PG 39:1332Read from the pageἄλλης κακίας πολεμεῖν τε προΰθεντο, τούτου χάριν σὺ ἀντ' ἐμοῦ πολέμησον αὐτοῖς· ἀναντιῤῥήτως γὰρ καταλυθήσονται, ἐπεὶ Κύριος συντρίβων πολέμους ὑπάρχεις. — Σημαίνει δὲ τὸ ἀδικεῖν, βλάβην, ἐν τῷ, ‹ Ἰδοὺ δέδωκα ὑμῖν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ· καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδικήσῃ. ›
...other wickedness have purposed to make war, for this reason do Thou fight against them in my stead; for without contradiction they shall be overthrown, since Thou art the Lord who crushes wars. — Now "to wrong" signifies harm, in the saying, "Behold, I have given you to tread upon serpents and scorpions and upon all the power of the enemy, and nothing shall in any wise hurt you."
Στ. β΄. Τὰ ὅπλα κατάλληλα χρὴ νοεῖν ἐπὶ τοῦ Θεοῦ. — Ὁδὸς ἀσεβῶν ὁ βίος ὁ μοχθηρός. Μὴ ἔστω δὲ καὶ φέγγος ἐν αὐτῇ, φησὶν, εἰ καὶ πλατεῖαν ταύτην ἐνόμισαν. Εὔχεται δὲ μηδὲ στάσιν αὐτοῖς εὑρεῖν ἐν αὐτῇ· καὶ αἱ δυνάμεις δὲ τῶν ἀγγέλων ὅπλα τυγχάνουσι τοῦ Θεοῦ.
Verse 2. One must understand the weapons in a manner befitting God. — The way of the impious is the wretched life. Let there not even be light in it, he says, even though they thought it broad. And he prays that they may not even find a footing in it; and the powers of the angels too are weapons of God.
Στ. η΄. Δηλοῖ δὲ ὡς κατὰ τὴν πρᾶξιν ἕκαστος τιμωρεῖται· ἀντὶ δὲ τῶν εὐκτικῶν χρῆται προστακτικοῖς.
Verse 8. He shows that each is punished according to his deed; and instead of optatives he uses imperatives.
Στ. ι΄. Οἱ πάντα ψιλῆς τῆς λέξεως καὶ οὐδὲν ἀλληγορικῶς ἐκλαμβάνειν ποθοῦντες, ἐλεγχέσθωσαν καὶ ἐκ τοῦ προκειμένου στίχου. Οὐδὲν γὰρ οὕτως ἠλίθιόν ἐστιν, ὡς νομίσαι τὰ αἰσθητὰ ὀστᾶ ἔννοιαν ἔχειν Θεοῦ, ὥστε ὑμνεῖν αὐτὸν καὶ εἰδέναι ὅτι οὐδεὶς ὅμοιος αὐτῷ· περὶ γὰρ τῶν ὀστῶν τοῦ ἔσω ἀνθρώπου, δυνάμεις τε αὐτοῦ καὶ δόγματα ἀληθῆ ταῦτα εἴρηται, τὸ, ‹ Πάντα τὰ ὀστᾶ μου. › Διὰ πάσης γὰρ ἐννοίας καὶ δόγματος ἀληθινοῦ ἐβεβαιώθην, μηδὲν αὐτῶν γενητῶν ὅμοιον εἶναι τοῦ Κυρίου· μόνος γὰρ ὁ Υἱὸς εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου καὶ χαρακτὴρ θεϊκῆς ὑποστάσεώς ἐστιν. — Ἐνδέχεται δὲ τὸν αὐτὸν εἶναι πτωχόν τε καὶ πένητα· τὸ μὲν, ὡς ἀποπεπτωκότα πλούτου· τὸ δὲ, ὡς μετὰ πόνου τὰ πρὸς τὸν βίον περιποιούμενος.
Verse 10. Let those who desire to take everything according to the bare letter and nothing allegorically be refuted also from the verse before us. For nothing is so foolish as to suppose that sensible bones have a concept of God, so as to hymn Him and know that none is like Him; for concerning the bones of the inner man, these are spoken of as his faculties and true doctrines, namely, "All my bones." For through every concept and true doctrine I have been confirmed that none of created things is like the Lord; for the Son alone is the image of the invisible God and the impress of the divine substance. — Now it is possible for the same person to be both poor and needy: the former, as having fallen away from wealth; the latter, as procuring the necessities of life with toil.
Στ. ιγ΄. Τοῦ καλῶς προσευξαμένου ἡ προσευχὴ εἰς αὐτὸν ἀνακάμπτει, φέρουσα τὰ ἀγαθὰ ὑπὲρ ὧν γέγονεν· καὶ ἀποστραφεῖσα εἰς κόλπον συστρέφεται τοῦ ἀναπέμψαντος αὐτήν. Σημαίνει δὲ ὁ κόλπος τὸ ἡγεμονικὸν αὐτῶν. Οὕτω γὰρ ὁ φαυλισμὸς αὐτῶν ἐν γῇ Αἰγύπτῳ, ‹ εἰς κόλπον αὐτῶν· › καὶ, ‹ εἰς κόλπον ἐπέρχεται πάντα τοῖς ἀδίκοις· › καὶ ταύτῃ καὶ πάντες οἱ δίκαιοι εἰς κόλπον Ἀβραὰμ χωροῦσιν, τουτέστιν εἰς τὴν αὐτὴν αὐτῷ γνώμην καὶ ἐπαγγελίαν.
Verse 13. The prayer of him who has prayed well turns back upon him, bringing the good things on behalf of which it was made; and turning back, it returns into the bosom of him who sent it up. Now "bosom" signifies their ruling faculty. For thus their reproach in the land of Egypt is "into their bosom"; and "all things come into the bosom of the unjust"; and in this way also all the righteous depart into the bosom of Abraham, that is, into the same judgement and promise as his.
Στ. ιϚ΄. Ἐπεὶ αἱ ἐπιβλέπουσαι τὸ πᾶν τοῦ Θεοῦ δυνάμεις, τροπικῶς ὀφθαλμοὶ λεγόμεναι, ἐπιβλέπουσι ἐπὶ τοὺς δικαίους, ἀλλὰ καὶ τὰ ὦτα αὐτοῦ ἕτοιμα εἰς τὸ δέξασθαι τὴν δέησιν αὐτῶν, τούτου χάριν, φησὶν, εἰ θέλετε τούτων ἀπολαῦσαι, ἐκκλίναντες ἀπὸ κακοῦ, τὸ ἀγαθὸν ποιήσατε. — Προνοεῖται γὰρ, φησὶν, τῶν δικαίων ὁ Θεός· ὀφθαλμοὺς γὰρ ἐνταῦθα οὐχ ἁπλῶς καλεῖ τὸ ἐποπτικῶς, ἀλλὰ τὸ ἐπ' εὐεργεσίᾳ καὶ προνοίᾳ παρὰ τοῦ Θεοῦ γινόμενον. — Ἐφορῶντος δὲ τούτους τοῦ Θεοῦ, ἔκκλινον ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθόν.
Verse 16. Since the powers of God that look upon all things, metaphorically called eyes, look upon the righteous, and His ears too are ready to receive their supplication, for this reason, he says, if you wish to enjoy these things, turning away from evil, do good. — For God exercises providence, he says, over the righteous; for here he calls eyes not simply the act of overseeing, but that which is done by God for beneficence and providence. — Since God watches over these, turn away from evil and do good.
Στ. κα΄. Τὰ ὀστᾶ τῶν δικαίων, ἤτοι δόγματα ἀληθείας, ἢ ψυχῆς δυνάμεις, φυλάξει ὁ Κύριος, οὐχ ἐῶν οὐδὲ τὸ τυχὸν αὐτῶν συντριβῆναι· τὸ μηδὲ τὰ δόγματα τῶν δικαίων μηδ' αὐτὰς δυνάμεις αὐτῶν ἀνατρέπεσθαι.
Verse 21. The bones of the righteous, whether doctrines of truth or faculties of the soul, the Lord will guard, not permitting even a single part of them to be shattered: that neither the doctrines of the righteous nor their faculties themselves be overturned.
Στ. κβ΄. Ὁ ἁμαρτάνων στερεῖται τῆς ζωῆς τῇ ἐπιτηρήσει τῶν ἐντολῶν παραγινομένης, θανάτῳ πονηρῷ περιπίπτων· πονηρὸς δὲ θάνατος, ἤτοι ὁ ἐναντίος τῇ ἀγαθῇ ζωῇ, ἢ ὁ πόνον ἐμποιῶν τῷ ὑποκειμένῳ. Οὕτως γὰρ καὶ ἕλκει πονηρῷ ἐπαίσθη ὁ Ἰὼβ, τῷ δηλονότι πόνον ἐμποιοῦντι.
Verse 22. He who sins is deprived of the life that comes through the observance of the commandments, falling into an evil death; and an evil death is either that which is contrary to the good life, or that which causes pain to the one subject to it. For thus Job also was smitten with an evil sore, namely one causing pain.
Στ. κγ΄. Σημειωτέον, ἡ κυρίως λύτρωσις ψυχὰς ἀπὸ αἰχμαλωσίας ἐλευθεροῖ· εἰ γάρ ποτε καὶ σώματα λυτροῦται, οὐ προηγουμένως, ἀλλὰ κατὰ συμβεβηκός· καὶ ψυχὴν δὲ ῥύεται οὐκ ἄλλη ἀλλ' ἢ τῶν δούλων αὐτοῦ.
Verse 23. It must be noted that redemption properly so called frees souls from captivity; for if ever it redeems bodies also, it is not primarily, but incidentally; and He delivers no other soul than that of His servants.
Στ. α΄. Ἐπεὶ πολλοὶ οἱ διὰ ψευδοδοξίας καὶ τῆς
Verse 1. Since many are those who through false opinion and...
Notes, col. 1332
On the reading
Printed οὐχ ἐῶν, for οὐκ ἐῶν.
PG 39:1333Read from the pageμονογενὴς γὰρ αὕτη τῷ ἀποκεχωρίσθαι ἀπὸ πάντων τῶν ἐν ἡμῖν κατὰ θειότητα.
For this is "only-begotten" in that it is separated from all things in us according to divinity.
Στ. ιη΄. Πολλὴ Ἐκκλησία ἡ ἐκ πολλῶν ἁγίων συναγομένη· λαὸς πολὺς, ὁ βέβαιος καὶ στιβαρὸς, ἐπιπολαίῳ καὶ εὐχερεῖ ἀντιδιαστελλόμενος.
Verse 18. A great Church is that which is gathered from many saints; a great people, the steadfast and sturdy one, contrasted with the superficial and fickle.
Στ. κβ΄. Ἐπεὶ σοῦ παρόντος μοι, οἱ ἐχθροὶ μακρὰν, ‹ μὴ ἀποστῇς ἀπ' ἐμοῦ, › ὅπως μὴ ἐπέλθωσί μοι μονωθέντι σου.
Verse 22. Since when Thou art present with me, my enemies are far off, "depart not from me," lest they come upon me when I am left alone without Thee.
Στ. κγ΄. Ἐπεὶ πολλαχοῦ ἡ τοῦ Θεοῦ μακροθυμία, ὕπνος αὐτοῦ λέγεται, ἐπιτριβομένων τῶν ἐχθρῶν, διανίστησιν εἰς ἀγανάκτησιν τὸν Κύριον λέγων· ‹ Ἐξεγέρθητι, Κύριε, καὶ πρόσχες τῇ κρίσει μου, › τουτέστιν, Ἐπίστησον τὴν ἔφορον δύναμίν σου, ὅπως ἐξετασθῇ τὰ κατ' ἐμὲ πρὸς τοὺς ἐχθρούς μου· πατρὸς ἀγαθοῦ γὰρ τοῦτο, ἐπεὶ ἀδίκως ἐχθραίνουσί μοι. Λοιπὸν δὲ αὐτὸς περὶ ἑαυτοῦ τὸ τέλος τοῦ παντὸς λόγου ἐπισφραγίζεται φάσκων· ‹ Καὶ ἡ γλῶσσά μου μελετήσει τὴν δικαιοσύνην σου. › (Δίδυμος ἐξέβαλεν τὸν ψαλμὸν ἀορίστως εἰς δίκαιον.)
Verse 23. Since in many places the long-suffering of God is called His sleep, while the enemies are being worn down, he rouses the Lord to indignation, saying, "Awake, Lord, and attend to my judgement," that is, Set Thy overseeing power over it, so that my case against my enemies may be examined; for this belongs to a good father, since they hate me unjustly. Finally, concerning himself, he seals the end of the whole discourse, saying, "And my tongue shall meditate upon Thy righteousness." (Didymus interpreted the psalm indefinitely as referring to a righteous man.)
Στ. κϚ΄. Ἐπ' ὠφελείᾳ τῶν ἐχθρῶν ταῦτα λέγεται, τῷ αἰσχυνθῆναι αὐτοὺς καὶ ἐντραπῆναι, καὶ αἴσθησιν λαβεῖν τῶν οἰκείων ἁμαρτημάτων, καὶ εἰς τοὐπίσω χωρῆσαι τῆς ὁδοῦ ἧς ὤδευσαν.
Verse 26. These things are said for the benefit of the enemies, that they may be ashamed and put to confusion, and gain a sense of their own sins, and turn back from the way in which they walked.
Στ. ιϚ΄. Οἶδεν ὁ θεῖος λόγος ταῖς λεγομέναις μεταφοραῖς χρᾶσθαι. Ὥσπερ ἐνταῦθα τῆς ὑπερηφανίας οὐ ζῴου ποδωτοῦ, ἀλλ' ἕξεως οὔσης, πόδα ὠνόμασεν. Καὶ ἐν Παροιμίαις, ‹ Τῆς γὰρ ἀφροσύνης οἱ πόδες κατάγουσιν. › Ὁ γοῦν εὔχεται, τοῦτό ἐστι· Μὴ λάβοι χώραν ἐν τῇ ψυχῇ μου ἐπελθεῖν ἡ ὑπερηφανία· ἀλλὰ μηδὲ χεὶρ, τουτέστι πρᾶξις ἁμαρτωλοῦ, σαλεύσαι με· εἰ γὰρ πράξοιμι τὰ τῶν ἁμαρτωλῶν, κλονηθήσομαι ἀπὸ τῆς ἀρετῆς.
Verse 12 [16]. The divine word knows how to use so-called metaphors. Just as here, though pride is not a footed animal but a habit, he called it a foot. And in Proverbs, "For the feet of folly lead down." What he prays for, then, is this: May pride not find room to come upon my soul; nor yet may the hand, that is, the deed of a sinner, shake me; for if I do the deeds of sinners, I shall be tossed about from virtue.
Στ. γ΄. Αὕτη ἡ χρηστότης προξενήσει σοι τὸ κατασκηνῶσαι ἐπὶ τῆς ἁγίας γῆς, ὡς ποιμαίνεσθαι ἐπὶ τῷ πλούτῳ αὐτῆς· ἕξεις γὰρ ποιμένα τὸν ἀληθινὸν ἄγοντά σε ἐπὶ θείαν νομὴν, ἥτις πλοῦτος τῆς γῆς ἐκείνης ὠνόμασται.
Verse 3. This kindness will procure for you dwelling upon the holy earth, so as to be shepherded upon its wealth; for you will have the true Shepherd leading you to divine pasture, which has been named the wealth of that earth.
Στ. δ΄. Διὰ πάντων ὠφελίμων ἡμῖν ἑαυτὸν παρέχων ὁ Κύριος, καὶ τροφὴ καὶ ποτὸς εὑρίσκεται. Ὅταν οὖν τροφῶμεν αὐτὸν τυγχάνοντα ἄρτον ζωῆς, καὶ ἐμφορηθῶμεν τῶν σαρκῶν αὐτοῦ καὶ τοῦ αἵματος· ὄντων βρώσεως καὶ πόσεως ἀληθινῆς κατατρυφήσαντες αὐτοῦ, ἕξομεν αὐτὸν ὀρέγοντα τὰ αἰτήματα τῆς καρδίας, τουτέστι τοῦ νοῦ, οὐ τὰ αἰσθητὰ, ἀλλὰ πνευματικὰ καὶ νοητά.
Verse 4. Offering Himself to us through all beneficial things, the Lord is found to be both food and drink. Whenever, then, we are nourished by Him who is the bread of life, and are filled with His flesh and blood, delighting in Him since they are true food and drink, we shall have Him granting the petitions of the heart, that is, of the mind, not sensible things, but spiritual and intelligible ones.
Στ. η΄. Ὀλέθριον πάθος τυγχάνει ἡ ὀργὴ, ὡς καὶ
Verse 8. Anger is a destructive passion, so that also...
Στ. Ϛ΄. Καὶ ἐν Ἡσαΐᾳ ἅμα ταῖς νεφέλαις μνημονεύεται οὕτως· ‹ Εὐφρανθήτω ὁ οὐρανὸς ἄνωθεν, καὶ αἱ νεφέλαι ῥανάτωσαν δικαιοσύνην. › Αἰσθηταὶ δὲ νεφέλαι οὐ δικαιοσύνην ἢ ἀλήθειαν, ἀλλ' ὑετὸν ῥέουσιν. Αἱ οὖν δικαιοσύνην ῥέουσαι νεφέλαι, θεῖοι ἄνδρες εἰσὶ τὸν πνευματικὸν ὑετὸν, τουτέστι τὸν κατ' ἀρετὴν λόγον, προχέουσαι· ὑπεράνω δὲ τούτων οὐρανὸς εὐφραινόμενος, ἤτοι αἱ μακάριοι φύσεις αἱ οἰκοῦσαι τὸν οὐρανὸν τυγχάνουσιν, ἢ ὁ Σωτὴρ ἀλληγορικῶς οὕτως ὀνομαζόμενος. Ἄνωθεν γὰρ ὁ οὐρανὸς οὗτος, τουτέστιν ὑπεράνω φύσεως πάσης γενητῆς τυγχάνει, καὶ ὑπὲρ τῆς πάντων ὠφελείας εὐφραίνεται. Καὶ ἐνταῦθα οὖν, ἐν μὲν τῷ οὐρανῷ, φημὶ τῷ Σωτῆρι, ἔστι τὸ ἔλεος τοῦ Κυρίου πάντας ἐλεοῦντος, ἡ δὲ ἀλήθεια αὐτοῦ, ἥτις καὶ τοῖς τύποις ἀντιδιαστελλομένη, ἐν ταῖς προειρημέναις νεφέλαις ἐστίν· εἰ γὰρ καὶ κατὰ σκιὰν ἐβίουν οἱ προφῆται, ἀλλ' οὐκ ἠγνόουν τὴν ἀλήθειαν, ἧς αὕτη σύμβολον.
Verse 6. In Isaiah too it is mentioned together with the clouds thus: "Let the heaven rejoice from above, and let the clouds sprinkle righteousness." Now sensible clouds do not pour down righteousness or truth, but rain. The clouds that pour down righteousness, therefore, are divine men pouring forth the spiritual rain, that is, the word according to virtue; and above these is the rejoicing heaven, which is either the blessed natures that inhabit heaven, or the Saviour allegorically thus named. For this heaven is from above, that is, it is above every created nature, and rejoices for the benefit of all. Here too, then, in the heaven, I mean the Saviour, is the mercy of the Lord who has mercy on all, while His truth, which is contrasted also with the types, is in the aforesaid clouds; for even though the prophets lived according to a shadow, yet they were not ignorant of the truth, of which this was a symbol.
Στ. ζ΄, η΄. Ἀνθρώπους τοὺς κατ' εἰκόνα καὶ τὸ
Verses 7, 8. Men who [preserve] the [movement] according to the image and...
Στ. θ΄, ι΄. ‹ Ἐπεὶ παρὰ σοὶ πηγὴ ζωῆς › (αὕτη δέ ἐστιν ὁ εἰπὼν, Ἐγώ εἰμι ἡ ζωὴ), εἰκότως ‹ καὶ τὸν χειμάῤῥουν τῆς τρυφῆς σου › ἐρχόμενον ἀπὸ τῆς πηγῆς τῆς ζωῆς ποτιεῖς τοὺς μεθυσθέντας ἀπὸ πιότητος τοῦ οἴκου σου. Πηγὴ ζωῆς ὁ Σωτὴρ, τῷ μὴ ἔξωθεν ἔχειν, ἀλλὰ παρέχειν αὐτὴν αὖθις πᾶσι τοῖς ζῶσιν, οὐκ ἀνθρώποις μόνον, ἀλλὰ καὶ τοῖς ὑπεραναβεβηκόσι· κατὰ τὰ αὐτὰ, πηγὴ σοφίας λέγεται. Χείμαῤῥος δὲ τρυφῆς τὸ ἅγιον Πνεῦμα, τῷ τρυφᾷν τοὺς πεπωκότας ἀπ' αὐτοῦ, δεχομένους τὰ διάφορα αὐτοῦ χαρίσματα. ‹ Ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. › Φῶς τοῦ Θεοῦ τὸ ἀληθινὸν, φῶς τὸ ἀπαύγασμα τοῦ φωτὸς τοῦ ἀϊδίου. Ἐν τούτῳ οὖν τῷ φωτὶ ὀψόμεθα φῶς, σὲ τὸ ἀΐδιον φῶς, περὶ οὗ εἴρηται· ‹ Ὁ Θεὸς φῶς ἐστιν. › Συμβαλεῖς τούτῳ τὸ, ‹ Ὁ ἐμὲ ἑωρακὼς ἑώρακε τὸν Πατέρα. ›
Verses 9, 10. "Since with Thee is the fountain of life" (and this is He who said, I am the life), fittingly "with the torrent of Thy delight" coming from the fountain of life Thou shalt give drink to those intoxicated from the fatness of Thy house. The Saviour is the fountain of life, in that He does not have it from without, but in turn provides it to all living beings, not to men only, but also to those who have ascended above; in the same way He is called the fountain of wisdom. And the torrent of delight is the Holy Spirit, because those who have drunk from Him live in delight, receiving His diverse gifts. "In Thy light we shall see light." The true light of God is the light that is the radiance of the eternal light. In this light, therefore, we shall see light, Thee the eternal light, concerning which it has been said, "God is light." With this you will compare, "He who has seen Me has seen the Father."
Στ. β΄. Ὁ καθ' ἕξιν παράνομος ἐν ἑαυτῷ λογιζόμενος λέγει οὐκ ἄλλο τι ἢ τὸ ἁμαρτάνειν. Συγκαταθέμενος γάρ τις κατὰ διάνοιαν πρότερον, ἐπὶ τὸ πρακτικῶς ἁμαρτάνειν διαβαίνει. Δύναται δὲ καὶ ἐν τῷ ἐν ἑαυτῷ λέγειν ἁμαρτάνειν, οἷόν ἐστι τό· ‹ Σὺ δὲ εἶπας ἐν τῇ διανοίᾳ σου, Εἰς τὸν οὐρανὸν ἀναβήσομαι, › καὶ τὰ ἑξῆς· τουτέστιν, ἡγεῖται μηδένα βλέπειν αὐτοῦ τὰ βουλεύματα.
Verse 2. He who is lawless by habit, reasoning within himself, speaks nothing else than sinning. For someone having first assented in thought passes over to sinning in practice. And he can also sin in speaking within himself, such as is that saying, "But you said in your thought, I will ascend into heaven," and what follows; that is, he supposes that no one sees his counsels.
Στ. δ΄. Ἑτέρα ἐστὶ Γραφὴ φάσκουσα· ‹ Τὰ ῥήματα τοῦ στόματος αὐτοῦ, ἀνομία καὶ κόπος· › τουτέστιν, ἐπαχθῆ ὡς κόπον ἐμποιεῖν τοῖς προσέχουσιν. ‹ Οὐκ ἐβουλήθη συνεῖναι τοῦ ἀγαθῦναι. › Δῆλον ἐκ τῶν εἰρημένων, ὡς ὁ παράνομος οὐκ ἐκ κατασκευῆς ἐστι τοιοῦτος· τὸ γὰρ μὴ βούλεσθαι σύνεσιν ἔχειν ἐπὶ τῷ ἀγαθοποιεῖν, αὐτεξουσίου.
Verse 4. There is another Scripture saying, "The words of his mouth are lawlessness and toil," that is, burdensome so as to cause toil to those who attend to them. "He did not wish to understand so as to do good." It is clear from what has been said that the lawless man is not such by constitution; for not wishing to have understanding for doing good belongs to free will.
Στ. λϚ΄. Παρελθὼν, φησὶ, τῇ διανοίᾳ ἐπὶ τὸν μέλλοντα βίον, οὐκέθ' εὗρον τὸν ἀσεβῆ, ὡς ζητῆσαι τὸν τόπον, καὶ μὴ εὑρίσκεσθαι τοὺς φαύλους μετὰ ταῦτα, οὐ τῆς οὐσίας αὐτῶν ἀφανιζομένης, ἀλλὰ τῆς ποιότητος, καθ' ἥν εἰσιν τοιοῦτοι. Καὶ περὶ τοῦ μὴ εὑρίσκεσθαι τὸν ἐν τάξει τόπον αὐτῶν, προαποδέδεικται. Εἰ δὲ περὶ τοῦ Σατανᾶ ταῦτα λέγοιτο, ἐπεὶ ἄρχων τοῦ κόσμου τούτου εἴρηται, παρέρχεται δὲ οὗτος ὁ κόσμος, ζητήσας τις ἐν τῷ μέλλοντι αἰῶνι τὸν τόπον τούτου τοῦ ἄρχοντος, οὐχ εὑρήσει. Εἰ δὲ καὶ ἁμαρτία τόπος ἐστὶν τοῦ διαβόλου κατὰ τὸ, ‹ Μὴ δίδοτε τόπον τῷ διαβόλῳ, › τῆς κακίας ἀφανιζομένης, οὐχ εὑρέθη ὁ τόπος τοῦ ἀσεβοῦς.
Verse 36. Passing over, he says, in thought to the future life, I no longer found the impious man, so that his place was sought and the wicked were not found thereafter, not their substance being abolished, but the quality according to which they are such. And concerning their place in rank not being found, it has been demonstrated beforehand. And if these things were said concerning Satan, since he has been called ruler of this world, and this world passes away, someone seeking in the age to come the place of this ruler will not find it. And if sin is also a place of the devil, according to "Give no place to the devil," when wickedness is abolished, the place of the impious man was not found.
Στ. λζ΄. Διαφορὰν ἀκακίας καὶ εὐθύτητος εἴποι ἄν τις τοιαύτην· εἰ μὲν ἀκακία ᾖ ἡ τῶν κακῶν ἀπραξία, εὐθύτης εἴη ἡ ἕξις καθ' ἣν ἀπαθῶς πάντα ἐνεργοῦμεν· εἰ δὲ ἀκακίαν λέγει τὴν τοῦ ἤθους κατόρθωσιν, εὐθύτης εἴη ἡ ἀκαμπὴς τῶν δογμάτων τῆς ἀληθείας θεωρία. Ἑκατέρως προστάσσει φυλάσσειν ἀκακίαν καὶ ἰδεῖν εὐθύτητα, τῷ εἶναι ἐγκατάλειμμα εἰς τὸν μέλλοντα βίον τῷ εἰρηνικῷ ἀνθρώπῳ πεφυλακότι διττὴν ἀκακίαν, καὶ τεθεωρηκότι τὴν προειρημέ-
Verse 37. One might state the difference between innocence and uprightness as follows: if innocence be the non-performance of evils, uprightness would be the habit according to which we perform all things dispassionately; and if he calls uprightness of character innocence, uprightness would be the unbending contemplation of the doctrines of truth. In either way he commands to keep innocence and to see uprightness, because there is a remnant for the future life for the peaceful man who has kept twofold innocence and has contemplated the aforesaid...
Στ. ιδ΄. Ἐπεὶ ὁ ἁμαρτάνων τῇ ἑαυτοῦ ἁμαρτίᾳ ἀποθνήσκει, καὶ τούτων ἡ ῥομφαία ἣν κατ' ἄλλων ἠκόνησαν βλάψει αὐτοὺς εἰσερχομένη εἰς τὴν καρδίαν αὐτῶν· ἀλλὰ καὶ τὰ τόξα αὐτῶν συντριβείη, ὅπως μηδένα τοξεῦσαι δυνηθῶσι. Τόξα δὲ αὐτῶν ἐντεταμένα οἱ πονηροί εἰσι λογισμοί· ῥομφαία δὲ ἠκονημένη κατὰ τῶν διαφορῶν ὁ ἀναιρετικός ἐστι λόγος αὐτῶν.
Verse 14. Since he who sins dies by his own sin, the sword of these too, which they sharpened against others, will harm them by entering into their own heart; and may their bows also be shattered, so that they may be able to shoot no one. Now their bent bows are their wicked thoughts; and the sharpened sword against differences is their destructive speech.
Στ. ιζ΄. Νόει δὲ βραχίονας τὰς πρακτικὰς τῆς ψυχῆς δυνάμεις. Πρὸς διάνοιαν κρεῖττον τῷ δικαίῳ ὀλίγον γνώσεως ἔχειν μετ' εὐσεβείας, ὑπὲρ πλοῦτον μετὰ δυσσεβείας τῶν ἁμαρτωλῶν· ὃν πλουτεῖν οἴονταί τινες, τὰ τῆς ψευδωνύμου γνώσεως μετερχόμενοι.
Verse 17. Understand by arms the practical faculties of the soul. As to the sense, it is better for the righteous man to have a little knowledge with piety, than the wealth with impiety of sinners, in which some suppose they are rich, pursuing the things of knowledge falsely so called.
Στ. ιθ΄. Καιρὸς πονηρός ἐστιν ὅτε ἐπίπονά τις ἀπολαμβάνει ἁμαρτημάτων ἕνεκα. Ἐν τοιούτῳ οὖν καιρῷ οὐ καταισχυνθήσονται οἱ ἄμωμοι, οὐκ ἔχοντες πράξεις ἐφ' αἷς ἔστι τοῦτο παθεῖν.
Verse 19. An evil time is when someone receives painful things on account of sins. In such a time, then, the blameless will not be put to shame, having no deeds on account of which it is possible to suffer this.
Notes, col. 1333
On the reading
Printed τρυφᾷν, for τρυφᾶν.
Printed σιωπᾷν, for σιωπᾶν.
PG 39:1337Read from the pageτοὺς φρονίμους ἀναιρεῖν· ὀργὴ γὰρ ἀπόλλυσι καὶ φρονίμους· ἀλλὰ καὶ τῆς ἐνεργείας τῆς ἀρετῆς ἐστιν ἐμποδιστική. ‹ Ὀργὴ γὰρ ἀνδρὸς δικαιοσύνην Θεοῦ οὐκ ἐργάζεται· › διὸ, ‹ Παῦσαι ἀπὸ ὀργῆς, καὶ ἐγκατάλειπε θυμόν, › ζηλωτὴς πραΰτητος καὶ ἡμερότητος γινόμενος δύνα....
...destroy even the prudent; for anger destroys even the prudent; moreover, it is also a hindrance to the activity of virtue. "For the anger of a man does not work the righteousness of God"; therefore, "Cease from anger, and forsake wrath," becoming zealous for meekness and gentleness...
Στ. ι΄. Ἀλλ' οὐδὲ ὑπάρξει ὁ ἁμαρτωλὸς καταργουμένης τῆς κακῆς ἕξεως καθ' ἣν τοιοῦτός ἐστιν· τόπος δὲ μὴ εὑρισκόμενος ὡς ἐν τάξει νοείσθω, οἷον ἄλλη τάξις μαθητοῦ καὶ διδασκάλου. Μέχρι τὴν ὁμοίαν ἐπιστήμην ἀναλαβὼν, εἰς τὴν αὐτὴν αὐτῷ καταστήσεται τάξιν, τοῦ μαθητοῦ τὸν τόπον ἀπολιπών. Οὕτω τῆς κακίας ἀναιρουμένης, οἱ ταύτην ἑλόμενοι, τόπον οὐχ ἕξουσιν. Ἔσται δὲ πλῆθος εἰρήνης ἐπὶ τῆς τῶν πραέων γῆς, ὅτε πάντες οἱ ἐχθροὶ πρὸς οὓς ἔχομεν τὸν πόλεμον καταλυθῶμεν.
Verse 10. Neither shall the sinner exist when the evil habit by which he is such is abolished; and "his place not being found" is to be understood as in order/rank, such as the different rank of disciple and teacher. Until, having taken up the like knowledge, he is established in the same rank with him, having left behind the place of the disciple. Thus, when wickedness is done away with, those who chose it will have no place. And there shall be an abundance of peace upon the earth of the meek, when all the enemies against whom we have war are overthrown.
Στ. ιβ΄. Λεχθείη δ' ἂν καὶ περὶ τοῦ διαβόλου· μετὰ γὰρ ἄρθρου τοῦτον εἶπεν ἁμαρτωλόν· καὶ οἱ ἁμαρτωλοὶ οὐδὲ αὐτοὺς ἐν κακοῖς πλουτοῦντας τιτρώσκουσιν, οὐδὲ σφάττουσι δὲ τοὺς σκολιοὺς τῇ καρδίᾳ φίλους ὄντας αὐτοῖς.
Verse 12. This could also be said concerning the devil; for with the article he called him "the sinner"; and sinners neither wound those who are rich in evils, nor do they slay the crooked in heart who are friends to them.
Στ. κε΄. Πρὸς διάνοιαν, ἐκ νεαροῦ καὶ ἀβεβαίου ἤθους, καθ' ὃν νεωτερίζω· νεώτερος ἤμην, μεταβαλὼν εἰς γῆρας ἦλθον, βίον ἀκηλίδωτον καὶ πολιὰν φρόνησιν κεκτημένος. Ὅμως οὖν οὕτω προκόψας ‹ οὐκ εἶδον δίκαιον ἐγκαταλελειμμένον, › τῷ τὸν Θεὸν ἔχειν τρέφοντα καὶ ἄρτους θείους παρέχοντα, ὡς μὴ ζητῆσαί ποτε ἄρτους τὸ τοῦ δικαίου σπέρμα, τουτέστι τοὺς κατὰ διδασκαλίαν γεγενημένους. Ὅλην γοῦν τὴν ζωὴν ἑαυτοῦ κατάστασιν οὖσαν ἡμέραν ἐλεεῖ κοινωνικὸς ὢν, καὶ δανείζει ἤτοι μαθήματα τοῖς ἀκροωμένοις, ἢ Θεῷ. Καὶ τὸ ἐλεῶν πτωχὸν, Θεῷ δανείζει, ἐπὶ τὸ κερδῆσαι τόκους σωτηριώδεις· ὥστε καὶ τὸ σπέρμα αὐτῶν εὐλογημένον εἶναι πάσῃ εὐλογίᾳ πνευματικῇ.
Verse 25. As to the sense, from a youthful and unstable character, according to which I act youthfully: I was younger, and having changed I came to old age, having acquired an unstained life and grey-haired prudence. Yet, having advanced thus far, "I have not seen the righteous forsaken," because he has God nourishing him and providing divine loaves, so that the seed of the righteous, that is, those begotten according to teaching, never seek bread. Throughout his whole life, then, which is a settled day, he shows mercy, being generous, and lends either lessons to his hearers or to God. And he who has mercy on a poor man lends to God, so as to gain saving interest; so that their seed also is blessed with every spiritual blessing.
Στ. λ΄. Ὁ δίκαιος πᾶσαν τὴν ἠθικὴν κατορθώσας ἀρετὴν, ἦλθεν ἐπὶ θεωρίαν. Διὸ καὶ ὁ λόγος αὐτοῦ τροπικῶς στόμα καλούμενος, οὐκ ἄλλο τι ἢ τὴν ἐν τῷ
Verse 30. The righteous man, having accomplished all moral virtue, came to contemplation. Therefore his speech too, metaphorically called a mouth, [meditates upon] nothing else than the [wisdom] in...
PG 39:1340Read from the pageθεωρεῖν σοφίαν μελετᾷ· εἰς τοῦτο παραλήψῃ τὸ, ‹ Διήγησις εὐσεβοῦς, διὰ παντὸς σοφία· ὁ δὲ ἄφρων ὡς σελήνη ἀλλοιοῦται. › Καὶ ἡ γλῶσσα δὲ τοῦ δικαίου οὐκ ἀνεξετάστως, οὐδ' ὡς ἔτυχεν φθέγγεται· κρίνας γὰρ καὶ ἐξετάσας διαφορὰν λεκτέων καὶ οὐ λεκτέων, τὰ μὲν ἐρεῖ, τὰ δὲ ἡσυχάσει· τοιοῦτόν ἐστιν τὸ, ‹ Χείλη σοφῶν δέδεται αἰσθήσει, › τῷ ᾐσθημένως καὶ λέγειν καὶ σιωπᾷν· αἰσθήσει, δεσμῷ τῶν χειλέων κέχρηται.
...contemplating wisdom; for this you will take the saying, "The narration of a pious man is wisdom at all times; but the fool changes like the moon." And the tongue of the righteous man does not speak unexaminedly, nor at random; for having judged and examined the difference between things to be spoken and things not to be spoken, some things he will say, and on others he will keep silent; such is the saying, "The lips of the wise are bound by perception," in that he both speaks and keeps silent perceptively; he uses perception as a bond for his lips.
Στ. λα΄. Ὃν κατὰ φύσιν ἔχομεν νόμον ἐν καρδίᾳ, καθ' ὃν διακρίνομεν τὸ ποιητέον καὶ οὐ ποιητέον, οὐκ ἄλλου ἐστὶν, ἢ τοῦ πεποιηκότος ἡμᾶς κατὰ τὴν ἑαυτοῦ εἰκόνα Θεοῦ. Ἀμέλει ὅτ' ἂν σώζωμεν ἀδιαστρόφους τὰς ἐννοίας, τῶν χειρόνων ἀπεχόμενοι, τῶν κρειττόνων ἀντιποιούμεθα. Τούτῳ τῷ νόμῳ ἡγεμόνι τῆς ὁδοῦ χρώμενοι, ἄνευ ὑποσκελισμοῦ διαβαίνομεν ἐφ' ὃν ἐπειγόμεθα τέρμα. Δυνατὸν δὲ τὸν εὐαγγελικὸν νόμον δηλοῦσθαι διὰ τῆς παρούσης λέξεως.
Verse 31. The law which we have by nature in the heart, according to which we distinguish what is to be done and what is not to be done, belongs to none other than God who made us according to His own image. Indeed, whenever we preserve our concepts unperverted, abstaining from worse things, we lay hold of better things. Using this law as guide of the way, we pass without tripping to the goal towards which we press. And it is possible that the evangelical law is signified through the present expression.
Στ. λδ΄. Τῷ δικαίῳ ᾧ κατανοεῖ ὁ ἁμαρτωλὸς ζητῶν αὐτὸν θανατῶσαι, λέγεται, ‹ Ὑπόμεινον τὸν Κύριον, › εἰ καὶ πολλοὺς ἔχεις τοὺς φονῶντας κατὰ σοῦ, ἐκ Θεοῦ δέχου τὴν σωτηρίαν. Οὕτω γὰρ διατεθέντι σοι ἀκολουθήσει τῷ ὑψωθῆναι, ὥστε κατακληρονομῆσαι τὴν πολλάκις ἤδη εἰρημένην γῆν. Σημειωτέον δὲ, ὅτι ἐν ὕψει που κεῖσθαι τὴν τῆς ἐπαγγελίας λέγει γῆν. Ὑψοῦταί τις, ἀλλὰ τὴν ἄνω που ἱδρυμένην. Καὶ ἐν Ἡσαΐᾳ γοῦν· ‹ Ἀναβιβάσει σε Κύριος ἐπὶ τὰ ἀγαθὰ τῆς γῆς, › εἴρηται· καὶ ἐν οἵῳ δὲ ὕψει τυγχάνει αὕτη ἡ γῆ σκόπει, ὡς Θεοῦ ἀναβιβάζοντος ἐπ' αὐτὴν καὶ ὑψοῦντος, ὥστε αὐτὴν κληρονομῆσαι, τῷ μὴ οἷόν τε εἶναί τινα ἑαυτῷ ἐπ' αὐτὴν γενέσθαι.
Verse 34. To the righteous man whom the sinner watches, seeking to put him to death, it is said, "Wait upon the Lord," even if you have many who thirst for murder against you, receive salvation from God. For to you who are thus disposed it will follow to be exalted, so as to inherit the earth already mentioned many times. And it must be noted that he says the land of promise lies somewhere on high. One is exalted, [inheriting] that which is established somewhere above. In Isaiah at any rate it has been said, "The Lord shall bring you up upon the good things of the earth"; and consider in what height this earth is, since God brings one up upon it and exalts one so as to inherit it, because no one is able to come upon it by himself.
PG 39:1341Read from the pageνην διττὴν εὐθύτητα τῶν ἐγκαταλειμμάτων τῶν ἀσεβῶν ἐξολοθρευομένων ἐπὶ τὸ αὐτὸ, καὶ ἅμα κατὰ τὸν τῆς κρίσεως καιρόν. Σωτηρία δὲ τῶν δικαίων γίνεται παρὰ Κυρίου ὑπερασπίζοντος αὐτῶν ἐν καιρῷ θλίψεως. Ὑπάρξει δὲ αὐτοῖς, καὶ τὸ βοηθείας παρὰ τοῦ Κυρίου τυχεῖν, καὶ τὸ ῥυσθῆναι ἐκ πολεμίων, ἀλλὰ καὶ τὸ ἐξαιρεθῆναι ἐκ χειρὸς ἁμαρτωλῶν, τουτέστι πράξεως ἢ δυνάμεων πονηρῶν, διότι ἤλπισαν ἐπ' αὐτόν. Διὸ καὶ ὁ ψαλμὸς οὗτος ἐν οἰκείῳ ἀριθμῷ τῶν λεγομένων ἐν αὐτῷ τέτακται· ἔστι γὰρ τριακοστὴς ἕκτος. Οὗτος δὲ ὁ ἀριθμὸς ὁμοῦ τρίγωνος καὶ τετράγωνός ἐστιν πλευρᾷ τῇ ὀγδοάδι· ἔστι δὲ ἡ ὀγδοὰς ἀναστάσιμος τοῦ Σωτῆρος ἡμέρα. Ἡ δὲ τετράγωνος πλευρὰν ἔχει τὸν ἕξ ὄντα ἀριθμὸν τέλειον· ἑξάκις γὰρ ἕξ, τριάκοντα ἕξ· τρίγωνος δὲ κατὰ τοῦτο. Εἰ γὰρ ἀπὸ μονάδος ἑξῆς ἕως ὀγδοάδος ἀριθμήσεις, οὐχ ἄλλον τούτου εὑρήσεις ἀριθμόν.
...the twofold uprightness, while the remnants of the impious are destroyed together, and at the same time at the season of judgement. And the salvation of the righteous comes from the Lord, who shields them in time of tribulation. It will also belong to them both to obtain help from the Lord, and to be delivered from enemies, and further to be rescued from the hand of sinners, that is, from wicked deed or powers, because they hoped in Him. Therefore this psalm too is placed in a number fitting to what is said in it; for it is the thirty-sixth. And this number is at once triangular and square, with the ogdoad as its side; and the ogdoad is the resurrection day of the Saviour. And the square has as its side six, which is a perfect number; for six times six is thirty-six; and it is triangular in this way: if you count in order from the monad up to the ogdoad, you will find no other number than this.
Στ. β΄. Ἐξομολογούμενον πρόσωπον εἰσάγεται ἐν τῷ ψαλμῷ τούτῳ. Εἰ πέπρακταί μοι, φησὶν, τοιοῦτο ἐφ' οἷς ἄξιον ὑπὸ θυμοῦ ἐλεγχθῆναι, ἀλλά γε μετανοήσας παρακαλῶ, ὑπὸ λόγου, καὶ μὴ ὑπὸ θυμοῦ ἐλεγχθῆναι, καὶ ὑπὸ διδασκαλίας, καὶ μὴ ὑπὸ ὀργῆς παιδευθῆναι. Καὶ τὸ εὔλογον τῆς αἰτήσεως ἐπιφέρει λέγων· ‹ Ὅτι τὰ βέλη σου ἐνεπάγησάν μοι· καὶ ἐπεστήρισας ἐπ' ἐμὲ τὴν χεῖρά σου. › Οἱ λόγοι τοῦ Κυρίου βέλη εἰσίν. Αὐτὸς τοίνυν ὁ Σωτήρ φησιν· ‹ Ἔθηκέ με ὡς βέλος ἐκλεκτὸν, καὶ τῇ φαρέτρᾳ αὐτοῦ ἔκρυψέ με. › Ὁ λέγων οὖν τὸν λόγον τοῦ Κυρίου, βέλος ἀφίησι· καὶ ἐπὰν λέγῃ ἐπιστρεπτικὰ, τῷ βέλει τούτῳ τιτρώσκει τὸν συνετὸν ἀκροατήν. Ὁ οὖν δυνάμενος ἐκ τοῦ τετρῶσθαι νενοηκέναι καὶ ἠλπικέναι, θαρῥεῖ ὅτι οὐκ ἔπεσε τὰ βέλη τοῦ Θεοῦ τὰ λογικὰ, οὐδ' ἔξω γέγονεν αὐτοῦ, ἀλλὰ καθίκετο αὐτοῦ· ὡς λέγεσθαι, Ἑώρακας, ὡς κατενύγη ὁ δεῖνα; καὶ, ‹ Ἐπεστήρισας ἐπ' ἐμὲ τὴν χεῖρά σου. › Λέγοι ἂν τῷ τύπτοντι διδασκάλῳ ἢ παιδαγωγῷ ὁ τυπτόμενος, ὅτε οὐ παρέργως τύπτεται, ‹ Ἐπεστήρισας ἐπ' ἐμὲ τὴν χεῖρά σου. › Τῆς γὰρ χειρὸς Κυρίου ἐπικειμένης τῷ ἀφιέντι τὰ λογικὰ βέλη, τιτρώσκεται καὶ ἐμπήγνυται τὰ βέλη εἰς τὴν ψυχὴν τοῦ ἀκούοντος. Δηλοῖ δέ ποτε ἡ τῶν βελῶν προσηγορία καὶ τὰς κολάσεις, ὡς ἐν τοῖς προάγουσιν εἴρηται. Φησὶ τοίνυν· Ἐπεὶ ἁμαρτίας πεποίηκα, αἷς ἀκολουθεῖ κόλασις, τὰ βέλη σου ἤδη ἐνεπάγησάν μοι.
Verse 2. A confessing person is introduced in this psalm. If, he says, such a thing has been done by me for which it is fitting to be reproved by wrath, yet having repented I entreat to be reproved by reason and not by wrath, and to be chastened by teaching and not by anger. And he adds the reasonableness of his request, saying, "For Thy arrows have been fixed in me, and Thou hast laid Thy hand heavily upon me." The words of the Lord are arrows. The Saviour Himself, therefore, says, "He made Me as a chosen arrow, and in His quiver He hid Me." He, then, who speaks the word of the Lord shoots an arrow; and whenever he speaks words that convert, with this arrow he wounds the intelligent hearer. He, then, who is able from having been wounded to have understood and hoped is confident that the rational arrows of God did not fall, nor go outside him, but reached him; so that it is said, "Have you seen how so-and-so was pierced to the heart?" and, "Thou hast laid Thy hand heavily upon me." The one being struck might say to the teacher or tutor who strikes him, when he is not struck cursorily, "Thou hast laid Thy hand heavily upon me." For when the hand of the Lord rests upon him who shoots the rational arrows, the hearer is wounded and the arrows are fixed in his soul. And sometimes the appellation of arrows also signifies punishments, as has been said in what precedes. He says therefore: Since I have committed sins, which punishment follows, Thy arrows have already been fixed in me.
Στ. ε΄. Τὰς μὲν ἀνομίας ὑπερηρκέναι, τὴν κεφαλὴν ἑαυτοῦ φησιν, ὥστε πιῆσαι καὶ βαρῦναι τὸ ἡγεμονικὸν αὐτοῦ τροπικῶς κεφαλὴν ὀνομαζόμενον, ταύτας δὲ καὶ τρόπον φορτίου βεβαρύνθαι ἐπ' αὐτόν. Τῆς γὰρ κακίας φύσει κατωφεροῦς καὶ βαρυτάτης οὔσης, ὡς ταλάντῳ μολίβδου παραβάλλεσθαι, μόνος ὁ μετανοῶν αἴσθησιν τοῦ βάρους αὐτῆς λαμβάνει, οἰομένου κουφοτάτην αὐτὴν ὑπάρχειν τοῦ σὺν ἡδονῇ ἐνεργοῦντος αὐτήν. Ὅθεν Ἰησοῦς τοὺς κοπιῶντας καὶ πεφορτισμένους διὰ μετανοίας ἥκειν πρὸς αὐτὸν καλεῖ, αἰσθηθέντας τοῦ ἄχθους τῆς ἁμαρτίας, καὶ
Verse 5. He says that his iniquities have risen over his head, so as to press down and weigh upon his ruling faculty, which is metaphorically called head, and that these have also weighed heavily upon him after the manner of a burden. For since wickedness is by nature downward-tending and heaviest, so as to be compared to a talent of lead, only the one who repents receives a sense of its weight, while he who practises it with pleasure supposes it to be lightest. Hence Jesus calls those who labour and are heavy laden to come to Him through repentance, having perceived the burden of sin, and...
Notes, col. 1341
On the reading
Printed τριακοστὴς, for τριακοστὸς.