ἀντιταττόμενοι τῇ γνώσει τῆς ἀληθείας, ἀσεβῆ καὶ ἄθεα δόγματα παρεισάγοντες, τῇ δεινότητι τῶν λόγων φρούρια ὀχυρὰ οἰκοδομοῦντες, ἔνδον αὐτῶν χωροῦντες, ἡγοῦνται εἶναι ἀκαταμάχητοι. Πρὸς τούτοις, ἃ διδασκαλικῶς δῆθεν σὺν φαινομένῃ ἀποδείξει προφέρουσι μάταιον ὕψος ἔχοντα, ψευδεῖ νοήσει ἐπαίρεται, ὡς ἀνωτέρω χωροῦντα τῆς ἐκκλησιαστικῆς γνώμης ὀνομαζομένης γνώσεως Θεοῦ· αὐτὸς γὰρ αὐτοῖς τοῖς ἀξίοις παρέχει. Ἕνεκα γοῦν τοῦ καθαιρῆσαι τὰ προειρημένα ὑψώματα καὶ ὀχυρώματα, ἐνδυσάμενοι τὴν πανοπλίαν τοῦ Θεοῦ κατὰ πνεῦμα, τῷ εἰρημένῳ τρόπῳ στρατευόμεθα. Διαλύομεν γοῦν τοὺς σοφιστικοὺς αὐτῶν λόγους, καὶ τὰ δόγματα διελέγχομεν· ἀμέλει γοῦν πᾶν νόημα τῶν ἠπατημένων κεκρατημένον ὑπὸ τῶν ἀπατεώνων· ἀλλὰ καὶ ἀνατραφὲν ἐν χώρᾳ τῇ ἐκείνων αἰχμαλωτίζοντες, φέρομεν πρὸς τὸ ὑπακοῦσαι τῷ Χριστῷ. Δυνατὸν ἐκλαβεῖν καὶ οὕτως· Πᾶν νόημα τὸ ὅπως ποτὲ ἐν τινι διδασκαλίᾳ φερόμενον, ἀνάγκῃ καὶ βίᾳ μετοικίζοντες πρὸς τὸ πεῖσαι ὑπακοῦσαι τῷ Χριστῷ φέρομεν. Οὕτω γὰρ τὸ Ἀθήνησιν ἀνακείμενον βωμῷ ἐπίγραμμα, ἐμφαῖνον πολλῶν θεῶν νόημα, ἑλκύσας ὁ ταῦτα γράφων μετήνεγκεν εἰς τὸν μόνον ἀληθινὸν Θεὸν, φήσας· ‹ Ὃν οὖν ἀγνοοῦντες εὐσεβεῖτε, τοῦτον ἐγὼ καταγγέλλω ὑμῖν· › ἀγνοούμενον δὲ πλῆθος θεῶν ἐδήλου τὸ ἐπίγραμμα. Ὅτ' ἂν οὖν πᾶν νόημα αἰχμαλωτισθῇ εἰς ὑπακοὴν τοῦ Χριστοῦ, τὸ τηνικάδε ἑτοίμως ἕξομεν κατὰ πάσης παρακοῆς ἐπαγαγεῖν ἐκδίκησιν· ὥσπερ οἱ αἰχμαλώτους λαβόντες ἐν τῷ νενικηκέναι ἔθνος τι θαῤῥάλεοι γίνονται εἰς τὸ κατασκάψαι τὴν χώραν ἐκείνων. Τούτοις ἐπιφέρει πρὸς αὐτοῖς οἷς ἔγραφεν· ‹ Ὅτ' ἂν ἡ ὑπακοὴ ὑμῶν πληρωθῇ, τὰ κατὰ πρόσωπον βλέπετε. › Διαφόρως δὲ ἔστιν ἐπιστῆσαι τῇ λέξει ταύτῃ· εἰ μὲν γὰρ προστακτικῶς ἐκφέροιτο, σημαίνει τόδε· Ὅτ' ἂν διὰ συγκαταθέσεως τῆς πρὸς τὴν θείαν διδασκαλίαν πληρωθῇ ὑμῶν ἡ ὑπακοὴ, ὦ Κορίνθιοι, τὰ κατὰ πρόσωπον σκοπεῖτε. Οὕτω γὰρ γνώσεσθε τοὺς δορὰν προβάτου περικειμένους, ἔνδον ὄντας λύκους ἅρπαγας· καὶ τοὺς ὄντως γνησίους διδασκάλους, οἷς εἴρηται· ‹ Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου. › Οὕτω δὲ σκοπήσασιν ὑμῖν, γνωσθήσονται οἱ ἀπατεῶνες, οὓς καὶ ἐκβαλεῖτε, καὶ οἱ ἀληθῶς ἀπόστολοι Χριστοῦ, οἷς καὶ πεισθῆναι προθύμως ἐθελήσατε. Τούτῳ συνᾴδει τὸ, ‹ Ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς. › Εἰ δὲ ὁριστικῶς ἐκφέροιτο τὸ, ‹ Κατὰ πρόσωπον βλέπετε, › τοιαύτην ὑποβάλλει νόησιν· Τὴν διάθεσιν τῶν διδασκάλων, καὶ τῶν μαθητῶν τὴν δύναμιν κρίνετε, εἰς τὸ πρόσωπον ἀεὶ τῶν λεγόντων ἀτενίζοντες, ἀπατώμενοι πρὸς τῶν μόνης τῆς ἔξω φανείας ἐπιμελουμένων. Ἂν τις οὖν λύκος ὢν ἐπιψεύσηται εἶναι πρόβατον μόνον κώδιον ἐπιφερόμενος, τοῦτον δέχεσθε ψευδαπόστολον· καὶ τόνδε προφήτην ὄντα, ὡς ἀπόστολον καὶ προφήτην. Ἀμέλει γοῦν τινες προσποιησάμενοι εἶναι Χριστοῦ μαθηταὶ, ἀληθείᾳ δὲ ὄντες γνώριμοι τοῦ μετασχηματιζομένου εἰς ἄγ-
...oppose the knowledge of the truth, introducing impious and godless doctrines, building strong fortresses by the cleverness of their words, and retreating within them, consider themselves invincible. Moreover, the things which they put forward in the guise of teachers with an apparent demonstration, having an empty height, are lifted up in false thought, as going higher than the ecclesiastical judgement which is called the knowledge of God; for He Himself grants it to the worthy. Therefore, in order to pull down the aforesaid heights and strongholds, having put on the whole armour of God according to the spirit, we war in the manner mentioned. Thus we dissolve their sophistic arguments and refute their doctrines; indeed, taking captive every thought of those who have been deceived and held fast by the deceivers, and even reared in their territory, we bring it to obey Christ. It is possible to take it thus also: migrating by necessity and force every thought that is brought forward in any teaching whatsoever, we bring it to be persuaded to obey Christ. For thus the writer of these things drew the inscription dedicated to an altar at Athens, which indicated the thought of many gods, and transferred it to the one true God, saying: 'Whom therefore you worship in ignorance, Him I proclaim to you'; and the inscription signified an unknown multitude of gods. Whenever therefore every thought has been taken captive into the obedience of Christ, then we shall be ready to bring vengeance upon all disobedience; just as those who have taken captives in conquering some nation become bold to raze their country. To these things he adds to those to whom he was writing: 'When your obedience is fulfilled, look at the things before your face.' One may attend to this phrase in different ways: for if it be uttered imperatively, it means this: When through assent to the divine teaching your obedience is fulfilled, O Corinthians, examine the things before your face. For thus you will recognize those who wear a sheep's skin while within they are ravenous wolves, and those who are truly genuine teachers, to whom it was said: 'You are the light of the world.' And when you have examined thus, the deceivers will be recognized, whom you shall also cast out, and those who are truly apostles of Christ, whom you also willingly wished to obey. With this agrees: 'By their fruits you shall know them.' But if 'You look at the things before your face' be uttered indicatively, it suggests such a sense: You judge the disposition of the teachers and the ability of the disciples by gazing always at the outward face of the speakers, being deceived by those who care only for outward appearance. If then someone, being a wolf, falsely pretends to be a sheep merely by wearing a fleece, receive him as a false apostle; and this man who is a prophet, as an apostle and prophet. Indeed, some who pretended to be disciples of Christ, but were in truth acquaintances of him who transforms himself into an an-