PG 39:1368Read from the page« Εὐοδίαν πάρεχε· » καὶ πρὸς τούτοις, « Βασίλευε τῶν βεβλημένων πόθῳ. » Ἡ δὲ αἰτία τοῦ βασιλεῦσαί σε τελειότης ἀρετῆς ἐστιν, οὐκ ἐν πράξει μόνῃ, ἀλλὰ καὶ γνώσει. Τὸ γὰρ « ἕνεκεν ἀληθείας καὶ πραΰτητος καὶ δικαιοσύνης, » τοῦτο σημαίνει· Βασίλευε γὰρ, φησὶν, ἕνεκα τοῦ γνωσθῆναι τὴν ἀλήθειαν, καὶ πραότητα, καὶ δικαιοσύνην κατορθωθῆναι τοῖς ὑπὸ τὴν σὴν ἀρχήν. « Καὶ ὁδηγήσει σε θαυμαστῶς ἡ δεξιά σου. » Ὁ κατὰ Θεὸν πάντα πράττων, ὑπὸ τῆς τῶν καλῶν πρακτικῆς δυνάμεως, δεξιᾶς οὔσης, θαυμαστῶς ὁδηγεῖται, ἡγεμονίᾳ αὐτῆς χρώμενος τῆς ἐπὶ τὸν Σωτῆρα ὁδοῦ· καὶ ὁ Σωτὴρ οὖν ἐπιτελῶν δεξιῶς παραδόξους δυνάμεις, ὑπὸ δεξιᾶς αὐτοῦ θαυμαστῶς ὁδηγεῖται.
'Grant a prosperous journey'; and besides these, 'Reign over those struck with longing.' And the cause of Thy reigning is perfection of virtue, not in action alone, but also in knowledge. For 'because of truth and meekness and righteousness' means this: Reign, it says, so that truth may be known, and meekness and righteousness may be established for those under Thy rule. 'And Thy right hand shall guide Thee marvellously.' He who does all things according to God is marvellously guided by the active power for good deeds, which is the right hand, using its leadership along the way to the Saviour; and the Saviour, therefore, accomplishing wondrous powers rightly, is marvellously guided by His own right hand.
Στ. ςʹ. Καὶ φαύλην στάσιν ἔχοντα τῷ ἐν κακοῖς ἱδρῦσθαι πληγέντα τούτοις τοῖς βέλεσιν, ὑποκάτω αὐτοῦ πεσεῖν, τουτέστιν ὑποταγῆναι αὐτῷ καὶ ὑπ' αὐτὸν γεγονέναι. Οἱ ἐχθροὶ τοῦ βασιλέως Χριστοῦ πάντες οἱ ἁμαρτάνοντες. Ὅταν οὖν ἐν τῇ καρδίᾳ τούτων τὰ προειρημένα βέλη γένηται, πίπτουσιν ἀπὸ τῆς ἔχθρας, τὸν Βασιλέα γονυπετοῦντες. Ἢ τάχα οἱ ἑστηκότες ἐν τῇ καρδίᾳ τῶν ἐχθρῶν τοῦ Βασιλέως κατὰ τὸ βούλημα τῆς ἔχθρας αὐτῶν βεβαιούμενοι, βληθέντες ὑπὸ τῶν βελῶν γενήσονται ὑπὸ Χριστὸν, τῇ καρδίᾳ τῶν ἐχθρῶν αὐτοῦ καταπεσόντες.
V. 6. And he who holds an evil stance by being settled in wicked things, when struck by these arrows, falls beneath Him, that is, becomes subject to Him and comes under Him. The enemies of the King Christ are all who sin. When, therefore, the aforesaid arrows come into their heart, they fall from their enmity, kneeling before the King. Or perhaps those who stand in the heart of the King's enemies, confirmed in the purpose of their enmity, when struck by the arrows shall come under Christ, having fallen down in the heart of His enemies.
Στ. ηʹ. Εἰ δὲ εἴη πρὸς τὸν μονογενῆ Υἱὸν τοῦ Θεοῦ ταῦτα, ὁ Υἱὸς τοῦ Θεοῦ μισήσας τὴν πρὸ τῆς ἐπιδημίας αὐτοῦ πολιτευομένην ἀνομίαν, ἀγαπήσας δὲ τὴν ἐκ τῆς παρουσίας αὐτοῦ φυομένην ἐκ πίστεως δικαιοσύνην, ἐπιδέδωκεν ἑαυτὸν εὐδοκίᾳ πατρικῇ ἄνθρωπος γενέσθαι, καὶ χρισθῆναι ἐλαίῳ ἀγαλλιάσεως, τουτέστιν τῷ ἁγίῳ Πνεύματι.
V. 8. And if these things be addressed to the only-begotten Son of God, the Son of God, having hated the lawlessness practised before His sojourn, and having loved the righteousness springing up from faith through His coming, gave Himself by the Father's good pleasure to become man, and to be anointed with the oil of gladness, that is, with the Holy Spirit.
Στ. ιʹ. Βασιλεῖς ἐνταῦθα ῥητέον τοὺς Χριστῷ συμβασιλεύοντας, ὧν αὐτὸς Βασιλεὺς βασιλευόντων. Τούτων θυγατέρες γεγόνασιν κατὰ διδασκαλίαν, ἃς παιδεύουσιν ψυχάς· μᾶλλον δὲ Ἐκκλησίας, αἵπερ θυγατέρες ἐν τιμῇ τοῦ ὑμνουμένου οὖσαι ηὔφραναν τὸν βασιλέα Χριστὸν « ἀπὸ βαρέων ἐλεφαντίνων. » Βάρεις δὲ ἐλεφαντίνας ἐρεῖς τὰς ὑψηλὰς θεολογίας· τὸ γὰρ ἐλεφάντινον ὀδοὺς τυγχάνων, λόγου σύμβολόν ἐστιν· φωνητικὰ γὰρ ὄργανα καὶ οἱ ὀδόντες· βάρεις εἰσὶν αἱ μεγάλαι οἰκίαι. Ἐπεὶ οὖν τὸν ἑαυτῶν λόγον οὕτως ἐμεγάλυναν ὡς οἶκον μέγιστον θεωριῶν τῶν περὶ Θεοῦ γενέσθαι αἱ πολλαὶ τῶν βασιλέων θυγατέρες, ἀπὸ τῶν προειρημένων βασιλέων ἐλεφαντίνων ηὔφραναν Χριστόν.
V. 10. Kings here must be said to be those who reign with Christ, of whom He Himself is King of kings. Their daughters by instruction have become the souls whom they educate; or rather the Churches, which, being daughters in the honour of Him Who is hymned, gladdened Christ the King 'from ivory palaces'. And by ivory palaces you will mean the lofty theologies; for ivory, being a tooth, is a symbol of speech, since teeth too are vocal organs; and palaces are great houses. Since, therefore, the many daughters of kings so magnified their own word as to become a very great house of contemplations concerning God, they gladdened Christ from the aforesaid ivory palaces [kings printed].
Στ. ιαʹ. Μεταβολὴ προσώπου εὐφραίνεται γενομένη. Θεὸς γάρ ἐστιν ὁ προσφωνῶν τῇ ἀπὸ ἐθνῶν Ἐκκλησίᾳ, ἣν καὶ θυγατέρα αὐτοῦ ὀνομάζει. Φησὶν γοῦν· Δεξαμένη τοὺς ἐμοὺς λόγους, ὦ θύγατερ, ἄκουσον καὶ ἴδε αὐτῶν τὴν διάνοιαν, ἐπιστήσασα αὐτοῖς. Ἔτι γὰρ μᾶλλον πλεῖον θελήσεις τὸ οὖς σου κλῖναι ἐπὶ τὸ πλειόνως αὐτὰ καὶ ἐξεργαστικώτερον ἀκοῦσαι καὶ ποιῆσαι· ἀκολουθήσει δέ σε λήθη τῶν ὁμοφύλων, μηκέτι θελησάσης σου τὰ αὐτὰ ἐκεῖνα περιστέλλειν ἔθη καὶ πάτρια· ἐπιλήσει δὲ καὶ τοῦ οἴκου τοῦ πατρός σου γεννήσαντός σε κατὰ κακίαν τοῦ διαβόλου.
V. 11. A change of person is welcomed with joy when it occurs. For it is God Who addresses the Church from the Gentiles, whom He also names His daughter. He says therefore: Having received my words, O daughter, hear and see their meaning, giving heed to them. For still more exceedingly wilt thou wish to incline thine ear to hear and do them more fully and more thoroughly; and forgetfulness of thy kindred shall follow thee, since thou wilt no longer wish to cherish those same customs and ancestral ways; and thou shalt forget also the house of thy father who begat thee in the wickedness of the devil.
Notes, col. 1368
On the reading
Printed βασιλέων, for βάρεων.
PG 39:1369Read from the pageΣτ. ιβʹ. Διὰ τοῦτό σε καλῶ, θύγατερ, φησὶ πρὸς αὐτὴν ὁ Θεὸς, ἐπὶ τῷ ποιῆσαι τὰ προστεταγμένα σοι· ἐπείπερ ὁ ἐμὸς Υἱὸς Βασιλεὺς ὢν ἐπεθύμησεν τοῦ ἐνυπάρχοντός σοι κάλλους κατ' εἰκόνα καὶ καθ' ὁμοίωσιν ἐμὴν γεγενημένης. Αὐτὸς δὲ οὗτος ὁ Βασιλεὺς ἐπιθυμῶν τοῦ κάλλους σου, οὐχ εἷς τῶν ὁμοτίμων σου τυγχάνει· αὐτὸς γάρ ἐστιν ὁ Κύριός σου· οὐ γὰρ ἄγγελος ἢ ἀρχάγγελος ἤ τις ἄλλος γενητὸς ὢν ὑπάρχει. Αὐτῷ γὰρ καὶ προσκυνοῦσι πάντες. Ἐπεὶ οὖν Θεοῦ τὸ προσκυνεῖσθαι, ἴσθι Θεὸν ὄντα τὸν Βασιλέα τὸν ἐπιθυμοῦντα τοῦ κάλλους σου· ὃς καὶ Κύριός σού ἐστιν.
V. 12. For this reason I call thee, daughter, says God to her, upon thy having done what was commanded thee; since My Son, being King, has desired the beauty that is in thee, who wast made according to My image and likeness. And this same King Who desires thy beauty is not one of thy peers; for He Himself is thy Lord, since He is not an angel or archangel or any other created being. For all worship Him too. Since, then, to be worshipped belongs to God, know that the King Who desires thy beauty is God, Who is also thy Lord.
Στ. ιγʹ. Πρὸς τούτοις ἴσθι ὅτι πολλὴν μεταβολὴν ἔσχες. Θυγάτηρ γὰρ Τύρου οὖσα δι' ἣν εἶχες δεισιδαιμονίαν, ἐμοῦ θυγάτηρ ἐχρημάτισας, ὡς λιτὰς τῷ προσώπῳ σου προσάγειν πάντας τοὺς πλουσίους τοῦ λαοῦ, ὅσοι πλουτοῦσιν κατὰ πίστιν καὶ τὴν τοῦ Εὐαγγελίου ἀλήθειαν, σοὶ προσέρχονται, τὸ πρόσωπόν σου λιτανεύοντες, διὰ τὸ σύζυγον τῷ Βασιλεῖ γεγονέναι. Ὡς γὰρ παλαιοὶ ἀπὸ τῶν ἐθνῶν τῇ κατὰ Θεὸν θεραπείᾳ προσερχόμενοι τῷ Ἰσραὴλ προσηλύτευον, τὸ πρόσωπον αὐτοῦ παρακαλοῦντες, οὕτως νῦν οἱ ἀπὸ τῶν Ἰουδαίων μετανοοῦντες προσφεύγουσιν τῇ τῶν ἐθνῶν Ἐκκλησίᾳ, ἀξιοῦντες ὑποδεχθῆναι παρ' αὐτῆς.
V. 13. Besides these things, know that thou hast undergone a great change. For though thou wast a daughter of Tyre because of the superstition thou hadst, thou hast been named My daughter, so that all the rich of the people bring supplications to thy face; as many as are rich in faith and the truth of the Gospel come to thee, entreating thy face, because thou hast become spouse to the King. For as of old those from the Gentiles who approached the worship of God became proselytes to Israel, entreating his face, so now those from the Jews who repent flee for refuge to the Church of the Gentiles, asking to be received by her.
Στ. ιδʹ. Πᾶσα ἡ δόξα τῆς θυγατρὸς βασιλέων Ἐσεβών. Ἐσεβὼν ἑρμηνεύεται λογισμοί. Ὁ βασιλεὺς δὲ τῶν λογισμῶν τῶν δικαίων ὄντων, ἐστὶν Κύριος· τῆς οὖν ὑμνουμένης θυγατρὸς Τύρου ἡ δόξα οὐκ ἄλλοθέν ἐστιν, ἢ ἀπὸ τοῦ βασιλέως τῶν λογισμῶν. Ἰστέον δὲ ὅτι πολλαχοῦ τῶν Γραφῶν ἀντὶ τῆς νοητῆς οὐσίας λαμβάνεται ὁ χρυσός. Ἐπεὶ οὖν ἐν τοῖς ἐνδύμασιν αὐτῆς τυγχανούσαις ἀρεταῖς συγκατύφανται καὶ ὁ περὶ τῶν νοητῶν λόγος, μάλιστα ὁ περὶ τῆς Τριάδος, κροσσωτὰ χρυσᾶ περιβέβληται, ὄντα πεποικιλμένα διὰ τὸ πολύτροπον καὶ πολυειδὲς τῆς Χριστοῦ διδασκαλίας.
V. 14. All the glory of the daughter of the kings of Esebon. Esebon is interpreted 'thoughts'. And the king of thoughts, when they are righteous, is the Lord; the glory, then, of the hymned daughter of Tyre is from nowhere else than from the king of thoughts. One must know that in many places of the Scriptures gold is taken for intelligible substance. Since, therefore, in her garments, which are virtues, there is also woven together the discourse concerning intelligible things, especially that concerning the Trinity, she is arrayed in golden fringes, variegated on account of the manifold and diverse character of Christ's teaching.
Στ. ιεʹ. Εἰ καὶ πολλαὶ ἀδιάφθοροι εἶεν ψυχαὶ ἃς παρθένους ἔθος καλεῖν, ἀλλ' οὐ πᾶσαι ἤδη ἀποφέρονται τῷ Βασιλεῖ, ἀλλ' αἱ πλησίον καὶ ἐγγὺς γενόμεναι τῇ διαθέσει τῆς τελείας νύμφης, οὗ δὲ καὶ τὸ « ἀπενεχθήσονται. » Αἱ γὰρ πεῖραν μὴ ἔχουσαι τοῦ νυμφίου Λόγου, οὐχ οἷαί τέ εἰσι δι' ἑαυτῶν πρὸς αὐτὸν ἰέναι. Ἄγουσι δ' αὐτὰς πρὸς αὐτὸν οἱ τὰ προπαιδεύματα αὐταῖς παραδιδόντες· εἰσὶν δὲ οὗτοι νόμος καὶ προφῆται. — Τῆς λέξεως ἀσάφειαν ἐχούσης, ἐξ ἄλλης τὴν διάνοιαν αὐτῆς ληψώμεθα. Ἐν τῷ Ἄσματι τῶν ᾀσμάτων τὰς διαφορὰς τῶν Χριστῷ προσερχομένων ψυχῶν ἑρμηνεύων ὁ λόγος φησίν· « Εἰσὶν βασίλισσαι, καὶ παλλακαὶ, καὶ νεανίδες ὧν οὐκ ἔστιν ἀριθμός· μία ἐστὶν περιστερά μου, τελεία μου. » Ὡς περὶ ταύτης εἰρῆσθαι, Εἴδοσαν αὐτὴν θυγατέρες καὶ μακαριοῦσιν αὐτὴν, βασίλισσαι καὶ παλλακαὶ, καὶ αἰνέσουσιν αὐτήν. Ἐξ ὧν δείκνυται ἄλλη
V. 15. Even if there be many incorrupt souls whom it is customary to call virgins, yet not all are already brought to the King, but those who have come close and near to the disposition of the perfect bride, where [where printed for well] also is the word 'they shall be brought'. For those who have no experience of the Bridegroom Word are not able of themselves to go to Him. Those who hand down the preliminary instructions to them lead them to Him; and these are the law and the prophets. — Since the expression has obscurity, let us take its meaning from another. In the Song of Songs, interpreting the differences among the souls approaching Christ, the word says: 'There are queens, and concubines, and maidens without number; one is my dove, my perfect one.' So that concerning her it is said, 'Daughters saw her and shall call her blessed, queens and concubines, and they shall praise her.' From which is shown another
Notes, col. 1369
PG 39:1372Read from the pageοὖσα παρὰ τὰς θυγατέρας αἳ εἴρηνται νεανίδες καὶ παλλακαὶ καὶ βασιλίδες. Δηλοῦται δὲ ἐκ τῶν λέξεων τούτων, ὡς ἄρα αἱ Χριστῷ προσερχόμεναι ψυχαὶ, αἱ μὲν οὔπω καιρὸν ἔχουσαι γάμου, νεανίδες εἰσὶν, αἱ δὲ συνελθοῦσαι αὐτῷ ἤδη ἀνακραθῆναι αὐταῖς· αἱ μὲν εὐγενίδες καὶ ὑπεραναβεβηκυῖαι τὸν ἐν ἓξ ἡμέραις γενόμενον κόσμον, ἑξήκοντά εἰσι βασίλισσαι· αἱ δὲ τὴν ὀκτοήμερον περιτομὴν λαβοῦσαι ἀκμὴν, τὸ τῆς δουλείας ἔχουσαι πνεῦμα, ὀγδοήκοντα παλλακίδες εἰσίν. Ἡ δὲ πάσας ὑπερέχουσα κατὰ τὸ πνεῦμα πεποιωμένη, ὥστ' εἶναι περιστερὰν, τελεία τοῦ Λόγου ἡ ἔνδοξος Ἐκκλησία ἐστὶν, ἣ μὴ ἔχουσα σπίλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων. Ταύτην τὴν Ἐκκλησίαν ὑμνῶν ὁ Ψαλμῳδὸς ἐν τοῖς πρὸ τούτου στίχοις, τὰ νῦν μετ' ἐκείνην φησὶν ἐνεχθήσεσθαι τῷ νυμφίῳ αὐτῆς Βασιλεῖ, τὰς πάλαι μὲν ὥραν συμβιώσεως οὐκ ἐχούσας, νῦν δὲ διὰ τὸ τετελειῶσθαι, προσαγομένας εἰς τὸν θάλαμον, ὅπως συγκαθευδήσασαι τῷ Βασιλεῖ ἀναληφθῶσιν εἰς τὸ μέλη γενέσθαι τῆς μιᾶς τελείας νύμφης, οὐκέτι ἄλλαι παρὰ ταύτης τυγχάνουσαι, ὡς ὅτε ἀτελεῖς ἦσαν.
besides the daughters who are called maidens and concubines and queens. It is made clear from these words that among the souls approaching Christ, those that do not yet have the season for marriage are maidens, while those that have come together with Him so as already to be mingled with them—those of noble birth who have risen above the world made in six days are sixty queens, and those that have just received the eighth-day circumcision, having the spirit of bondage, are eighty concubines. But she who surpasses all, qualified according to the Spirit so as to be a dove, is the glorious perfect Church of the Word, which has neither spot nor wrinkle nor any such thing. Hymning this Church in the preceding verses, the Psalmist says that those who of old did not have the season for wedded life, but now through having been perfected are brought into the bridal chamber, shall now be brought after her to her Bridegroom the King, so that, sleeping with the King, they may be taken up to become members of the one perfect bride, no longer being other than she, as when they were imperfect.
Στ. ιζʹ. Ἐπεὶ πρὸς Χριστὸν λέγεται σχεδὸν τὰ πάντα τοῦ ψαλμοῦ, καὶ οὗτος ὁ στίχος λέγοι, Ἀντὶ ὧν εἶχες κατὰ σάρκα πατέρων, τουτέστι τῶν ἐκ περιτομῆς, ἐγενήθησάν σοι ἐκ τοῦ αὐτοῦ γένους υἱοὶ, προσηκάμενοι τὸν εὐαγγελικὸν λόγον· τούτους δὲ καὶ κατέστησας ἄρχοντας ἐπὶ πᾶσαν τὴν γῆν, φάσκων αὐτοῖς· « Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη. »
V. 17. Since nearly all things in the psalm are spoken to Christ, this verse also would say: Instead of the fathers whom Thou hadst according to the flesh, that is, those of the circumcision, there have been born to Thee sons from the same race, who have welcomed the evangelical word; and these Thou hast also appointed rulers over all the earth, saying to them: 'Go, make disciples of all nations.'
Στ. ιηʹ. Διὰ τοῦτο λαοὶ εὐχαριστικῶς ἐξομολογήσονται, οὐχ ἐφ' ἕνα ἢ δεύτερον αἰῶνα, ἀλλὰ καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· τὴν γὰρ ἐφ' ἁμαρτίαις ἐξομολόγησιν οὐ τὸν αἰῶνα τοῦ αἰῶνος αὕτη γίνεται, μόνον γὰρ ἐν τούτῳ τῷ αἰῶνι μετανοεῖν ἐξομολογεῖσθαι οἷόντε. Εἰ δὲ « μνησθήσονται » ἔχει καθ' ἑτέραν Γραφὴν, ἀντὶ τοῦ, Οἱ πρὸς σοῦ ἄρχειν κεχειροτονημένοι, « τοῦ ὀνόματός σου μνησθήσονται ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ, » τῷ εἰς πάντας τοὺς αἰῶνας παρατείνειν σου τὴν βασιλείαν.
V. 18. Therefore peoples shall give thanks with gratitude, not for one or a second age, but even unto the age of the age; for confession for sins does not take place unto the age of the age, since only in this age is it possible to repent and confess. And if it has 'they shall remember' according to another Scripture, instead of that: Those appointed by Thee to rule 'shall make mention of Thy name in every generation and generation', because Thy kingdom extends unto all the ages.
Στ. αʹ. Ἔθος τὰ ἀσαφῶς λεγόμενα δι' οἰκονομίαν τινὰ κρύφια καλεῖν. Κατὰ τοῦτο γὰρ καὶ ἡ τοῦ Θεοῦ σοφία ἐν μυστηρίῳ ἀποκεκρυμμένη ἐστίν· οὕτω καὶ οἱ θησαυροὶ τῆς σοφίας καὶ γνώσεως ἀπόκρυφοι εἴρηνται. Ἔστιν οὖν καὶ τούτων τῶν κρυφίων τέλος οἱονεὶ σκοπὸς, ἤτοι τὸ λαθεῖν τοὺς ἀναξίους τὴν τῶν θείων γνῶσιν, ἢ οἱ λαοὶ πόθον ἔχοντες καταλήψεως τῆς θείας γνώσεως, πόνοις καὶ ἀσκήσεσιν ἐπιδόντες ἑαυτοὺς τύχωσι τοῦ σκοποῦ.
V. 1. It is customary to call things spoken obscurely for a certain dispensation 'hidden'. In this way the wisdom of God also is hidden in a mystery; thus too the treasures of wisdom and knowledge are called hidden. Therefore the end—as it were the aim—of these hidden things is either that the knowledge of divine things may escape the unworthy, or that the peoples who have a longing for the apprehension of divine knowledge, giving themselves to labours and ascetic exercises, may attain the aim.
Στ. βʹ. Οὐ πάντων ἐστὶν ὁ Θεὸς καταφυγὴ, μόνον δὲ τῶν ἀποταξαμένων ταῖς ἀνθρωπίναις ἐπικουρίαις· τούτων γὰρ ἀσφάλεια γίνεται καὶ δύναμις, τὸ μετέχειν αὐτοῦ κατὰ τὸν Ἀπόστολον εἰρηκότα, « Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ· » τὸ δὲ, « ταῖς εὑρούσαις ἡμᾶς σφόδρα, » ἢ πρὸς τὸ « βοηθὸς » ἀποδοτέον, ἢ πρὸς τὸ « θλίψεσιν. »
V. 2. God is not the refuge of all, but only of those who have renounced human aids; for their safety and strength come from partaking of Him, according to the Apostle who said, 'I can do all things in Christ Who strengtheneth me'; and the phrase 'which have found us exceedingly' must be referred either to 'helper' or to 'afflictions'.
Notes, col. 1372
On the reading
Printed οὐχ ἐφ', for οὐκ ἐφ'.
PG 39:1373Read from the pageΣτ. γʹ. Ὄρη μετατιθέμενα ἐν καρδίαις θαλασσῶν, οὐ τὰ αἰσθητὰ τυγχάνοντα μέρη γῆς ἡγητέον, ἀλλὰ πονηρὰς δυνάμεις μετατιθεμένας εἰς τὰς τεταραγμένας ὑπὸ τρικυμιῶν παθῶν ψυχὰς, ἔνθα ἁλμυρόν τι καὶ πικρότης ἠθῶν. Ἀμέλει καὶ ὁ Σωτὴρ πρὸς τοὺς μαθητὰς, « Ἐὰν ἔχητε, » ἔφη, « πίστιν ὡσεὶ κόκκον σινάπεως, » οὐ μόνον τὸ τῆς συκῆς ποιήσεται, ἀλλὰ « κἂν τῷ ὄρει τούτῳ εἴπητε, ἄρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν, οὐδὲν ἀδυνατήσει ὑμῖν. » Δεικνύμενον δὲ ὄρος ὑπὸ τοῦ Σωτῆρος, οὐκ ἄλλο τῆς ἀντικειμένης δυνάμεως· καὶ γὰρ περὶ τοῦ κινοῦντος τὸν σεληνιασμὸν δαίμονος πάλιν εἶπεν· « Ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ μεταβῆναι ἐντεῦθεν ἐκεῖ. » Ἔοικε δὲ τὴν τελειοτάτην πίστιν κόκκῳ σινάπεως παραβάλλειν. Καὶ γὰρ ὁ Ἀπόστολος· « Ἐὰν ἔχω, » φησὶν, « πᾶσαν τὴν πίστιν ὥστε ὄρη μεθιστάνειν. »
V. 3. Mountains removed into the hearts of the seas must be deemed not the perceptible parts of the earth, but wicked powers removed into souls troubled by tempests of passions, where there is a certain saltiness and bitterness of character. Indeed, the Saviour also said to the disciples, 'If ye have faith as a grain of mustard seed,' not only will it do that of the fig tree, but 'even if ye say to this mountain, Be thou taken up and cast into the sea, nothing shall be impossible unto you.' Now the mountain pointed out by the Saviour is none other than the opposing power; for concerning the demon that stirs up lunacy He said again: 'If ye have faith as a grain of mustard seed, ye shall say to this mountain, Remove hence to yonder place.' And He seems to compare the most perfect faith to a grain of mustard seed; for the Apostle too says, 'If I have all faith, so as to remove mountains.'
Στ. δʹ. Τῇ Χριστοῦ κραταιότητι ἐταράχθη τὰ πονηρὰ πνεύματα ψυχῶν καὶ σωμάτων τῶν προκατεσχημένων ἐλαυνόμενα· μέγα γὰρ ἐφ' ἑαυτοῖς τὰ ὄρη ταῦτα φρονοῦντες, ἐξαπιναίως ἰδόντα τὸν μετ' ἐξουσίας ἐλαύνοντα ἐνέπεσον εἰς ταραχήν.
V. 4. By the might of Christ the wicked spirits were troubled, being driven out from the souls and bodies previously possessed by them; for these mountains, thinking highly of themselves, suddenly seeing Him Who drives them out with authority, fell into turmoil.
Στ. εʹ. Πόλιν Θεοῦ ἤτοι τὴν Ἐκκλησίαν, ἢ τὴν Ἰερουσαλὴμ τὴν ἐπουράνιον νομιστέον λέγεσθαι. Ταύτην τὴν ἑκατέρως χρηματίζουσαν πόλιν Θεοῦ εὐφραίνουσιν τὰ ὁρμήματα τοῦ ποταμοῦ· ποταμὸς δέ ἐστιν ὁ τοῦ Θεοῦ Λόγος, ὁ ἐξ Ἐδὲμ τῆς θείας τρυφῆς ἐκπορευόμενος, καὶ πάντα τὸν πνευματικὸν παράδεισον ἐπαρδόμενος, καὶ πάντας καλῶν πρὸς ἑαυτόν· « Εἴ τις διψᾷ ἐρχέσθω πρὸς μὲ καὶ πινέτω. » Ὁρμήματα δ' αὐτοῦ αἱ κατὰ μέρος διδασκαλίαι, ἢ ἔννοιαι ἃς ὑποβάλλει τῇ ψυχῇ.
V. 5. By the city of God we must suppose is meant either the Church or the heavenly Jerusalem. This city of God, designated in either way, the rushings of the river gladden; and the river is the Word of God, Who proceeds out of Eden of divine delight, watering all the spiritual paradise, and calling all to Himself: 'If any man thirst, let him come unto Me and drink.' And His rushings are the particular teachings, or thoughts which He suggests to the soul.
Διδύμου καὶ Βασιλείου — Σκήνωμα δὲ τοῦ Ὑψίστου νοήσεις καὶ τὴν διὰ σαρκὸς ἐπιφάνειαν τοῦ Θεοῦ. Συνῳδὸν τούτῳ τό· « Γεννώμενον ἅγιον κληθήσεται Υἱὸς Θεοῦ. » Δίδωσι δὲ τῇ πόλει τὴν βοήθειαν ἐν ταῖς πρώταις ἀνατολαῖς τοῦ φωτὸς τοῦ ἡλίου τῆς δικαιοσύνης ἡμέραν ἐμποιοῦντος τῷ δεξαμένῳ, καὶ τῆς νυκτὸς τῆς ἀγνωσίας αὐτὸν ἀπαλλάττοντος. « Ἡ νὺξ γὰρ προέκοψε, φησὶν, ἡ δὲ ἡμέρα ἤγγικεν. » Ἢ τάχα ἐπειδὴ ὄρθρου βαθέος ἡ ἀνάστασις ἦν, αὐτὴν καλεῖ τὴν βοήθειαν. — Ὁ Ὕψιστος κατ' οὐσίαν ἅγιος ὑπάρχων, μεταδοτικὸς ἁγιότητός ἐστιν· ὅθεν ἁγιάζει πάντας τοὺς ἐν οἷς κατασκηνοῖ, σκήνωμα αὐτοῦ καλουμένους. Δύναται δὲ καὶ ὃ ἀνέλαβεν σῶμα ἐκ τῆς Παρθένου, σκήνωμα αὐτοῦ τυγχάνον ἁγιάζειν ἐν αὐτῷ γεγενημένου.
Of Didymus and Basil — You will understand the tabernacle of the Most High to be also the manifestation of God through the flesh. In harmony with this is the saying: 'That holy thing which is born shall be called the Son of God.' And He gives help to the city at the first risings of the light of the Sun of righteousness, producing day for him who receives Him and delivering him from the night of ignorance. 'For the night,' he says, 'is far spent, and the day is at hand.' Or perhaps, since the resurrection was at deep dawn, he calls that the help. — The Most High, being holy in essence, is a giver of holiness; whence He sanctifies all those in whom He tabernacles, who are called His tabernacle. And the body which He assumed from the Virgin, being His tabernacle, can also sanctify, since He has come to be in it.
Διδύμου καὶ Κυρίλλου. Στ. ςʹ. — Ἑτέρα δ' ἐστὶν Γραφὴ ἡ λέγουσα· « Βοηθήσει αὐτῇ ὁ Θεὸς τῷ προσώπῳ. » Σώζει γὰρ αὐτῆς τὸ κάλλος ἄτρωτόν τε καὶ ἀπαράφθορον, τὸ νοητὸν δηλονότι ὅτ' ἂν ταραχὴν δέξηται ἀπὸ τῶν ἀντικειμένων. Ἕως μὲν γὰρ ἀδιάβλητον ἔχει τὴν πίστιν ἐν ἑαυτῇ ψυχὴ, καὶ τοὺς ἐξ ἁπάσης ἀρετῆς ὡραϊσμοὺς ἑαυτῇ περιτίθησιν, κάλλος ἔχει τὸ νοητὸν, ᾧ καὶ αὐτὸς ἐπιγάννυται Χριστός. Παρενεχθεῖσά γε μὴν τοῦ εἰδεχθὲς εἰκότος παραχρῆμα καὶ
Of Didymus and Cyril. V. 6. — And there is another Scripture which says: 'God shall help her with His countenance.' For He preserves her beauty unwounded and uncorrupted—namely, her intelligible beauty—whenever she receives disturbance from the adversaries. For as long as a soul holds faith blameless within herself and arrays herself with the adornments of every virtue, she has the intelligible beauty in which Christ Himself also delights. Yet when she is carried aside into ugliness, straightway and fittingly [she becomes]
Notes, col. 1373
On the reading
Printed εἰκότος, for εἰκότως.
PG 39:1376Read from the pageἀτερπὲς ἔχει. Ἀλλ' οὐ πείσεται τοῦτο, φησὶν, ἡ Ἐκκλησία· σώζει γὰρ αὐτῆς τὸ κάλλος. «Ὁ Θεὸς ἐν μέσῳ αὐτῆς μὴ σαλευόμενος» διὰ τὴν προσοῦσαν αὐτῇ ἀναμαρτησίαν. Σαλεύεται γὰρ ἀπὸ τῶν ἁμαρτανόντων· ὅθεν καὶ τῷ Ἀδὰμ μετὰ τὸ ἁμαρτεῖν περιπατῶν εὑρίσκεται· καὶ ἐν τῷ Ζαχαρίᾳ φησίν· «Πορεύσεται ἐν σάλῳ ἀπειλῆς ὁ Κύριος.»
unpleasing. But the Church, he says, will not suffer this; for her beauty saves her. "God is in the midst of her, unshaken" on account of the sinlessness that belongs to her. For He is shaken by those who sin; whence also He is found walking for Adam after his sin, and in Zechariah he says: "The Lord will go forth in the tossing of threat."
Στ. ζʹ. Ἔθνη τὰ στίφη τῶν κατ' αὐτῆς στρατευομένων δαιμόνων ὀνομάζει. Ὅτ' ἂν οὖν ταῦτα θεάσωνται τοῦ Σωτῆρος τὴν ἔνσαρκον ἐπιφάνειαν, ταράττονται κατὰ τῆς αὐτοῦ Ἐκκλησίας, ἢ καὶ δέους πληροῦνται. Τηνικαῦτα δὲ ἀκολουθήσει καὶ τὸ κλιθῆναι τὰς ψεκτὰς βασιλείας καθ' ἃς ἐβασίλευσεν ὁ θάνατος καὶ ἡ ἁμαρτία. Εἰ δὲ καὶ βασιλείαν λέγοις τοὺς βασιλευομένους, ἐκλήθησαν καὶ οὗτοι ἐκ πλάνης εἰς ἐπίγνωσιν ἀληθείας, καὶ ἐκ κακίας εἰς ἀρετὴν ῥέψαντες· τοῦ γὰρ Θεοῦ σιωπῶντος, βεβαιότητα καὶ στάσιν ἔχειν δοκεῖ τὰ γήϊνα καὶ ὑλικὰ πράγματα κλονούμενα Θεοῦ φωνὴν δεδωκότος. Ὅτ' ἂν γὰρ ὁ Θεὸς ἐμβοήσῃ τῇ διανοίᾳ, εὐθὺς μετακινεῖται ταύτης πᾶν εἴ τι γεῶδες· Θεοῦ τὴν κατὰ τὸ Εὐαγγέλιον φωνὴν δεδωκότος, «ἡ γῆ σεσάλευται,» μετατιθεμένων ἁπάντων τῶν ἐπ' αὐτῆς ἐθῶν νομίμων, πατρίων χρηστηρίων, καὶ εἴ τι ἕτερον τῆς δυσσεβοῦς ἀπάτης ταραττόμενον τῶν ἐθνῶν καὶ κλινουσῶν τῶν βασιλειῶν τῆς γῆς σαλευομένης. Ἡμεῖς θαῤῥοῦμεν μεθ' ἑαυτῶν ἔχοντες τὸν τῶν δυνάμεων Κύριον ἀντιλαμβανόμενον ἡμῶν τὸν Θεὸν Ἰακώβ. Ὥσπερ δὲ ὁ ποιῶν τὰ ἔργα τοῦ Ἀβραὰμ τέκνον αὐτοῦ ἐστιν, οὕτως ὁ τὴν ἄσκησιν τοῦ Ἰακὼβ μιμούμενος τυγχάνει υἱὸς αὐτοῦ, ἀντίληψιν ἔχων παρὰ τοῦ Θεοῦ Ἰακώβ.
Verse 7. He names "nations" the bands of demons warring against her. Whenever, therefore, these behold the incarnate manifestation of the Saviour, they are troubled against His Church, or are even filled with fear. Then will follow also the bowing down of the blameworthy kingdoms over which death and sin reigned. And if you also call "kingdom" those who are ruled as subjects, these too were called out of error to the knowledge of truth, having turned from wickedness to virtue; for while God is silent, earthly and material things seem to have firmness and stability, which are shaken when God has given His voice. For whenever God cries aloud to the mind, straightway whatever is earthly in it is moved; when God has given His voice according to the Gospel, "the earth has been shaken," all the lawful customs upon it, ancestral oracles, and whatever else belongs to impious deceit being changed, while the nations are troubled and the kingdoms bow down as the earth is shaken. We are of good courage, having with us the Lord of hosts, the God of Jacob, helping us. And just as he who does the works of Abraham is his child, so he who imitates the ascetic discipline of Jacob becomes his son, having help from the God of Jacob.
Στ. θʹ. Καλεῖ δὲ τὸ Πνεῦμα τὸ ἅγιον ἐπὶ τὴν τούτων κατανόησιν τοὺς ὀξὺ καθορῶντας διὰ τοῦ «δεῦτε,» συνεγγίζειν αὐτούς· διὰ δὲ τοῦ «ἴδετε,» ἀτενίζειν τῇ ἀληθείᾳ παρασκευάζων. — Ἐπλήρωσαν δὲ καὶ τεράτων τὴν οἰκουμένην οἱ ἀπόστολοι πανταχῇ διατρέχοντες, τά τε δι' αὐτοῦ γεγονότα διηγούμενοι, καὶ ἐν ὀνόματι αὐτοῦ θαυματουργοῦντες. Δύναται καὶ καλεῖν ὁ λόγος τὰ ἔθνη ἐκ τῶν ὁρωμένων περὶ τὴν κτίσιν θαυμάτων τὸν ταύτης ἐπιγνῶναι δημιουργόν.
Verse 9. And the Holy Spirit calls to the understanding of these things those who see sharply through "come," bringing them near; and through "behold," preparing them to gaze intently upon the truth. — And the apostles also filled the inhabited world with wonders, running everywhere, recounting the things done through Him, and working miracles in His name. The word can also call the nations from the wonders seen around creation to recognize its Creator.
Στ. ιʹ. Ἐλθὼν καὶ καταλύσας διάβολον τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, καὶ τὰς ἄλλας πονηρὰς δυνάμεις, «ἀντανεῖλεν πολέμους ἕως τῶν περάτων τῆς γῆς,» τουτέστιν τῶν περασάντων ἀπὸ τῶν γηΐνων. «Συντρίβων τὸ τόξον,» ἀφ' οὗ ἡφίετο τὰ πεπυρωμένα τοῦ πονηροῦ βέλη· ἀλλὰ καὶ πυρὶ κατακαύσει τὸν θυρεὸν τῆς ἀπιστίας ἐναντίως ἔχοντα τῷ θυρεῷ τῆς πίστεως.
Verse 10. Having come and destroyed the devil who has the power of death, and the other evil powers, "He took away wars even to the ends of the earth," that is, of those who have crossed over from earthly things. "Breaking the bow," from which were shot the fiery darts of the evil one; and He will also burn with fire the shield of unbelief, which stands opposed to the shield of faith.
Στ. βʹ. Ἐπεὶ αἱ χεῖρες ἀντὶ τῶν πράξεων πολλάκις εἴρηνται, ἔπραττε δὲ τὰ ἔθνη διάφορα κατὰ τὰ ποικίλα πάτρια πρὸ τῆς ἐπιδημίας, ὁ Σωτὴρ εἰς ἀνθρώπους φοιτήσας προστάττει κρότον γενέσθαι, τουτέστιν συμφωνίαν τῶν πρακτικῶν δυνάμεων τῶν ἐθνῶν τροπικῶς χειρῶν ὀνομαζομένων. — Οὐ μόνον ἀπαρκεῖ πρὸς σωτηρίαν πράξεως συμφωνία, εἰ μὴ
Verse 2. Since "hands" are often spoken of instead of deeds, and the nations used to do different things according to their varied ancestral customs before the advent, the Saviour, having visited men, commands a clapping to take place, that is, a harmony of the practical faculties of the nations, which are figuratively named hands. — Not only does harmony of action suffice for salvation, unless
PG 39:1377Read from the pageκαὶ φρόνημα ὀρθὸν σὺν τούτοις εἴη· διὸ καὶ ἀλαλάζειν ἐν φωνῇ ἀγαλλιάσεως μετὰ τοῦ κρότου προστάττει τοῖς ἔθνεσιν. — Οὐκ ἀμφίβολον εἰ τῶν ὑπερκειμένων βασιλεύει. Περὶ τῆς γῆς δὲ ἀμφιβαλλόντων τινῶν, εἰ καὶ αὐτῆς κρατεῖ, λέγεται προκείμενος στίχος, καὶ μάλιστα διὰ τοὺς περιγράφοντας τὴν πρόνοιαν μέχρι τῆς σεληνιακῆς σφαίρας, οὐ βουλομένους τὰ ἐπὶ γῆν ὑπὸ πρόνοιαν εἶναι.
a right mindset also be with them; wherefore He also commands the nations to shout in a voice of exultation along with the clapping. — It is not doubtful whether He reigns over the things above. But since some doubt concerning the earth, whether He rules over it also, the present verse is spoken, and especially on account of those who circumscribe providence as far as the lunar sphere, not wishing earthly things to be under providence.
Στ. γʹ. Ἔστιν δὲ φοβερὸς καὶ τῷ σεβάσμιος εἶναι, ὡς εὐλάβειαν εἰς αὐτοὺς ἔχειν τοὺς ἐννοοῦντας αὐτόν.
Verse 3. And He is fearful also by being venerable, so that those who contemplate Him have reverence towards themselves.
Στ. δʹ. Νοήσεις δὲ καὶ οὕτως· ὑπέταξεν τοῖς ἁγίοις ἀποστόλοις τοὺς ἐκ περιτομῆς λαοὺς, καὶ τὰ ἔθνη ὑπὸ τοὺς πόδας αὐτῶν, πάντων ἀνθρώπων ἄρχοντας καὶ διδασκάλους χειροτονήσας αὐτούς.
Verse 4. You will understand it thus also: He subjected to the holy apostles the peoples of the circumcision, and the nations under their feet, having appointed them rulers and teachers of all men.
Στ. εʹ. Ἐκλεξάμενος τὴν κληρονομίαν αὐτοῦ, οὐχ ἑτέραν οὖσαν τοῦ Ἰσραὴλ καὶ τοῦ Ἰακὼβ τὴν ἐκλογὴν, ἣν αὐτὸς ἐκλεξάμενος ἠγάπησεν. Ἰακὼβ δὲ τὸν πάντα λαὸν τῶν Ἑβραίων φησίν· ἐκ τούτου γνωρίζεται τὸ ἀπροσωπόληπτον τοῦ Θεοῦ, τὴν καλλονὴν οὐκ ἄλλο τι τοῦ Ἰακὼβ ἀγαπήσαντος. Ἐν παντὶ γὰρ ἔθνει ὁ φοβούμενος αὐτὸν καὶ ἐργαζόμενος δικαιοσύνην, δεκτὸς αὐτῷ ἐστιν.
Verse 5. Having chosen His inheritance, which is no other than the election of Israel and of Jacob, whom He Himself chose and loved. And by Jacob he means the whole people of the Hebrews; from this is recognized the impartiality of God, Who loved the beauty of Jacob and nothing else. For in every nation he who fears Him and works righteousness is acceptable to Him.
Στ. ςʹ. Φωνὴ δὲ ἄσημος καταπεσόντων πολεμίων ὁ «ἀλαλαγμὸς,» ἐν ᾧ ἄνεισιν αὐτός. Ἀναβαίνει δὲ ὑπεράνω τῆς νοήσεως ἡμῶν εὑρισκόμενος. Ἔοικεν τὴν μεγαλοφωνίαν καὶ τὸ διάφορον τῶν δογμάτων φωνῇ σάλπιγγος ὀνομάζεσθαι· ἐπὶ γὰρ τοῦ φανεροῦ καὶ ἐν τῷ Εὐαγγελίῳ σάλπιγξ λαμβάνεται, ὡς ἐν τῷ λέγειν· «Σὺ δὲ ποιῶν ἐλεημοσύνην, μὴ σαλπίσῃς ἔμπροσθέν σου,» ὃ ἐστιν, μὴ φανερώσῃς.
Verse 6. And the "shout," in which He Himself goes up, is an indistinct cry of fallen enemies. And He ascends, being found above our understanding. It seems that loudness of voice and the variety of doctrines are called the sound of a trumpet; for in the Gospel also a trumpet is taken for what is open, as in saying: "When you give alms, do not sound a trumpet before you," that is, do not make a show.
Στ. ζʹ. Τὸν ψάλλοντα δεῖ καὶ νόησιν τῶν προφερομένων ἐν τῇ ᾠδῇ ἔχειν· οὐ γὰρ περὶ τὴν κλάσιν καὶ τὸ μέλος τῆς φωνῆς καταγίνεσθαι προηγουμένως δεῖ, ἀλλὰ συνεῖναι τὰ ψαλλόμενα. Τοὺς γὰρ μὴ οὕτω ψάλλοντας, ἀλλὰ μόνον ἦχον ἀποτελοῦντας παραιτεῖται Θεὸς λέγων· «Μετάστησον ἀπ' ἐμοῦ ἦχον ᾠδῶν σου, καὶ ψαλμὸν ὀργάνων σου οὐκ ἀκούσομαι.» Ψάλλει δὲ συνετῶς ὁ πράττων κατὰ τὰ θεῖα παιδεύματα, καὶ νοῶν αὐτά.
Verse 7. He who sings psalms must also have understanding of the things uttered in the song; for one ought not to be occupied primarily with the modulation and melody of the voice, but to comprehend what is being sung. For those who do not sing thus, but merely produce a sound, God rejects, saying: "Remove from Me the sound of your songs, and the psalm of your instruments I will not hear." And he sings with understanding who acts according to the divine teachings and understands them.
Στ. ιʹ. Οἱ τῶν λαῶν ἄρχοντες, ἢ οἱ ἀπόστολοι, ἢ οἱ ἡγούμενοι τῶν Ἐκκλησιῶν, εἰσὶ συναγόμενοι μετὰ τοῦ Ἀβραὰμ, ἵνα προσάγωσιν τοὺς πρὸς αὐτῶν ὠφελουμένους λαούς· καὶ γὰρ αὐτῶν Θεός ἐστιν τέκνων γενομένων τοῦ Ἀβραάμ. Ἐπίστησον δὲ εἰ ἄρχοντες τῶν λαῶν εἶναι δύνανται ἄγγελοι περὶ ὧν εἴρηται· «Ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων Θεοῦ.» Οἵτινες καὶ συνάγονται μετὰ τοῦ Θεοῦ Ἀβραὰμ, ἐπεὶ διὰ πίστεως υἱοποιήθησαν τῷ Ἀβραὰμ αἱ μερίδες ὧν τυγχάνουσιν ἄρχοντες. «Κραταιοὶ τῆς γῆς,» οἱ ἐξ αὐτῶν ὀρθῶς πολιτευσάμενοι, ἐπαιρόμενοι τῷ ἄνω φρονεῖν, τῷ τὰ ἄνω ζητεῖν. Οὗτοι γὰρ σφόδρα ἐπαρθέντες γνώσει θείᾳ, καὶ ἀρετῇ μετεωριζόμενοι, τοῦ Θεοῦ γεγένηνται· οἱ γὰρ κραταιοὶ τῆς γῆς, τοῦ Θεοῦ κτῆμα γεγενημένοι, ἐπήρθησαν.
Verse 10. The rulers of the peoples, either the apostles or the leaders of the Churches, are gathered together with Abraham, that they may bring forward the peoples benefited by them; for He is the God of them also, since they have become children of Abraham. Consider also whether the "rulers of the peoples" can be angels, concerning whom it is said: "He set the boundaries of the nations according to the number of the angels of God." These also are gathered together with the God of Abraham, since by faith the portions of which they are rulers have been adopted as sons to Abraham. "The mighty of the earth" are those among them who have lived rightly, being lifted up by minding the things above, by seeking the things above. For these, having been greatly exalted by divine knowledge and raised on high by virtue, have become God's; for the mighty of the earth, having become God's possession, have been exalted.