων ταῖς Γραφαῖς.
...some others [did not]); and the fools were deceived by the homonymy. For the word "he was beside himself" signifies not only raving and being deranged, but also being struck with amazement at a marvel. For thus Isaac was amazed with a great amazement. And some shall be amazed at the Lord and at His good things, according to the prophet. And if other things too are signified by the word, let him who reads the Scriptures give attention.
Ἡ γὰρ ἀγάπη τοῦ Χριστοῦ συνέχει ἡμᾶς.
For the love of Christ constrains us.
Ἐξηγεῖται τὸ εἶδος ἧς ὑπομένει ἐκστάσεως, φήσας· Συνεχόμεθα ὑπὸ τῆς πολλῆς εἰς ἡμᾶς γενομένης ἀγάπης Θεοῦ· μετὰ τοῦ θαυμάζειν, δοκιμάζοντες, ὅτι εἰ εἷς ὑπὲρ πάντων ὁ Χριστὸς ἀπέθανεν, ἄρα οι πάντες ἀπέθανον· οὐκ ἂν γὰρ ὑπὲρ πάντων ἀπέθνησκεν, εἰ μὴ πάντες ὑπεύθυνοι ἦμεν θανάτου. Εἰ τοίνυν ὑπὲρ ἡμῶν καὶ δι' ἡμᾶς ἀπέθανεν καὶ ἀνέστη, ἀναστάντες σὺν αὐτῷ ζῶμεν· οὐκέτι δι' αὑτοὺς, τοῦτ' ἔστιν ἀνθρωπίνως, ἀλλὰ τῷ ὑπὲρ ἡμῶν παθόντι καὶ ἀναστάντι· ζῶντες δὲ αὐτῷ, καὶ κατ' αὐτὸν, πάντα ἃ βούλεται πράττομεν καὶ λέγομεν καὶ διανοούμεθα· ὡς ἕκαστον τεθαῤῥηκότα εἰπεῖν· « Ἡ ψυχή μου αὐτῷ ζῇ· » καὶ, « Ζῶ δὲ οὐκέτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός. »
He explains the kind of ecstasy which he undergoes, saying: We are constrained by the great love of God shown towards us; with marvelling, judging that if one, Christ, died for all, then all died; for He would not have died for all, unless we had all been liable to death. If therefore He died and rose again for us and on our account, having risen with Him we live; no longer for ourselves, that is, in a human way, but for Him who suffered and rose for us; and living to Him, and according to Him, we do and say and think all things that He wills; so that each one may confidently say: "My soul lives to Him"; and, "I live, yet no longer I, but Christ lives in me."
Ἡμεῖς ἀπὸ τοῦ νῦν οὐδένα οἴδαμεν κατὰ σάρκα.
From henceforth we know no one according to the flesh.
Ἐπεὶ ζῶμεν τῷ ὑπὲρ ἡμῶν ἀποθανόντι καὶ ἐγερθέντι, ἀφ' οὗ ἠρξάμεθα οὕτω εἶναι, οὐδένα ἔτι κατὰ σάρκα γινώσκομεν, ὑπερβάντες τὴν σάρκα καὶ τὰ ταύτης πάθη, ἔτι μὴν καὶ τὴν σκιώδη τοῦ νόμου διδασκαλίαν. Εἰ δὲ καὶ τὸν Χριστὸν ἔγνωμεν κατὰ σάρκα, ἔτι ἰουδαΐζειν θέλοντες καὶ ἕπεσθαι τῇ σαρκίνῃ διηγήσει τοῦ νόμου, ἀλλὰ νῦν οὐκέτι οὕτως αὐτὸν, ἀλλ' ὡς Θεὸν Λόγον γινώσκομεν. Γενόμενος γὰρ ὁ Λόγος σὰρξ, οὐκ ᾤκησεν, ἀλλ' ἐσκήνωσεν ἐν ἡμῖν, ἵνα μετὰ τοῦτο θεασώμεθα τὴν δόξαν αὐτοῦ, « δόξαν ὡς Μονογενοῦς παρὰ Πατρὸς, πλήρης χάριτος καὶ ἀληθείας. » Διαφέρει γὰρ τὸ οἰκῆσαι τοῦ σκηνῶσαι, ὡς καὶ ὁ οἶκος σκηνῆς. Ἀεὶ γὰρ μένει ὁ οἶκος ἀμετακινήτως τεθεμελιωμένος· ἡ δὲ σκηνὴ οἶκός ἐστι φορητός. Ἀμέλει σκηνοῦσιν οἱ προκόπτοντες, οἰκοῦσιν οἱ τετελειωμένοι. « Διελεύσομαι γὰρ ἐν τόπῳ σκηνῆς θαυμαστῆς ἕως τοῦ οἴκου τοῦ Θεοῦ. »
Since we live for Him who died and was raised for us, from the time we began to be thus, we no longer know anyone according to the flesh, having passed beyond the flesh and its passions, and indeed also the shadowy teaching of the law. And even if we knew Christ according to the flesh, still wishing to Judaize and to follow the fleshly exposition of the law, yet now we no longer know Him thus, but as God the Word. For the Word, having become flesh, did not dwell [permanently], but pitched His tent among us, that after this we might behold His glory, "glory as of the Only-begotten from the Father, full of grace and truth." For "to dwell" differs from "to pitch a tent," just as a house also differs from a tent. For a house always remains immovably founded; whereas a tent is a portable house. Indeed, those who are making progress pitch tents, [while] those who have been perfected dwell. "For I will pass through in the place of a wondrous tent even to the house of God."
Εἴ τις ἐν Χριστῷ καινὴ κτίσις.
If anyone is in Christ, he is a new creation.
Ὁ ἐν Χριστῷ τῷ μετέχειν αὐτοῦ γινόμενος, καινὴ κτίσις ἐστίν. Τοιαύτην ὑπαρχθῆναι τῇ ἑαυτοῦ καρδίᾳ εὐχόμενος ὁ ἅγιος εἶπεν· « Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεός. » Κατὰ τοῦτο τὸ σημαινόμενον, κτίζει ἐν αὑτῷ ὁ Σωτὴρ τοὺς δύο εἰς ἕνα καινὸν ἄνθρωπον. Ἵν' οὖν τοῦτο ὑπαρχθῇ, τούτῳ τῷ τρόπῳ ὑπέβαλεν ἑαυτὸν κτισθῆναι, λέγων· « Κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν εἰς ἔργα. » Οὐ δηλοῖ οὐσίωσιν τὸ κτισθῆναι ῥῆμα, ὡς ἐν ἄλλοις διὰ πλειόνων δέδεικται· γενομένης δὲ καινῆς κτίσεως ἐν τῷ Χριστῷ τῶν πεπιστευκό-
He who comes to be in Christ by partaking of Him is a new creation. Praying that such [a creation] might come to be in his own heart, the saint said: "Create in me a clean heart, O God." According to this signification, the Saviour creates in Himself the two into one new man. In order, therefore, that this might come to be, in this manner He submitted Himself to be created, saying: "The Lord created me the beginning of His ways for His works." The verb "to be created" does not signify bringing into essence, as has been shown at greater length in other writings; and when those who have believed have become a new creation in Christ...
Notes, col. 1705
PG 39:1708Read from the pageτων, τὰ ἀρχαῖα παρῆλθε πεπαλαιωμένα, τῶν καινῶν εἰς μέσον ἡγμένων· καὶ εἰ μὲν ἀρχαῖα τὰ νομικὰ καὶ προφητικὰ λέγει, παρελήλυθε ταῦτα, τῶν Εὐαγγελίων διαδεξαμένων· τούτων τῶν παλαιῶν καὶ καινῶν οὐ καθ' ὑποκείμενον, ἀλλ' ἐπινοίᾳ ἐχόντων τὴν διαφοράν· ἡ γὰρ αὐτὴ διδασκαλία τῶν δύο Διαθηκῶν ὁτὲ μὲν κεκαλυμμένως, ὁτὲ δὲ γυμνῶς γέγονεν. Ἀρχαῖα οὖν ἐστι τὰ κεκαλυμμένα· εἰ δέ τις τὰ πρὸ τῆς πίστεως ἔθη καὶ κατάστασιν ἀρχαίαν εἶναι λέγοι, παρῆλθε ταῦτα παυσάμενα, ἐνεστηκυίας τῆς κατὰ τὸ Εὐαγγέλιον διδασκαλίας· πρὸς τὴν προτέραν ἀπόδοσιν ἁρμόσει τὸ, Πάντα ἐκ τοῦ Θεοῦ. Καὶ γὰρ ὁ νόμος, καὶ οἱ προφῆται, καὶ τὰ Εὐαγγέλια ἐκ τοῦ Θεοῦ, κατὰ τὴν ὑστέραν διήγησιν, πάντων τῶν καινῶν ἐκ Θεοῦ ὄντων, οὐ μὴν καὶ τῶν παρεληλυθότων· τὰ δὲ πάντα ἐκ τοῦ Θεοῦ τοῦ καταλλάξαντος ἡμᾶς ἑαυτῷ διὰ Χριστόν. Ἐχθροὶ γὰρ ἦμεν πολὺ, ἀπάτῃ καὶ ἁμαρτήμασι κεκρατημένοι· κατηλλάγημεν δὲ αὐτῷ, ἄφεσιν πρὸς αὐτοῦ καὶ δι' αὐτοῦ εἰληφότες· κατήλλαξεν δὲ ἡμᾶς ἑαυτῷ διὰ τοῦ ὑπὲρ ἡμῶν ἀποθανόντος καὶ ἀναστάντος Κυρίου. Ὅπως δὲ μὴ ἀναισθητῶμεν τῆς πολλῆς Θεοῦ εὐεργεσίας, τὴν περὶ τῆς καταλλαγῆς διδασκαλίαν δέδωκε τοῖς ἀποστόλοις, ἵνα παιδευόμενοι ὑπ' αὐτῶν ἐμμένωμεν τῷ ἐν Χριστῷ εἶναι· δι' αὐτοῦ γὰρ ἐπίμονος ἔσται ἡ μετὰ τὴν καταλλαγὴν ὑπάρξασα πρὸς Θεὸν φιλία.
...the ancient things have passed away as grown old, the new having been brought into the midst; and if he calls ancient the things of the law and the prophets, these have passed away, the Gospels having succeeded them; these old and new things having their difference not in subject, but in conception; for the same teaching of the two Testaments has come at one time in a veiled manner, and at another time nakedly. Ancient, therefore, are the veiled things; but if someone should say that the customs and condition before faith are ancient, these have passed away, having ceased, now that the teaching according to the Gospel is present; with the former explanation "All things are from God" will agree. For the law, and the prophets, and the Gospels are from God, whereas according to the latter account, all new things are from God, though not also those that have passed away; and all things are from God, who reconciled us to Himself through Christ. For we were enemies for a long time, mastered by deceit and sins; but we have been reconciled to Him, having received forgiveness from Him and through Him; and He reconciled us to Himself through the Lord who died and rose again for us. And lest we be insensible to the great beneficence of God, He gave the teaching concerning reconciliation to the apostles, that being instructed by them we might abide in being in Christ; for through Him the friendship towards God that has come into being after the reconciliation will be enduring.
Τὸν γὰρ μὴ γνόντα ἁμαρτίαν.
For Him who knew no sin.
Τὸν μὴ γνόντα φησὶν, ἀντὶ τοῦ, τὸν μὴ πειραθέντα ἁμαρτίας. Οὐ γὰρ τὸ μὴ ἀγνοεῖν τὴν φύσιν αὐτῆς φησι (μᾶλλον γὰρ πάντων ᾔδει αὐτὴν ὁ Σωτὴρ), ἀλλὰ τὸ μὴ πειραθῆναι αὐτῆς· οὕτω γὰρ καὶ ὁ φυλάσσων ἐντολὴν, οὐ γνώσεται ῥῆμα πονηρόν.
"Him who knew not" he says instead of "Him who had not experienced sin." For he does not mean not being ignorant of its nature (for the Saviour knew it more than all), but not having experienced it; for thus also he who keeps a commandment shall know no evil word.
Μηδεμίαν ἐν μηδενὶ δόντες προσκοπήν.
Giving no occasion of stumbling in anything.
Ἐπεὶ δεκτῷ καιρῷ καὶ σωτηρίας ἡμέρᾳ ἐπακούσας Θεὸς ἐβοήθησε, πέμψας τὸν ἴδιον Υἱὸν καὶ παραδοὺς αὐτὸν ὑπὲρ ἡμῶν, μηδεὶς κατὰ μηδένα τρόπον προσκοπὴ ἀπιστίας γένηται, ἵνα μὴ μῶμον σχῇ ἡ διακονία τῆς εὐαγγελικῆς διδασκαλίας. Ὅθεν σπουδαστέον συνιστάναι ἑαυτοὺς ἔργοις ἀγαθοῖς, κἂν ἐπίπονα ὦσι· γίνεται δὲ τοῦτο, ἐὰν ὑπομονὴν ἔχοντες, θλίψεις, καὶ ἀνάγκας, καὶ στενοχωρίας, καὶ τὰ παραπλήσια γενναίως φέρωμεν, δεσμὰ καὶ φυλακῆς πεῖραν ἱλαρῶς φέροντες. Οὕτω γὰρ ἁγνεύειν κατὰ τὴν ψυχὴν συμβήσεται, ὀρθὰ φρονοῦσαν καὶ πράττουσαν. Τὰς ψυχὰς γὰρ ἡμῶν, φησὶν, ἡγνικότες ἐν τῇ ὑπακοῇ τῆς ἀληθείας. Ἀλλὰ καὶ ὁ φόβος Κυρίου ἁγνὸς ὢν, πᾶσαν ἁγνείαν περιποιεῖ τῷ αὐτὸν ἀνειληφότι.
Since God, having heard in an acceptable time and a day of salvation, has helped us by sending His own Son and delivering Him up for us, let no one in any way become a stumbling-block of unbelief, lest the ministry of the evangelical teaching incur blame. Whence we must be zealous to commend ourselves by good works, even if they be laborious; and this comes about if, having endurance, we nobly bear afflictions, and necessities, and distresses, and the like, cheerfully bearing bonds and the trial of imprisonment. For thus it will come to pass that we are pure in the soul, thinking and doing what is right. For having purified our souls, he says, in obedience to the truth. Moreover, the fear of the Lord, being pure, procures all purity for him who has taken it up.
Διὰ τῶν ὅπλων τῆς δικαιοσύνης τῶν δεξιῶν καὶ ἀριστερῶν.
Through the weapons of righteousness on the right hand and on the left.
Δεξιὰ καὶ ἀριστερὰ ὅπλα τῆς δικαιοσύνης εἶναι, τάχα οὖν ὁ περὶ τὰ αἰσθητὰ δικαιοπραγῶν, ὡς ἐθέλειν μᾶλλον ἀδικεῖσθαι καὶ ἀποστερεῖσθαι, ἢ ποιεῖν αὐτὸς
That the right-hand and left-hand weapons of righteousness are—perhaps, then, he who acts righteously concerning sensible things, so as to wish rather to be wronged and defrauded than himself to do...