PG 39:1388Read from the pageδαλίζεται ὥστε διαφθορὰν ἰδεῖν· μικρὸν γὰρ τὸ βλάπτεσθαι ἐπὶ τὸ ὁρᾶν πταίοντας τοὺς νομιζομένους σοφούς.
dalized so as to see corruption; for it is a small thing to be harmed at seeing those who are thought wise stumbling.
Στ. ιαʹ. Ὁ ἄφρων καὶ ἄνους ἀγνοήσαντες ἑαυτοὺς τίνες εἰσὶν, ἔδοξαν ὅτι κατὰ τὰ ἄλογα ζῶα οὐκ ἐπιδιαμενούσης αὐτῶν τῆς ψυχῆς εἰσιν· φασὶν γὰρ, «Φάγωμεν καὶ πίωμεν, αὔριον γὰρ ἀποθνήσκομεν.» Οὗτοι τοὺς τάφους ἐν οἷς εἰσιν ἐντετυμβούμενοι οἴονται οἰκίας αὐτῶν εἶναι εἰς τὸν αἰῶνα, ἀνάστασιν νεκρῶν οὐ προσδοκῶντες. Ἀλλὰ καὶ σκηνώματα αὐτῶν «ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ» οἴονται εἶναι τὰ μνήματα, ἐν μόνῃ ταύτῃ τῇ ζωῇ ἐλεεινῶς ἠλπικότες· τάχα δὲ καὶ μηδὲν ζωτικὸν ἐνεργοῦντες, ἀλλὰ νενεκρωμένοι δι' ὧν ἁμαρτάνουσιν. Ἐν τάφῳ καταβαλλόμενοι, οἴονται τὸν τάφον οἰκίαν αἰώνιον. Ἄνουν οὐ τὸν πάντη ἐκτετμημένον, ἀλλὰ τὸν κακόνουν καὶ κακόφρονά φησιν. Καὶ γὰρ τὸν κακοπρόσωπον, ἀπρόσωπον, καὶ τὸν κακότεχνον, ἄτεχνον λέγειν εἰώθαμεν. Οὕτως οὖν ὁ κακόνους καὶ κακόφρων, ἅμα τιμωρίαν ὑφέξουσιν. Αὕτη γὰρ αὐτῶν ἡ ἀπώλεια, δι' ἣν τὸν πλοῦτον αὐτῶν ὃν κακῶς ἐθησαύρισαν, καταλείψουσιν ἀλλοτρίοις· οὐδεὶς γὰρ ἴδιος τοῦ ταῦτα λέγοντος κληρονόμος πλουσίου ἄφρονος καὶ ἄνου.
Verse 11. The senseless and mindless, not knowing themselves who they are, supposed that like irrational animals their soul does not survive; for they say: "Let us eat and drink, for tomorrow we die." These suppose that the tombs in which they are buried are their houses for ever, not expecting a resurrection of the dead. Moreover, they suppose their monuments to be their dwellings "from generation to generation," having hoped pitiably in this life alone; and perhaps also doing nothing vital, but having been deadened through the sins they commit. Being cast down into the tomb, they suppose the tomb to be an eternal house. By "mindless" he means not one wholly cut off from mind, but the evil-minded and ill-disposed. For we are accustomed to call the ill-featured "featureless" and the ill-skilled "unskilled." Thus, then, the evil-minded and ill-disposed will undergo punishment together. For this is their destruction, on account of which they will leave to strangers their wealth which they wickedly treasured up; for no heir is proper to the rich, senseless, and mindless man who says these things.
Στ. ιθʹ. Ὁ προκείμενος πλούσιος οὐκ εἰδὼς ἄλλην ζωὴν ἐν τῇ ζωῇ αὐτοῦ, ταύτῃ εὐλογεῖσθαι τὴν ψυχὴν αὐτοῦ νομίζει. Καὶ τότε μόνον ἐξομολογεῖται ὅταν ἀγαθύνῃς αὐτῷ διὰ δόσεως τῶν ἐπιθυμιῶν τῶν ὑλικῶν. Εἰ καὶ τὰ προειρημένα τοῖς πλείστοις τῶν ἀνθρώπων συμβέβηκεν, ἀλλὰ γε τὴν ἐμὴν ψυχὴν λήψεται ὁ Θεὸς ἐκ τοῦ ᾅδου ἤδη κρατοῦντος αὐτὴν καὶ καταπιεῖν θέλοντος· καὶ ἐπεὶ ἐν ᾅδῃ κατὰ τὴν κατάστασιν ὁ ἁμαρτάνων ἐστὶν, ὁ ἄφεσιν τῶν κρατούντων αὐτὸν ἁμαρτημάτων ἔχων, εὐχαριστεῖ τῷ Θεῷ λαβόντι τὴν ψυχὴν αὐτοῦ ἀπ' αὐτῆς τῆς χειρὸς τοῦ ᾅδου.
Verse 19. The rich man here, knowing no other life in his life, thinks his soul is blessed in this one. And then only does he confess, when You do good to him by granting his material desires. Even though the aforesaid things have happened to most men, yet God will take my soul out of Hades, which already holds it and wishes to swallow it up; and since the sinner is in Hades according to his condition, he who has remission of the sins holding him gives thanks to God who has taken his soul from the very hand of Hades.
Στ. κʹ. Πατέρας ἔσχεν ἔργοις φαύλοις καὶ χειρίστῳ φρονήματι γεννήσαντας αὐτόν. Ὡσαύτως αὐτοῖς δρῶν ἐμιμήσατο τοὺς γεννήτορας, ἕως τῆς γενεᾶς τῶν πατέρων ἐξομοιούμενος αὐτοῖς εἰσελεύσεται. Οὗτος δὲ τὴν παροῦσαν μόνην ζωὴν ἀποδεξάμενος, οὐκ ἔσπευσεν τὸ φῶς θεωρῆσαι· διὸ καὶ ἕως αἰῶνος εἴρηται μὴ προσπελάζειν αὐτῷ. Τάχα γὰρ ἐν ἐξωτέρῳ σκότῳ καταδικασθεὶς οὐκ ἐπιτραπήσεται τὸ αἰώνιον φῶς ἔτι θεάσασθαι.
Verse 20. He had fathers who begot him with wicked deeds and a most base mindset. Acting in the same way as they, he imitated his begetters; becoming like them, he shall enter into the generation of his fathers. And he, having accepted the present life alone, did not hasten to behold the light; wherefore it was also said that he shall not draw near to it for ever. For perhaps, condemned to outer darkness, he will not be permitted ever to behold the eternal light.
Εὐσεβίου καὶ Διδύμου. Στ. αʹ. Χοροῦ ψαλτῳδῶν χοροδιδάσκαλος οὗτος, ὡς ἡ τῶν Παραλειπομένων ἐδίδαξεν ἱστορία· «Θεὸς θεῶν Κύριος ἐλάλησεν, καὶ ἐκάλεσεν τὴν γῆν·» τοῦτο οἱ τρεῖς ἑτέρως ἡρμήνευσαν, «Ἰσχυρὸς Θεὸς λαλήσας ἐκάλεσεν τὴν γῆν·» οἱ δὲ Ἑβδομήκοντα, θεοὺς ὀνομάζουσιν τοὺς ἄρχειν λαχόντας καὶ κρίνειν πεπιστευμένους, ὅπερ ἴδιον νόμου Θεοῦ· τοῦτο ἡμᾶς ὁ ὀγδοηκοστὸς πρῶτος διδάσκει ψαλμὸς, καὶ αὐτὸς τῷ «Ἀσὰφ» ἐπιγεγραμμένος· εἰρηκὼς γὰρ ὅτι «Ὁ Θεὸς ἔστη ἐν συναγωγῇ θεῶν, ἐν μέσῳ δὲ θεοὺς διακρινεῖ,» ἐπήγαγεν· «Ἕως πότε κρίνετε
Of Eusebius and Didymus. Verse 1. He was the choir-master of the choir of psalm-singers, as the history of Chronicles taught: "The Lord, God of gods, spoke and called the earth"; this the three translators rendered otherwise: "The mighty God, having spoken, called the earth"; but the Seventy call "gods" those who have obtained rule and have been entrusted with judging, which is proper to the law of God. This the eighty-first psalm teaches us, which is itself also inscribed to "Asaph"; for having said that "God stood in the assembly of gods, and in the midst He will judge gods," it added: "How long do you judge
PG 39:1389Read from the pageἀδικίαν, καὶ πρόσωπα ἁμαρτωλῶν λαμβάνετε; Κρίνατε ὀρφανῷ καὶ πτωχῷ· ταπεινὸν καὶ πένητα δικαιώσατε.» Τοῦτο δὲ ἱερέων ἴδιον καὶ τῶν ἄλλων ὅσοι τὸ δικάζειν ἐνεχειρίσθησαν· οὕτω καὶ ὁ νόμος διαγορεύει· «Θεοὺς οὐ κακολογήσεις, καὶ ἄρχοντας τοῦ λαοῦ οὐκ ἐρεῖς κακῶς.» Εὐλόγως δ' ἂν θεοὶ κληθεῖεν οἱ τὸ κατ' εἰκόνα φυλάξαντες· ὁ τούτων Θεὸς πᾶσαν συνάγει τὴν οἰκουμένην εἰς τὸ κριτήριον.
iniquity, and accept the persons of sinners? Judge for the orphan and the poor; justify the humble and the needy." And this is proper to priests and to the others who have been entrusted with judging; thus also the law prescribes: "You shall not revile gods, and you shall not speak evil of the rulers of the people." And reasonably might those be called gods who have guarded what is according to the image; their God gathers the whole inhabited world to the judgement-seat.
Στ. βʹ. Καὶ πάλιν, «Τοῖς ἀπὸ ἀνατολῶν ἡλίου, φησὶ, καὶ μέχρι δυσμῶν» ἐπέλαμψεν· ἐκ γὰρ τῆς ἄνω Σιὼν καὶ δευτέραν παρουσίαν ποιήσεται. Καλέσας οὖν τὴν γῆν, τουτέστιν τοὺς ἐπὶ γῆς, ἐπέλαμψεν αὐτοῖς ὡς προσβάλλοντας αὐτῷ γνῶναι, ὅτι «ἐκ τῆς Σιὼν ἡ εὐπρέπεια τῆς ὡραιότητος αὐτοῦ» γεγένηται· ἐδείχθη γὰρ «ἐκ σπέρματος Δαυῒδ κατὰ σάρκα.» Αὐτὸς ὁ τῶν θεῶν Θεὸς, ὁ πᾶσαν τὴν γῆν ἐπὶ τὸ μετασχεῖν αὐτοῦ καλέσας, οὐ κρύβδην, οὐδὲ λεληθότως, ἀλλ' «ἐμφανῶς» ἥξει κατὰ τὴν δευτέραν ἐν δόξῃ μετ' ἀγγέλων αὐτοῦ παρουσίαν· «οὐ παρασιωπήσεται,» ἑκάστῳ κατὰ τὰ ἔργα καὶ τὴν πρᾶξιν κρίσιν ποιῶν. Καὶ σημειωτέον ὅτι καὶ ἐν τῷ παρόντι ψαλμῷ ἀμφοτέρας τὰς Χριστοῦ παρουσίας δηλοῖ· τὴν μὲν πρώτην, διὰ τοῦ «ἐκ Σιὼν ἡ εὐπρέπεια·» τὴν δὲ δευτέραν, διὰ τοῦ «Ὁ Θεὸς ἐμφανῶς ἥξει.»
Verse 2. And again, "Upon those from the rising of the sun," he says, "even to its setting" He shone forth; for from the Sion above He will also make His second coming. Having called, therefore, the earth, that is, those upon the earth, He shone upon them so that those who approach Him may know that "out of Sion the comeliness of His beauty" has come; for He was shown "of the seed of David according to the flesh." The God of gods Himself, who called all the earth to partake of Him, will come not secretly nor hiddenly, but "manifestly" at His second coming in glory with His angels; "He will not keep silence," making judgement for each according to his works and his deed. And it must be noted that in the present psalm also he indicates both comings of Christ: the first, through "out of Sion the comeliness"; and the second, through "God will come manifestly."
Στ. δʹ. Οὐρανὸν δέ φησιν τὰς θείας δυνάμεις· γῆν δὲ τοὺς ἐνοικοῦντας ἐπ' αὐτῇ, ἐπὶ τὸ διελεγχθῆναι αὐτοὺς ἐπ' αὐτῶν τούτων υἱοποιηθέντας. Ἐπεὶ ἡ δόσις τοῦ νόμου ἐπὶ μάρτυσιν οὐρανῷ καὶ γῇ δέδοται, ὡς ἐν Δευτερονομίῳ γέγραπται, ἀνάγκη τὸν λαὸν διακρινόμενον ἐπὶ μάρτυσιν ἐφ' ὧν τὸν νόμον ἔλαβεν ἐξετασθῆναι, παραβεβηκότα τοὺς θείους νόμους· προσκαλεῖται «οὖν τὸν οὐρανὸν ἄνω,» τουτέστιν τὰς θείας δυνάμεις· «καὶ τὴν γῆν,» λέγω δὲ τοὺς ἐνοικοῦντας ἐπ' αὐτῇ, ἐπὶ τὸ διελεγχθῆναι τοὺς ἑαυτῶν υἱοποιηθέντας. «Ἄκουε» γὰρ, «οὐρανὲ, καὶ ἐνωτίζου, γῆ,» ἐκκηρυττομένων τῶν τέκνων τοῦ Θεοῦ· ἐφ' ὑμῖν γὰρ τὸν νόμον λαβόντες, οὐκ ἐφύλαξαν· δηλοῖ δὲ διὰ τούτων τοὺς ἐν οὐρανῷ τε καὶ ἐπὶ γῆς.
Verse 4. And he calls "heaven" the divine powers, and "earth" those who dwell upon it, so that they may be convicted before these same ones, having been adopted as sons. Since the giving of the law was granted with heaven and earth as witnesses, as is written in Deuteronomy, it is necessary that the people, being judged before the witnesses under whom they received the law, be examined for having transgressed the divine laws; therefore He summons "heaven above," that is, the divine powers, "and the earth," I mean those who dwell upon it, so that those who were adopted as their own may be convicted. For "Hear, O heaven, and give ear, O earth," as the children of God are proclaimed; for having received the law before you, they did not keep it; and through these He indicates those both in heaven and on earth.
Στ. εʹ. Ἀγγέλοις τάχα προστάττει ἢ ἀνδράσιν ἱεροῖς, ὅπως τοὺς ὁσίους αὐτοῦ συναγαγὼν ἐπὶ τὸ διαθέσθαι καὶ συνθέσθαι τὴν διαθήκην αὐτοῦ τοῦ Θεοῦ ἐπὶ θυσίαις πνευματικαῖς· θυσίας δὲ πνευματικὰς τὴν τῆς αἰνέσεως καὶ εἴ τις ἄλλη παραπλησία· τὰς οὖν θυσίας ἐφ' ἃς ἡ πνευματικὴ διαθήκη ἀποδεχόμενος, συναχθῆναι αὐτῷ τοὺς ὁσίους αὐτοῦ προστάττει, ἵνα τὰ προειρημένα ἐπιτελέσωσιν.
Verse 5. Perhaps He commands angels or holy men, so that having gathered His holy ones to establish and ratify the covenant of God Himself upon spiritual sacrifices—and by spiritual sacrifices he means that of praise and any other like it—accepting, then, the sacrifices upon which the spiritual covenant rests, He commands His holy ones to be gathered to Him, that they may accomplish the aforesaid things.
Στ. ςʹ. «Δικαιοσύνην» προσονομαζόμενοι «ἀναγγελοῦσιν» οἱ οὐρανοὶ, ἄνδρες ὄντες ἱεροὶ φοροῦντες τὴν εἰκόνα τοῦ ἐπουρανίου.
Verse 6. Being surnamed "heavens," they "shall declare righteousness," being holy men bearing the image of the heavenly One.
Στ. ηʹ. Ἀλλ' οὐδ' ἐπὶ τῇ διαθέσει καθ' ἣν προσφέρεις ταύτας, ὡς καὶ τὸν Κάϊν ἐπὶ τῷ μὴ ὀρθῶς διῃρηκέναι διήλεγξα. Ἐλέγχει Θεὸς οὐκ ἐπ' αὐτὰ τοῖς
Verse 8. But neither for the disposition with which you offer these, as I also convicted Cain for not having divided rightly. God reproves not for these things those who
PG 39:1392Read from the pageπροσαγομένοις, ἀλλ' ἐπὶ τῇ διαθέσει καθ' ἣν προσάγεται ταῦτα· καὶ τὸν Κάϊν γοῦν ἐπὶ τὸ μὴ ὀρθῶς διῃρηκέναι ἃ ἔδει προσάγειν, ἤλεγξεν. Κἂν πνευματικὴν οὖν θυσίαν προσφέρῃ τις εἰς ὁλοκαυτώματα, διὰ παντελῶς ἀγαμίας, τὸ σῶμα ἑαυτοῦ, ὀρθῇ γνώμῃ τοῦτο ποιείτω· οὐ γὰρ ἐπὶ τοῖς πραττομένοις ἐπαινετοῖς οὖσιν, ἀλλ' ἐπὶ τῇ γνώμῃ οὐκ ὀρθῶς ἐπιτελοῦσιν ἐλέγχεταί τις.
...offered, but on the disposition with which these things are offered; indeed, He also convicted Cain for not having rightly divided what he ought to offer. If, then, someone offers a spiritual sacrifice for whole burnt-offerings, through complete celibacy, let him do this to his own body with a right judgement; for one is convicted not for things done that are praiseworthy, but for a judgement that does not accomplish them rightly.
Στ. θ΄. Ἐπεὶ οἱ ἐν τῷ οἴκῳ σου τροπικῶς λεγόμενοι μόσχοι πολέμιοι τῷ Σωτῆρι ὤφθησαν, λέγοντι, ‹ Ἐκύκλωσάν με μόσχοι πολλοὶ, ταῦροι πίονες περιέσχον με· › τούτου χάριν οὐ δέξομαι αὐτοὺς, οὐδὲ τοὺς συγκαταλεγομένους αὐτοῖς χιμάρους· καὶ οὗτοι γὰρ ὑπὲρ ἁμαρτίας προσάγοντες ἑαυτοὺς, οὐδὲν ἧττον ἁμαρτάνουσιν. Γίνωσκε γὰρ ὅτι οἱ ποτὲ θῆρες τοῦ δρυμοῦ, οἱ ἀπὸ τῶν ἐθνῶν ἐξηγριωμένοι ἄνθρωποι, τῇ θείᾳ διδασκαλίᾳ τιθασσευόμενοι ἐμοὶ γεγένηνται, τὸ πρότερον ἀκαρπίᾳ συνόντες· ταύτης γὰρ σύμβολον ὁ δρυμός· ἀλλὰ καὶ τὰ κτήνη οἱονεὶ ‹ πρόβατα › Χριστοῦ, καὶ ‹ οἱ βόες › οἱ ὑπεραναβάντες σου τὸν οἶκον, τουτέστι τὴν τοῦ νόμου σκιὰν, ἐν τοῖς δόγμασιν τοῦ Εὐαγγελίου, διὰ τὸ ὕψος ‹ ὄρεσιν › οὖσιν, διατρίβοντες, κτῆμά ἡμέτερόν εἰσιν. Παῦλος οὖν βοῦς ὢν τῶν ἐπὶ τὰ ὄρη, τὸν περὶ βοὸς ἐκθέμενος νόμον, ἐπήγαγεν τό· ‹ Μὴ τῶν βοῶν μέλει τῷ Θεῷ; › Ἢ πάντως περὶ ἡμῶν λέγει. Ἀλλὰ καὶ ὑψιπετεῖς γενόμεναι ψυχαὶ ἐπτερωμέναι νοήσεσιν καὶ ἐνεργείαις ὀρθαῖς, ‹ πετεινὰ οὐρανοῦ › χρηματίζουσιν, ‹ ἃ ἔγνωκα· › ἐγὼ γινώσκων γάρ εἰμι τοὺς ὄντας ἐμοί.
Verse 9. Since those figuratively called calves in your house appeared hostile to the Saviour, when He says, "Many calves have surrounded me, fat bulls have beset me": for this reason I will not accept them, nor the he-goats reckoned together with them; for these too, offering themselves for sin, sin none the less. For know that those who were once beasts of the thicket, the men made savage from among the Gentiles, tamed by the divine teaching, have become Mine, having previously lived with unfruitfulness; for of this the thicket is a symbol; and moreover the cattle, as it were "sheep" of Christ, and "the oxen" that have ascended above your house, that is, the shadow of the law, dwelling in the doctrines of the Gospel, which on account of their height are "mountains", are Our possession. Paul, then, being one of the oxen upon the mountains, having set forth the law concerning an ox, added: "Does God care for oxen?" Or does he altogether speak concerning us. And moreover souls that have become high-flying, winged with right thoughts and actions, are titled "birds of heaven", "which I have known"; for I know those who are Mine.
Στ. ια΄. Ἡ δεξαμένη ἀγαθὴ γῆ, τουτέστιν καρδία ὀρθὴ, τὸν ὑπὸ Ἰησοῦ βαλλόμενον σπόρον, καὶ καρποφορήσασα ἑκατὸν, ἑξήκοντα, τριάκοντα, τὸν πλήρη καὶ ὥριμον καρπὸν ἔχουσα, ὡραιότης ἐστὶν ἀγροῦ, οὐ μακρὰν οὖσα τοῦ σπορέως. Αὐτὸς γάρ φησιν, ‹ Ὡραιότης ἀγροῦ μετ' ἐμοῦ ἐστιν. ›
Verse 11. The good earth that has received, that is, an upright heart, the seed cast by Jesus, and borne fruit a hundredfold, sixtyfold, thirtyfold, having the full and ripe fruit, is the beauty of the field, not being far from the sower. For He Himself says, "The beauty of the field is with Me."
Στ. ιβ΄, ιδ΄. Πεινᾷ ὁ Σωτὴρ τὴν τινῶν σωτηρίαν, ὥσπερ ἀμέλει περὶ τῆς σωτηρίας τῆς Σαμαρίτιδος πρὸς τοὺς μαθητάς φησιν· ‹ Ἐγὼ βρῶσιν ἔχω φαγεῖν ἣν ὑμεῖς οὐκ οἴδατε· › καὶ, ‹ Ἐμὸν βρῶμά ἐστιν ἵνα ποιήσω τὸ θέλημα τοῦ πέμψαντός με. › Ἐπεὶ οὖν οἱ ἐκ περιτομῆς ἐχόμενοι τῆς σκιᾶς, ὡς πεινῶντι αὐτῷ προσάγουσιν τὰς αἰσθητὰς λατρείας, φησίν· ‹ Ἐὰν πεινάσω, οὐ μή σοι εἴπω· ἔχω γὰρ κτῆμά μου › γεγενημένην τὴν ἔνδοξον Ἐκκλησίαν ‹ οἰκουμένην › χρηματίζουσαν, ‹ καὶ τὸ πλήρωμα αὐτῆς· › πλήρωμα δ' αὐτῆς τὸ Εὐαγγέλιον, μὴ ὁ τύπος ἢ σκιά. Τρεφόμενος οὖν τὸ πλήρωμα τῶν ἐθνῶν, οὐκ ἀπαιτήσω σε κατὰ σκιὰν τροφήν· εἰ δὲ θέλῃς με τῷ ὄντι θεραπεύειν Θεόν σου τυγχάνοντα, ‹ θῦσόν μοι θυσίαν αἰνέσεως, › αἰτῶν καὶ θεολογῶν· ταύτας γὰρ δέχομαι τὰς προσφοράς· ‹ Ἔλεον › γὰρ ‹ θέλω, ἢ θυσίαν, καὶ ἐπίγνωσιν Θεοῦ, ἢ ὁλοκαυτώματα. › Ἀλλὰ καὶ ‹ τῷ Ὑψίστῳ › τῷ Πατρὶ ‹ ἀπόδος › δι' ἐμοῦ ἃ νοητῶς ηὔξω· ἐπίγνωσις γὰρ Θεοῦ εἴη ἀληθὴς καὶ ἀκραιφνεστάτη διὰ τῆς εἰς Χριστὸν πίστεως.
Verses 12, 14. The Saviour hungers for the salvation of certain people, just as indeed concerning the salvation of the Samaritan woman He says to the disciples: "I have food to eat which you do not know"; and, "My food is that I should do the will of Him Who sent Me." Since, then, those of the circumcision, clinging to the shadow, offer to Him as though hungering the perceptible forms of worship, He says: "If I hunger, I will certainly not tell you; for I have as My possession" the glorious Church that has come to be, titled "the inhabited world", "and the fullness thereof"; and its fullness is the Gospel, not the type or shadow. Being nourished, then, with the fullness of the Gentiles, I will not demand from you food according to the shadow; but if you wish truly to serve Me, being your God, "sacrifice to Me a sacrifice of praise", asking and speaking of God; for these offerings I accept; for "I desire mercy rather than sacrifice, and the knowledge of God rather than whole burnt-offerings." And moreover "pay" to "the Most High", the Father, through Me what you have vowed spiritually; for true and purest knowledge of God comes through faith in Christ.
Notes, col. 1392
On the reading
Printed κτῆμά, for κτῆμα.
PG 39:1393Read from the pageΣτ. ις΄. Ἐπεὶ οὐχ ὡραῖος (ἔπαινος) ἐν στόματι ἁμαρτωλοῦ, τῷ ἁμαρτάνοντι ἐπιπλήττει ὁ Θεὸς φάσκων· ‹ Ἵνα τί διηγῇ τὰ δικαιώματά μου, › ἃ ἐπιτελεῖν οὐ θέλεις; Ἀλλὰ καὶ ἵνα τί ‹ ἀναλαμβάνεις τὴν διαθήκην μου διὰ στόματος; › Ἔδει γὰρ ἐν καρδίᾳ σε αὐτὴν δεξάμενον, καὶ τυπώσαντά σου κατ' αὐτὴν τὰς νοήσεις, οὕτω προφέρειν τοὺς λόγους τῆς διαθήκης μου. Τούτῳ συνᾴδει ‹ ὁ κηρύττων· Μὴ κλέπτων, κλέψεις, › καὶ τὰ ἑξῆς.
Verse 16. Since (praise) is not seemly in the mouth of a sinner, God rebukes the one who sins, saying: "Why do you declare My ordinances", which you do not wish to fulfil? And also why "do you take up My covenant through your mouth?" For you ought to have received it in your heart, and shaped your thoughts according to it, and thus uttered the words of My covenant. With this agrees "he who preaches: Do not steal, will you steal?" and what follows.
Στ. ιη΄. Πρὸς δὲ διάνοιαν νοήσεις καὶ οὕτως· Εἴ ποτε ἐθεώρεις ἑτεροδόξῳ γνώμῃ κλέπτοντα τὸ βούλημα τῆς ἀληθείας, συναινῶν ‹ συνέτρεχες αὐτῷ. › Ἀλλὰ καὶ τοὺς μοιχεύειν πειρωμένους τὴν Χριστοῦ νύμφην τῷ περισπᾷν εἰς αὑτοὺς τὰς ἐκκλησιαστικὰς ψυχὰς, ὁμογνωμονῶν αὐτοῖς, ἢ μὴ ἐκτρεπόμενος αὐτοὺς, ‹ μετὰ › τῶν ‹ μοιχῶν › ὄντων ‹ τὴν μερίδα σου ἐτίθεις. › Ἁρμόζειν ἐρεῖς τὴν λέξιν ταύτην τοῖς ἐπαγγελλομένοις μὲν ἐκκλησιαστικοῖς εἶναι, εἰς κοινωνίαν δὲ ἐρχομένοις μὴ ἐκκλησιαστικοῖς ἀνδράσιν.
Verse 18. And according to the sense you will understand it thus also: If ever you saw someone with heterodox judgement stealing the purpose of the truth, consenting, "you ran along with him." And moreover with those attempting to commit adultery against the bride of Christ by drawing away ecclesiastical souls to themselves, agreeing with them, or not turning away from them, "with" those who are "adulterers" "you set your portion." You will say that this saying fits those who profess indeed to be churchmen, but enter into communion with men who are not churchmen.
Στ. ιθ΄. Ὁ ἀγνοῶν τὸ ἀγαθὸν, πράττων δὲ τὸ κακὸν, ἧττον ἁμαρτάνει· ὁ δὲ μετὰ τὸ ἐπίστασθαι τὸ ἀγαθὸν ἁμαρτάνει, ἐπιτεινομένην ἔχει κακίαν· διὸ καὶ ‹ ὁ ἐγνωκὼς τὸ θέλημα τοῦ κυρίου δοῦλος, δαρήσεται πολλὰ, μὴ ποιῶν αὐτό. › Δύναται δὲ καὶ οὕτως· Ἐπεὶ διὰ στόματος ἀναλαβὼν τὴν Θεοῦ διαθήκην, τὴν καρδίαν πλήρη εἶχεν ἁμαρτίας, πρὸς ὃν ὁ λόγος (ἁμαρτωλὸς γάρ ἐστιν ‹ ἐκ τοῦ περισσεύματος τῆς καρδίας φαύλου ›), ὄντως ἐν τῷ στόματι πλεοναζομένην εἶχεν κακίαν, ὡς ‹ τὴν γλῶσσαν › αὑτοῦ δι' ὧν σοφίζεται ‹ περιπλέκειν δολιότητας· › περιπλέκει γὰρ καὶ συντίθει τοὺς αἱρετικοὺς λόγους, ὄντας σοφίσματα.
Verse 19. He who is ignorant of the good, yet does evil, sins less; but he who sins after knowing the good has an intensified wickedness; wherefore also "the servant who knew the will of the lord will be beaten with many stripes, not doing it." And it can also be understood thus: Since, having taken up God's covenant through his mouth, he had his heart full of sin, he to whom the word is addressed (for he is a sinner "from the abundance of an evil heart"), truly had wickedness abounding in his mouth, so that his "tongue", through the things it devises, "weaves deceits"; for he weaves and puts together heretical arguments, which are sophistries.
Στ. κα΄. Σιγὴ Θεοῦ λέγεται ἡ πρὸς τοὺς ἁμαρτωλοὺς μακροθυμία. Ὅταν γὰρ παρ' αὐτὰ τιμωρεῖται, οὐ σιωπᾷ ἀποφαινόμενος κατ' αὐτῶν ἃ δεῖ αὐτοὺς παθεῖν. Τοῦτον τὸν νοῦν ἔχει καὶ τὸ, ‹ Ἐσιώπησα ἀπ' αἰῶνος, μὴ καὶ ἀεὶ σιωπήσομαι καὶ ἀνέξομαι; › Λέγει Κύριος πρὸς τὸ ἐλεγχόμενον οὖν· Ταῦτα ἐποίησας ἃ προλέλεκται ἁμαρτήματα, καὶ ἐσίγησα, διὰ μακροθυμίαν τόπον διδοὺς μετανοίας· σὺ δὲ ὠφεληθῆναι ἐκ τῆς τοιαύτης σιωπῆς ἐκ τοῦ ἐναντίου ὑπέλαβες πρὸς οἷς εἶχες κακοῖς ἀνομίαν, καθ' ἣν ‹ νομίζεις με ὅμοιόν σοι τυγχάνειν· › ἔδοξάς με γὰρ, χαίροντα οἷς πράττεις, μὴ ἐπεξέρχεσθαι κατὰ σοῦ.
Verse 21. Long-suffering towards sinners is called God's silence. For when He punishes immediately, He is not silent, declaring against them what they must suffer. This sense also belongs to: "I have been silent from eternity; shall I always be silent and forbear?" The Lord says, then, to the one being reproved: You did these sins which have been spoken of before, and I kept silent, through long-suffering giving room for repentance; but you, instead of being benefited by such silence, supposed on the contrary in addition to the evils you had, lawlessness, according to which "you think that I am like you"; for you supposed that I, rejoicing in what you do, do not proceed against you.
Στ. κγ΄. Οὐκ ἐνταῦθα ἐν τῇ αἰσθητῇ λατρείᾳ, ἀλλ' ἐκεῖ τῇ θείᾳ ‹ τυγχανούσῃ αἰνέσεως, › ἡ ὁδός ἐστιν ἣν δείκνυσι φωτίζων ὁ Θεὸς τὸ σωτήριον ἑαυτοῦ τὸν μονογενῆ Υἱὸν, Σωτῆρα ὄντα· ἢ αὐτὴν τὴν σωτηρίαν, ὁτὲ δὲ τὸν Σωτῆρα Χριστὸν σημαίνει.
Verse 23. Not here in perceptible worship, but there in the divine [worship] "being of praise", is the way in which God, illuminating, shows His salvation, the only-begotten Son, being Saviour; or it signifies salvation itself, and sometimes Christ the Saviour.
Στ. α΄. Ἀλλὰ μηδεὶς ἐπεμβαινέτω τῷ μεγάλῳ Δαβίδ· δικαιώσαντος γὰρ τοῦ Θεοῦ, οὐδεὶς ἔσται ὁ κατακρίνων· ἀλλὰ καὶ τοσοῦτον χρόνον ἐν βασιλείᾳ γεγονότος, τοῦτο μόνον αὐτοῦ φέρεται ἁμάρτημα, καὶ τὸ μεμετρηκέναι τὸν λαὸν παρὰ τὸ βούλημα τοῦ Θεοῦ. Ἀλλ'
Verse 1. Yet let no one trample upon the great David; for when God has justified, there will be no one who condemns; but even though he was in kingship for so long a time, this alone is reported as his sin, and the having numbered the people contrary to the will of God. But...
PG 39:1396Read from the pageοὐδὲ τὴν ἁμαρτίαν ἐπίμονον ἔσχεν· βασιλεὺς δὲ τοσοῦτος ὑπ' ἰδιώτου διελεγχθεὶς, μηδὲν ἀγανακτήσας ἐκάκισεν ἑαυτὸν, ὡς τὸν προφήτην εἰπεῖν· ‹ Καὶ Κύριος παρήγαγεν τὴν ἁμαρτίαν σου· › τῷ γὰρ εἰπεῖν, ‹ Καὶ Κύριος, › καὶ τὸν Δαυῒδ ἔδειξεν αὐτὴν διὰ μετανοίας παρενεγκόντα σφόδρα· οἱ μὲν γὰρ ἄλλοι ἄνθρωποι καταπίπτουσιν ἐν ταῖς ἁμαρτίαις, οἱ δὲ ἅγιοι τρέχοντες τῆς σωτηρίας τὸν δρόμον, εἴ τι καὶ πάθοιεν ἀπροσεκτοῦντες, οὐ καταπίπτουσιν ἀδιαστάτῳ δρόμῳ, μηδὲ προσκεκοφέναι δοκοῦντες. Ἀνεγράφη δὲ τῶν ἁγίων τὰ πλημμελήματα πρὸς τὸ μὴ ὀκνεῖν ἡμᾶς πρὸς ζῆλον τούτων ἐλθεῖν, προφασίζεσθαι τὸ θείαν εἶναι μοῖραν καὶ ἀνεπίδεκτον ἁμαρτίας τοὺς ἁγίους· ὅθεν δέδωκεν ἡ πρόνοια πρόφασιν ἁμαρτίας γενέσθαι περὶ αὐτούς· ἵν' ὥσπερ ἀρετῆς οὕτω καὶ μετανοίας ὦσι διδάσκαλοι. Τάχα δὲ καὶ μὴ πλημμελοῦντες ἐπέγραφον ἂν ἰδίᾳ δυνάμει τὴν ἀρετὴν, ἀλλ' οὐ Θεοῦ συνεργείᾳ· παρορῶσα τοίνυν ἡ θεία χάρις τὸ μέγα τῆς οἰήσεως ἀποκωλύει τούτοις ἁμάρτημα πρὸς ἐπίγνωσιν τῆς φυσικῆς ἀσθενείας καὶ τῆς ἐπὶ Θεὸν προσφυγῆς.
...nor did he hold onto the sin persistently; rather, so great a king, having been reproved by a private person, without any indignation, abased himself, so that the prophet said: "The Lord also has put away your sin"; for by saying "The Lord also", he showed that David too had greatly put it away through repentance; for other men fall down in sins, but the saints, running the course of salvation, even if they suffer something through inattention, do not fall down in their unceasing course, not even seeming to have stumbled. Now the failings of the saints were recorded so that we might not hesitate to come to an emulation of them, making the excuse that the saints have a divine lot and are incapable of sin; whence Providence granted an occasion for sin to occur regarding them, so that just as of virtue, so too of repentance they might be teachers. And perhaps, if they did not fail, they would ascribe virtue to their own power, and not to God's cooperation; therefore divine grace, overlooking the sin, wards off from them the great evil of conceit, for the recognition of natural weakness and of taking refuge in God.
Πεντηκοστὸς δὲ ψαλμὸς ἀναγέγραπται, ἐπείπερ ἁρμονίαν ὁ ψαλμὸς ἔχει πρὸς ἄφεσιν· ἄλλως γὰρ οὐκ ἂν τὸ συγγραφικὸν Πνεῦμα προὔταξεν αὐτὸν τοῦ να΄, καὶ νγ΄, καὶ τῶν ἐφεξῆς, εἰ καθ' ἱστορίαν ὑπῆρξεν ἡ τάξις· ὁ γὰρ να΄ περὶ τῆς Δωὴκ τοῦ Σύρου καὶ τῆς πρὸς τὸν Σαοὺλ αὐτοῦ διαβολῆς ἐπιγέγραπται· τὸ δὲ πρὸ τῆς βασιλείας ἦν τοῦ Δαυΐδ· καὶ ὁ νγ΄ περὶ τῆς πρὸς τὸν Σαοὺλ τῶν Ξιφάκων διαβολῆς· ὅτι δὲ ἀναλογίαν ὁ ἀριθμὸς ἔχει πρὸς ἔλεον, ὁ Σωτὴρ περὶ ἀφέσεως διδάσκων, χρεώστας παρέλαβεν ὑπευθύνους ν΄ καὶ φ΄ δηναρίοις, ἀφέσεως ἑκατέροις γεγενημένης, διὰ τὸν ν΄ καὶ τὸν συγγενῆ χρεωστεῖν ἀριθμόν· ἀμέλει τοῦ σφαγέντος Ἀμνοῦ τοῦ Θεοῦ καὶ ἀναστάντος καὶ πεποιηκότος ἡμῖν τῶν ἁμαρτημάτων τὴν ἄφεσιν, ἐπὶ ν΄ ἡμέρας διάγομεν εὐφραινόμενοι, τῇ πεντηκοστῇ ἡμέρᾳ τῆς ἐκχύσεως τοῦ Πνεύματος ἀξιούμενοι· καὶ ὁ Ἰωβηλαῖος δὲ διὰ τῶν ν΄ παρ' Ἑβραίοις ἄφεσιν ὡς χρεῶν ἀποκοπτομένων· ἐν ᾧ καὶ τῶν Ἑβραίων ἐλευθερία, καὶ κτήσεων ἀποκαταστάσεις, ὡς εἶναι τὸν ἐνιαυτὸν ἑορτήν· εἰκότως οὖν πεντηκοστὸς ὁ τῆς μετανοίας ψαλμός· ἔστι δὲ καὶ ἐξ ἑβδομάδων ζ΄ καὶ μονάδος, ὡς εἶναι ἑβδομάδα ἑβδομάδων ἀριθμὸν, ἐν ᾧ ᾄδει γενέσθαι τὸν ἀποβάλλοντα τὸ ἄχθος καὶ τὸ ἔργον τῆς ἁμαρτίας.
And it has been inscribed the fiftieth Psalm, because the Psalm has a harmony with remission; for otherwise the writing Spirit would not have placed it before the 51st, and 53rd, and those following, if the order had been according to history; for the 51st is inscribed concerning Doeg the Syrian and his slander to Saul; and that was before the kingship of David; and the 53rd concerning the slander of the Ziphites to Saul. And that the number has an analogy to mercy, the Saviour, teaching about remission, took debtors liable for 50 and 500 denarii, remission having been granted to both, because they owed 50 and the kindred number; indeed, since the Lamb of God was slain and rose again and made remission of our sins, we spend 50 days rejoicing, being deemed worthy on the fiftieth day of the outpouring of the Spirit; and the Jubilee too among the Hebrews through the 50 [years] brings remission, as debts are cancelled; in which there is both freedom of the Hebrews and restorations of possessions, so that the year is a festival. Fittingly, then, the Psalm of repentance is the fiftieth; and it also consists of 7 weeks and a unit, so as to be a number of a week of weeks, in which it sings that he comes who casts away the burden and the work of sin.
Στ. γ΄. Ὁ σφοδρῶς μετανοῶν καὶ τοὺς προσήκοντας τῇ μετανοίᾳ καρποὺς ἀγαπῶν, αἰτεῖ καὶ τὸν παρὰ Θεοῦ μέγαν ἔλεον εἰς αὐτὸν γενέσθαι, οὐκ ἐπαρκούσης τῆς μετανοίας, ἄνευ ἐλέου Θεοῦ· οὐδὲ τοῦ ἐλέου Θεοῦ, ἄνευ τῆς ἐκ τοῦ ἐφ' ἡμῖν μεταγνώσεως πρὸς σωτηρίαν.
Verse 3. He who fervently repents and loves the fruits befitting repentance asks that the great mercy from God also come upon him, since repentance does not suffice without the mercy of God, nor the mercy of God without the change of mind that comes from what is in our power towards salvation.
PG 39:1397Read from the pageΣτ. δ΄. Ὥσπερ αἱ δυσέκπλυτοι βαφαὶ οὐ μιᾷ πλύσει ἀλλὰ πολλαῖς ἐξίτηλοι γίνονται, οὕτω καὶ τὰ μεγάλα τῶν ἀνομημάτων πολλοῖς οἰκτιρμοῖς Θεοῦ ἀπαλείφεται. — Τὴν θνητὴν ἐνέργειαν ἀνομίαν καὶ ἁμαρτίαν καλεῖ, τῷ κατὰ τὴν ἐπίνοιαν διαφέρειν, τῷ ἄνευ μὲν νόμου συνέστασθαι ἀνομίαν, τῷ δὲ κατὰ παράβασιν νόμου συνέστασθαι ἁμαρτίαν. Πλὴν ἑκατέρως αὐτὴν ἐκπλυθῆναι καὶ καθαρισθῆναι ἀξιοῖ Θεὸν, τὸν ἐκπλῦναι αὐτὴν καὶ καθαρίσαι δυνάμενον ἀπὸ τῆς προειρημένης ἕξεως.
Verse 4. Just as hard-to-wash dyes become faded not by one washing but by many, so too great lawless deeds are blotted out by many compassions of God. — He calls mortal activity lawlessness and sin, since they differ in conception, in that lawlessness consists without a law, whereas sin consists in transgression of a law. Yet in either way he entreats God that it be washed out and cleansed, Him Who is able to wash it out and cleanse it from the aforementioned habit.
Στ ε΄. Ὁ δὲ τὴν ἅπαξ πραχθεῖσαν ἁμαρτίαν ἐνώπιον αὑτοῦ ἔχων, οὐκ ἀνάσχοιτο ἑτέραν ποιῆσαι· τῶν γὰρ προτέρων ἐπιλανθανόμενοι, ἑτέρας ἐνεργοῦμεν ἡμεῖς.
Verse 5. But he who holds the sin once committed before himself would not endure to do another; for it is by forgetting the former ones that we commit others.
Στ. ς΄. Ὅσον ἐπὶ τῷ εἶναι βασιλεὺς οὐχ ὑπέκειτο ἀνθρωπίνῳ νόμῳ· ὅθεν οὐδέ τινι τῶν νομοθετῶν ἥμαρτεν, οὐδ' ἐνώπιόν τινος αὐτῶν τὸ πονηρὸν ἐποίησεν. Ἐπειδὴ δὲ πρὸς τὸ βασιλεὺς, καὶ θεοσεβὴς εἶναι βούλεται, ὑπέκειτο τῷ τοῦ Θεοῦ νόμῳ· διὸ καὶ ἥμαρτεν μόνῳ Θεῷ, καὶ τὸ πονηρὸν ἐνώπιον αὐτοῦ ἐποίησεν. Καὶ πάλιν Ἐπεὶ Θεὸς εἶπεν ἐπιῤῥεπεστέραν εἶναι τὴν διάνοιαν τῶν ἀνθρώπων ἐπὶ τὰ πονηρά· καὶ τὸ, ‹ Οὐκ ἔστιν ἄνθρωπος ὃς οὐχ ἁμαρτήσεται, › ἁμαρτανόντων καὶ αὐτῶν τῶν τελείων, δικαιοῦται ὁ Θεὸς ἐν τοῖς λόγοις ἑαυτοῦ, ἐν οἷς εἶπεν πάντας ἐκκεκλικότας, ἅμα ἠχρειῶσθαι. Ταύτῃ δὲ καὶ νικᾷ κρινόμενος πρὸς τοὺς ἀνθρώπους, ἀποδεικνὺς αὐτοὺς ἁμαρτωλούς. Συνῳδὸν τούτοις τὸ, ‹ Ἐὰν εἴπωμεν, Οὐχ ἡμαρτήκαμεν, ψεύστην ποιοῦμεν αὐτόν· › ὁ γὰρ ἀναμαρτησίαν αὐχῶν, ὅσον εἰς αὐτὸν, ψεύστην ἀποφαίνει τὸν Θεόν.
Verse 6. In so far as he was king, he was not subject to human law; whence neither did he sin against any of the lawgivers, nor did he do evil before any of them. But since, in addition to being king, he also wishes to be pious, he was subject to the law of God; wherefore he sinned against God alone, and did evil before Him. And again: Since God said that the mind of men is more inclined towards evil things, and that "There is no man who will not sin", since even the perfect themselves sin, God is justified in His words, in which He said that all have turned aside and together become useless. And in this He also conquers when judged against men, proving them to be sinners. In harmony with these is: "If we say, We have not sinned, we make Him a liar"; for he who boasts of sinlessness, as far as lies in him, declares God a liar.
Στ. η΄. Ὁ τῇ σοφιστικῇ ἕξει ἐγγεγυμνασμένος ἐπὶ θήρᾳ τῆς ἀληθείας, τὸ μέγεθος αὐτῆς γνοὺς, ἀγάπην πρὸς αὐτὴν ἔσχεν τελείαν· οἱ γὰρ τοῖς ψεύδεσιν ἐγγυμνασάμενοι διορατικώτεροι γεγενημένοι, καθορῶσι τῆς ἀληθείας τὸ ἀξιάγαστον κάλλος· οἷός ἐστιν Μωϋσῆς καὶ Δανιήλ· μετὰ γὰρ τὸ πειραθῆναι σοφιστικῶν λόγων, ἐπ' αὐτὴν τὴν ἀληθῆ σοφίαν ἀναβάντες, ὑπὸ τοῦ Θεοῦ μαρτυρίαν ἔσχον, ὡς ὄντες τέλειοι, σαφῶς δηλώσαντος αὐτοῖς τοῦ Θεοῦ τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας αὐτοῦ, ὡς μηδὲν αὐτοῖς ἔτι ἀσαφῆ ἐπεσκιασμένον εἶναι. Ταύτης τῆς ἕξεως καὶ ὁ Δαυῒδ τυγχάνων, ἀνεφθέγξατο τὸν προκείμενον στίχον.
Verse 8. He who has been trained in the sophistic habit in pursuit of truth, having come to know its greatness, has had perfect love towards it; for those who have been trained in falsehoods, having become sharper-sighted, behold the admirable beauty of truth; such as Moses and Daniel are; for after having experienced sophistic arguments, having ascended to the true wisdom itself, they received testimony from God, as being perfect, God having clearly revealed to them the unseen and hidden things of His wisdom, so that nothing any longer remained obscurely shadowed over for them. David too, having attained this habit, uttered the present verse.
Στ. ι΄. Πολλάκις ἤδη δόγματα, καὶ ψυχῆς δυνάμεις εἶναι εἴρηται· τὰ ὀστᾶ ταπεινοῦται ταῦτα ὑπὸ ἁμαρτίας καὶ σοφιστικῆς γοητείας· Θεοῦ ἀκουτίσαντος, ἀγαλλίασιν καὶ εὐφροσύνην ‹ ἀγαλλιᾶται τὰ τεταπεινωμένα ὀστᾶ. ›
Verse 10. Often already it has been said that they are doctrines and powers of the soul; these bones are humbled by sin and sophistic sorcery; when God has caused exultation and gladness to be heard, "the humbled bones shall exult."
Στ. ια΄. Ἐξαλείφονται ἁμαρτίαι ἀπὸ τῆς μετουσίας τῶν ἀρετῶν· ὡς γὰρ ἡ ἐπιστήμη εἰς ψυχὴν ἐλθοῦσα ἀφανίζει καὶ ἐξαλείφει τὴν ἄγνοιαν, οὕτω παρουσίᾳ ἀρετῆς τελείας ἐξαλείφεται ἁμαρτία πᾶσα.
Verse 11. Sins are blotted out by participation in the virtues; for just as knowledge, entering into a soul, destroys and blots out ignorance, so by the presence of perfect virtue every sin is blotted out.
Στ. ιγ΄. Τῶν σπουδαίων ἀδιαστάτως τῷ τοῦ Θεοῦ προσώπῳ παρισταμένων, ὁ ἁμαρτάνων ἀποῤῥίπτεται. Μὴ πάθοιμι δὲ τοῦτο, φησὶ, περιεχόμενος τῆς θείας κατανοήσεως· ‹ μηδὲ › τοῦ δοθέντος μοι ‹ θείου Πνεύματος γυμνωθείην. ›
Verse 13. While the earnest stand unceasingly before the face of God, the sinner is cast away. May I not suffer this, he says, clinging to divine contemplation; "nor" may I be stripped of the "divine Spirit" given to me.
Notes, col. 1397
On the reading
Printed Στ ε΄., for Στ. ε΄..
Printed ἀσαφῆ, for ἀσαφές.