PG 39:1625Read from the pageΣτ. ι΄. Καὶ τὸ σὺν ἄλλοις μὲν ἁμαρτάνειν κόλασιν ἐπιφέρει· ἄνδρες γε μὴν ἀσεβεῖς, οἱ ἐν κακίᾳ τέλειοι.
Verse 10. Even sinning with others brings punishment; and impious men are those who are complete in wickedness.
Στ. ια΄. Κρύπτουσιν εἰς γῆν, οὓς ἂν πείσωσι τὰ ἐπίγεια φρονεῖν· ἄνδρα δὲ δίκαιον νοήσεις τὸν οὐράνιον ἔχοντα φρόνημα. Δύναται δὲ ταῦτα νοεῖσθαι καὶ εἰς Χριστὸν, καὶ εἰς τὸν τῶν Ἰουδαίων λαόν.
Verse 11. They hide in the earth those whom they persuade to mind earthly things; and you will understand a righteous man as one who has a heavenly mind. These things can be understood both with reference to Christ and to the people of the Jews.
Τὸ ἱκανὸν ἡ Γραφὴ δηλοῖ διὰ τοῦ καταπιεῖν, ὡς ἐν τῷ· « Ἵνα μὴ τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ τοιοῦτος. » Φασὶν οὖν, ὅτι Τὸν οὐράνιον ἔχοντα φρόνημα καθελόντες καὶ νικήσαντες, εἰς ἑαυτοὺς μεταστήσωμεν, ὥστε τὰ ἐπίγεια φρονεῖν. Ζῶν δὲ καταπίεται ὁ δόξαν ἔχων ὀρθὴν περὶ τῶν πρακτέων, καὶ ταύτην ἀποβαλών.
Scripture indicates sufficiency by 'swallowing up', as in: 'Lest such a one be swallowed up by excessive sorrow.' They say, then: 'Having brought down and conquered the one who has a heavenly mind, let us bring him over to ourselves, so that he minds earthly things.' And he is swallowed up alive who holds a right opinion concerning things to be done, and casts it away.
Στ. ια΄. Βουλὴν δὲ λέγει τὴν προαίρεσιν, καθ' ἣν αἱρούμεθα τὰ πρακτέα ποιεῖν, ἢ καὶ μή· ἔννοιαν δὲ τὴν περὶ τὰ θεωρητὰ, ὥστε καταλιμπάνειν αὐτὰ, καὶ Θεῷ προσοικειοῦσθαι, τὰς ἐντολὰς αὐτοῦ ὅσῃ δύναμις φυλάττεσθαι.
Verse 11. He calls 'counsel' the choice by which we choose to do what ought to be done, or not; and 'thought' that which concerns contemplative matters, so as to leave those things behind and be united to God, keeping His commandments as far as possible.
Στ. γ΄. Ἐν ἕξει τὰς ἀρετὰς ἔχων, μὴ ἐπιπολαίως καταῤῥαθυμῶν αὐτῶν, οὗτος ἔχει αὐτὰς γεγραμμένας ἐπὶ πλακὸς τῆς ἑαυτοῦ καρδίας, ἐπὶ τοῦ βάθους δηλαδὴ τῆς ἑαυτοῦ ψυχῆς, ἤτοι τῆς διηνεκοῦς ἐπιθυμήσεως, ἵνα ὁ ἐξ ἐναντίας μὴ παρατρέπῃ σε.
Verse 3. He who possesses the virtues as a habit, not superficially neglecting them, has them written upon the tablet of his own heart, that is, upon the depth of his own soul, or his continual longing, so that the adversary may not turn you aside.
Στ. η΄. Σῶμα τὸ ἄθροισμα τῶν δυνάμεων τῆς ψυχῆς λέγω· ὀστᾶ, αἱ στερεαὶ δυνάμεις αὐτῆς· πάντα γὰρ τὰ ὀστᾶ ἡμῶν ἐροῦσι· Κύριε, Κύριε.
Verse 8. By 'body' I mean the sum total of the powers of the soul; by 'bones', its firm powers; for all our bones shall say: 'Lord, Lord.'
Στ. ις΄. Δεξιὰ αὐτῆς, ἡ τῶν θείων ἐπιστήμη, ἐξ ὧν ἡ αἰώνιος ζωή· ἀριστερὰ δὲ, ἡ τῶν ἀνθρωπίνων γνῶσις.
Verse 16. Its right hand is the knowledge of divine things, from which comes eternal life; and its left hand is the knowledge of human things.
Στ. ιη΄. Ἐνταῦθα πάλιν ξύλον ζωῆς τὸν σταυρὸν ὀνομάζει. Τοῖς γὰρ εἰλικρινῶς ἐξηρτημένοις ἐν τῷ Χριστῷ ἡ διάφορος ἐκ τοῦ ξύλου ἀποστάζει ζωή· τοῖς δὲ ἐπερειδομένοις ταῖς κρηπῖσιν αὐτοῦ βεβαίωσις ὀχυρὰ πέπηγεν ἀκλινῶς, οἷα δὲ καὶ ἐπὶ Κύριον ἀσφαλῶς ἱδρυμένοις.—Εἰ δὲ ξύλον ζωῆς, ἡ σοφία τοῦ Θεοῦ· δικαίως κεκώλυται μεταλαβεῖν αὐτῆς ὁ Ἀδάμ. Εἰς γὰρ κακότεχνον ψυχὴν σοφία οὐκ εἰσελεύσεται· ἐπείπερ ἀπὸ καρπῶν δικαιοσύνης φύεται δένδρον ζωῆς. Μὴ εὑρηκὼς δὲ τίνι ὁμοιώσει τὸν ἐλπίζοντα ἐπὶ Κύριον, εἰς ἑαυτὸν μεταστρέψει τὸν λόγον, λέγων ὡς ἐπὶ Κύριον· Ὁ γὰρ ἐπερειδόμενος ἐπ' αὐτῇ, ἅτε δὴ εἰς Θεὸν ἐλπίζων, ἐστὶν ἀσφαλής.
Verse 18. Here again he names the cross the tree of life. For upon those who sincerely depend on Christ, manifold life distils from the tree; and for those who lean upon its foundations, a secure confirmation is fixed unswervingly, as for those who are also safely established upon the Lord.—And if the tree of life is the wisdom of God, Adam was justly prevented from partaking of it. For wisdom will not enter into a deceitful soul, since from the fruits of righteousness grows the tree of life. And having found nothing to which to liken the one who hopes in the Lord, he will turn the word to himself, speaking as to the Lord: 'For he who leans upon it, inasmuch as he hopes in God, is safe.'
Στ. κ΄. Ἁρμόττει τοῦτο καὶ νῦν τῷ Υἱῷ τοῦ Θεοῦ, σοφίᾳ καὶ φρονήσει ὄντι Θεοῦ. Ἀλλὰ καὶ ἡ ψυχὴ ἡ πιστὴ γῆ ἐστιν, ἑκατονταπλασίονα καρποφοροῦσα· αὕτη δὲ ἐκ τῆς πιότητος τῆς σοφίας γίνεται σοφὴ, θεμελιοῦντος αὐτὴν ἐπ' αὐτῇ τοῦ Θεοῦ καὶ Πατρός. Ἑδράζει γὰρ αὐτῇ τὴν εἰσαγωγὴν τῆς διδασκαλίας, πῆξιν ἀπὸ σοφίας ποιούμενος ἐν αὐτῇ, καὶ ἀεὶ πρόκόπτουσαν αὐτὴν ἀποδεικνύς· οὐρανὸν δὲ ἐργάζεται καθαρώτατον κτίσμα, ἀγγέλων καὶ τῶν νοερῶν οὐσιῶν οἰκητήριον. Λαβοῦσα δὲ αἴσθησιν τοῦ ὄντος, καὶ κατανοοῦσα τὴν τῶν πραγμάτων ἀκρίβειαν, οἷον τὸ πο-
Verse 20. This also fits the Son of God now, Who is the wisdom and prudence of God. Moreover, the faithful soul too is earth bearing fruit a hundredfold; and she becomes wise from the richness of wisdom, with God the Father founding her upon it. For He establishes in her the introduction of teaching, making a firm settlement of wisdom in her, and showing her ever advancing; and He makes her a heaven, a most pure creation, a dwelling-place of angels and of intelligible beings. And having received perception of what is, and perceiving the exactness of things, such as
Notes, col. 1625
On the reading
Printed πρόκόπτουσαν, for προκόπτουσαν.
PG 39:1628Read from the pageλύβυθον τῶν τοῦ Θεοῦ κριμάτων, νέφη ταῦτα προσεῖπεν· ἢ νέφη τοὺς προφήτας ἐκάλεσε, δρόσον τὴν διδασκαλίαν.
-deep abyss of the judgements of God, He called these clouds; or He called the prophets clouds, and teaching dew.
Μὴ ἐκτὸς γένῃ τοῦ ποτίμου τῆς ζωῆς ὕδατος. Βουλὴν δὲ λέγει τὴν περὶ πρακτέα κίνησιν· ἔννοιαν, τὴν περὶ τὰ θεωρητικά· τράχηλον τὴν αὐτὴν ψυχὴν εἶπε, τὴν βαστάσασαν τὸν ζυγὸν τοῦ Κυρίου. Ὥσπερ δὲ ὁ τράχηλος τοὺς στηθοδέσμους περίκειται, οὕτως ἡ ψυχὴ τὰ τοῦ Θεοῦ γέρα κομιεῖται ἐν τῇ βασιλείᾳ, ὡς καὶ ἐν τῇδε τὰς ἐντολὰς αὐτοῦ.
Be not outside the drinkable water of life. By counsel he means movement regarding things to be done; by thought, that regarding contemplative matters; he called the soul itself the neck, which has borne the yoke of the Lord. And just as the neck is encircled by breastbands, so the soul shall receive the rewards of God in the kingdom, as also in this [life] His commandments.
Τῶν ἀσεβῶν καὶ τὰ ἐπίδοξα κεκατήραται· τῶν δὲ δικαίων καὶ τὰ εὐτελέστερα ηὐλόγηται. Οἶκον δὲ λέγει τῆς λογικῆς ψυχῆς τὰς δυνάμεις· ἐπαύλεις δὲ, τὰς τοῦ θυμικοῦ καὶ τοῦ ἐπιθυμητικοῦ· ἐν αὐταῖς γὰρ τὰ ἄλογα διατρίβουσι πάθη.
Even the renowned things of the ungodly are accursed; while even the meaner things of the righteous are blessed. By house he means the faculties of the rational soul; and by huts, those of the spirited and the appetitive [parts]; for in them the irrational passions dwell.
Στ. ηʹ. Τιμὴ σοφίας, ἡ τήρησις τῶν ἐντολῶν· σοφία δὲ ὁ Χριστὸς, οὗ νύμφη ἡ διὰ τῶν ἀρετῶν τιμῶσα αὐτὸν ψυχὴ, ἥτις ὑπ' αὐτοῦ περιληφθήσεται.
Ver. 8. The honour of wisdom is the keeping of the commandments; and wisdom is Christ, whose bride is the soul that honours Him through the virtues, which shall be embraced by Him.
Στ. κʹ. Καθάπερ νηπίῳ τινὶ παιδίῳ ἔπαθλα ἀεὶ ταῖς προσοχαῖς τίθησι, καὶ διεγείρει ἔξω που διεπτοημένον. Πηγαὶ δὲ ζωῆς, αἱ ἀρεταὶ, ἀφ' ὧν τὸ ζῶν ὕδωρ, ἡ γνῶσις ἡ τοῦ Χριστοῦ. Τῷ κατὰ σοφίαν προκόπτοντι, πολλαὶ πηγαὶ, καὶ οὐ μία γίνεται· ἀλλὰ κατὰ τὸ πλῆθος τῶν ἀρετῶν. Τοῖς τὰς παραινέσεις, φησὶ, φυλάττουσι ταύτας, ζωὴ γίνονται· αὗται τὸ ἆθλον.
Ver. 20. Just as for a young child, he always sets prizes for its attentions, and rouses it when startled somewhere outside. Fountains of life are the virtues, from which [comes] the living water, the knowledge of Christ. For him who advances in wisdom, many fountains come into being, and not one, but according to the multitude of the virtues. For those who keep these exhortations, he says, they become life; these are the prize.
Στ. κςʹ. Τὴν κατὰ τὸν βίον πορείαν ὀρθῶς βάδιζε, φησί. Πόδες εἰσὶ τῆς ψυχῆς αἱ μεταβατικαὶ ταύτης ὁρμαί· μεσότης γάρ ἐστιν ἡ ἀρετή.
Ver. 26. Walk straight along the path of life, he says. The feet of the soul are its transitional impulses; for virtue is a mean.
Στ. βʹ. Μὴ πρόσεχε ἀπατηλῇ διδασκαλίᾳ, διὰ τῆς χρηστολογίας δελεαζούσῃ, τουτέστιν αἱρέσει, καὶ τῇ εἰδωλολατρίᾳ, καὶ ματαίοις ῥήμασι.
Ver. 2. Pay no heed to deceitful teaching that entices through fair speech, that is, to heresy, and idolatry, and vain words.
Στ. γʹ. Μέχρι τῆς ἀκοῆς, αὐτῶν τὸ καλόν. Τοιαύτη γὰρ ἡ ἀπάτη· τὸ μὲν ὀλέθριον κρύπτειν εἴωθε, προβάλλεται δὲ τὸ ἡδὺ, ὥστε ἑλεῖν· ἦ γὰρ ἂν εὐθέως ἀπεπήδησαν. Ὁ δὲ Θεὸς οὐχ οὕτως· ἀλλὰ τὸ ἡδὺ ἀποκρύπτει, τὸ δὲ ἐπίπονον προτίθησι. Καὶ οὐκ εἶπεν, Ἀποῤῥεῖ, ἀλλὰ, Ἀποστάζει ὡς μὴ προσκορῆ γενέσθαι τὴν πικρίαν, ὕστερον μέντοι πικρότερον χολῆς· οὐχ ὅσον τὸ ἡδὺ, τοσοῦτον τὸ πικρόν· ἀλλὰ πολλῷ πλέον.
Ver. 3. Their goodness goes only as far as the hearing. For such is deceit: it is accustomed to hide what is destructive, and puts forward what is sweet, so as to capture; otherwise they would have leapt away at once. God, however, is not thus; rather He hides what is sweet, and sets forth what is toilsome. And he did not say, 'It flows forth', but, 'It drips', so that the bitterness might not appear cloying; yet afterwards it is more bitter than gall: not as much as the sweetness, so much the bitterness, but far more.
Στ. ηʹ. Ὁδὸν εἶπεν ἐνταῦθα τὸν ἐπὶ τὴν ἀρετὴν ὁδεύοντα νοῦν· ἢ τάχα τὴν ἀρετὴν προστάσσει χωρίζειν ἡμᾶς ἀπὸ κακίας.
Ver. 8. By 'way' he meant here the mind journeying towards virtue; or perhaps he commands virtue to separate us from wickedness.
Στ. ιαʹ. Τουτέστιν ἐν γήρᾳ· ἢ διὰ τοῦ κατατριβῆναι τὰς σάρκας, τὴν ἀκολασίαν δηλοῖ φθοράν τινα οὖσαν.
Ver. 11. That is, in old age; or by the wearing away of the flesh he signifies licentiousness, which is a kind of corruption.
Στ. ιβʹ, ιδ. Εἰσάγει τὸν διαφθαρέντα κακίζοντα ἑαυτὸν, ὡς μισήσαντα παιδείαν, καί φησιν· Ἀπολοίμην ἂν καὶ διεφθάρην, κατατρίψας τὰς σάρκας μου ἐν ἀσωτίαις, καὶ τὴν ζωὴν αὐτὴν μικροῦ δεῖν προηκάμην. Διὸ φανερὸν ἐγένετο τὸ ἐπιτίμιόν μου ἐν μέσῳ Ἐκκλησίας καὶ Συναγωγῆς. Μετανενοηκότος γὰρ ἡ φωνὴ, καὶ μὴ γεγονότος ἐν ᾧ παρ' ὀλίγον γεγένηται. Ὅμοιον καὶ τὸ, « Παρ' ὀλίγον ἐξεχύθη τὰ διαθή-
Ver. 12, 14. He introduces the corrupted man reproaching himself for having hated discipline, and he says: I should have perished and been destroyed, having worn away my flesh in debauchery, and I all but threw away life itself. Therefore my punishment became manifest in the midst of the Church and the Synagogue. For this is the voice of one who has repented, and has not fallen into that which he had almost come into. Similar also is that: 'My steps were almost poured-
Notes, col. 1628
On the reading
Printed διαθή-, for διαβή-.
PG 39:1629Read from the pageματά μου. » Ἀνανήψας γὰρ καὶ αἰσθηθεὶς, Ποῦ ἐστι, λέγει, τὸ παρὰ μικρόν; Πῶς οὖν ἔνι τὴν ἐκ τῆς φύσεως μανίαν παραμυθήσασθαι;
-ed out.' For having sobered up and come to his senses, 'Where', he says, 'is that "almost"? How then is it possible to assuage the madness arising from nature?'
Στ. ιεʹ. Ἡ γνῶσις καὶ φρέαρ ἐστὶ, καὶ πηγή· τοῖς μὲν προσερχομένοις ταῖς ἀρεταῖς φρέαρ ἐστι· τοῖς δὲ κατ' αὐτὰς τελειωθεῖσι, πηγή. Λέγεται δὲ ἡ γνῶσις καὶ μήτηρ, καὶ γυνὴ, καὶ ἀδελφή· μήτηρ, ὅτι δι' αὐτῆς ὑπὸ τοῦ διδασκάλου γεγεννήμεθα· γυνὴ, ὅτι συνοῦσα τίκτει ἀρετὰς καὶ ὀρθὰ δόγματα· ἀδελφὴ, ὅτι ἐξ ἑνὸς Θεοῦ γεγόναμεν. Καὶ εἶπα τὴν σοφίαν ἀδελφήν.
Ver. 15. Knowledge is both a well and a spring: for those approaching the virtues it is a well; for those perfected in them, a spring. Knowledge is also called mother, and wife, and sister: mother, because through her we have been begotten by the teacher; wife, because in union she brings forth virtues and right doctrines; sister, because we have come into being from one God. And I said to wisdom, 'Thou art my sister.'
Στ. ιςʹ, ιζʹ. Ὅρα ὡς οὐ μόνον τῇ ἀφθονίᾳ τὴν εὐκολίαν ἐνδείκνυται, ἀλλὰ καὶ τῷ μηδένα κοινωνὸν ἔχειν τῆς ἀπολαύσεως· διπλασιάζει δὲ αὐτὸ καὶ κτῆσιν ἀποκαλεῖ· οἶδε γὰρ τὴν τοῦ πράγματος ἡδονήν.
Ver. 16, 17. See how he shows ease not only by abundance, but also by having no sharer in the enjoyment; and he doubles it and calls it a possession; for he knows the pleasure of the thing.
Στ. ηʹ. Κἂν τὴν φυσικὴν τῶν ἀλόγων ἐργασίαν μίμησαι· ἢ ἴσθι, τουτέστι πορεύου. Πολλοὶ γὰρ ἀγαθοεργοῦσιν ἀπὸ θεωρίας ἢ ἀκοῆς, καὶ οὐκ ἐξ ἐπιστήμης. Μελίσσας λέγει προφήτας καὶ ἀποστόλους, ὧν οἱ πόνοι χρήσιμοι τοῖς τε μεγάλοις τὴν ἕξιν καὶ τοῖς βραχέσι· κηρὸν μὲν οὖν λέγει τὰ πράγματα· μέλι δὲ, τὴν τούτων θεωρίαν. Ὥσπερ ὁδηγεῖ τὰς αἶγας ὁ κτίλος, οὕτως ὁ ἐσσὴν τὰς μελίσσας. Καλὸν οὖν παρὰ πάντα τὸν βίον ἡ τάξις.
Ver. 8. Imitate at least the natural labour of irrational creatures; or 'know', that is, 'go'. For many do good from contemplation or hearing, and not from understanding. By bees he means prophets and apostles, whose labours are useful both to those great in habit and to the small; by wax he means deeds, and by honey the contemplation of them. Just as the bell-wether leads the goats, so the king-bee leads the bees. Good therefore throughout all life is order.
Στ. ιβʹ. Ἄφρων ὁ ἄθεος, ὁ τὸ θεωρητικὸν ἀπολέσας· παράνομος δὲ, ὁ τὸ πρακτικόν.
Ver. 12. Foolish is the godless man, who has destroyed the contemplative [part]; and lawless is he who [has destroyed] the active.
Στ. αʹ. Κατὰ κοινοῦ φύλαξον, ἵν' ᾖ σοι, φησὶ, καὶ βιῶναι ζωὴν αἰώνιον, καὶ διορατικῷ γενέσθαι. Πολλῷ γὰρ τοῦ τῶν ὀμμάτων φωτὸς λαμπρότερον αἱ τῶν θείων ἐντολῶν τηρήσεις ἡμῖν ἀναλάμπουσιν.
Ver. 1. Keep [them] in common, so that it may be yours, he says, both to live eternal life and to become clear-sighted. For far more brightly than the light of the eyes do the observances of the divine commandments shine forth upon us.
Στ. γʹ. Χεὶρ, ἡ ὁλοσχερὴς πρᾶξις· δάκτυλος δὲ, ἡ μερικωτέρα. Πειθόμενος δέ μοι πλατεῖαν ἕξεις τὴν καρδίαν εἰς ὑποδοχὴν τῶν ἀρετῶν.
Ver. 3. The hand is the whole action; the finger, the more particular part. And by obeying me you shall have a broad heart for the reception of the virtues.
Στ. ιθʹ. Συνοικεῖν ἀνδρὶ προσποιεῖται, ὡς κατὰ νόμον βιοῦσα· καὶ ἀναιρεῖ πάντα τὰ φοβερὰ καὶ κωλυτικὰ, τὴν ἀποδημίαν προβαλλομένη τοῦ συνοικοῦντος.
Ver. 19. She pretends to live with a husband, as though living according to law; and she removes all things fearful and hindering, putting forward the absence abroad of her husband.
Στ. κζʹ. Ὁ γὰρ οἶκος αὐτῆς ὁδοὶ ᾅδου, εἰς ταμεῖα θανάτου κατάγουσαι. Οἱ γὰρ πειθόμενοι αὐτῇ, χοϊκοὶ γινόμενοι παρ' αὐτῆς καὶ γήινοι, οὕτως ἀπολοῦνται. Τὸ δὲ, « Ἐπὶ πέταυρον ᾅδου, » οἱ λοιποὶ ἐν βάθεσιν εἶπον.
Ver. 27. For her house is the ways of Hades, leading down to the chambers of death. For those who obey her, becoming dusty and earthy through her, shall thus perish. And as for 'Upon the perch of Hades', the rest [of the translators] said 'in the depths'.
Στ. κβʹ. Πολλὰ σημαίνουσα, καθάπερ εἴπομεν, ἡ ἀρχὴ, νῦν τὸ ἀΐδιον δηλοῖ, καὶ τὸ αἴτιον, καὶ τὸ ποιητικόν. Ἡ δὲ ἀρχὴ τινῶν ἐστιν ἀρχὴ, καὶ σημαίνει σχέσιν, ἀλλ' οὐκ οὐσίωσιν. Τὰ γὰρ πρός τι, τοιαῦτα· ὡς τὸ δεξιὸν καὶ ἀριστερόν. Οὐσία τοίνυν οὖσα ἡ τοῦ Θεοῦ σοφία, οὐκ ἀρχὴ τινῶν ἐστι· καὶ πρὸ κτίσεως γὰρ ἔχει τὸ εἶναι σοφία. Ἡνίκα δὲ σχέσιν τὴν πρὸς τὰ γενητὰ δέξεται, τότε ἀρχὴ γίνεται τῶν ὁδῶν τοῦ Θεοῦ ποιητικῶν καὶ προνοητικῶν, εἰς τὰ ἔργα ἃ
Ver. 22. Signifying many things, as we have said, 'beginning' now denotes what is eternal, and causal, and creative. Now a beginning is a beginning of certain things, and signifies a relation, not an essential origination. For relative things are of this kind, such as the right and the left. Being therefore substance, the wisdom of God is not a beginning of certain things; for even before creation it has its being as wisdom. But when it receives the relation towards created things, then it becomes the beginning of the creative and providential ways of God, unto the works which
PG 39:1632Read from the pageτὴν ὕπαρξιν ἐκ τοῦ Δημιουργοῦ ἔχει μηδὲν αὐτῇ συνενεγκόντα πρὸς τὸ εἶναι σοφίαν· ἀλλ' ἡ σχέσις καθ' ἣν ἀρχὴ καὶ δημιουργὸς λέγεται, τότε ὑπέστη, ὅτε καὶ τὰ γενόμενα. Ἀρχὴ γὰρ οὐ προϋπάρχει ὧν ἐστιν ἀρχή· οὔτε ταῦτα μετ' ἐκείνην ὑπάρχειν λέγεται, εἰ τὴν οὐσίαν ἔχουσιν ἐν χρόνῳ τὰ κτίσματα. Οὖσα γὰρ ἀΐδιος ἡ σοφία οὐχ ὑπόκειται χρόνῳ. Σύζυγος οὖν ἡ ἀρχὴ τοῖς κτίσμασι. Προϋπάρχων τῆς κτίσεως, σοφία ὢν, ὁ Υἱὸς τοῦ Θεοῦ, ἐὰν λέγει· « Κύριος ἔκτισέ με, » μὴ οὐσίωσιν τὴν νόησιν ἔχῃ, ἀλλ' εἰς σχέσιν τὴν πρὸς τὰ κτίσματα. Εἰς ἔργα γὰρ ἐκτίσθαι φησὶν, ἐπὶ τῷ ἀρχὴ εἶναι τῶν ποιητικῶν καὶ προνοητικῶν ὁδῶν τοῦ Θεοῦ, τουτέστιν αἰτία, εἰσαγωγικῶς γε μὴν ἔτι εἰπεῖν. Ὁ Υἱὸς τοῦ Θεοῦ ἄνθρωπος γέγονεν, ἀναλαβὼν τὴν τοῦ δούλου μορφήν· καὶ πρὸ αἰώνων ὢν καὶ ἀΐδιος, καθ' ὃ Θεὸς Λόγος ἐστὶν, ἐκτίσθαι λέγεται ὅτι γέννησιν τὴν ἐκ Μαρίας ἔσχε, γενόμενος σάρξ· ὡς ἂν οἱ θέλοντες κατὰ Θεὸν ὁδεύειν καὶ πρὸς Θεὸν, χρῶνται διδασκάλῳ, ὑπογραμμὸν ἀρίστου βίου καὶ διδασκαλίαν τοῖς ἑπομένοις παρέχοντα. Ὅτι δὲ τὸ, « ἔκτισεν, » οὐ δηλοῖ πάντως οὐσίωσιν, δηλοῖ λέγων ὁ Δαβίδ· « Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεός. » Αἰτεῖ γὰρ οὐχ ὡς μὴ ἔχων, λαβεῖν, ἀλλ' ὡς ῥιπώσας αὐτὴν, ἀναλαβεῖν αὖθις κεκαθαρμένην. Καὶ Παῦλος δὲ λέγων τοὺς δύο κτίζεσθαι εἰς ἕνα καινὸν ἄνθρωπον, οὐκ οὐσίωσιν ἀνθρώπων, ἀλλ' ἕνωσιν ἐξ ὁμονοίας δηλοῖ· ὥσπερ οἱ ἑρμηνεύσαντες « Ἐκτίσατό με » ἐξέδωκαν.
have their existence from the Creator, contributing nothing to it towards being wisdom; rather the relation according to which He is called beginning and creator came into existence then, when the things that were made did also. For a beginning does not pre-exist the things of which it is a beginning; nor are these said to exist after it, if creatures have their substance in time. For being eternal, wisdom is not subject to time. The beginning, then, is correlative with creatures. Pre-existing creation, being wisdom, the Son of God, if He says, 'The Lord created me', let not the sense be essential origination, but [referred] to His relation towards creatures. For He says He was created for works, in order to be the beginning of the creative and providential ways of God, that is, the cause, to speak still in an introductory manner. The Son of God became man, having taken the form of a servant; and being before the ages and eternal, inasmuch as He is God the Word, He is said to have been created because He had His birth from Mary, having become flesh, so that those who wish to journey according to God and towards God may use Him as a teacher, providing a pattern of the best life and instruction to those who follow. And that 'created' does not altogether signify essential origination, David shows when he says: 'Create in me a clean heart, O God.' For he asks to receive it not as not having it, but as having defiled it, to receive it back cleansed. And Paul too, saying that the two are created into one new man, signifies not an essential origination of men, but a union of concord; just as the translators rendered 'He possessed me'.
Στ. κγʹ. Ἀντὶ τοῦ, Κατέβαλεν αἰτίαν τε καὶ κρηπῖδα τῶν κτισμάτων· κατὰ τὸ, « Πάντα ἐν αὐτῷ συνέστηκε, καὶ αὐτός ἐστι πρὸ πάντων. » Καὶ αὐτὸς δέ φησιν ὁ Κύριος· « Ἐγώ εἰμι ἡ ἀρχὴ τῆς κτίσεως τοῦ Θεοῦ. » Ὡς γὰρ θεμέλιος βουλόμενος εἶναι τῆς Ἐκκλησίας, ἄνθρωπος ὑπέμεινε γενέσθαι, ἵν' ἐπ' αὐτῷ ἱδρυνθῇ μὴ σαλευομένη· οὕτω καὶ τῇ κτίσει παρασχεῖν τὸ εἶναι βουλόμενος, κατ' αὐτὴν γέγονεν, τὴν προειρημένην σχέσιν εἰσάγων, γινόμενος τοῖς ἐσομένοις ἀρχὴ καὶ αἰτία· ἀλλ' εἰ καὶ κατὰ ταῦτα, φησὶν, ἐκτίσθην, ἀλλὰ πρὸ πάντων γεννᾷ με Θεὸς, ὅπερ ἐστὶν Υἱόν.
Ver. 23. Instead of: He laid the cause and foundation of creatures; according to that [saying]: 'All things consist in Him, and He is before all things.' And the Lord Himself says: 'I am the beginning of the creation of God.' For just as, wishing to be the foundation of the Church, He endured to become man, so that it might be established upon Him unshaken; so too, wishing to grant being to creation, He came to be in accordance with it, introducing the aforesaid relation, becoming beginning and cause for things to come; yet even if according to these things, He says, I was created, nevertheless before all things God begets Me, which is [to say] Son.
Στ. κζʹ. Θρόνον τὴν ἑαυτοῦ βασιλείαν, ἀνέμους δὲ τὰ νοερὰ πνεύματα λέγει· ἢ καθὼς καὶ Δαυῒδ· « Ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων· » τὸ κουφότερον αὐτοῦ τῆς οὐσίας καὶ ἀσώματον παραστῆσαι βουλόμενος.
Ver. 27. By throne he means His own kingdom, and by winds the intellectual spirits; or as David also [says]: 'Who walketh upon the wings of the winds', wishing to set forth the lightness and incorporeality of His substance.
Στ. κθʹ. Ὅρα διαιρουμένους τὰ ἔργα, τὴν σοφίαν καὶ τὸν Θεόν. Ὁ μὲν ἐποίει, φησίν· ἐγὼ δὲ ἥρμοζον. Ἰσχυρὰ δὲ, πῶς; Οὐ δεόμενά τινος ὑποβάθρας· βουλήσει γὰρ μόνῃ κατέχεται τοῦ Θεοῦ.
Ver. 29. See wisdom and God dividing the works between them. He was making, she says, and I was fitting together. And how strong? Not needing any foundation; for they are held together by the will of God alone.
Στ. λεʹ. Ἢ ὅτι ἅμα τῷ φανῆναι παρέχω ζωὴν, ἢ ὅτι ἀποκαλύψει τινὶ συγκαταβαίνων πρὸς τὴν ἐκεί-
Ver. 35. Either because as soon as I appear I bestow life, or because by some revelation condescending towards hi-
Notes, col. 1632
On the reading
Printed ῥιπώσας, for ῥυπώσας.
PG 39:1633Read from the pageνου ἀσθένειαν, τότε ἐξέρχεται· ζωὴ γὰρ ὢν, καὶ ἔξω γενόμενος τοῖς δυναμένοις ἰδεῖν αὐτὸν, ζωὴν δίδωσι· θέλησιν δὲ ἢ ἀγάπην φησὶν, ἢ ὅτι ἐποίησεν ἡμᾶς αὐτεξουσίους εἰς τὸ ἑτοίμους εἶναι πράττειν ἃ δεῖ.
-s weakness, then He goes forth; for being life, and having come forth to those who are able to see Him, He gives life; and by will he means either love, or that He made us endowed with free will so as to be ready to do what is fitting.
Στ. βʹ. Ἐκκλινάτω, ἵνα φρόνησιν λάβῃ· ῥώννυται γὰρ ὁ ἀτελὴς ὑπὸ τῶν τῆς σοφίας λόγων καὶ μυστηρίων.
Ver. 2. Let him turn aside, that he may receive prudence; for the imperfect is strengthened by the words and mysteries of wisdom.
Στ. εʹ. Ἡ αὐτὴ τροφὴ καὶ κρέα ὀνομάζεται καὶ ἄρτος καὶ γάλα καὶ οἶνος. Πλὴν οἱ ἄφρονες ὡς ἄρτου αὐτῶν μεταλαμβάνειν λέγονται καὶ ὡς οἴνου κεκερασμένου· εἰ δὲ τοῦτο, πῶς νοήσομεν· « Ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος; » Ἄρτον δέ μοι νόει τὰς στερεὰς ἐντολὰς τοῦ Θεοῦ, καὶ οἶνον, τὴν ἐκ μελέτης τῶν θείων Γραφῶν ἐπίγνωσιν αὐτοῦ· ὡσαύτως δὲ καὶ τὸ θεῖον σῶμα καὶ τίμιον αἷμα αὐτοῦ.
Ver. 5. The same food is named both meat and bread and milk and wine. Yet the foolish are said to partake of them as bread and as mixed wine; but if this is so, how shall we understand: 'Man ate the bread of angels'? Understand for me by bread the solid commandments of God, and by wine the knowledge of Him from meditation on the divine Scriptures; and likewise also His divine body and precious blood.
Στ. εʹ. Ἀκούει ὁ φυσικὸς νοήμων, « Ἡμέρας ὁ ἥλιος οὐ συγκαύσει σε, οὐδὲ ἡ σελήνη τὴν νύκτα. » Τὰς βιωτικὰς φροντίδας καῦμα καλεῖ· τοὺς ὑπ' αὐτοῦ δὲ ξηραινομένους καλεῖ χόρτον· ὁ δὲ Σωτὴρ διὰ τῆς παραβολῆς τὰς θλίψεις δηλοῖ· τὰς κατὰ τοῦ λόγου δὲ καὶ τοὺς διωγμοὺς ἐκάλεσε καῦμα.
Ver. 5. The intelligent natural man hears: 'By day the sun shall not burn thee, nor the moon by night.' He calls worldly cares burning heat, and those withered by it he calls grass; and the Saviour through the parable signifies tribulations, and persecutions against the word He called burning heat.
Στ. ιγʹ. Ὁ σοφὸς ἐπιτιμητικῷ λόγῳ εἰς αἴσθησιν ἄγει τὸν βαρυκάρδιον.
Ver. 13. The wise man by a rebuking word brings the dull-hearted to perception.
Στ. ζʹ. Ὁρᾷς ὅτι οὐ τὸ ἐπιθυμεῖν πονηρὸν, ἀλλὰ τὸ τοιῶσδε ἐπιθυμεῖν, πονηρόν; Τῶν δὲ ἀσεβῶν καὶ ἐλπίδες πονηραί· πᾶν γὰρ ὃ ἐλπίσει, ἀπώλεια.
Ver. 7. Do you see that it is not desiring that is wicked, but desiring in such a way that is wicked? Of the ungodly, even their hopes are wicked; for everything that he shall hope for is destruction.
Στ. ηʹ. Τὸ, « Ἀντ' αὐτοῦ, » οὐχ ὡς ὑποκειμένου τοῦ εὐσεβοῦς τῇ δίκῃ, ἀλλ' ἐπειδὴ ἡ παγὶς ἔστηκεν ἀπὸ τοῦ πονηροῦ κατὰ τοῦ δικαίου, ὁ μὲν εὐσεβὴς ῥύεται ἐξ αὐτῆς παρὰ τοῦ Θεοῦ, ὁ δὲ ἀσεβὴς ἐγκαταλειφθεὶς παρὰ τῆς θείας προνοίας πίπτει ἐν αὐτῇ· ἢ ὅτι ἐπειδὴ ὁ δίκαιος ὑπόκειταί τισιν ὡς ἄνθρωπος ἁμαρτίαις, ἐλθὼν δὲ ὁ ἀσεβὴς καὶ κακοποιήσας τὸν δίκαιον, τῶν μὲν ἁμαρτιῶν καὶ τῶν μελλουσῶν κολάσεων ἐῤῥύσατο αὐτὸν, εἰς ἑαυτὸν δὲ τὰς τιμωρίας ὑπεδέξατο, παραδίδοται δὲ οὐχ ὑπό τινος ἄλλου, ἀλλ' ὑπὸ τῆς ἰδίας κακίας, ὡς προπαραδοὺς ἑαυτὸν εἰς ἀδόκιμον νοῦν.
Ver. 8. 'Instead of him' [is said] not as though the pious man were subject to punishment, but because the snare has been set by the wicked man against the righteous, the pious man is delivered from it by God, while the ungodly man, forsaken by divine providence, falls into it; or because, since the righteous man as a human being is subject to certain sins, the ungodly man coming and ill-treating the righteous man delivered him from sins and future punishments, and took the penalties upon himself; yet he is handed over not by anyone else, but by his own wickedness, as having previously handed himself over to a reprobate mind.
Στ. κδʹ. Οἱ συνάγοντες φθορὰν ἐλαττοῦνται τῶν ἀρετῶν· ἢ οἱ λόγους συνάγοντες, καὶ μὴ μεταδιδόντες.
Ver. 24. Those who gather corruption are diminished in the virtues; or those who gather words and do not impart them.
Στ. κθʹ. Ὁ ἐφ' ἑκάστῳ τῶν ἐλαττωμάτων τοῦ ἰδίου οἴκου δυσχεραίνων, ἄοικος ἔσται· δουλεύσει δὲ ἄφρων φρονίμῳ.
Ver. 29. He who is vexed at each of the shortcomings of his own household shall be homeless; and the foolish shall serve the prudent.
Στ. λαʹ. Ἀσεβὴς τοίνυν, φησὶν, ὁ τὸν Θεὸν μισῶν· ἁμαρτωλὸς δὲ, ὁ περὶ τὰς πράξεις πονηρός· δίκαιον δὲ ἐνταῦθα τὸν πρακτικὸν μετὰ λόγου καὶ ἐπιστήμης λέγει· πολλὴ γάρ ἐστιν ἡ τῆς δικαιοσύνης ἀκρίβεια.
Ver. 31. Ungodly therefore, he says, is he who hates God; and a sinner is he who is wicked in his actions; and by righteous here he means the active man with reason and understanding; for great is the exactness of righteousness.
PG 39:1636Read from the pageΣτ. βʹ. Τὸ κρεῖσσον, οὐ συγκριτικὸν, ἀλλ' ἀντὶ τοῦ ἀγαθοῦ.
Ver. 2. 'Better' is not comparative, but stands for 'good'.
Στ. θʹ. Ὁ πρακτικὸς καὶ ἰδιώτης, τοῦ ἐν λόγῳ καὶ κομψοῦ καὶ ἀπράκτου, τιμιώτερος.
Ver. 9. The active and unlearned man is more honourable than he who is clever in speech and inactive.
Στ. ιβʹ. Αἱ ῥίζαι τῶν δικαίων οὐκ ἐξαρθήσονται, τουτέστιν αἱ ἀγαθαὶ ἕξεις.
Ver. 12. The roots of the righteous shall not be uprooted, that is, their good habits.
Στ. ιζʹ. Ὃ ἐὰν λέγῃ, φησὶ, πιστοῦται τοῖς ἔργοις· καὶ εἰ ἔργου ἐστὶ πιστότερον· ἢ ἀντὶ τοῦ, φανερὰν, βεβασανισμένην, ἀνέλεγκτον, ἱκανὴν αὐτὴν ἐπιδεῖξαι· ἀδίκων δὲ μάρτυς, ὁ συνιστᾶν ἐπιχειρῶν ἃ ἂν ἄδικα πράττῃ· δόλιος δὲ, ὡς οὐδὲν ἔχων εὐθές.
Ver. 17. Whatever he says, he says, is confirmed by works, and if there is anything more trustworthy than a work; or instead of: to show it manifest, tested, irrefutable, sufficient; and a witness of the unjust is he who attempts to commend whatever unjust things he does; and deceitful, as having nothing straight.
Στ. κεʹ. Ὁ μὲν τῶν κολάσεων λόγος ταράσσει τὸν ἄρτι φοιτῶντα τῷ πρακτικῷ βίῳ· εὐφραίνει δὲ ὁ τῶν ἐπαγγελιῶν. Ὁ γὰρ τέλειος δίκαιος οὐ φοβηθήσεται ἀπὸ ἀκοῆς πονηρᾶς, φόβον ἔχων Κυρίου τὸν ὑπεραίροντα πάντα.
Ver. 25. The word of punishments troubles him who has just entered the active life; while that of promises gladdens him. For the perfect righteous man shall not be afraid of an evil report, having the fear of the Lord which surpasses all things.
Στ. κςʹ. Ὁ μὲν δίκαιος, εἰδὼς τὴν ἀνθρωπίνην ἀσθένειαν, συγγινώσκει, κἂν ἁμάρτημα ᾖ τὸ παρὰ τοῦ φίλου· ἢ ὅτι ἐπιγινώσκων ὅτι κατ' εἰκόνα Θεοῦ ἐστιν ὁ φίλος, σύμφωνος ἑαυτοῦ ἐστι μετριοφρονῶν, καὶ φυλάσσων ἑαυτὸν, καὶ μηδὲν τῆς ἐχθρᾶς κακίας ἔχων, ἀστασιάστους ἔχει τοὺς λογισμούς.
Ver. 26. The righteous man, knowing human weakness, forgives, even if there be a sin on the part of his friend; or because, recognizing that his friend is according to the image of God, he is in harmony with himself, being moderate in mind, and guarding himself, and having nothing of hostile wickedness, he has untroubled thoughts.
Στ. βʹ. Ὁ μὲν γὰρ ἕξει τὸ τέλος τῆς ἀρετῆς, οἱ δὲ καρπὸν οὐχ ἕξουσιν ὥριμον· πτοήσει δ' ἑαυτὸν, οὐχ εὑρίσκων συστῆναι τῇ ἑαυτοῦ ἁμαρτίᾳ.
Ver. 2. For the one shall have the end of virtue, while the others shall not have ripe fruit; and he shall terrify himself, not finding how to stand in his own sin.
Στ. ιδʹ. Νόμος ὁ φυσικὸς, ἀφ' οὗ βρύει τὸ τῆς ζωῆς αἴτιον· δικαίῳ γὰρ νόμος οὐ κεῖται· τιμωρία δὲ ἐπὶ θάνατον τῷ παγιδευθέντι κακοῖς· ἡ πηγὴ ζωῆς, τὰ ἔργα τῶν ἐντολῶν. Δικαίοις τοῖς ἔθνεσιν ὁ τῶν ἐκ περιτομῆς πλοῦτος προσγενήσεται.
Ver. 14. The natural law, from which wells up the cause of life; for law is not laid down for a righteous man; but punishment unto death for him who is ensnared by evils; the fountain of life is the works of the commandments. To the righteous Gentiles shall be added the wealth of those of the circumcision.
Στ. ιʹ. Ὁ νοῦς αἰσθανόμενος ἁμαρτίας, ὀδυνᾷ τὴν ψυχήν· οἰκίαι δὲ τῶν ἀσεβῶν, ἕξεις καὶ διαθέσεις· σκηναὶ δέ εἰσιν αἱ προαιρέσεις· ἔστι δὲ ὁδὸς, ἣ δοκεῖ ὀρθὴ εἶναι, ἡ τῶν ὄντων τὰ δοκοῦντα προκρίνουσα. Καρτερικῶς τὸ πρακτέον λογίζεται. Μερίδα σχήσουσιν, ἢ συμμερίσονται· ὁ θρασὺς γὰρ οὐκ ἂν εἴη δειλός.
Ver. 10. The mind, when it perceives sin, pains the soul; the houses of the ungodly are habits and dispositions; tents are choices; there is a way which seems to be right, that which prefers appearances to realities. Steadfastly he reckons what must be done. They shall have a portion, or they shall share together; for the bold man would not be cowardly.
Στ. κʹ, κγʹ. Τοῦτο ἐμοὶ δοκεῖ ὡς οὐκ ἐν τάξει παραινέσεως τέθεικεν, ἀλλὰ τὰ συμβάντα ἀπαγγέλλει· εἶτα διορθωτικῶς τὸ ἐπαγόμενον· τὸ, « Ὁ ἀτιμάζων πένητα ἁμαρτάνει· » τὰ γὰρ αὐτόθι δῆλα κακά· οὐδὲ διορθοῦταί τις, οὐκ ἂν καταγνοίη τῶν τοιούτων· τίς δ' ἂν τοὺς ἄλλους ἐπαινέσειεν; Ὁ ὑπὲρ ἀρετῆς φροντίζων περιττεύει πράξει καὶ γνώσει. Καὶ γὰρ ὁ περὶ τῶν πρακτέων ἀεὶ σκοπῶν ἕξει τι πλέον· ὁ δὲ ἡδὺς καὶ ἀνάλγητος, ἤγουν ὁ τοὺς πόνους ἐκτρεπόμενος, ἐν ἐνδείᾳ ἔσται τῶν ἀρετῶν.
Ver. 20, 23. This seems to me that he has set down not by way of exhortation, but he reports what happens; then by way of correction what is added, 'He who dishonours a poor man sins': for the evils there are clear; nor is anyone corrected, [who] would not condemn such persons; and who would praise the others? He who cares for virtue abounds in action and knowledge. For indeed he who always considers what is to be done shall have something more; while the pleasure-loving and unfeeling man, that is, he who turns away from labours, shall be in want of the virtues.
Στ. ιςʹ. Τὸ, νοσσιὰ, ποτὲ τὸν τόπον σημαίνει, ποτὲ
Ver. 16. 'Nest' sometimes signifies the place, sometimes