ὑδάτων, σκωληκοειδὲς οὖσα τι ζῶον· λειοτάτη δέ ἐστι τῇ ἁφῇ, ἥτις τοῖς χανδὸν τοῦ ὕδατος μεταλαμβάνουσι, λεληθότως ὑπεισέρχεται τῇ λειότητι· εἶτα περιπλακεῖσα ἔνδον τινὶ τῶν μορίων, οὐ πρότερον ἀποῤῥήγνυται, ἕως ἂν τῇ ἐκπόσει τοῦ αἵματος ἀποκτείνῃ τὸν ἄνθρωπον· αἱμοπότης γάρ ἐστι, καὶ ἐντεῦθεν τρέφεται καὶ αὔξεται. Ταύτῃ νῦν εἴκασε τὸν διάβολον, ὅστις βίᾳ τῶν ἀνθρώπων κρατεῖν οὐ δυνάμενος· τρισὶ γὰρ κέχρηται μάλιστα κατ' αὐτῶν ὁρμητηρίοις, ἥδων, θέλγων, ἀπατῶν, καὶ διὰ τοῦτο κατὰ μικρὸν λεληθότως αὐτοὺς ἀναιρῶν· πρῶτον μὲν γὰρ αὐτοὺς ταῖς τῆς ψευδοδοξίας ὁδοῖς ἐνάγει πρὸς ἀπώλειαν, ὅπερ δὴ καὶ ᾅδην καλεῖ, τῷ τέλει τῆς δίκης δεικνὺς τῆς ἁμαρτίας τὸ μέγεθος· ἔπειτα περιβάλλων τῇ τῆς ἀκολασίας ἡδυπαθείᾳ, ὃ δὴ καὶ ἔρωτα καλεῖ γυναικῶν. Ἐπὶ τούτοις φιλαργυρίᾳ, ἤτοι πλεονεξίᾳ, ὅπερ δὴ καὶ γῆν οὐκ ἐμπιπλαμένην ὕδατος ἔφη· τοιαύτη γὰρ ἡ ψαμμώδης ἄπληστος. Ταῦτα τοίνυν εἰσὶ τὰ πάθη, ἅτινα ἐξεύρηται τῷ πονηρῷ πρὸς τὴν τῶν ἀνθρώπων ἀπώλειαν, ἅπερ οὕτως φιλεῖ καὶ στέργει, ὡς ἂν θυγατέρας ἰδίας. Τὸ τέταρτον δὲ καλεῖ τὴν τούτων τριβὴν καὶ συνήθειαν· οὐδὲ γὰρ ὁ πρὸς ἅπαξ ψευδοδοξήσας, ἢ πορνεύσας, ἢ ἐπιθυμήσας τοῦ πλείονος, εὐθὺς ὑπέπεσε τοῖς παθήμασιν, ἀλλ' ὁ τῇ συνηθείᾳ λοιπὸν καὶ τὴν αἴσθησιν ἡττηθείς· τοιούτους γὰρ ἂν εὕροις τοὺς ταῖς ψευδοδοξίαις ἐντεθαμμένους, οὐδέποτε κόρον λαμβάνοντας, ἀλλ' ἀεὶ προεπιτείνοντας τὰ πάθη, ὡς καὶ ἑτέρους ἐπὶ ταῦτα προτρέπεσθαι. Ὥσπερ οὖν καὶ ὕδωρ καὶ πῦρ τῇ χορηγίᾳ τῶν προσφόρων οὐ παύεται, οὐδὲ λέγει, Ἀρκεῖ, ἀλλὰ μᾶλλον ἐπαῦον γίνεται· τό τε ὕδωρ τῇ ἐπιῤῥοῇ τοῦ ὕδατος οὐ λήγει, ἀλλ' αὔξεται· ἃ καὶ σὺ, φησὶν, ὦ παῖ, γινώσκων, ἀπέχου τούτων, ἵνα μὴ λάθῃς κατὰ βραχὺ, καθάπερ βδέλλῃ λειοτάτῃ, τῇ ἡδονῇ τὸν βίον ἀποσυλώμενος.
waters, being a kind of worm-like creature; it is very smooth to the touch, and steals in unnoticed by its smoothness into those who drink greedily of the water; then, clinging inside to one of the members, it does not break away until by drinking out the blood it kills the man; for it is a blood-drinker, and from this it is nourished and grows. To this he now likened the devil, who, not being able to overpower men by force, uses three main bases of operation against them, pleasing, charming, deceiving, and thereby gradually and unnoticed destroying them: first, he leads them by the paths of false opinion to destruction, which indeed he also calls Hades, showing the greatness of the sin by the end of the punishment; next, enveloping them in the luxury of licentiousness, which indeed he calls the love of women. In addition to these, love of money, that is, greed, which indeed he called earth not filled with water; for such is the sandy [soil], insatiable. These therefore are the passions which have been devised by the evil one for the destruction of men, which he so loves and cherishes as his own daughters. And the fourth he calls the practice and habit of these; for not he who once held a false opinion, or committed fornication, or desired more, immediately fell under the passions, but he who was finally defeated in perception also by habit; for such you would find those nurtured in false opinions, never taking their fill, but always straining their passions further, so as even to urge others on to these things. Just as, therefore, both water and fire do not cease with the supply of fitting fuel, nor say 'It is enough', but rather become greater, and water by the inflow of water does not cease, but increases: knowing these things too, he says, my son, abstain from them, lest unawares, little by little, as by a very smooth leech, you be robbed of your life by pleasure.
Στ. ιθʹ, κʹ. Ἴχνη ἀετοῦ πετομένου, ἡ τοῦ σοφοῦ ψυχὴ, ἥ, σοφὸς οὖσα, ἀδυνάτως ἔχει πρὸς τὸ γνῶναι ἀφ' ἑαυτῆς τὰ τοῦ νοητοῦ ἀετοῦ πετάσματα· περὶ οὗ γέγραπται· Ἀετὸς ὁ μέγας καὶ ὁ μακρὸς τῇ ἐκτάσει καὶ πλήρης ὀνύχων, οὐκ ἔχων ἴχνος τῆς παρουσίας τοῦ διαβόλου, εἰ καὶ προέπτη μοι πόθεν οὐκ οἶδα· ἐκκλίνοντος γὰρ ἀπ' ἐμοῦ τοῦ πονηροῦ, οὐκ ἐγίνωσκον, τῷ μὴ ἔχειν με πρὸς αὐτὸν πόθον. Τοιαύτη ὁδὸς μοιχαλίδος, ἡ νενοθευμένη διδασκαλία.
Ver. 19, 20. The tracks of a flying eagle are the soul of the wise man, which, though wise, is unable of itself to know the flights of the intelligible eagle, concerning whom it is written: The great eagle, long in wingspan and full of talons, having no trace of the presence of the devil, even if he flew before me I know not whence; for when the evil one turned aside from me, I knew it not, because I had no desire towards him. Such is the way of an adulteress, adulterated teaching.
Στ. κβʹ. Ὁ ἐξ ἐθνῶν λαὸς, δοῦλος ὢν τῆς ἁμαρτίας καὶ τοῦ διαβόλου τὸ πρότερον· οὕτως· Ἐπ' ἔθνει ἀσυνέτῳ παροργιῶ ὑμᾶς· καὶ, Ἄφρων πλησθῇ σιτίων τῶν τῆς ζωῆς· καὶ, Μισητὴ γυνὴ, ὅ ἐστι πόρνη· πόρνη γὰρ ἦν ἡ ἐξ ἐθνῶν Ἐκκλησία, ὀπίσω θεῶν ἀλλοτρίων πορευομένη· καὶ οἰκέτις ἐκβάλῃ τὴν ἑαυτῆς κυρίαν, ἡ τῶν ἐθνῶν Ἐκκλησία τὴν Συναγωγὴν οὖσαν κυρίαν· ταύτης γὰρ ὁ νόμος καὶ οἱ προφῆται δέονται.—Τῆς διανοητικῆς ἐπισκέψεως δούλη ἡ κατὰ τὸ γράμμα, ἣν Ἰουδαῖοι μὲν ὡς δέσποιναν προετίμων· τὰ δὲ ἔθνη μεταλαμβάνοντα τὸ ῥητὸν εἰς τὸ πνευματικὸν, τὴν ὡς δέσποιναν παρ' ἐκείνοις ἐξέβαλον, τὴν σωματικὴν τοῦ νόμου παρατήρησιν.
Ver. 22. The people from the Gentiles, being a slave of sin and of the devil formerly; thus: 'With a foolish nation I will provoke you to anger'; and, 'Let a fool be filled with the foods of life'; and, 'A hated woman', that is, a harlot; for the Church from the Gentiles was a harlot, going after strange gods; and 'a handmaid casts out her own mistress', the Church of the Gentiles [casts out] the Synagogue which was mistress; for of this the law and the prophets stand in need. — The handmaid of intellectual investigation is that according to the letter, which the Jews preferred as mistress; while the Gentiles, transferring the literal into the spiritual, cast out her who was mistress among them, the bodily observance of the law.