Migne Reading Room

PG 39 · cols. 1637–1648 · Read from the page

from the Catenae

from the Catenae

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 39:1637Read from the page
δὲ τὰ ἐνοσσεύοντα ζῶα. Ἢ τοίνυν ὁ τόπος τῆς σοφίας, τὰ θεωρήματα ἐν οἷς οἰκεῖ, αἱρετώτερά ἐστι τῆς ψευδωνύμου γνώσεως· ἢ τὰ κυήματα τῆς σοφίας. Ὥσπερ γὰρ χρυσὸς ἀργύρου κρείσσων, οὕτω καὶ σοφία φρονήσεως· ἡ μὲν γὰρ ἐν τῷ γινώσκειν ἐστὶν, ἡ δὲ ἐν τῷ ἑρμηνεύειν τὰ γινωσκόμενα. Ἢ νοσσιὰς σοφίας, τὰς Ἐκκλησίας, ἢ τὰς τῶν ἁγίων ἐκεῖθεν μονάς· σοφία δὲ ὁ Χριστός.
the animals that nest in it. Either then the place of wisdom, the contemplations in which it dwells, are preferable to falsely named knowledge; or the offspring of wisdom. For just as gold is better than silver, so also is wisdom than prudence; for the one consists in knowing, the other in interpreting what is known. Or by nests of wisdom [understand] the Churches, or the mansions of the saints from thence; and wisdom is Christ.
Στ. ιζʹ. Τὸ γὰρ ἀδιάστατον τῶν πράξεων ἔχουσαι, τὸ τῆς ζωῆς τῆς καταλλήλου μῆκος ἔχουσιν, ἀπὸ κακῶν ἐκκλίνουσαι, τουτέστι θανάτου.
Ver. 17. For having continuity of actions, they have the length of corresponding life, turning aside from evils, that is, from death.
Στ. κθʹ. Ἐνταῦθα ἄνδρα παράνομον διάβολον καλεῖ, ὃς ἀποπειρᾶται τῶν ἀνθρώπων, γνῶναι θέλων τίνες εἰσὶν ἐξ αὐτῶν ὅμοιοι αὐτῷ καὶ θέλοντες παρανομεῖν· καὶ ἀπάγων αὐτοὺς εἰς ὁδοὺς ἤτοι εἰς πράξεις οὐχ ἀγαθάς· ὁ αὐτὸς δέ ἐστιν ὁ στηρίζων τοὺς ὀφθαλμοὺς ἐφ' ἕκαστον τῶν ἀνθρώπων, καὶ νοῶν ἀκριβῶς πρὸς ποῖον πάθος ἐπιῤῥεπῶς τις ἔχει· καὶ γνοὺς ἐκ τῶν κινημάτων, ἱστᾷ αὐτοῦ παγίδας· καὶ συλλαβὼν ἀπάγει αὐτὸν εἰς πάντα τὰ κακά. Ὁρίζειν δὲ τοῖς χείλεσιν εἶπεν, διότι ταῖς πονηραῖς αὐτοῦ ὑποβολαῖς, ἔργοις τελειῶσαι σπουδάζει διὰ τῶν ἀνθρώπων πάντα τὰ αὐτῷ καταθύμια· οὗτος δέ ἐστιν ἡ κάμινος τῆς κακίας, ἡ φλέγουσα τὸν ὑποδεξάμενον τοῖς δελέασμασιν αὐτοῦ εἰς πᾶσαν κακίαν.
Ver. 29. Here he calls a lawless man the devil, who tests men, wishing to know which of them are like him and wish to transgress the law, and leading them away into ways, that is, into deeds that are not good; and he is the same who fixes his eyes upon each of men, and perceives accurately towards which passion someone is inclined; and having learnt from his movements, he sets his snares, and having seized him, leads him away into all evils. And he said 'defines with his lips', because by his wicked suggestions he strives to bring to completion in deeds through men all things dear to his heart; and this is the furnace of wickedness, which burns him who has received his baits unto all wickedness.
Στ. λʹ. Ὀφθαλμὸς θεωρῶν καλὰ, ἤτοι διακεκριμένος· τίνα δὲ τὰ καλὰ, ζητητέον· καὶ μὴ θεωρῶν χρυσὸν, λυπεῖται· εἴτε σῶμα λαμπρὸν, πάλιν κατατήκεται· ἀλλὰ τίνα ἐστὶ τὰ καλὰ, ἄκουσον· Τὸν οὐρανὸν, τὴν γῆν, τὴν θάλασσαν καὶ τὴν κτίσιν πᾶσαν· ὥστε τὰ τοιαῦτα βλέπετε, οἷον τὴν ψυχὴν εὐφραίνει· ἐπεὶ τί ὄφελος τερφθῆναι μὲν τὸν ὀφθαλμὸν, μηδὲν δὲ γενέσθαι πλέον, ἀλλὰ τὴν ψυχὴν διαφθαρῆναι;
Ver. 30. An eye beholding fair things, that is, discerning; but what the fair things are, we must inquire: not beholding gold, it grieves; or a splendid body, again it wastes away; but hear what the fair things are: heaven, earth, the sea, and all creation; so look upon such things as gladden the soul; since what profit is it for the eye to be delighted, yet nothing more to come of it, but for the soul to be corrupted?
Στ. λαʹ. Τὰ πολλὰ τῆς κακίας αὐτοῦ ἀνωτέρω εἰπόντες, τοῖς εἰρημένοις τὰ λείποντα προσθήσομεν. Μετὰ τῶν ὑπερβολῶν αὐτοῦ πάντων λέγει καὶ ταῦτα τοῖς πειθομένοις αὐτῷ· Τοῦτο τὸ πρᾶγμα κατ' ἀνάγκην ἐστὶ (τὸ διορατικὸν ἀκονήσας εἰς τὸ κακὸν), χρηστέον αὐτῷ. Ἡ ἡδονὴ φυσική ἐστι, χρηστέον αὐτῇ· ἐκ Θεοῦ τὰ χρήματα, ἀπολαυστέον αὐτῶν. Ὁπόταν δὲ εἰς πάντα καταπείσῃ τὸν ὑπήκοον αὐτοῦ, τότε ποιεῖ αὐτὸν ἐγκαυχᾶσθαι κατὰ διάνοιαν, ὡς δικαιοσύνας μεγάλας ποιῶν, καὶ ὅτι ἐν τοῖς γηραιοῖς ταῦτα ὑποτίθεται.
Ver. 31. Having spoken above of most of his wickedness, we shall add what is lacking to what has been said. With all his excesses he also says these things to those who obey him: 'This thing is of necessity' (sharpening his clear-sightedness towards evil), 'it must be used. Pleasure is natural, it must be used; wealth is from God, it must be enjoyed.' Whenever he persuades his subject in everything, then he makes him boast in his mind, as though doing great righteousness, and that he lays these things up in his old age.
CAPUT XVII.
Chapter XVII.
Στ. ςʹ. Ὁ πιστὸς μὴ σπεύδων περὶ τὰ αἰσθητὰ, ὡς πάντα ἔχων ἐστίν· ὁ δὲ περὶ ταῦτα σπεύδων, ὡς μηδὲν ἔχων ἐστίν· ἀγαπῶν γὰρ ἀργύριον, οὐ πλησθήσεται ἀργυρίου· ἢ καὶ, Ὁ πιστὸς ὄψεται τοὺς λόγους τοῦ κόσμου τούτου, ὡς χρήματα τοῦ νοῦ τροπικῶς εἰρημένους· ὁ δὲ ἄπιστος, οὐδὲ τοῦ τυχόντος ἅψεται πράγματος τῶν λόγων δι' ἀκαθαρσίαν ψυχῆς.
Ver. 6. The faithful man who does not strive after sensible things is as one having all things; while he who strives after them is as one having nothing; for he who loves silver shall not be filled with silver; or else, the faithful man shall see the words of this world as riches of the mind spoken figuratively; while the unfaithful man shall not touch even the most ordinary matter of the words on account of impurity of soul.
Στ. κηʹ. Ἐνεὸς, ὁ τῇ σιωπῇ τὴν ἑαυτοῦ ἀμαθίαν, ἢ τὸ πάθος κρύπτων παρ' ἑαυτῷ ἢ τοῖς πέλας, δοκεῖ.
Ver. 28. Mute seems he who by silence conceals his own ignorance, or his passion, within himself or from his neighbours.
PG 39:1640Read from the page
CAPUT XIX.
Chapter XIX.
Στ. ζʹ. Οὐ πᾶσαν ἐκτελεῖ τὴν κακίαν (ἀδύνατον γὰρ), ἀλλὰ πράττει τὰ συνυπάρχειν δυνάμενα· ἔτι δὲ κακοποιῶν οὐκ ἐπαύσατο. Ἢ ἔννοιαν ἀγαθὴν τὸν Χριστὸν λέγει· αὐτὸς γὰρ αὐτὴν ἐγγυᾷ· καὶ πᾶς δὲ ὁ ἀγαθὰ πράττων εὑρήσει αὐτόν· φρόνιμον γὰρ τὸν πᾶν ἔργον ἀγαθὸν ποιοῦντα λέγει.
Ver. 7. He does not accomplish all wickedness (for that is impossible), but he does what can coexist; and still he has not ceased doing evil. Or by good thought he means Christ; for He guarantees it; and everyone who does good things shall find Him; for he calls prudent him who does every good work.
Στ. κδʹ. Ὁ μὴ ὀρθῶς βιοὺς κρύπτει ἐν τῇ ψυχῇ τὰς χεῖρας ἀδίκως· τὴν ἑαυτοῦ γῆν ἐργάσασθαι μὴ βουλόμενος, πῶς ἐμπλησθήσεται ἄρτων; Αἱ γὰρ πρακτικαὶ ἀρεταὶ χειρῶν ἐπέχουσι λόγον, τὸν ἄρτον ἡμῶν προσφέρουσαι τῷ στόματι τὸν ἀπ' οὐρανοῦ καταβάντα. Οὐ δύναται τοίνυν οὗτος οὐδὲ τὴν ἀρχὴν ὠφεληθῆναι, ὀκνηρὸς ὤν.
Ver. 24. He who does not live rightly hides his hands unjustly in his soul; not wishing to till his own land, how shall he be filled with loaves? For the active virtues hold the place of hands, bringing to our mouth the bread that came down from heaven. Therefore this man cannot even at the beginning be profited, being slothful.
CAPUT XXI.
Chapter XXI.
Στ. καʹ. Ἤγουν ἡ κρίσις καλύπτει τὴν ἀπολογίαν τῶν ἀσεβῶν. Ὑπερβάλλει γὰρ ὁ Θεὸς τοὺς εὖ ποιοῦντας ταῖς ἀμοιβαῖς.
Ver. 21. That is, the judgement covers the defence of the ungodly. For God surpasses those who do well in His recompenses.
CAPUT XXII.
Chapter XXII.
Στ. κςʹ. Μὴ δίδου σεαυτὸν εἰς τὸ ὑπερτίθεσθαι μετανοεῖν, αἰσχυνόμενός τινα. Ἐὰν γὰρ ἀποθάνῃς, καὶ οὐκ ἔχῃς καιρὸν τοῦ μετανοῆσαι, οὐκέτι ἕξεις ἀνάπαυσιν.
Ver. 26. Do not give yourself over to putting off repentance, being ashamed before anyone. For if you die, and have no opportunity to repent, you shall no longer have rest.
CAPUT XXIII.
Chapter XXIII.
Στ. κγʹ. Εἰσάγει δὲ παρ' ἑαυτῷ τὸν βάσκανον διάβολον, καὶ τρώγει τὸν ψωμὸν αὐτοῦ μετ' αὐτοῦ, ὁ μετὰ κενοδοξίας, ἢ ἀνθρωπαρεσκείας ποιῶν τι τῶν ἀγαθῶν ἔργων· ὁ γὰρ τοιοῦτος ἀπέχει τὸν μισθὸν αὐτοῦ. Καὶ γὰρ ὁ διάβολος φανεροῖ αὐτὰ τοῖς ἀνθρώποις, ἵνα διὰ τοῦ ἐπαίνου τοῦ πρὸς τὸν ἀνθρωπάρεσκον λοιμανῆται καὶ ἀποστερήσῃ τῶν αἰωνίων ἀγαθῶν.
Ver. 23. He brings the envious devil into his own company, and eats his morsel with him, who with vainglory or man-pleasing does any of the good works; for such a one has received his reward in full. For indeed the devil makes them manifest to men, so that through the praise given to the man-pleaser he may ruin and deprive him of eternal goods.
CAPUT XXIV.
Chapter XXIV.
Στ. κʹ. Οὐ γεννήσουσι πονηροὶ ἀρετὰς καὶ δόγματα ὀρθὰ (ταῦτα γὰρ ἐστι γεννήματα τῆς ψυχῆς), διὰ τὸ μὴ φοβεῖσθαι αὐτοὺς τὸν Κύριον· οἱ δὲ ὄντες ἐν φόβῳ Κυρίου ὅλην τὴν ἡμέραν ἕξουσιν ἔκγονα, καὶ ἡ ἐλπὶς αὐτῶν οὐκ ἀποστήσεται. Ἀκολουθεῖ δὲ ταῦτα τοῖς εἰρημένοις. Οἱ μὲν γὰρ ἐχθροὶ, φησὶ, πονηροὶ ὄντες, ἑτέρων ἐπέχαιρον πτώμασιν· ὃ δὲ μέμφῃ σὺ, μὴ ζηλώσῃς. Τὸ γὰρ λαμπρὸν δῆθεν αὐτῶν καὶ ἀπατηλὸν, μέχρι τούτου τοῦ βίου, καὶ σβέννυται τελευτῇ· πολλάκις δὲ καὶ ἔτι ζώντων διελεγχθέντων ἐσβέσθη.
Ver. 20. The wicked shall not beget virtues and right doctrines (for these are the offspring of the soul), because they do not fear the Lord; while those who are in the fear of the Lord shall have offspring all the day, and their hope shall not depart. And these things follow what has been said. For the enemies, he says, being wicked, rejoiced over the falls of others; but what you blame, do not emulate. For their supposedly splendid and deceitful [glory] lasts until this life, and is extinguished at death; and often even while they are still alive, when they are refuted, it is extinguished.
CAPUT XXX.
Chapter XXX.
Στ. ζʹ. Ὁ σοφὸς ταῦτα τῇ σοφίᾳ φησὶν, ἢ ὁ τοῦ Χριστοῦ δοῦλος τῷ Κυρίῳ. Δύο δὲ φήσας, περὶ πλειόνων αἰτεῖ· ἀλλὰ τὸ δοκοῦν πρῶτον προαιτητικόν ἐστι τοῦ τυχεῖν ὧν αἰτεῖ λέγοντος· Μή μου παρακούσῃς, ἀλλὰ δίδου τὴν χάριν· ἐφ' ᾧ τὸ πρῶτον ἐπήγαγεν αἴτημα· Μάταιον λόγον, τὴν ψευδώνυμον μακράν μου ποίησον, ἵνα μὴ πλησθεὶς, ψευδὴς γένωμαι. Ὁ κόρος ὑπερηφανίαν ποιεῖ, καὶ τὸ δοκεῖν ὑπὲρ ἔλεγχον εἶναι· λόγῳ καὶ ἔργῳ ὡς ἀναμάρτητον. Τὸ γὰρ, Τίς με ὁρᾷ, ἀντὶ τοῦ, Ἐλέγχει, φησίν· ἵνα μὴ πλησθεὶς σοφίας, ἀκατάληπτος εἶναι δόξω τοῖς ἄλλοις, ἢ καὶ ψεύστης δόξω τὰ ὑπὲρ τούτους λαλῶν.
Ver. 7. The wise man says these things to wisdom, or the servant of Christ to the Lord. Having said two things, he asks for more; but what seems first is a preliminary petition to obtain what he asks, saying: Do not disregard me, but grant the grace; whereupon he added the first petition: Put vain speech, the falsely named [knowledge], far from me, lest being filled I become a liar. Satiety produces pride, and seeming to be above refutation, as sinless in word and deed. For 'Who sees me?' he says instead of 'refutes me'; lest being filled with wisdom, I seem incomprehensible to others, or even seem a liar, speaking things above them.
Στ. ιεʹ. Ἡ βδέλλα τίκτεται μὲν ἐν τοῖς γλυκέσι τῶν
Ver. 15. The leech is bred in the sweet [waters] of the
PG 39:1641Read from the page
ὑδάτων, σκωληκοειδὲς οὖσα τι ζῶον· λειοτάτη δέ ἐστι τῇ ἁφῇ, ἥτις τοῖς χανδὸν τοῦ ὕδατος μεταλαμβάνουσι, λεληθότως ὑπεισέρχεται τῇ λειότητι· εἶτα περιπλακεῖσα ἔνδον τινὶ τῶν μορίων, οὐ πρότερον ἀποῤῥήγνυται, ἕως ἂν τῇ ἐκπόσει τοῦ αἵματος ἀποκτείνῃ τὸν ἄνθρωπον· αἱμοπότης γάρ ἐστι, καὶ ἐντεῦθεν τρέφεται καὶ αὔξεται. Ταύτῃ νῦν εἴκασε τὸν διάβολον, ὅστις βίᾳ τῶν ἀνθρώπων κρατεῖν οὐ δυνάμενος· τρισὶ γὰρ κέχρηται μάλιστα κατ' αὐτῶν ὁρμητηρίοις, ἥδων, θέλγων, ἀπατῶν, καὶ διὰ τοῦτο κατὰ μικρὸν λεληθότως αὐτοὺς ἀναιρῶν· πρῶτον μὲν γὰρ αὐτοὺς ταῖς τῆς ψευδοδοξίας ὁδοῖς ἐνάγει πρὸς ἀπώλειαν, ὅπερ δὴ καὶ ᾅδην καλεῖ, τῷ τέλει τῆς δίκης δεικνὺς τῆς ἁμαρτίας τὸ μέγεθος· ἔπειτα περιβάλλων τῇ τῆς ἀκολασίας ἡδυπαθείᾳ, ὃ δὴ καὶ ἔρωτα καλεῖ γυναικῶν. Ἐπὶ τούτοις φιλαργυρίᾳ, ἤτοι πλεονεξίᾳ, ὅπερ δὴ καὶ γῆν οὐκ ἐμπιπλαμένην ὕδατος ἔφη· τοιαύτη γὰρ ἡ ψαμμώδης ἄπληστος. Ταῦτα τοίνυν εἰσὶ τὰ πάθη, ἅτινα ἐξεύρηται τῷ πονηρῷ πρὸς τὴν τῶν ἀνθρώπων ἀπώλειαν, ἅπερ οὕτως φιλεῖ καὶ στέργει, ὡς ἂν θυγατέρας ἰδίας. Τὸ τέταρτον δὲ καλεῖ τὴν τούτων τριβὴν καὶ συνήθειαν· οὐδὲ γὰρ ὁ πρὸς ἅπαξ ψευδοδοξήσας, ἢ πορνεύσας, ἢ ἐπιθυμήσας τοῦ πλείονος, εὐθὺς ὑπέπεσε τοῖς παθήμασιν, ἀλλ' ὁ τῇ συνηθείᾳ λοιπὸν καὶ τὴν αἴσθησιν ἡττηθείς· τοιούτους γὰρ ἂν εὕροις τοὺς ταῖς ψευδοδοξίαις ἐντεθαμμένους, οὐδέποτε κόρον λαμβάνοντας, ἀλλ' ἀεὶ προεπιτείνοντας τὰ πάθη, ὡς καὶ ἑτέρους ἐπὶ ταῦτα προτρέπεσθαι. Ὥσπερ οὖν καὶ ὕδωρ καὶ πῦρ τῇ χορηγίᾳ τῶν προσφόρων οὐ παύεται, οὐδὲ λέγει, Ἀρκεῖ, ἀλλὰ μᾶλλον ἐπαῦον γίνεται· τό τε ὕδωρ τῇ ἐπιῤῥοῇ τοῦ ὕδατος οὐ λήγει, ἀλλ' αὔξεται· ἃ καὶ σὺ, φησὶν, ὦ παῖ, γινώσκων, ἀπέχου τούτων, ἵνα μὴ λάθῃς κατὰ βραχὺ, καθάπερ βδέλλῃ λειοτάτῃ, τῇ ἡδονῇ τὸν βίον ἀποσυλώμενος.
waters, being a kind of worm-like creature; it is very smooth to the touch, and steals in unnoticed by its smoothness into those who drink greedily of the water; then, clinging inside to one of the members, it does not break away until by drinking out the blood it kills the man; for it is a blood-drinker, and from this it is nourished and grows. To this he now likened the devil, who, not being able to overpower men by force, uses three main bases of operation against them, pleasing, charming, deceiving, and thereby gradually and unnoticed destroying them: first, he leads them by the paths of false opinion to destruction, which indeed he also calls Hades, showing the greatness of the sin by the end of the punishment; next, enveloping them in the luxury of licentiousness, which indeed he calls the love of women. In addition to these, love of money, that is, greed, which indeed he called earth not filled with water; for such is the sandy [soil], insatiable. These therefore are the passions which have been devised by the evil one for the destruction of men, which he so loves and cherishes as his own daughters. And the fourth he calls the practice and habit of these; for not he who once held a false opinion, or committed fornication, or desired more, immediately fell under the passions, but he who was finally defeated in perception also by habit; for such you would find those nurtured in false opinions, never taking their fill, but always straining their passions further, so as even to urge others on to these things. Just as, therefore, both water and fire do not cease with the supply of fitting fuel, nor say 'It is enough', but rather become greater, and water by the inflow of water does not cease, but increases: knowing these things too, he says, my son, abstain from them, lest unawares, little by little, as by a very smooth leech, you be robbed of your life by pleasure.
Στ. ιθʹ, κʹ. Ἴχνη ἀετοῦ πετομένου, ἡ τοῦ σοφοῦ ψυχὴ, ἥ, σοφὸς οὖσα, ἀδυνάτως ἔχει πρὸς τὸ γνῶναι ἀφ' ἑαυτῆς τὰ τοῦ νοητοῦ ἀετοῦ πετάσματα· περὶ οὗ γέγραπται· Ἀετὸς ὁ μέγας καὶ ὁ μακρὸς τῇ ἐκτάσει καὶ πλήρης ὀνύχων, οὐκ ἔχων ἴχνος τῆς παρουσίας τοῦ διαβόλου, εἰ καὶ προέπτη μοι πόθεν οὐκ οἶδα· ἐκκλίνοντος γὰρ ἀπ' ἐμοῦ τοῦ πονηροῦ, οὐκ ἐγίνωσκον, τῷ μὴ ἔχειν με πρὸς αὐτὸν πόθον. Τοιαύτη ὁδὸς μοιχαλίδος, ἡ νενοθευμένη διδασκαλία.
Ver. 19, 20. The tracks of a flying eagle are the soul of the wise man, which, though wise, is unable of itself to know the flights of the intelligible eagle, concerning whom it is written: The great eagle, long in wingspan and full of talons, having no trace of the presence of the devil, even if he flew before me I know not whence; for when the evil one turned aside from me, I knew it not, because I had no desire towards him. Such is the way of an adulteress, adulterated teaching.
Στ. κβʹ. Ὁ ἐξ ἐθνῶν λαὸς, δοῦλος ὢν τῆς ἁμαρτίας καὶ τοῦ διαβόλου τὸ πρότερον· οὕτως· Ἐπ' ἔθνει ἀσυνέτῳ παροργιῶ ὑμᾶς· καὶ, Ἄφρων πλησθῇ σιτίων τῶν τῆς ζωῆς· καὶ, Μισητὴ γυνὴ, ὅ ἐστι πόρνη· πόρνη γὰρ ἦν ἡ ἐξ ἐθνῶν Ἐκκλησία, ὀπίσω θεῶν ἀλλοτρίων πορευομένη· καὶ οἰκέτις ἐκβάλῃ τὴν ἑαυτῆς κυρίαν, ἡ τῶν ἐθνῶν Ἐκκλησία τὴν Συναγωγὴν οὖσαν κυρίαν· ταύτης γὰρ ὁ νόμος καὶ οἱ προφῆται δέονται.—Τῆς διανοητικῆς ἐπισκέψεως δούλη ἡ κατὰ τὸ γράμμα, ἣν Ἰουδαῖοι μὲν ὡς δέσποιναν προετίμων· τὰ δὲ ἔθνη μεταλαμβάνοντα τὸ ῥητὸν εἰς τὸ πνευματικὸν, τὴν ὡς δέσποιναν παρ' ἐκείνοις ἐξέβαλον, τὴν σωματικὴν τοῦ νόμου παρατήρησιν.
Ver. 22. The people from the Gentiles, being a slave of sin and of the devil formerly; thus: 'With a foolish nation I will provoke you to anger'; and, 'Let a fool be filled with the foods of life'; and, 'A hated woman', that is, a harlot; for the Church from the Gentiles was a harlot, going after strange gods; and 'a handmaid casts out her own mistress', the Church of the Gentiles [casts out] the Synagogue which was mistress; for of this the law and the prophets stand in need. — The handmaid of intellectual investigation is that according to the letter, which the Jews preferred as mistress; while the Gentiles, transferring the literal into the spiritual, cast out her who was mistress among them, the bodily observance of the law.
Στ. κεʹ. Τὰ ἔθνη φησὶν, οἷς οὐκ ἔστιν ἰσχὺς, καὶ θησαυρίζουσιν ἑαυτοῖς δι' ἔργων ἀγαθῶν τὴν αἰώνιον
Ver. 25. He means the Gentiles, who have no strength, and treasure up for themselves through good works eternal
Notes, col. 1641

On the reading

Printed ἐντεθαμμένους, for ἐντεθραμμένους.

Printed ἐπαῦον, for ἐπαῦξον.

PG 39:1644Read from the page
ζωήν. Καὶ οἱ χοιρογρύλλιοι· εἶδος ἰχθύος, ἤτοι οἱ λαγωοὶ οἱ καλούμενοι οἶστροι, τὰ πρώην ἀσθενῆ ἔθνη, καταφυγόντα πρὸς τὸν Χριστόν· πέτρα γὰρ καταφυγὴ τοῖς χοιρογρυλλίοις, οἳ ἐποιήσαντο ἐν πέτραις Καὶ σὺ οὖν, φησὶ, κἂν ἀσθενὴς ᾖς ζῶον, ἐπιλαβοῦ τῆς πέτρας τῆς ἀληθοῦς πίστεως, καὶ πρὸς αὐτὴν τὸν βίον ἀπεύθυνε. Πράξεσιν ἐρειδόμενος εἰς τὴν βασιλείαν εἰσέρχεται. Οὐκοῦν καὶ σὺ, φησὶ, μὴ διὰ τὸ ἀσθενὲς τῆς πίστεως ἀπιστήσῃς τῇ τῶν οὐρανῶν βασιλείᾳ, ἀλλὰ πιστεύων τῇ περὶ αὐτῆς ὑποσχέσει, τὰ ταύτης ποιητικὰ μετέρχου προστάγματα. Λέων Χριστός· πάντα γὰρ τὰ λογικὰ πρὸς αὐτὸν κτήνη εἰσί· Μωϋσῆς γάρ φησιν· « Ἐγὼ δὲ ἄλογός εἰμι. » Τὸ τὴν φυσικὴν ἐνέργειαν, ἀνεμποδίστως διαβαίνειν λέγεται.
life. And the rock-badgers: a kind of fish, or rather the hares called gadflies, the nations formerly weak that have fled for refuge to Christ; for a rock is a refuge for the rock-badgers, which they have made in the rocks. And you therefore, he says, even though you are a weak animal, lay hold upon the rock of the true faith, and direct your life towards it. Supported by deeds he enters into the kingdom. Therefore do you also, he says, not because of the weakness of faith disbelieve in the kingdom of heaven, but believing in the promise concerning it, pursue the commandments that effect it. Christ is a lion; for all rational beings are beasts compared to Him; for Moses says: "But I am speechless." This refers to advancing unimpeded in natural activity.
Στ. λαʹ. Ὁ ὑπὲρ ἁμαρτιῶν προσενεχθεὶς, καὶ ἐν ὕψει βαίνων, ἔχει ἐφεπομένην αὐτῷ τὴν ἀγέλην. « Ὅταν γὰρ ὑψωθῶ, φησὶ, πάντας ἑλκύσω πρὸς ἐμαυτόν. » Ὁ ἀλεκτριὼν διδασκάλου πρόσωπον φέρει, ὃς τὸν λόγον σπείρων ἐν ταῖς ψυχαῖς, ἰσχυρῶς ἐστι προσαγγέλλων τὸ φῶς. « Μετανοεῖτε· ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν. » Οὗτος ἦν ὁ ἀπ' ἀρχῆς διυπνίζων τὰς καρδίας τῶν ἀνθρώπων, καὶ τὴν ἡμέραν τῆς ἐνσάρκου αὐτοῦ παρουσίας διὰ πολλῶν προμηνύων· καὶ σκότος ἐκθλίβων, καὶ τὸ φῶς αἰώνιον πᾶσι φανερῶς ὑποδεικνύων. Ἐμπεριπατῶν ἐν θηλείαις εὐψύχως, τουτέστιν ἐν ταῖς Ἐκκλησίαις, εὐψύχως καὶ γενναίως, ὥς φησιν· « Ἰδοὺ ἐγὼ μεθ' ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος. »
Verse 31. He Who was offered for sins, and Who walks on high, has the flock following Him. "For when I am lifted up," He says, "I will draw all to Myself." (John 12:32) The cock bears the person of a teacher, who, sowing the word in souls, vigorously proclaims the light: "Repent, for the kingdom of heaven is at hand." (Matt. 3:2) This was He Who from the beginning awakened the hearts of men, and foretold the day of His incarnate presence through many signs; both driving out darkness and clearly showing forth the eternal light to all; walking among hens with good courage, that is, in the Churches, courageously and nobly, as He says: "Behold, I am with you all the days until the consummation of the age." (Matt. 28:20)
Στ. λβʹ. Ἢ καὶ ἐὰν εἰς τὸν νοῦν τῶν Γραφῶν καθιῇς σεαυτόν· ἢ, ἐὰν μὴ ἔχῃς μαθητικὸν οὖς, ἀλλ' ἀντιλογητικὸς εἶ, ἀκούσῃ; « Εἰ δέ τις φιλόνεικος εἶ, ἡμεῖς τοιαύτην συνήθειαν οὐκ ἔχομεν. »
Verse 32. Or even if you apply yourself to the sense of the Scriptures; or, if you do not have a docile ear, but are contradictious, will you hear? "But if anyone seems contentious, we have no such custom." (1 Cor. 11:16)
Στ. γʹ. Ἡδοναῖς ἢ διδαχαῖς ἀλλοτρίαις τὸν σὸν πλοῦτον μὴ δώσεις. Μετὰ βουλῆς οἰνοπότει. Τὸν τῆς ἀληθινῆς ἀμπέλου πίνων οἶνον, τὴν τῶν Γραφῶν ἑρμηνείαν, καὶ τὴν τῶν ὄντων θεωρίαν, μετὰ πολλῆς προσέρχου διακρίσεως τῇ τῆς διανοίας ἐπισκέψει.
Verse 3. Do not give your wealth to strange pleasures or teachings. Drink wine with counsel. Drinking the wine of the true vine, the interpretation of the Scriptures and the contemplation of things that are, approach the examination of the mind with great discernment.
Στ. ςʹ. Νῦν λύπην εἶπε τὸν πόνον. Οἱ οὖν διὰ Θεὸν κοπιῶντες καὶ ὀδυνώμενοι, ἐπ' ἂν μεθυσθῶσι τῆς πρὸς τοῦ οἴκου Κυρίου πιότητος, τῶν ὀδυνῶν ἐπιλανθάνονται.
Verse 6. Here he has called labour grief. Those, therefore, who toil and suffer for God, when they are intoxicated with the fatness of the house of the Lord, forget their pains.
Στ. ηʹ. Τὴν προαίρεσίν σου ἔχε εἰς τὸ προσέχειν τοὺς λόγους μου, εἰρημένους ὑπὸ Θεοῦ.
Verse 8. Direct your purpose towards attending to my words, spoken by God.
Στ. κγʹ. Ἄνεμος βορέας, ὁ διάβολος, διεγείρων καὶ πειράζων τοὺς ἁγίους ὑψηλοὺς αὐτοὺς ὄντας, καὶ μὴ θέλων ἐργάζεσθαι· ἢ ἐγείρων λόγους κατὰ τῶν ἑαυτοῦ δογμάτων.
Verse 23. The north wind is the devil, stirring up and tempting the saints while they are on high, and not wishing them to work; or raising up arguments against his own doctrines.
Στ. γʹ. Ὥσπερ οὖν ταῦτα μεταφέρει μᾶλλον ἐπὶ τὸ εὖ ἔχον τὰ ζῶα, οὕτως ἡ ῥάβδος, τουτέστιν ἐπιτιμία, τὸ παράνομον ἔθνος ῥυθμίζει.
Verse 3. Just as these things, then, bring the animals rather into good order, so the rod, that is, rebuke, regulates the lawless nation.
Στ. ζʹ. Τῶν τοιούτων, φησὶ, περιαιρει μᾶλλον τὴν δυναστείαν, καὶ μήτε πρακτικὴν ἀρχὴν μήτε λογικὴν τούτοις ἐγχειρίζε.
Verse 7. Rather take away, he says, the dominion of such men, and entrust to them neither practical rule nor rational governance.
Notes, col. 1644

On the reading

Printed ἀλεκτριὼν, for ἀλεκτρυὼν.

Printed περιαιρει, for περιαίρει.

Printed ἐγχειρίζε, for ἐγχείριζε.

PG 39:1645Read from the page
Στ. ιεʹ. Εἰ ἀπὸ καρπῶν δικαιοσύνης φύεται δένδρον ζωῆς, πᾶς ὁ κρύπτων τὴν δικαιοσύνην τῇ ἀδικίᾳ, ἥτις λέγεται χεὶρ, οὐ βρώσεται ἐκ τοῦ τῆς ζωῆς δένδρου.
Verse 15. If from the fruits of righteousness there grows a tree of life, everyone who hides righteousness with unrighteousness, which is called a hand, shall not eat of the tree of life.
Στ. κγʹ. Τῶν μαθητῶν σου, ἵνα μὴ πρὸς τὴν ἕξιν ἐπάγῃς τὴν διδασκαλίαν.
Verse 23. Of your disciples, lest you bring your teaching merely to the level of habit.
Στ. κβʹ. Τὴν θεωρίαν τῶν γεγονότων, καὶ τὴν θεωρίαν τῆς ἁγίας Τριάδος, ἔνδυμα εἶναι λέγει νοῦ καθαροῦ, ἐκ βύσσου καὶ πορφύρας.
Verse 22. The contemplation of created things, and the contemplation of the holy Trinity, he says is the garment of a pure mind, of fine linen and purple.
Αʹ. ΚΕΦ. Δʹ. Στ. κδʹ. Πνεῦμα ὁ Θεός.
1. Chapter IV. Verse 24. God is Spirit.
Ἐπεὶ ἀόρατος ὁ Θεὸς, ἀκολουθεῖ δὲ τῶν ἀοράτων τὸ ἀσώματον· ἀσώματος ἄρα ὁ Θεὸς ὢν, ἀόρατός ἐστιν· εἰ δὲ τοῦτο, λεγόμενος πνεῦμα, οὐ κεκινημένος ἀὴρ εἴη· οὐ γὰρ ὅτι παρὰ ἀνθρώποις ἄνεμον δηλοῖ τὸ πνεῦμα, ἀνάγκη καὶ ἐπὶ Θεοῦ τοῦτο σημαίνεσθαι. Ὥσπερ τοίνυν φῶς λεγόμενον, ἐπεὶ μὴ ὄψιν, ἀλλὰ νόησιν φωτίζει, οὐ σῶμα ἀλλὰ νοερόν ἐστι φῶς· ἀλλὰ καὶ ἀγάπη καλούμενον οὐ διάθεσις ὑπάρχει, ἀλλ' οὐσία ἀγαπῶσα ἃ δημιουργεῖ, καὶ ὧν προνοεῖται· οὕτως πνεῦμα προσαγορευόμενος οὐκ ἄνεμον ἀλλ' ἀσώματον καὶ ζωοποιὸν παρίστησιν οὐσίαν. Πᾶς δὲ ὁ μαθὼν ὅτι πνεῦμα ὁ Θεὸς, πνευματικῶς λατρεύων αὐτῷ, πνεύματι καὶ ἀληθείᾳ, οὐκέτι τυπικῶς, προσκυνεῖ τὸν τῶν ὅλων Θεόν. Πρὸς ἀντιδιαστολὴν δὲ τοῦ γράμματος τὸ, « ἐν πνεύματι, » φησί· τοῦ δὲ τύπου, τὸ καὶ, « ἀληθείᾳ. » Ταῦτα γὰρ, ἕως καιρὸς χρειώδης ἦν· τῆς ἀληθείας δὲ ἐλθούσης, ἤτοι τῆς Χριστοῦ παρουσίας, πάντα πέπαυται.
Since God is invisible, and incorporeality follows upon invisible things, God, being incorporeal, is therefore invisible; and if this is so, when called Spirit, He would not be air in motion; for it is not necessary that, because among men spirit signifies wind, this should also be signified in the case of God. Just as, then, when called light, since He illuminates not sight but understanding, He is not a body but an intellectual light; and also when called love, He is not an affection, but an essence loving the things He creates and for which He provides; so, when addressed as Spirit, He presents not wind, but an incorporeal and life-giving essence. And everyone who has learned that God is Spirit, serving Him spiritually in spirit and in truth, no longer typically, worships the God of all. In contradistinction to the letter, He says "in spirit"; and to the type, "and in truth." For these things were necessary until the due time; but when the truth, that is, the presence of Christ, came, all ceased.
Βʹ. ΚΕΦ. Εʹ. Στ. κθʹ. Ἐκπορεύσονται οἱ τὰ ἀγαθὰ ποιήσαντες, εἰς ἀνάστασιν ζωῆς· οἱ δὲ τὰ φαῦλα πράξαντες, εἰς ἀνάστασιν κρίσεως.
2. Chapter V. Verse 29. They who have done good things shall come forth unto the resurrection of life; and they who have practised evil things, unto the resurrection of judgement.
Τῶν ἀνθρώπων διῃρημένων κατὰ τὴν γνώμην εἰς ἀσεβεῖς ἤτοι ἀπίστους, καὶ εἰς εὐσεβεῖς ἤτοι πιστοὺς, οἱ αὐτοὶ πάντων ἀνισταμένων ἀνθρώπων, ἤγουν ἄπιστοι καὶ ἀσεβεῖς ἀνίστανται μὲν, οὐκ εἰς κρίσιν δὲ, τῷ ἤδη κεκρίσθαι τὸν μὴ πιστεύσαντα. Εἰσὶ δὲ οἱ πιστεύσαντες τῷ Σωτῆρι, καὶ πρὸς τούτῳ καὶ ἔργα πεποιηκότες ἀγαθὰ, οἵτινες ἀνίστανται εἰς ἀνάστασιν ζωῆς, οὐ κριθησόμενοι· τῶν μετὰ τὸ πιστεῦ-
Men being divided in disposition into the impious or unbelievers, and into the pious or believers, the same—when all men rise again—namely the unbelievers and impious rise indeed, yet not unto judgement, because he who has not believed has already been judged. And there are those who have believed in the Saviour, and in addition to this have also done good works, who rise unto the resurrection of life, not to be judged; whereas those who after believ-
PG 39:1648Read from the page
σαι ἡμαρτηκότων εἰς κρίσιν ἐγειρομένων. Τὴν δὲ τῶν βρεφῶν κατάστασιν, ἐπεὶ καὶ αὐτὰ ἀνίστανται, Θεὸς μόνος οἶδεν τάχα, καὶ ὧν ἡ ἀποκάλυψις τῆς περὶ τούτου ἀληθείας γεγένηται.
-ing have sinned are raised unto judgement. But as for the state of infants, since they also rise again, God alone perhaps knows, and those to whom the revelation of the truth concerning this has been made.
Γʹ. ΚΕΦ. Ϛʹ. Στ. κεʹ. Καὶ εὑρόντες αὐτὸν πέραν τῆς θαλάσσης, εἶπον αὐτῷ· Ῥαββὶ, πότε ὧδε γέγονας;
3. Chapter VI. Verse 25. And having found Him on the other side of the sea, they said to Him: Rabbi, when camest Thou hither?
Ἄξιον δὲ κἀνταῦθα συνιδεῖν τὴν εὔθραυστον αὐτῶν ὁρμήν. Οἱ γὰρ λέγοντες, « Οὗτός ἐστιν ὁ προφήτης, » οἱ σπουδάσαντες ἁρπάσαι καὶ ποιῆσαι βασιλέα, εὑρόντες αὐτὸν, οὐδὲν τοιοῦτον βασιλεύονται, ἀλλὰ τὸ θαῦμα ἐκβαλόντες, ὥς γε οἶμαι, οὐκέτι λοιπὸν ὑπὲρ τῶν προτέρων ἐθαύμαζον, ἀλλ' ἐπεθύμουν πάλιν τραπέζης ἀπολαύειν οἵας καὶ πρότερον. Διέβησαν μὲν οὖν τὴν Ἐρυθρὰν θάλασσάν ποτε καὶ Ἰουδαῖοι, Μωϋσέως ἡγουμένου· ἀλλὰ πολὺ τὸ μέσον. Ὁ μὲν γὰρ εὐχόμενος, καὶ ὡς δοῦλος, πάντα εἰργάζετο· οὗτος δὲ μετ' ἐξουσίας ἁπάσης. Κἀκεῖ μὲν νότου ἐμπεσόντος εἶξεν τὸ ὕδωρ, ὥστε ἐπὶ ξηρᾶς ποιῆσαι παρελθεῖν· ἐνταῦθα δὲ τὸ θαῦμα μεῖζον ἐγένετο. Μένουσα γὰρ ἐπὶ τῆς οἰκείας φύσεως ἡ θάλασσα, οὕτως ἔφερε τὸν ἑαυτῆς Δεσπότην ἐπὶ τῶν νώτων, μαρτυροῦσα τῇ ῥήσει ἐκείνῃ τῇ λεγούσῃ· « Ὁ περιπατῶν ἐπὶ τῆς θαλάσσης » ὡς « ἐπ' ἐδάφους. » Εἰκότως δὲ μέλλων εἰς Καπερναοὺμ ἐμβαλεῖν τὴν σκληρὰν καὶ ἀπειθῆ, τὸ σημεῖον εἰργάσατο, οὐ μόνον τοῖς ἐν αὐτῇ γινομένοις, ἀλλὰ καὶ τοῖς ἔξω τῆς πόλεως θαυματουργουμένοις δηλοποιῶν ἐν αὐτῇ καὶ ἐμφανῆ καθιστῶν, μαλάξαι βουλόμενος αὐτῆς τὴν ἀπείθειαν. Τὸ γὰρ ὄχλους παραγενέσθαι τοσούτους εἰς τὴν πόλιν ἐκείνην πολλῶν τιθεμένους σπουδὴν, ποῖον οὐκ ἦν ἱκανὸν μαλάξαι λίθον; Ἀλλ' ἐκεῖνοι τοιοῦτον οὐδὲν ἔπαθον, ἀλλὰ πάλιν τροφῆς ἐπεθύμουν σωματικῆς.
Here too it is worth observing their fragile impulse. For those who said, "This is the prophet," and who strove to seize Him and make Him king, upon finding Him make no such attempt at kingship, but having cast out the miracle, as I suppose, no longer wondered at the former things, but desired again to enjoy such a table as before. Now the Jews also once crossed the Red Sea under the leadership of Moses; yet great is the difference. For he wrought all things by prayer and as a servant; but this One with all authority. And there, when a south wind fell upon it, the water gave way so as to let them pass over on dry ground; but here the miracle was greater. For the sea, remaining in its own nature, thus bore its Master upon its back, bearing witness to that saying which declares: "Who walks upon the sea" as "upon dry ground." (Job 9:8) And fittingly, being about to enter Capernaum, which was hard and disobedient, He wrought the sign, making Himself manifest and conspicuous therein not only by what was done within it, but also by the wonders worked outside the city, wishing to soften its disobedience. For when so many crowds arrived in that city, showing great zeal, what stone would this not have been able to soften? Yet they experienced nothing of the sort, but again desired bodily food.
Δʹ. Στ. κςʹ. Ζητεῖτέ με, οὐχ ὅτι εἴδετε σημεῖα, ἀλλ' ὅτι ἐφάγετε ἐκ τῶν ἄρτων, καὶ ἐχορτάσθητε.
4. Verse 26. You seek Me, not because you saw signs, but because you ate of the loaves and were filled.
Τὸ προσηνὲς καὶ λεῖον, οὐ πανταχοῦ χρήσιμον, ἀλλ' ἔστιν ὅτε καὶ τοῦ πληκτικωτέρου δεῖ τῷ διδασκάλῳ, ὅταν νωθὴς καὶ παχὺς ὁ μαθητής. Τοῦτο καὶ ὁ Υἱὸς τοῦ Θεοῦ πεποίηκε ἀλλαχοῦ τε πολλαχοῦ καὶ ἐνταῦθα. Ἐλθόντων γὰρ τῶν ὄχλων, καὶ κολακευόντων αὐτὸν καὶ λεγόντων, « Ῥαββὶ, πότε ὧδε γέγονας; » δεικνὺς ὅτι τῆς παρ' ἀνθρώπων οὐκ ἐφίεται τιμῆς, ἐπιπληκτικῶς αὐτοῖς ἀποκρίνεται, εἰς ἓν μόνον ὁρῶν, τὴν αὐτῶν σωτηρίαν· οὐ ταύτην δὲ μόνον διορθῶσαι βουλόμενος, ἀλλὰ καὶ τὸ τὴν διάνοιαν αὐτῶν ἐκκάμψαι καὶ εἰς μέσον ἀγαγεῖν· τί γάρ φησιν; « Ἀμὴν λέγω ὑμῖν, » μετὰ διορισμοῦ καὶ βεβαιώσεως· « Ζητεῖτέ με, οὐχ ὅτι ἴδετε σημεῖα, ἀλλ' ὅτι ἐφάγετε ἐκ τῶν ἄρτων, καὶ ἐχορτάσθητε. » Οὐ τὸ θαῦμα ἐξέπληξε, φησὶ, τὸ ἐπὶ τοῖς ἄρτοις, ἀλλὰ τὸ ἐμπλησθῆναι. Διὰ τοῦτο γὰρ καὶ ἦλθον πάλιν, ὡς μέλλοντες τῶν αὐτῶν ἀπολαύεσθαι· διὰ τοῦτο ἔλεγον· « Οἱ πατέρες ἡμῶν ἐν τῇ ἐρήμῳ ἔφαγον τὸ μάννα· » ὅπερ ἦν ἔγκλημα καὶ κατηγορία μεγίστη. Ἀλλ' οὐχ
Gentleness and smoothness are not everywhere useful, but sometimes a teacher also needs greater sharpness, when the disciple is sluggish and dull. This the Son of God also did both in many other places and here. For when the crowds came and flattered Him, saying, "Rabbi, when camest Thou hither?" showing that He does not desire honour from men, He answers them reprovingly, looking to one thing alone, their salvation; and wishing not only to set this right, but also to bend open their mind and bring it into the open; for what does He say? "Amen, I say to you," with definition and confirmation: "You seek Me, not because you saw signs, but because you ate of the loaves and were filled." It was not the miracle regarding the loaves, He says, that astounded them, but being filled. For this reason they came again, as expecting to enjoy the same things; for this reason they said: "Our fathers ate the manna in the desert"—which was a charge and a very great accusation. Yet He does not