Migne Reading Room

PG 39 · cols. 1320–1329 · Read from the page

from the Catenae

from the Catenae

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 39:1320Read from the page
ἔχει, συνέσεως χρεία τῷ ἐντυγχάνοντι, ἵνα συνιέναι δυνηθῇ ἕκαστα τῶν ἀσαφῶς εἰρημένων.
has, there is need of understanding for the reader, so that he may be able to understand each of the things spoken obscurely.
Στ. βʹ. Ὁ ἀναμάρτητος, οὐχ ἁπλῶς ἄνθρωπος, ἀλλ' « ἀνήρ, » διὰ τὴν τελειότητα λέγεται. Οὕτω γοῦν « ὁ Θεὸς οὐ λογίζεται ἁμαρτίαν, » ἤτοι τῷ ἀφίεσθαι αὐτὴν, ἢ τῷ μηδ' ὅλως γεγονέναι. Ἁρμόσει γὰρ τοῦτο μάλιστα τῷ Χριστῷ κατὰ τὴν οἰκονομίαν· καὶ τό, « Οὐκ ἔστιν ἐν τῷ στόματι αὐτοῦ δόλος, » ὁμοίως ἐκδεκτέον, ἢ τὸ ἀποβεβληκέναι, ἢ τὸ μὴ ἐσχηκέναι δόλον· οὐκ ἔστιν δὲ δόλος ἐν στόματι τοῦ λόγον ἀληθῆ καὶ ἀκατάγνωστον ἔχοντος.
Verse 2. He who is without sin is called not simply "human being," but "man," on account of perfection. Thus, then, "God does not reckon sin," either because it is forgiven, or because it has not happened at all. For this will befit Christ most of all according to the dispensation; and the saying, "There is no guile in His mouth," is to be taken in the same way, either as having cast off guile or as never having had it; and there is no guile in the mouth of him who has a true and blameless word.
Στ. γʹ. Ἀπὸ τοῦ ἀληθινοῦ φωτὸς καταυγαζόμενος ἐν ἡμέρᾳ διῆγον, καὶ ἐν ὅλῃ ταύτῃ ἔκραζον ὑμνῶν εὐχόμενος. Ἐπεὶ οὖν ἀπὸ ταύτης τῆς κραυγῆς ἐξ ἀπροσεξίας ἐσίγησα, ἐπαλαιώθη τὰ ἰσχυρὰ καὶ τὰ εὔτονα τῶν δογμάτων, ὀστᾶ μου ὀνομαζόμενα. Σημαίνει δὲ τὴν μετάπτωσιν τοῦ τοιαῦτα λέγοντος, τῷ πεπαλαιῶσθαι, καὶ μὴ φύσει παλαιὰ εἶναι τὰ ὀστᾶ αὐτοῦ.
Verse 3. Illumined by the true light I lived in the day, and throughout all of it I cried out, singing hymns and praying. Since, therefore, from this crying out I fell silent through negligence, the strong and vigorous [elements] of the doctrines, called my bones, grew old. And he signifies the change of the one saying such things, in that his bones had grown old, and were not old by nature.
Ταῖς ἀνομίαις ταῖς χωρὶς νόμου τὰς διὰ νόμου παραβάσεως ἁμαρτίας ἀντιδιέστειλεν· ἀλλ' αἱ μὲν ἀνομίαι ἀφίενται· χωρὶς γὰρ οὖσαι νόμου, συγγνώμης τυγχάνουσιν· αἱ δὲ ἁμαρτίαι παντὶ μὲν οὖν ἀφίενται, ἐξ ἀγάπης δὲ μόνον ἐπισκιάζονται· ἀγάπη γὰρ καλύπτει πλῆθος ἁμαρτιῶν, ὅταν παρακούσαντες τοῦ νόμου ὕστερον μετανοήσωσιν. Ἐπεὶ τοίνυν διὰ λουτροῦ μὲν ἡ ἄφεσις, διὰ δὲ μετανοίας ἐπικάλυψις, ἀμφότερα περιέλαβεν. Τινὲς δὲ τὴν μὲν ἄφεσιν ἐπὶ τῶν ἐθνικῶν φασιν, τήν γε μὴν ἐπικάλυψιν ἐπὶ τῶν ἐκ περιτομῆς πιστευσάντων.
From lawlessnesses without law he distinguished sins committed through transgression of the law; but the lawlessnesses are forgiven; for being without law, they obtain pardon; while the sins are indeed forgiven to everyone, yet are overshadowed only out of love; for love covers a multitude of sins, when those who disobeyed the law afterwards repent. Since, therefore, remission is through the laver, and covering over is through repentance, he included both. And some say that remission refers to the Gentiles, whereas covering over refers to those from the circumcision who believed.
Στ. δʹ. Καὶ ἐν τοῖς προάγουσιν εἴρηται, ὡς ἐν πολλοῖς τόποις τῆς Γραφῆς ἡ κολαστικὴ τοῦ Θεοῦ δύναμις χεὶρ αὐτοῦ ὀνομάζεται. Ταύτην οὖν βαρέως ἐπικεῖσθαι αὐτῷ ἡμέρας καὶ νυκτὸς, τουτέστιν συνεχῶς, λέγει, διὰ τὴν ἐπὶ τὸ χεῖρον μεταβολήν· τὰς βιωτικὰς μέν τοι μερίμνας ἡδονάς τε τούτου τοῦ αἰῶνος, ἀκάνθας ἡρμήνευσεν ὁ Σωτήρ. Ὅτ' ἂν οὖν τοιαύτη ἄκανθα ἐμπαγῇ τινι, εὐθέως εἰς ταλαιπωρίαν στρέφεται. Ἰστέον ὅτι κατὰ μεταβολὴν καὶ τροπὴν ταλαίπωρός τις γίνεται, μὴ φύσει ὢν τοιοῦτος. Σημαίνει δὲ ἡ λέξις τὸν οἰκτρὸν καὶ ἐλεεινόν· καὶ τὸ ἐμπαγῆναι δὲ ἄκανθαν τὸ μὴ φύσει δηλοῖ, ἀλλ' ἔξωθεν ἐπεισιοῦσαν. Νυττόμενος οὖν ὑπὸ ταύτης, ἐστράφην εἰς ταλαιπωρίαν, τὴν διὰ τῆς μετανοίας καὶ τῆς ὑπὸ τοῦ Κυρίου παιδευτικῆς νουθεσίας· « Ὃν γὰρ ἀγαπᾷ Κύριος, παιδεύει· μαστιγοῖ πάντα υἱὸν ὃν παραδέχεται. » Ἔγνωμεν δὲ ἐν ταῖς Βασιλείαις, ὅσα ὑπέμεινεν διὰ ταύτην τὴν ἁμαρτίαν, ὑπὸ Κυρίου παιδευόμενος διὰ τὴν προτέραν αὐτοῦ δικαιοσύνην, ἵν' ἐκείνης τῆς ἁμαρτίας καὶ τῆς δι' αὐτὴν τιμωρίας ἀπαλλαγεὶς, τὴν προτέραν ὑγείαν ἀναλήψηται.
Verse 4. It has also been said in what precedes that in many places of Scripture the chastising power of God is called His hand. He says, therefore, that this lay heavily upon him day and night, that is, continually, on account of his change for the worse; moreover, the Saviour interpreted the cares of life and pleasures of this age as thorns. Whenever, therefore, such a thorn is fixed in someone, he is immediately turned to wretchedness. One must know that someone becomes wretched through change and alteration, not being such by nature. And the word signifies the pitiable and miserable man; and the thorn's being fixed in denotes that it is not by nature, but enters from outside. Being pricked by it, therefore, I was turned to wretchedness, that which comes through repentance and the instructive admonition from the Lord: "For whom the Lord loveth He chasteneth; He scourgeth every son whom He receiveth." And we know in the Books of Kingdoms how much he endured on account of this sin, being chastened by the Lord on account of his former righteousness, so that, being freed from that sin and the punishment for it, he might recover his former health.
Στ. εʹ. Ὁ εἰς ἁμαρτίαν ἐμπεσὼν, ὅσον ἐνεργεῖν αὐτὴν βούλεται, σκέπει καὶ κρύπτει αὐτήν· ὁ δὲ μισήσας αὐτὴν, φανερὴν ποιεῖ τῷ δυναμένῳ ἰάσασθαι, δι' ἐξομολογήσεως ἐξαγορεύων αὐτήν· ἀλλὰ καὶ τὴν ταύτῃ κατάλληλον ἀνομίαν ἀποκαλύπτει. Εἶδος γὰρ ἁμαρτίας ἡ ἀνομία· πᾶς γὰρ ὁ ἀνομῶν ἁμαρτάνει· οὐ,
Verse 5. He who has fallen into sin, so far as he wishes to practise it, covers and hides it; whereas he who has hated it makes it manifest to the One who is able to heal it, declaring it through confession; and he also uncovers the lawlessness corresponding to it. For lawlessness is a species of sin; for everyone who acts lawlessly sins; not,
PG 39:1321Read from the page
παντὸς ἁμαρτάνοντος ἀνομοῦντος, δύναται ἐκ παραλλήλου εἰρῆσθαι· μάλιστα διὰ τὸ, « Ὁ ποιῶν τὴν ἁμαρτίαν, καὶ τὴν ἀνομίαν ποιεῖ, καὶ ἁμαρτία ἐστὶν ἡ ἀνομία. » Πραγματικῶς δὲ εἰπὼν « ἐξαγορεύειν κατ' ἐμαυτοῦ ἣν πεποίηκα ἀνομίαν, » πλέον οὗ ᾐτησάμην ἔσχον· οὐ μόνον γὰρ ταύτην, ἀλλὰ καὶ τὴν τῆς καρδίας ἀσέβειαν ἀφῆκεν ὁ Θεός· ἀσέβεια δὲ καρδίας εἶναι δύναται, ἡ συμβαίνουσα τοῖς πολλοῖς δυσαρέστησις τῆς προνοίας, ἐκ τῆς δοκούσης τῶν πραγμάτων ἀνωμαλίας.
everyone who sins acts lawlessly, it can be said in parallel; especially because of: "He who doeth sin doeth also lawlessness, and sin is lawlessness." And practically, having said "to declare against myself the lawlessness which I have done," I received more than what I asked for; for God forgave not only this, but also the impiety of the heart; and impiety of heart can be the discontent with providence that befalls the many from the seeming irregularity of things.
Στ. ςʹ. Εἰ καὶ πρακτικῆς ἀνομίας καθαρεύουσιν οἱ ὅσιοι, ἀλλά γε χραινομένους ἔχουσι τοὺς λογισμοὺς πολλάκις ἐκ τῆς εἰρημένης καρδίας ἀσεβείας· καίτοι οὐ περὶ ἀνομίας ἧς οὐχ ἔχουσιν οἱ προσευχόμενοι, ὑπὲρ τῆς ἀσεβείας προσεύξονται, ἄφεσιν αὐτῆς αἰτούμενοι ἐν εὐθέτῳ καιρῷ· εὔθετος δὲ καιρὸς προσευχῆς περὶ τῆς εἰρημένης ἀφέσεως, ὅτε τις ἀπὸ πράξεως ῥυπαρᾶς καθαρεύει· καὶ ὥσπερ τις τραυματίας ὅλος ὢν, περὶ ἀμυχῆς οὐκ ἀπαιτήσει ἰατροῦ θεραπείαν, ἀλλ' ὅλον τὸ σῶμα ὁλόκληρον ἔχων ἐν μόνῃ τῇ ἀμυχῇ τυγχάνων· οὕτως οὐδεὶς πράξεων ἐναγίων πεπληρωμένος, περὶ καθαρότητος λογισμῶν προσεύξεται, ἀλλὰ μόνος πᾶς ὅσιος. — Ὅτ' ἂν κατακλυσμὸς πολλῶν πνευματικῶν ὑδάτων γένηται, ἐσχηκότος τινὸς ἐν ἑαυτῷ πηγὴν ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον, τουτέστιν τῶν ὑδάτων ἐξαφανιζόντων πάντα τὰ ἁμαρτήματα, καὶ τὴν ἐπ' αὐτοῖς ἀσέβειαν τῆς καρδίας, οὐκ ἐγγιοῦσιν ἡ ἀσέβεια καὶ ἡ ἀνομία τῷ ὑπὲρ αὐτῶν προσευξαμένῳ.
Verse 6. Even if the saints are pure from practical lawlessness, yet they often have their thoughts stained by the aforementioned impiety of heart; and indeed those who pray, not concerning lawlessness which they do not have, will pray on behalf of impiety, asking remission of it in a seasonable time; and a seasonable time for prayer concerning the aforementioned remission is when someone is pure from filthy deed; and just as someone who is all covered with wounds will not ask a physician's treatment for a scratch, but rather he who has his whole body sound while having only the scratch; so no one filled with polluted deeds will pray for purity of thoughts, but only every saint. — Whenever a flood of many spiritual waters comes, when someone has in himself a fountain of water springing up into eternal life, that is, the waters obliterating all sins and the impiety of heart upon them, impiety and lawlessness shall not draw near to the one who prayed for them.
Στ. ζʹ. Τῆς περιεστηκυίας θλίψεως ἀπαλλαγὴν οὐκ ἄλλως εὑρίσκειν ὁ ταῦτα λέγων νομίζει, ἢ καταφυγὼν πρὸς Χριστόν.
Verse 7. He who says these things thinks he finds deliverance from the surrounding affliction in no other way than by fleeing to Christ.
Στ. θʹ. Τουτέστιν· μὴ τὸ λογικῶς ἐνεργεῖν ἀποβαλόντες, εἰς ἄλογον πέσωνται κατάστασιν, ὥστε ἵππῳ διὰ τὸ θηλυμανὲς ὁμοιωθῆναι, ἢ ἡμιόνῳ διὰ τὸ ἐστερεῶσθαι πρὸς τὰ κακά. — Οἱ μὲν εὔεικτοι καὶ εὐήνιοι ἑκουσίᾳ ὁρμῇ ἐγγίζουσι τῷ Θεῷ· οἱ δὲ προειρημένοι, ὡς ἵππος καὶ ἡμίονος διὰ τὸ ἀσύνετον γεγονότες, τῇ προειρημένῃ ἀνάγκῃ τῶν πωλοδαμνῶν ἀχθήσονται πρὸς σέ.
Verse 9. That is: lest, having cast away rational activity, they fall into an irrational condition, so as to be likened to a horse through lustfulness, or to a mule through being hardened towards evils. — Those who are compliant and tractable draw near to God with a willing impulse; while the aforementioned, having become like a horse and a mule through lack of understanding, shall be led to Thee by the aforementioned compulsion of horse-breakers.
Στ. αʹ. Οἱ τὸν ἠθικὸν κατορθώσαντες βίον, δίκαιοί εἰσιν ἀγαλλιώμενοι ἐν τῷ Κυρίῳ· εὐθεῖς δὲ οἷς πρέπει αἴνεσις, οἱ πᾶσαν σκολιότητα ψευδοδοξίας διαφυγόντες· τούτοις γὰρ ἁρμόζει Θεὸν αἰνεῖν· ἐπεὶ « οὐχ ὡραῖος αἶνος ἐν στόματι ἁμαρτωλοῦ. »
Verse 1. Those who have achieved the moral life are the righteous rejoicing in the Lord; and the upright, whom praise befits, are those who have escaped all crookedness of false opinion; for it is fitting for these to praise God, since "praise is not comely in the mouth of a sinner."
Στ. βʹ. Ἡ ἐξομολόγησις ἡ ἐνταῦθα τὴν εὐχαριστίαν δηλοῖ· ταύτην οὖν ἐν κιθάρᾳ ποιητέον· καὶ εἰ μὲν κιθάρα εἴη τὸ σῶμα, νευραὶ τεταμέναι οὐκ ἄλλαι τῶν αἰσθήσεων εἶεν, αἷς ἐπαινετῶς χρώμενοι, εὐρύθμως καὶ ἐναρμονίως ἐξομολογούμεθα τῷ Κυρίῳ. Εἰ δὲ τὴν ψυχὴν ὑπολάβοι τις κιθάραν, αἱ δυνάμεις αὐτῆς οἷον μνημονικὴ καὶ συγκαταθετικὴ καὶ ἀνανευτικὴ καὶ ἄλλαι κατὰ λόγον κρουόμεναι νευρῶν δίκην ὑπὸ νοῦ, μυστικῶς ἐξομολογήσονται τῷ Κυρίῳ. Ψαλ-
Verse 2. Confession here signifies thanksgiving; this, therefore, must be made upon the lyre; and if the body be a lyre, the stretched strings would be none other than the senses, using which in a praiseworthy manner we confess to the Lord rhythmically and harmoniously. And if one suppose the soul to be a lyre, its powers—such as the remembering, the assenting, the dissenting, and others—being struck according to reason like strings by the mind, shall mystically confess to the Lord. Psal-
Notes, col. 1321

On the reading

Printed οὐχ ἔχουσιν, for οὐκ ἔχουσιν.

PG 39:1324Read from the page
τηρίου δὲ πρὸς κιθάραν διαφορὰν εἶναι λέγουσι μουσικοὶ τοιαύτην· τὴν μὲν κιθάραν ἐκ τῶν κάτω μερῶν ἀποτελεῖν ἦχόν φασιν· τὸ δὲ ψαλτήριον ἐκ τῶν ἄνω μερῶν, μετὰ τοῦ καὶ εὐθύτατον εἶναι δι' ὅλων. Τῆς οὖν ψυχῆς ἀποδοθείσης εἶναι κιθάραν, τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ, οὐχ ἕτερον τάχα τοῦ νοῦ τυγχάνον, ψαλτήριόν ἐστι, ψάλλον οὐκ ἄλλῳ τινὶ ἢ τῷ Θεῷ. Ὅτε γὰρ χρώμεθα νοήσεσιν ὀρθαῖς, καὶ τῷ πνεύματι τῷ ἡμετέρῳ τὸ ἅγιον προσλαμβάνομεν Πνεῦμα, τὸ τηνικάδε ψάλλομεν ἐν ψαλτηρίῳ δεκαχόρδῳ. Ἢ τάχα ἐκ τοῦ δέκα χορδὰς ἔχειν τὸ τέλειον αὐτοῦ παρίσταται. Τὸν γὰρ τοιοῦτον ἀριθμὸν συνεχῶς ὑμνούμενον ἐν ταῖς Γραφαῖς ἔστιν εὑρεῖν· καὶ τῷ ἱεροφάντῃ γοῦν Μωϋσεῖ οὐ πλείων δέκα γενικῶν λόγων ἐχρημάτισεν ὁ Θεός· καὶ δεκάτας προσφέρειν ὁ λαὸς προστάττεται.
-tery [psaltery] differs from the lyre in this way, musicians say: the lyre, they say, produces its sound from the lower parts, whereas the psaltery [produces it] from the upper parts, besides being very straight throughout. Since, therefore, the soul has been assigned to be a lyre, the spirit of man that is in him—being perhaps none other than the mind—is a psaltery, singing psalms to none other than God. For when we use right thoughts, and take the Holy Spirit to our spirit, then we sing psalms on a ten-stringed psaltery. Or perhaps from having ten strings its perfection is set forth. For it is possible to find such a number continually celebrated in the Scriptures; thus to the hierophant Moses God delivered no more than ten general words, and the people is commanded to offer tithes.
Στ. γʹ. Ὁ διὰ πάντων γὰρ ὑμνῶν τὸν Θεὸν, καὶ διὰ φωνῆς ἀλαλάζει· ὁ γὰρ ἀλαλαγμὸς φωνή τίς ἐστιν ἀθρόως καὶ ἀσήμως κατὰ νενικημένων ἐν πολέμῳ γινομένη, ὅτι καὶ καλῶς ἀλαλάζεται· τὸ δὲ καινὸν ᾆσμα συγγενὲς τῇ Καινῇ Διαθήκῃ καὶ τῇ καινότητι τῇ τοῦ πνεύματος.
Verse 3. For he who hymns God through all things also shouts aloud with his voice; for the shout is a certain voice raised all together and indistinctly against those vanquished in war, because it is also well shouted; and the new song is akin to the New Testament and to the newness of the spirit.
Στ. δʹ. Ὁ τοῦ Κυρίου λόγος ὃν δίδωσι τοῖς τὰ τῆς γνώσεως μεταδιώκουσιν, οὐδὲν ἀπάτης ἐστὶν ἔχων ἢ σκολιόν. Τούτῳ τῷ λόγῳ καὶ τὰ ἔργα κατάλληλα, ἃ δὴ πράττουσιν οἱ ἐργάται τούτου ἐν πίστει ὄντα καὶ βέβαια, ἐπεὶ καὶ τὰ ἔργα τοῦ λόγου ἀμετακίνητα· καὶ ὁ λόγος δὲ εὐθής ἐστι καθ' ὃν προνοεῖ. Εἰ δὲ καὶ εὐθῆ τὸν Θεὸν Λόγον νοήσωμεν, ἅπερ ἐν αὐτῷ ποιεῖ ἔργα, ἐν πίστει ἦσαν τῶν ἐν οἷς ὁ Ἰησοῦς ἅπαν ἐποίει παράδοξον, « Κατὰ » γὰρ « τὴν πίστιν σου γενηθήτω σοι. »
Verse 4. The word of the Lord which He gives to those who pursue the things of knowledge has nothing of deceit or crookedness. To this word the works are also corresponding, which indeed its workers perform, being in faith and steadfast, since the works of the word are also unshakeable; and the word is upright according to which He exercises providence. And if we also understand God the Word to be upright, the works which He does in Him were in the faith of those in whom Jesus did every wonder, for "According to thy faith be it done unto thee."
Στ. ςʹ. Καὶ τούτῳ τῷ ῥητῷ συναγορεύουσιν εὐσεβεῖς ἄνδρες, τῷ δημιουργικὸν εἶναι τὸ ἅγιον Πνεῦμα.
Verse 6. Pious men also agree with this saying, in that the Holy Spirit is creative.
Στ. ζʹ. Ἐπεὶ προσκαλούμενος τὸ ὕδωρ τῆς θαλάσσης, ἐκχέει αὐτὸ ἐπὶ πᾶσαν τὴν γῆν διὰ τῶν ὑετῶν τῷ προστάγματι αὐτοῦ ἀσκοῦ δίκην· ἀνεμώμενον τὸ ὕδωρ ὑπεραέριον ποιεῖ, ὡς συστασῶν νεφελῶν ὄμβρον ἐπὶ γῆς ἐνεχθῆναι. Ἀλληγορικῶς δὲ ὁ βίος τῶν ἀνθρώπων πολλαχοῦ θάλαττα εἴρηται διὰ τὸ ἄστατον καὶ ἁλμυρὸν ἦθος τῶν ἐπὶ τῆς γῆς, ὅπερ ὡς ἐν ἀσκῷ συνήγαγεν ὁ Σωτὴρ ἐν ᾧ ἀνείληφε σώματι γαληνόν τε ποιήσας καὶ εὔδιον. Δείκνυσι δὲ καὶ μηδὲν ἀτάκτως τῶν ἐν τῇ κτίσει φερόμενον. Ὡς ἐν θησαυρῷ δὲ πάντα συνέχει τῷ ἰδίῳ βουλήματι, ἀμέλει καὶ τοὺς ἀνέμους μὴ κατ' ἰδίαν κινουμένους φορὰν, ἐκ θησαυρῶν αὐτοῦ ἐξάγειν λέγεται, οὐ κατ' ἰδίαν φορὰν τούτων φερομένων. Οὕτω τοίνυν καὶ τὸ πολὺ τῶν ὑδάτων πλῆθος κατ' ἰδίαν κρίσιν οἰκονομεῖ, πρὸς τὸ δοκοῦν ἐπέχων ἢ πέμπων τοὺς ὄμβρους· ὃ καὶ δι' Ἠλίου τοῦ προφήτου πεποίηκεν.
Verse 7. Since, calling forth the water of the sea, He pours it out upon all the earth through the rains at His command as from a wineskin; by wind-driven motion He makes the water rise above the air, so that when clouds have gathered, rain is borne upon the earth. And allegorically the life of men is in many places called a sea on account of the unstable and briny character of those upon the earth, which the Saviour gathered as in a wineskin in the body which He assumed, making it calm and serene. He also shows that nothing in creation is borne in a disorderly way. And as in a treasury He holds all things together by His own will; indeed, He is said to bring out of His treasuries even the winds that do not move by their own impulse, since they are not borne by their own impulse. Thus, therefore, He also administers the great multitude of waters according to His own judgement, withholding or sending the rains as seems good; which He also did through Elijah the prophet.
Στ. ζʹ, Ἀλλὰ καὶ τὸν θησαυρὸν τὸν ἀγαθὸν οὐρανὸν ἀνοίγων δίδωσιν ὑετὸν τῷ σπέρματι τῆς γῆς· ὥσπερ αὖ καὶ ἐπέχει τὸν ὑετὸν, κλείων τὸν οὐρανόν. Καὶ τὰς ἀβύσσους οὖν ἱκανῶς ἐχούσας διὰ τὸ πλῆθος τὸ ἀπερι-
Verse 7. Moreover, opening the good treasury, heaven, He gives rain to the seed of the earth; just as again He withholds the rain, closing heaven. And the abysses, therefore, being sufficient on account of the bound-
Notes, col. 1324

On the reading

Printed Στ. ζʹ,, for Στ. ζʹ..

PG 39:1325Read from the page
όριστον τῶν ὑδάτων βλάψαι, ἐν θησαυρῷ τίθεται περικλείων αὐτὰς, ἵν' ὅτε βούληται χρήσηται αὐταῖς ὡς συμφέρει κατὰ καιρόν. Δύναται δὲ καὶ τὰ ἀκατάληπτα τῶν νοημάτων καὶ ἀνεξερεύνητα τῶν κριμάτων αὐτοῦ τυγχάνοντα, ἀβύσσους τεθεικέναι ἐν τοῖς ἀποκρύφοις θησαυροῖς τῆς γνώσεως καὶ τῆς σοφίας· ὡς μηδένα ἐξ αὐτοῦ τούτου τυγχάνειν, εἰ μήπω ὁ Θεὸς παράσχοι.
...boundless waters from doing harm, He places them in a storehouse, enclosing them, so that whenever He wills He may use them as is expedient according to the season. It is also possible that the incomprehensible things of His thoughts and the unsearchable things of His judgements, being abysses, He has placed in the hidden treasures of knowledge and wisdom, so that no one may attain to this very thing unless God should grant it.
Στ. θ΄. Ἐπεὶ αὐτοῦ εἰπόντος ἐγενήθησαν, καὶ αὐτοῦ ἐντειλαμένου ἐκτίσθησαν, σαλευθήτωσαν ὑπ' αὐτοῦ· τοῦ γὰρ πεποιηκότος καὶ τὸ ἀλλοιοῦν ἐπὶ τὸ καλόν ἐστιν. Σημαίνει δὲ τὸ, ‹ ἐγενήθησαν, › τὴν οὐσίωσιν τῶν εἰς τὸ εἶναι ἠγμένων· τὸ ‹ ἐκτίσθησαν › δὲ, τὴν διακόσμησιν τὴν μετὰ τὴν οὐσίωσιν γεγενημένην. Εἰ δὲ εἰπόντος καὶ ἐντειλαμένου Θεοῦ ἐγενήθη καὶ ἐκτίσθη τὰ πάντα, ἔστιν ᾧ εἶπεν καὶ ἐνετείλατο οὐκ ἄλλος τοῦ δημιουργικοῦ Λόγου· ἔστι δὲ οὗτος ὁ τοῦ Θεοῦ Υἱός.
Verse 9. Since at His speaking they came into being, and at His commanding they were created, let them be shaken by Him; for to Him who made them belongs also the power to alter them for the better. Now "they came into being" signifies the bringing into substance of those things led into existence; and "they were created" signifies the ordering that took place after their bringing into substance. And if all things came into being and were created at God's speaking and commanding, there is one to whom He spoke and commanded, none other than the creative Word; and this is the Son of God.
Στ. ια΄. Ὥσπερ τὰ ἄλλα ἀφ' ὧν οἴδαμεν ἀνθρωπίνων, περὶ Θεοῦ λέγει, ὡς χεῖρας καὶ ὀφθαλμοὺς καὶ τὰ ἄλλα ἔχοντος, οὕτω καρδίαν αὐτοῦ τὴν, ἵν' οὕτως εἴπω, βουλευτικὴν καὶ νοητικὴν αὐτοῦ ἐνέργειαν. Ταύτης οὖν οἱ λογισμοὶ ἀραρότες καὶ βέβαιοι τυγχάνοντες παρατείνουσιν ἀπὸ γενεᾶς εἰς γενεὰν, τουτέστι κατὰ πᾶσαν τὴν ἐν γενεᾷ διαδοχὴν οἱ αὐτοὶ θεῖοι λογισμοὶ μένουσιν· ἢ τάχα οὓς ἐνέβαλε λογισμοὺς τῇ ἐκ περιτομῆς γενεᾷ, τούτους ἐμβάλῃ τῇ ἀπὸ τῶν πιστευόντων ἐθνῶν γενεᾷ· οὐ γὰρ ἐπ' ἄλλοις κέκληται τὰ ἔθνη, ἀλλ' ἐκείνοις οἷς ἔσχον οἱ ἐκ περιτομῆς σκιᾷ κρυπτομένοις.
Verse 11. Just as He speaks of God in other respects from the human things we know, as having hands and eyes and the rest, so too by His heart He means, so to speak, His deliberative and intellectual activity. The thoughts of this, then, being steadfast and firm, extend from generation to generation, that is, throughout every succession in a generation the same divine thoughts remain; or perhaps the thoughts which He implanted in the generation of the circumcision, these He implants in the generation from the believing Gentiles; for the Gentiles have not been called to other things, but to those which the people of the circumcision had, hidden in a shadow.
Στ. ιδ΄. Κατοικοῦσι δὲ τὴν γῆν οὐκ ἄνθρωποι μόνον, ἀλλὰ πνεύματα ἀόρατα, καὶ τὰ ἄλλα θνητὰ ζῷα. Εἰς πάντας οὖν τοὺς ἐπὶ γῆς παρατείνει ἡ τοῦ Θεοῦ κηδεμονία ἐφορῶντος αὐτοὺς ἐκ τοῦ προειρημένου κατοικητηρίου αὐτοῦ.
Verse 14. Not men alone inhabit the earth, but invisible spirits, and the other mortal living creatures. Upon all those on earth, therefore, extends the providential care of God, watching over them from His aforesaid dwelling-place.
Στ. ιϚ΄. Ὅτι δὲ ‹ οὐ σώζεται βασιλεὺς διὰ πολλὴν δύναμιν, › μαθήσῃ ἐκ τῆς ἱστορίας· Φαραὼ... ἀλλὰ τὰ ἅρματα καὶ τὴν δύναμιν αὐτοῦ ἔῤῥιψεν ὁ Θεὸς εἰς
Verse 16. That "a king is not saved by great power" you will learn from history: Pharaoh... but his chariots and his power God cast into
Notes, col. 1325

On the reading

Printed ἀνθρωπίνα;, for ἀνθρωπίνας.

PG 39:1328Read from the page
τὴν θάλασσαν· πλήρης δὲ τῶν τοιούτων πᾶσα ἡ ἱστορία. Καὶ γίγαντα δὲ τὸν ὑπερβαλλόντως ἰσχυρὸν οὐ σωθήσεσθαι ἔφη ἐν τῇ παρούσῃ αὐτῷ ἰσχύϊ· ὄψει δὲ τοῦτο ἐπιστήσας τῷ κατὰ τὸν Γολιάθ. Εἰ δὲ καὶ τὸν θεομάχον ἡ προσηγορία δηλοῖ, οὐδὲ οὕτως σωθήσεται ἐν πλήθει ἰσχύος ὧν ἔχει δογμάτων ἀθεότητος. Τὸν μὲν οὖν ἰσχυρὸν οὕτω καλούμενόν ἐστιν εὑρεῖν ἐν Ἡσαΐᾳ λέγοντι, ‹ Γίγαντα καὶ ἰσχύοντα· › τὸν δὲ θεομάχον πάλιν παρὰ τῷ αὐτῷ· ‹ Χαίροντες ἔρχονται πληρῶσαι τὸν θυμόν μου· › χαίροντες ἅμα. Καὶ ἐν Γενέσει, ‹ Καὶ ἦν Νεβρὼδ γίγας κυνηγὸς ἔναντι Κυρίου. ›
...the sea; and all history is full of such things. And he said that the giant who is exceedingly strong will not be saved by the strength present to him; and you will see this if you turn your attention to the story of Goliath. And if the appellation also indicates the one who fights against God, not even so will he be saved in the abundance of strength of the doctrines of godlessness which he holds. Now the strong man thus called may be found in Isaiah when he says, "A giant and a strong man"; and the God-fighter again in the same prophet: "Rejoicing they come to fulfil my wrath," rejoicing together. And in Genesis, "And Nimrod was a giant hunter before the Lord."
Στ. κ΄. Τάχα δὲ καὶ οἱ πρὸ τῆς ἐπιδημίας ἑαυτοῖς βοηθεῖν μὴ δυνάμενοι, ὑπομένουσι τῇ προσδοκίᾳ τὸν ἐσόμενον βοηθὸν καὶ ὑπερασπιστὴν Σωτῆρα· ἐφ' ᾧ καὶ μόνῳ τὴν καρδίαν οἱ πιστοὶ πάντες εὐφραίνονται, μηδενὶ τῶν προσκαίρων ἡδόμενοι. Παῤῥησίας δὲ τὸ φῆσαι, Τῇ ἐμῇ ἐλπίδι τὸν ἔλεον μέτρησον. Τοῦτο μέντοι καὶ ὁ Σωτὴρ ἐδίδαξε, φήσας· ‹ ᾯ μέτρῳ μετρεῖτε, ἀντιμετρηθήσεται ὑμῖν. ›
Verse 20. Perhaps also those who before the advent were unable to help themselves endure in expectation of the Saviour who was to be their helper and shield; in whom alone all the faithful rejoice in heart, taking pleasure in none of the things of this present time. And it is a mark of boldness to say, "Measure out mercy according to my hope." This indeed the Saviour also taught, saying, "With what measure you measure, it shall be measured back to you."
Στ. δ΄. Ὥσπερ οἱ ἐν τῇ καμίνῳ βληθέντες ἐν Βαβυλῶνι ἐπὶ τὸ μὴ βεβλάφθαι ὑπὸ τοῦ πυρὸς, Θεὸν ὑμνοῦντες, πᾶσαν τὴν κτίσιν παρέλαβον εἰς τοῦτον, εἰδότες μὴ αὐτάρκεις εἶναι πρὸς τηλικοῦτον (μέγα γὰρ τὸ Θεὸν ὑμνεῖν), οὕτω καὶ ὁ λέγων, ‹ Μεγαλύνατε τὸν Κύριον σὺν ἐμοὶ, › ἢ πᾶσαν τὴν κτίσιν, ἢ τοὺς πραεῖς συνδραμεῖν αὐτῷ τοῦτο βούλεται. Τὸ δὲ μεγαλῦναι τὸν Θεὸν, οὐκ αὔξῆσαι μέγεθός ἐστιν αὐτοῦ (ἀμεγέθης γὰρ, σωμάτων γὰρ ἴδιον τοῦτο, ὁ δὲ Θεὸς ἀσώματος), ἀλλὰ τὸ μεγάλα οὐχ ὡς πρὸς αὐτὸν, ἀλλὰ πρὸς ἡμᾶς φρονῆσαι καὶ εἰπεῖν περὶ αὐτοῦ. Ὑψοῦσι δὲ τὸ ὄνομα αὐτοῦ ἐπὶ τὸ αὐτὸ οἱ κατηρτισμένοι τῷ αὐτῷ νοῒ καὶ τῇ αὐτῇ γνώμῃ· ὑψοῦται δὲ πρὸς τῶν γενητῶν ἡ τοῦ Θεοῦ προσηγορία, οὐκ ἐν ταπεινοῦ μετεωριζομένη, ἀλλ' ὅταν οἱ φρονοῦντες αὐτὴν μηδὲν χαμαιπετὲς, ἀλλὰ ὑψηλὰ καὶ οὐράνια διανοοῦνται. Ὡς γὰρ βεβηλοῦσι τὸ ὄνομα τοῦ Θεοῦ, οὐκ αὐτοῦ χραινομένου τοῦ ὀνόματος, ἀλλ' ὅσον ἐπὶ τοὺς περικειμένους βέβηλα πράττοντας καὶ φρονοῦντας, οὕτω καὶ ἁγιάζεται ἐκ τῶν ἡμετέρων ἐνεργημάτων. Ὅθεν ὁ Σωτὴρ πρὸς ἑτέροις καὶ τοῦτο λέγει ἐν τῇ εὐχῇ διδάσκων τὸ, ‹ Ἁγιασθήτω τὸ ὄνομά σου, › οὐκ αὐτοῦ τοῦ ὀνόματος καθ' ἑαυτὸ ἐκ μὴ ἁγίου, ἁγίου γινομένου· εὐκτέον γὰρ ἁγιασθῆναι αὐτὸ ἐν ἡμῖν, ἁγίως νοούντων καὶ πραττόντων ἡμῶν, καὶ οὕτως ἡ περὶ Θεοῦ διάληψις ἣν κατ' ἔννοιαν Θεοῦ ἠκριβωμένην ἔχομεν, ἡ τοῦ Θεοῦ προσηγορία ἐστί. Ταύτην ἁγιαζομένην ἕξομεν, ὅταν καθ' ἁγιότητα ἅπαντα ἐπιτελῶμεν. Ὅσον γὰρ ἐν πλάνῃ καὶ ἀγνο⟨…⟩ ἔνιοι τῶν ἀνθρώπων εἰσὶν, ἡ τοῦ Θεοῦ προσηγορία τρόπον τινὰ χραίνεται, ἑλκομένη ἐφ' ἃ μὴ δεῖ· θεοὺς γοῦν ἀγάλματα καὶ τὴν σφῶν κοιλίαν ἐκάλεσάν τινες.
Verse 4. Just as those cast into the furnace in Babylon, upon not being harmed by the fire, hymning God, took all creation into this [hymn], knowing that they were not sufficient for so great a task (for it is a great thing to hymn God), so too he who says, "Magnify the Lord with me," wishes either all creation or the meek to concur with him in this. Now to magnify God is not to increase His magnitude (for He is without magnitude, since this is proper to bodies, whereas God is incorporeal), but to think and speak great things concerning Him, not as relative to Him, but relative to us. And those who are perfected in the same mind and the same judgement exalt His name together; and the appellation of God is exalted by created beings, not by being raised from a lowly place, but when those who contemplate it think nothing grovelling, but lofty and heavenly things. For just as they profane the name of God, not with the name itself being defiled, but insofar as it depends on those around it who do and think profane things, so too it is sanctified by our deeds. Hence the Saviour, among other things, says this also in the prayer, teaching "Hallowed be Thy name," not as though the name itself becomes holy in itself from being not holy; for we must pray that it be hallowed in us, while we think and act holily, and thus the conception concerning God which we hold accurately according to the notion of God is the appellation of God. This we shall have hallowed when we accomplish all things according to holiness. For insofar as some men are in error and ignorance, the appellation of God is in a manner defiled, being dragged to things it ought not; at any rate, some have called statues gods, and their own belly.
Στ. ζ΄. Πτωχὸν ἐνταῦθα καλεῖ τὸν μὴ δυνάμενον ἐκ τῶν παρουσῶν θλίψεων ἑαυτὸν σῶσαι· πάντες δὲ ταύτην τὴν πτωχείαν ἔχομεν. Ὥστε περὶ παντὸς λέ-
Verse 7. Here he calls poor the one who is unable to save himself from present tribulations; and all of us have this poverty. So that concerning every man...
Στ. ιδ΄. Ἐξηγητικὸν τὸ παρὸν εἶναι δύναται τοῦ, ‹ Ἀνταπεδίδοσάν μοι πονηρὰ ἀντὶ καλῶν· › ἐμοῦ γὰρ ὑπὲρ αὐτοῦ πενθοῦντος καὶ σκυθρωπάζοντος ἐφ' ᾗ ἔχουσιν νεκρότητι, αὐτοὶ κατ' ἐμοῦ συναγόμενοι εὐφροσύνην εἶχον ὡς ὑποχείριόν με ληψόμενοι.
Verse 14. The present verse can be explanatory of "They repaid me evil for good"; for while I was mourning and looking gloomy on account of the deadness they have, they, gathering together against me, had joy as though about to take me into their power.
Στ. ιε΄. Κατ' ἐμοῦ συναχθέντες καὶ εὐφρανθέντες, καὶ ὅμως καὶ οὕτως σκεδασθέντες, οὐ κατενύγησαν, τουτέστιν οὐ μετέγνωσαν ἐφ' οἷς κακῶς ἐβουλεύσαντο, ἀλλ' αὖθις τοῖς αὐτοῖς ἐπεχείρησαν.
Verse 15. Having gathered together against me and rejoiced, and yet even thus having been scattered, they were not pricked in heart, that is, they did not repent of the evil things they had counselled, but again attempted the same things.
Στ. ιζ΄. Ὁ ἅγιός φησιν, ‹ Κύριε, πότε ἐπόψει; › ἐποψομένου γὰρ οἰχήσεται τὰ προειρημένα ἅπαντα συναπιόντα τοῖς δρῶσιν αὐτά. Μονογενῆ δὲ λέγει τὴν ψυχὴν ἑαυτοῦ τῷ μόνην αὐτὴν ἐσχηκέναι· οὐ γὰρ προσεκτέον τῇ περὶ μετεμψυχώσεως μυθοποιΐᾳ. Ἢ τάχα μονογενὴς ἄλλη παρὰ τὴν ψυχὴν αὐτοῦ ἡ οὐσία τοῦ συνεζευγμένου τῇ ψυχῇ πνεύματός ἐστιν·
Verse 17. The saint says, "Lord, when wilt Thou look upon it?" For when He looks upon it, all the aforesaid things will vanish, departing together with those who do them. And he calls his soul "only-begotten" because he has had it alone; for one must not heed the myth-making concerning metempsychosis. Or perhaps another "only-begotten" besides his soul is the substance of the spirit conjoined with the soul;
Notes, col. 1328

On the reading

Printed αὔξῆσαι, for αὐξῆσαι.

PG 39:1329Read from the page
γει χρῄζοντος ἐκ Θεοῦ σωτηρίας τὸ, ‹ Οὗτος ὁ πτωχὸς ἐκέκραξεν, καὶ ὁ Κύριος εἰσήκουσεν αὐτοῦ. ›
...speaks of one needing salvation from God, "This poor man cried out, and the Lord heard him."
Στ. η΄. Εἰ τελείους ἐκλαμβάνοιμεν τοὺς Θεὸν φοβουμένους, παρεμβάλλοντα κύκλῳ αὐτῶν ἄγγελον ἐπὶ τὸ ῥύεσθαι αὐτοὺς, οὐκ ἄλλον ἐροῦμεν ἢ τὸν τῆς μεγάλης βουλῆς Θεὸν Σωτῆρα. Τούτου ἀκόλουθον καὶ τὸ ὑπὸ Ἰακὼβ λεγόμενον· ‹ Ὁ ἄγγελος ὁ ῥυόμενός με ἐκ πάντων τῶν κακῶν. › Οὐχ οἷός τε ῥύεσθαι ἄγγελος, ἀλλ' ὁ σημαινόμενος Σωτήρ.
Verse 8. If we understand those who fear God to be the perfect, we shall say that the angel encamping round about them to deliver them is none other than God the Saviour of great counsel. Consistent with this is also that which was spoken by Jacob: "The angel who delivers me from all evils." An angel is not able to deliver, but the Saviour who is signified.
Στ. θ΄. Ἐπεὶ Θεοῦ τὸ χρηστὸν, ταυτὸν τῷ ἀγαθῷ σημαίνει. Ἐπεὶ οὖν καὶ τρόφιμός ἐστιν ἄρτος ὢν ζωῆς, προστάττει τὸ Πνεῦμα τοῖς μὴ ὀρεκτικῶς ἔχουσιν, ὥστε αὐτοῦ ἐμφορηθῆναι, κἂν μόνον γεύσασθαι αὐτοῦ· ἡ γὰρ γεῦσις ἱκανή ἐστιν ὀρεκτικοὺς αὐτοὺς ποιῆσαι, ὡς καὶ κατατρυφῆσαι αὐτοὺς θελῆσαι τὸ γεύσασθαι δηλοῖ, κἂν ἄλλως γέ πως ἐκστῆσαι καὶ ἐξετάσαι περὶ Θεοῦ. Μακάριος δὲ ὁ διὰ τελειώσεως ἀνελλειπῶς ἐλπίζων ἐπὶ τὸν Κύριον ὑπάρχων ἀνήρ.
Verse 9. Since the kindness of God signifies the same as the good. Since, then, He is also nourishing, being the bread of life, the Spirit commands those who are not eager to be filled with Him, at least to taste of Him; for the taste is sufficient to make them eager, as "taste" indicates that they also wish to delight themselves, even if in some other way to be amazed and to inquire concerning God. And blessed is the man who, through perfection, unfailingly hopes in the Lord.
Στ. ιβ΄. Οὐδὲ γὰρ φόβον νῦν λέγει τὸν εἰσαγωγικὸν, ὃς καὶ τὰς ἐντολὰς κατορθοῖ, κατὰ τὸ, ‹ Τὸν Θεὸν φοβοῦ, καὶ τὰς ἐντολὰς αὐτοῦ φύλασσε. › Νῦν γὰρ ἁγίους καλεῖ διὰ τῆς εἰσαγωγῆς ὡδευκότας ἐπὶ τὴν τελειότητα, οἷς καὶ φόβον ὑποβάλλει τὸν πληροῦντα παντὸς ἀγαθοῦ. — Σημειωτέον, ὅτι ὡς τὰ ἄλλα ἀγαθὰ, οὕτω καὶ ὁ θεῖος φόβος διδακτός ἐστιν· ἐξ οὗ μανθάνομεν μὴ τὸν παθητὸν δηλοῦσθαι φόβον. Οὗτος γὰρ ἀδίδακτος τῇ φύσει, οὐ μόνον ἀνθρώποις, ἀλλὰ καὶ τοῖς ἄλλοις ζῴοις ἐνυπάρχει.
Verse 12. For He does not now speak of the introductory fear, which also keeps the commandments aright, according to "Fear God, and keep His commandments." For now He calls saints those who have journeyed through introduction towards perfection, to whom He also suggests the fear that fills with every good. — It must be noted that, like the other goods, so too divine fear is taught; from which we learn that the passive fear is not meant. For this is untaught by nature, and is present not only in men, but also in the other living creatures.