Στ. βʹ. Τὸ μέγας εἶναι καὶ αἰνετὸς σφόδρα, οὐ πανταχοῦ ἐπιδείκνυται, ἀλλὰ ἐν τῇ τοῦ Θεοῦ πόλει, ἤτοι τῇ ἁγίᾳ Ἐκκλησίᾳ, τῇ ἐπουρανίῳ Ἱερουσαλήμ. Αὕτη δὲ ἡ πόλις οὐ χαμαίζηλος οὐδὲ ἐν τόπῳ ταπεινῷ καὶ κοίλῳ, ἀλλ' ἐν ὄρει μάλιστα ἁγίῳ ἵδρυται. Τοῦτο δὲ τὸ ἅγιον ὄρος, ἤτοι ἡ τελειοτάτη ἀρετὴ καὶ γνῶσις τοῦ Θεοῦ, Λόγος ἐστίν· καὶ γὰρ αὐτὸς θεμέλιος ταύτης τῆς πόλεως, ὥσπερ καὶ οἰκοδόμος.
Verse 2. That He is great and exceedingly to be praised is not shown everywhere, but in the city of God, that is, in the holy Church, the heavenly Jerusalem. And this city is not low-lying nor situated in a lowly and hollow place, but on a most holy mountain. And this holy mountain, that is, the most perfect virtue and knowledge of God, is the Word; for He Himself is the foundation of this city, just as He is also its builder.
Στ. γʹ. Τὸ πάσης τῆς γῆς ἀγαλλίαμα εὔριζον καὶ ἀγαθὰς ῥίζας ἔχον, ἐστὶν τάχα οὐχ ἕτερον ὂν τοῦ εἰπόντος, «Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή.» Αὐτῆς γάρ ἐστιν τὸ ἀγαλλίαμα πάσης τῆς γῆς, αἴτιος καὶ χορηγὸς τυγχάνων ἀγαλλιάσεως. — Πόλεις τοῦ μεγάλου Βασιλέως εἰκὸς εἶναι ψυχὰς ἐγκύμονας ἀπ' αὐτοῦ, ὄντος καὶ νυμφίου, γεγενημένας, αἳ καὶ μορφώσασαι τὰς παρ' αὐτοῦ καταβεβλημένας γονὰς, καιρὸν ἔχουσιν ἀποτέξεως. Οὐκ οἶδ' ὁπόθεν κινηθέντες τινὲς ᾠήθησαν ἔνθα πέπονθεν ὁ Σωτὴρ σημαίνεσθαι ἐκ τῆς προκειμένης λέξεως· φασὶ γὰρ τὸν Σωτῆρα ἐσταυρῶσθαι ἐν τοῖς βορείοις πλευροῖς τῆς Σιὼν, ἐκεῖσε τυγχάνοντος τοῦ κρανίου τόπου. Ἡμεῖς δὲ φαμὲν ἑπόμενοι πολλαῖς Γραφαῖς, τὸν βοῤῥᾶν οὐκ ἄλλον εἶναι, ἢ τὸν διάβολον, κατὰ τὸ, «Ἐξεγείρου, βοῤῥᾶ, καὶ ἔρχου, νότε.» Τούτου οὖν πλευρὰ οἱ πονηροὶ ἄνθρωποι, ὥσπερ καὶ ἄρχοντος πλευρὰ φασὶν τοὺς δορυφόρους αὐτοῦ. Οἱ πονηροὶ οὖν ἄνθρωποι, οἱ δορυφοροῦντες τὸν διάβολον, πλευρὰ αὐτοῦ πρότερον ὄντες, εἰ τοσοῦτον μεταβάλλοντες, κατὰ ἀρετὴν διεπρε.. Σιὼν χρηματίσαι, ἀλλ' ὄρη αὐτῆς ἀποδειχθῆναι. Παῦλος οὖν ὅτε διώκτης ἦν, πλευρὰ τυγχάνων τοῦ βοῤῥᾶ, μεταβαλλόμενος ὄρος τῆς Ἐκκλησίας τυγχανούσης Σιὼν ἐχρημάτισεν. Καὶ ἐπεὶ ἡ γυνὴ πλευρὰ λέγεται, καὶ αἱ γενόμεναι πλευραὶ σύζυγοι τῷ διαβόλῳ πλευραὶ αὐτοῦ τυγχάνουσαι τῇ πρὸς ἐκεῖ- Ὡς καὶ πόλιν αὐτοῦ τοῦ μεγάλου Βασιλέως Χριστοῦ
Verse 3. The exultation of all the earth, well-rooted and having good roots, is perhaps none other than Him who said: "I am the true vine." For He is the exultation of all the earth, being the cause and supplier of exultation. — It is fitting that the "cities of the great King" are souls that have become pregnant from Him, who is also the bridegroom, and which, having formed the seeds sown by Him, have their time of bringing forth. I know not whence some, being moved, thought that the place where the Saviour suffered is signified by the present phrase; for they say that the Saviour was crucified on the northern sides of Sion, since the place of the skull is there. But we say, following many Scriptures, that the north wind is none other than the devil, according to: "Awake, north wind, and come, south wind." His sides, then, are wicked men, just as they call a ruler's bodyguards his sides. Wicked men, therefore, who serve as bodyguards to the devil, having formerly been his sides, if changing so much, in virtue ... to be called Sion, but to be shown forth as her mountains. Paul, therefore, when he was a persecutor, being a side of the north, being changed, was called a mountain of the Church, which is Sion. And since a woman is called a side, the sides also that became consorts to the devil, being his sides by their ... So as also to be called a city of Him, the great King Christ
Στ. εʹ. Ἐν τῇ πόλει οἱ βασιλεῖς ἐληλυθότες, καὶ εἰς αὐτὴν «συναχθέντες ἐπὶ τὸ αὐτὸ γεγενημένοι,» καταρτισθέντες τῷ αὐτῷ νοῒ καὶ τῇ αὐτῇ γνώμῃ. Εἰσὶν δὲ οἱ βασιλεῖς οὗτοι οἱ κατὰ Θεὸν βασιλεύσαντες, οἷος ἦν Ἀβραὰμ πρὸς ὃν εἶπόν τινες καίτοι οὐκ αἰσθητῶς βασιλεύοντα, «Βασιλεὺς παρὰ Θεοῦ σὺ εἶ ἐν ἡμῖν.» Οὗτοι ἰδόντες τοὺς πάλαι πλευρὰ ὄντας τοῦ βοῤῥᾶ εἰς τοσοῦτον ὕψος ἀναβάντας, ὡς εἶναι τῆς Σιὼν ὄρη, ἐθαύμασαν ἐκπλαγέντες τὴν περὶ τὴν λογικὴν φύσιν γινομένην τροπήν. Ὅτ' ἂν δὲ καὶ ἐκ φαύλων σπουδαίους καὶ σοφοὺς γινομένους ἴδοι τις, θαυμάσας τὴν μεταβολὴν, εἰσκοπήσει ὅτι ἀνάπαλιν ἐνδέχεται γενέσθαι τοὺς σπουδαίους καὶ σοφοὺς μεταπεσεῖν δυναμένους, τουτέστιν νοηθέντες καὶ τοῖς πάνυ προκόψασιν κατ' ἀρετὴν, τάραχον ἐμποιήσει καὶ κλόνον, ὡς τὸν ἐκ δέους τρόμον ἐπιλαβέσθαι αὐτῶν. Τούτῳ συνῳδὸν τὸ, «Ἐν τόποις ἀσεβῶν στέ-
Verse 5. The kings having come into the city, and having been "gathered together into the same place" into it, being perfected in the same mind and in the same judgement. And these kings are those who reigned according to God, such as was Abraham, to whom some said, though he did not reign in a sensible manner: "You are a king from God among us." These, seeing those who of old were sides of the north ascended to such a height as to be mountains of Sion, marvelled, being astounded at the change taking place in the rational nature. And whenever anyone sees earnest and wise men coming out of wicked ones, having marvelled at the change, he will consider that the reverse can also happen, that the earnest and wise are able to fall away; that is, being understood even by those who have greatly progressed in virtue, it will cause trouble and commotion, so that trembling from fear lays hold of them. In harmony with this is: "In the places of the ungodly