Migne Reading Room

PG 39 · cols. 1296–1305 · Read from the page

from the Catenae

from the Catenae

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 39:1296Read from the page
νευτον, εἰδέναι χρὴ ὡς τὴν Δεσποτικὴν ἀνάστασιν προσημαίνει. Μυστικώτερον δὲ τοῦ Κυρίου γέγονεν ἡ γῆ, ὁπηνίκα κατελθὼν ἠλευθέρωσεν αὐτὴν τῶν τυραννικῶς κρατούντων αὐτὴν δαιμόνων, καταλύσας πάντα τὰ ἐπ' αὐτῆς ἀπατηλῶς ἐπιτελούμενα, μαγείαν, φαρμακείαν, τὰ χρηστήρια τῶν ἐπὶ γῆς δαιμόνων, σὺν τοῖς περὶ ἀγαλμάτων καὶ θυσιῶν νόμοις· ἀλλὰ καὶ τὸ πλήρωμα αὐτῆς τοῦ περὶ ἀγαθῶν καὶ κακῶν, ὡς ἀναχωρῆσαι τῶν φαύλων, κατὰ τὸ ‹ Ἐλέους Κυρίου πλήρης ἡ γῆ. ›
-plained, one must know that it signifies beforehand the Lord's resurrection. And more mystically the earth became the Lord's, when descending He freed it from the demons tyrannically ruling it, having destroyed all the things deceitfully practised upon it, magic, sorcery, the oracles of the demons upon the earth, together with the laws concerning images and sacrifices; and moreover its fullness of what concerns good and evil things, so as to withdraw from the wicked, according to the [saying]: ‹ The earth is full of the mercy of the Lord. ›
Στ. βʹ. Καὶ ἡ καθολικὴ δὲ Ἐκκλησία πρὸς τῶν πιστῶν οἰκουμένη, μετ' αὐτῶν τῶν οἰκούντων αὐτοῦ ἐστιν, φρονούντων τε καὶ βιούντων ἐκκλησιαστικῶς. Ἥτις ἀμετακίνητον ἔχει τὴν ἕδραν, ὅταν τῆς τῶν πειρασμῶν ἁλμυρίδος καὶ τρικυμίας προσβαλόντων, ἄσειστος ἐπιμείνῃ τῇ πίστει. Ταύτην δὲ καὶ ἐπὶ ποταμῶν ἡτοίμασεν εὐτρεπῆ ποιήσας διὰ τῆς θείας νομοθεσίας πρὸς ὑποδοχὴν τοῦ ἁγίου Πνεύματος, ἀφ' οὗ καθάπερ ἐκ πηγῆς τὰ ποικίλα χαρίσματα ῥέουσιν ποταμοὶ ὕδατος ζῶντος.
Verse 2. And the catholic Church inhabited by the faithful is His, together with those who dwell in it, thinking and living in an ecclesiastical manner. Which has an unshakeable seat, whenever, as the brine and triple-wave of temptations strike against it, it abides unshaken in the faith. And He prepared it upon the rivers, having made it ready through the divine legislation for the reception of the Holy Spirit, from Whom as from a fountain the manifold gifts flow as rivers of living water.
Διδύμου καὶ Εὐσεβίου. Στ. γʹ. Ἢ καὶ ὄρος Κυρίου τὸ τελικὸν ἀγαθὸν, καὶ τὸν Θεὸν Λόγον· σπάνιος γὰρ ὁ πρὸς τὴν ἀκρώρειαν αὐτοῦ διὰ προκοπῆς ἀναβῆναι δυνάμενος.
Of Didymus and Eusebius. Verse 3. Or also the mountain of the Lord [is] the final good, and God the Word; for rare is he who is able to ascend to His summit through progress.
Διδύμου καὶ Ὠριγένους. Ὁ γὰρ τελειωθεὶς μηκέτι περαιτέρω χωρεῖν οἷός τε ὢν, ἵσταται βέβαιος, καὶ χρηματίζων ἅγιος τόπος Θεοῦ. Ὀπίσω γὰρ Κυρίου πορευόμενος ἀναβαίνει, τῶν μὲν ὄπισθεν ἐπιλανθανόμενος, τοῖς δὲ ἔμπροσθεν ἐκτεινόμενος, τέλος ἔχων τὸ στῆναι μετὰ Θεοῦ ἐν τόπῳ ἁγίῳ αὐτοῦ, ἐφ' ὃν δεῖ ἀναβῆναι καὶ στῆναι τὸν εὐαγγελιζόμενον τὴν Σιών. Πρὸς ὃν ἐφθακότι τῷ Μωϋσῇ φησιν ὁ Θεός· ‹ Σὺ δὲ αὐτοῦ στῆθι μετ' ἐμοῦ· › ἀλλὰ καὶ, ‹ Ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, › ὡς ἐφ' ἕτερον ἁγίασμά φησιν ὁ προφήτης· ἐπεὶ πέτρα ἦν ὁ Χριστός.
Of Didymus and Origen. For he who has been perfected, being no longer able to advance further, stands firm, being also styled a holy place of God. For walking behind the Lord he ascends, forgetting the things behind, and stretching forward to the things ahead, having as his end to stand with God in His holy place, upon which it is necessary for him who brings good tidings to Sion to ascend and stand. To Moses, who had arrived at it, God says: ‹ But stand thou here with me; › and also, ‹ He set my feet upon a rock, › as upon another sanctuary the prophet says; since the rock was Christ.
Στ. δʹ. Ἀλλὰ τίς ὁ τῶν ἐπαγγελιῶν τούτων τευξόμενος; Οὗτος ‹ οὐκ ἔλαβεν ἐπὶ ματαίῳ τὴν ψυχὴν αὐτοῦ. › Τάχα δὲ καὶ λαβών τις ψυχὴν λογικὴν, δεκτικὴν ἀρετῶν καὶ ἐπιστημῶν, καὶ μὴ δεξάμενος ταῦτα τὰ ὧν ἐστιν δεκτικὸς, ἀλλ' ἀπάτῃ τοῦ βίου καὶ μερίμνῃ βιωτικῇ καταξανθεὶς ἡδοναῖς καὶ πάθεσιν, ἐπὶ ματαίῳ τὴν ψυχὴν εἴληφεν. Ὁ δ' ἐναντίως τούτῳ διακείμενος, οὐκ ἐπὶ ματαίῳ αὐτὴν ἔλαβεν. Καὶ ὅλως ματαιότης ματαιοτήτων ὁ τῶν πολλῶν βίος ἐστίν.
Verse 4. But who is he who shall obtain these promises? This one ‹ has not received his soul in vain. › Perhaps also someone, having received a rational soul, receptive of virtues and sciences, and not having accepted these things of which it is receptive, but having been worn down by the deceit of life and worldly care through pleasures and passions, has received his soul in vain. Whereas he who is disposed contrary to this has not received it in vain. And altogether vanity of vanities is the life of the many.
Στ. εʹ, ϛʹ. Ἐπεὶ μὴ περὶ ἑνός τινος ἀναβαίνοντος εἰς τὸ ὄρος τοῦ Κυρίου, καὶ ἱσταμένου εἰς τόπον ἅγιον, αὐτοῦ ἐρώτησις γέγονεν, οὐδὲ ἀπόκρισις περὶ ἑνὸς, ἀλλὰ περὶ παντὸς ἀθώου χερσὶν καὶ καθαροῦ τῇ καρδίᾳ. Διὸ καὶ ἐπιφέρει τό· ‹ Αὕτη ἡ γενεὰ ζητούντων τὸν Κύριον, › ἀντὶ τοῦ, Πάντες οἱ τοιοῦτοι, καὶ τὴν ἐκ τῶν προειρημένων ἀρετῶν ἐσχηκότες, γενεὰ ζητοῦντές εἰσι, τὸν Κύριον ζητοῦντες δὲ, ἐπὶ τῷ εὑρεῖν τὸ πρόσωπον τοῦ Θεοῦ Ἰακὼβ, ὃν θεωρῆσαι θέλουσιν, ἵνα βελτιωθέντες ἐκ τῆς κατανοήσεως καὶ ἐκλάμψεως αὐτοῦ εἴπωσιν· ‹ Ἐσημειώθη ἐφ' ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε. ›
Verses 5, 6. Since the question was not concerning some one person ascending into the mountain of the Lord, and standing in a holy place, nor the answer concerning one, but concerning everyone innocent in hands and pure in heart. Therefore he also adds: ‹ This is the generation of those who seek the Lord, › instead of, All such persons, and those who have possessed the [state] from the aforementioned virtues, are a generation seeking, and seeking the Lord, in order to find the face of the God of Jacob, Whom they wish to behold, so that having been made better from the contemplation and shining forth of Him they may say: ‹ The light of Thy countenance has been signed upon us, O Lord. ›
PG 39:1297Read from the page
Στ. ζʹ. Προτρέχοντες θεῖοι ἄγγελοι προσεφώνουν τοῖς ἐφεστηκόσιν ταῖς οὐρανίαις πύλαις· ‹ Ἄρατε πύλας, οἱ ἄρχοντες, ὑμῶν, › τὰς ὑμετέρας, καὶ φύλακές ἐστε. Ὡς γὰρ κατιὼν, κλίνας οὐρανὸν καὶ οὐκ ἀνοίξας κατῆλθεν, οὕτως ἀναληφθεὶς οὐκ ἀνοιχθεισῶν πυλῶν εἰσῆλθεν, ἀλλὰ αἰρομένων. Εἶτα ἐπεὶ αὗται αἱ πύλαι καὶ λογικαὶ τυγχάνουσιν, καὶ πρὸς αὐτὰς οἱ ἄγγελοί φασιν· ‹ Ἐπάρθητε, πύλαι αἰώνιοι. › Αὗται δὲ αἱ πνευματικαὶ πύλαι, οὐ πρόσκαιροι, ἐπεὶ μὴ σωματικαὶ, ἀλλ' αἰώνιοι διὰ τὸ ἄϋλον καὶ ἀκήρατον. Πλὴν φάσκοντες ἀρθῆναι καὶ ἐπαρθῆναι τὰς πύλας, οὐχ ἕνα τῶν ἐπιδόξων εἰσελεύσεσθαι, ἀλλὰ τὸν Βασιλέα τῆς δόξης φασίν. Βασιλεὺς δὲ δόξης ὁ Σωτὴρ, τῷ ἄρχειν πάντων τῶν ἐπιδόξων, κατὰ Θεὸν εἴρηται, καὶ ὡς τὴν παρὰ πάντων κομιζόμενος δόξαν, καὶ τὴν ἀληθῆ καὶ μόνιμον ἔχων βασιλείαν· ταύτην δὲ παρέχων τοῖς ἀξίοις. Καὶ Κύριος αὐτῆς εἴρηται, κατὰ τό· ‹ Εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν. ›
Verse 7. The divine angels running ahead addressed those set over the heavenly gates: ‹ Lift up your gates, O rulers, › your own, and you are guardians. For just as descending, having bowed the heaven and without opening it He came down, so having been taken up He entered not when the gates were opened, but when they were lifted up. Then, since these gates are also rational, to them too the angels say: ‹ Be lifted up, eternal gates. › And these spiritual gates are not temporary, since they are not bodily, but eternal on account of their immateriality and incorruptibility. Yet in saying that the gates are lifted up and raised, they say that not one of the illustrious ones will enter, but the King of glory. And the Saviour is called King of glory from ruling all the illustrious ones, according to God, and as receiving glory from all, and having the true and abiding kingdom, and granting this to the worthy. And He is called Lord of it, according to the [saying]: ‹ For if they had known, they would not have crucified the Lord of glory. ›
Στ. ηʹ. Ἀλλ' ἐπεὶ μὴ μόνος ὁ Θεὸς Λόγος ἀνῆλθεν, ἀλλ' ἐπιφερόμενος ἣν ἀνείληφεν σάρκα ἐψυχωμένην ψυχῇ νοερᾷ, ξενιζόμεναι αἱ ἄνω δυνάμεις ἐπυνθάνοντο, ‹ Τίς ἐστιν οὗτος ὁ Βασιλεὺς τῆς δόξης; › Σάρκα γὰρ περικείμενον τὸν λεχθέντα Βασιλέα τῆς δόξης ἰδοῦσαι, ἐθαύμαζον.
Verse 8. But since God the Word did not ascend alone, but bearing the flesh which He assumed, ensouled with an intelligent soul, the powers above, amazed, inquired: ‹ Who is this King of glory? › For seeing the one called King of glory clothed with flesh, they marvelled.
Πάλιν δὲ οἱ προτρέχοντες· ‹ Κύριος, ἔλεγον, κραταιὸς καὶ δυνατὸς, › ἄντικρυς τοῦτο βοῶντες· Ὃν ἴστε παμβασιλέα καὶ τῶν ὅλων Δεσπότην κραταιὸν καὶ δυνατὸν, οὗτός ἐστι σῶμα περικείμενος, ἀριστεύσας κατὰ τῶν ἀφ' ἡμῶν πεσόντων, καὶ τυραννικὴν ἕξιν ἀναλαβόντων· Κύριος ὢν δυνατὸς ἐν πολέμῳ ὀφθεὶς τῷ πάντας καταλελυκέναι, ἀντιδοξῆσαι καὶ ἀντίστασθαι θελήσαντας.
And again those running ahead said: ‹ The Lord, strong and mighty, › crying out this directly: He Whom you know as universal King and strong and mighty Master of the universe, this is He clothed with a body, having prevailed in prowess against those who fell away from us and assumed a tyrannical habit; being the Lord mighty in war, seen to have undone all who wished to hold counter-opinions and resist.
Στ. θʹ. Ταῦτα ἀκούσαντες οἱ ἄρχοντες μετὰ καὶ τῶν αἰωνίων πυλῶν αὐτῶν, οὐκ ἠρκέσθησαν τὸ προσταχθὲν μόνον ποιῆσαι, ἀλλὰ καὶ ταῖς ὑπερτέρω δυνάμεσιν, ἐπιστατούσαις, καὶ αὐταῖς ταῖς πύλαις τῶν ἀνωτέρων οὐρανῶν, ἅπερ ἤκουσαν, ἀνήγγειλαν, κηρύττουσαι τὸ, ‹ Ἄρατε πύλας, οἱ ἄρχοντες, ὑμῶν, › καὶ τὰ ἑξῆς· καὶ πυθομέναις πάλιν αὐταῖς ἀπεκρίναντο ἣν ἔσχον καὶ αὗται ἀπόκρισιν.
Verse 9. Having heard these things, the rulers, together with their eternal gates, were not content only to do what was commanded, but also announced what they had heard to the higher powers set over [them] and to the very gates of the upper heavens, proclaiming: ‹ Lift up your gates, O rulers, › and what follows; and when they in turn inquired, they answered them the answer which they themselves also had received.
Στ. ιʹ. ‹ Κύριος τῶν δυνάμεων, › εἰποῦσαι, ‹ αὐτός ἐστιν ὁ Βασιλεὺς τῆς δόξης. › Δυνάμεων δὲ Κύριον αὐτὸν εἶπον, ὡς ἄρχοντα στρατοπέδων. Σημειωτέον δὲ ὅτι οἱ τὰ Ἑβραίων ἠκριβωκότες φασὶν, τὴν ‹ Σαβαὼθ › φωνὴν ἐν τῷ Ἑβραϊκῷ κειμένην, εἰς Ἑλλάδα φωνὴν οἱ Ἑβδομήκοντα μεταλαμβάνοντες, ὁτὲ μὲν τὸ ‹ Κύριος τῶν δυνάμεων, › ὁτὲ δὲ ‹ Κύριος στρατιῶν, › ὁτὲ δὲ τὸ ‹ Παντοκράτωρ › ἔταξαν. Λέγουσι γοῦν καὶ ἐν τῷ τόπῳ τούτῳ κειμένου τοῦ ‹ Σαβαὼθ, › μετάληψις εἰς τὸ ‹ Κύριος τῶν δυνάμεων, › γέγονεν· εἰ δὲ τὸ ‹ Σαβαὼθ, › ἐπὶ τοῦ Σωτῆρος εἴρηται, ἑρμηνεύεται δὲ καὶ εἰς τὸ ‹ Παντοκράτωρ, › εἰκότως ἡ ‹ Παντοκράτωρ › φωνὴ, τοῦ Σωτῆρος κατηγορηθείη. Εἰ γὰρ πάντα δι' αὐτοῦ γέ-
Verse 10. Saying: ‹ The Lord of powers, He is the King of glory. › They called Him Lord of powers, as ruler of armies. And it is to be noted that those who have examined Hebrew matters accurately say that the Seventy, translating the word ‹ Sabaoth › lying in the Hebrew into the Greek tongue, rendered it sometimes as ‹ Lord of powers, › sometimes as ‹ Lord of hosts, › and sometimes as ‹ Almighty. › They say, then, that in this place also, where ‹ Sabaoth › lies, a translation into ‹ Lord of powers › has been made; and if ‹ Sabaoth › is said of the Saviour, and is also interpreted as ‹ Almighty, › fittingly would the word ‹ Almighty › be predicated of the Saviour. For if all things were ma-
PG 39:1300Read from the page
γονεν, καὶ αὐτός ἐστιν πρὸ πάντων, καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκεν, κρατεῖ δὲ προνοητικῶς τῶν δι' αὐτοῦ πάντων γεγενημένων, καὶ πρὸ πάντων ἐστὶν τῶν ἐν αὐτῷ συστάντων, ἀκολούθως Παντοκράτωρ λέγεται· αὐτοῦ γοῦν ἐστι πρόσωπον λέγον ἐν Ζαχαρίᾳ· ‹ Οὕτως λέγει Κύριος παντοκράτωρ· Ὀπίσω δόξης ἀπέστειλέν με· καὶ γνώσῃ, ὅτι Κύριος παντοκράτωρ ἀπέστειλέν με πρὸς σέ. › Παντοκράτωρ γὰρ ὑπὸ Παντοκράτορος ἀποστελλόμενος, ὁ Υἱός ἐστιν ὑπὸ τοῦ Πατρὸς πεμπόμενος. Ἀριδηλότατα δὲ ἐν τῇ Ἰωάννου Ἀποκαλύψει παντοκράτωρ ὁ Σωτὴρ λέγεται· ‹ Τάδε
-de through Him, and He is before all things, and all things hold together in Him, and He rules providentially over all things that have come to be through Him, and is before all things that have subsisted in Him, consequently He is called Almighty; His, then, is the person speaking in Zechariah: ‹ Thus says the Lord almighty: After glory He has sent me; and you shall know that the Lord almighty has sent me to you. › For the Almighty sent by the Almighty is the Son sent by the Father. And most clearly in the Apocalypse of John the Saviour is called almighty: ‹ These things
Στ. βʹ. Ὁ δὲ ἐπ' ἄλλῳ τινὶ παρὰ τὸν Θεὸν πεποιθὼς, οἷον ἐπὶ πλούτῳ, καταγελασθήσεται· ὅπερ οὐ πείσομαι, πεποιθὼς ἐπὶ σοί· ἐχθροὶ δὲ ὁ διάβολος μετὰ δαιμόνων καὶ τῶν ἀσεβούντων ἀνθρώπων. Ἴσως δὲ καὶ προορᾷ τοῦ Σωτῆρος τὴν ἐνανθρώπησιν, μεθ' ἣν ὁ τῶν ἐχθρῶν πέπαυται γέλως.
Verse 2. He who trusts in anything else besides God, such as in wealth, shall be laughed to scorn; which I shall not suffer, trusting in Thee; and the enemies are the devil together with the demons and impious men. Perhaps he also foresees the incarnation of the Saviour, after which the laughter of the enemies has ceased.
Στ. δʹ. Λέγοι δ' ἂν ὁδοὺς καὶ τὰς ἐντολὰς, ὧν ἀξιοῖ καὶ τὰς τρίβους μαθεῖν, ἃς οἱ προοδεύσαντες ἔτριψαν, ἵνα τοῖς ἴχνεσιν ἀκολουθῶν ἐκείνων, ἀπλανῆ ποιήσηται τὴν πορείαν· ὡς οὐκ ἀρκοῦντος δὲ πρὸς σωτηρίαν τοῦ πρακτικοῦ, προλαβεῖν ἱκετεύει καὶ τῆς ἀληθείας τὴν θεωρίαν.
Verse 4. He would also call the commandments ways, whose paths too he asks to learn, which those who walked before trod, so that following their footsteps he may make his journey unerring; and as the practical [life] does not suffice for salvation, he entreats to attain beforehand also the contemplation of truth.
Στ. ιʹ. ‹ Πᾶσαι αἱ › πρὸς Κύριον φέρουσαι ‹ ὁδοὶ, › ἢ ἃς αὐτὸς βαδίζει τὸν εἰρημένον τρόπον, κατ' ἀλήθειαν κατορθούμεναι, καὶ σὺν χρηστότητι γινόμεναι, ‹ ἔλεός εἰσιν καὶ ἀλήθεια. › Δεῖ γὰρ ἐλεηθῆναι πρότερον, ἵνα τις ἐπιβῇ αὐταῖς, καὶ οὕτω δι' αὐτοῦ τοῦ ὁδεύειν ἐπ' αὐτὴν τὴν ἀλήθειαν φθάσῃ. Οὐ πᾶσιν δὲ ἔλεος καὶ ἀλήθεια θεωροῦνται αἱ ὁδοὶ τοῦ Κυρίου, ἀλλὰ ‹ τοῖς ἐκζητοῦσι τὴν διαθήκην αὐτοῦ καὶ τὰ μαρτύρια αὐτοῦ· › ὁ γὰρ ἐκτὸς ὢν τῆς διαθήκης καὶ τῶν μαρτυρίων, ἄπειρός ἐστιν τῆς χρηστότητος καὶ τοῦ κάλλους τῶν Κυριακῶν ὁδῶν. Ἐκζητητέον οὖν τὴν διαθήκην ἣν διέθετο ὁ Θεὸς τοῖς πατράσιν, ἐξάγων αὐτοὺς ἐκ τῆς πνευματικῆς Αἰγύπτου, τουτέστι τῆς πολυθέου πλάνης· ἐκζητήσαντες γὰρ καὶ ἐρευνήσαντες αὐτὴν, εἰσόμεθα καὶ τὴν καινὴν διαθήκην ἣν ἐβεβαίωσεν Ἰησοῦς τῷ αἵματι τῷ ἰδίῳ. Πᾶσα γὰρ διαθήκη ἀνίσχυρος, μὴ θάνατον ἐσχηκότος τοῦ διατιθεμένου, ᾗ φησιν ὁ Ἀπόστολος· ‹ Διαθήκη γὰρ ἐπὶ νεκροῖς βεβαία, ἐπεὶ μήποτε ἰσχύει ὅσον ζῇ ὁ διατιθέμενος. › Διὸ πληρῶσαι τὴν ἑαυτοῦ διαθήκην ὁ Ἰησοῦς βουλόμενος, θάνατον ἀνεδέξατο· ἐκζητητέον δὲ ἐν τῇ διαθήκῃ καὶ τὰ μαρτύρια τοῦ Θεοῦ, τοὺς μεμαρτυρηκότας καὶ ἐμπνευσθέντας ὑπ' αὐτοῦ λόγους.
Verse 10. ‹ All the ways › leading to the Lord, or which He Himself walks in the manner stated, being rightly directed according to truth and wrought with goodness, ‹ are mercy and truth. › For it is necessary first to receive mercy, so that one may enter upon them, and thus through the very walking arrive at the truth itself. Yet not to all are the ways of the Lord seen to be mercy and truth, but ‹ to those who seek out His covenant and His testimonies; › for he who is outside the covenant and the testimonies is inexperienced in the goodness and beauty of the Lord's ways. One must therefore seek out the covenant which God covenanted with the fathers, leading them out of spiritual Egypt, that is, polytheistic error; for having sought it out and searched it, we shall know also the new covenant which Jesus confirmed with His own blood. For every testament is without force while the testator has not undergone death, as the Apostle says: ‹ For a testament is of force over the dead, since it has no strength at all while the testator lives. › Therefore Jesus, wishing to fulfil His own testament, underwent death; and one must seek out in the covenant also the testimonies of God, the words testified and inspired by Him.
Στ. ιαʹ. ‹ Ἕνεκα τῆς σῆς προσηγορίας, ὦ Δέσπο-
Verse 11. ‹ For the sake of Thy title, O Mas-
PG 39:1301Read from the page
τα, › ἐγὼ ὁ σὸς οἰκέτης ἐκζητήσω τὴν διαθήκην σου, ἐλευθερίαν ἐξ αὐτῆς προσδοκῶν ἢ κληρονομίαν, ἣν ὡς υἱῷ γενομένῳ ὥρισας· ἀλλὰ καὶ ‹ ἱλάσθητι τῇ ἁμαρτίᾳ μου, › οὐ τῇ ἔτι ἐνεργουμένῃ, ἀλλὰ παυσαμένῃ· ‹ πολλὴ γάρ ἐστιν, › οὐ κατὰ ποσότητα, ἀλλὰ κατὰ σύγκρισιν τῆς προσεῖναι ὀφειλούσης καθαρότητος.
-ter, › I Thy servant will seek out Thy covenant, expecting freedom from it or the inheritance which Thou hast appointed [for me] as having become a son; and also ‹ be merciful to my sin, › not that which is still being wrought, but that which has ceased; ‹ for it is great, › not in quantity, but in comparison with the purity that ought to be present.
Στ. ιγʹ. Ἡ ψυχὴ τοῦ εὐλαβοῦς, τῶν ἀγαθῶν περαιτέρω μὴ γινομένη, ἐν αὐτοῖς αὐλίζεται, ἐνεργοῦσα αὐτὰ ἀεί· διὸ καὶ καθόλου τεύξεται τὸ σπέρμα ἔχειν κληρονομοῦν τὴν γῆν, οὐ τὴν ὑπὸ πόδας, ἀλλὰ τὴν τῶν πραέων.
Verse 13. The soul of the devout man, not going beyond good things, lodges in them, working them always; wherefore he shall also altogether obtain that his seed inherit the earth, not that under foot, but that of the meek.
Στ. ιϛʹ. Μονογενῆ ἑαυτὸν φάσκει, κατὰ τὸν λέγοντα· ‹ Ἐγὼ ὑπελείφθην μόνος, καὶ ζητοῦσι τὴν ψυχήν μου. › Διὸ καὶ πτωχός εἰμι, οὐκ ἔχων τὴν ἐκ τῶν ὁμοζήλων ἀρωγήν. Ἰστέον δὲ ὅτι τὸ ‹ Μονογενὴς › ἐρεῖς, οὐ ταυτὸν ὂν τῷ μονογενεῖ Υἱῷ· ὅπου γὰρ πρόσκειται τῷ Μονογενεῖ ‹ Υἱὸς, › ἢ, ‹ παρὰ Πατρὸς μονογενὴς, › λέγεται τῇ μόνον ἐξ ἐκείνου τυγχάνον.
Verse 16. He calls himself only-begotten, according to him who says: ‹ I am left alone, and they seek my soul. › Wherefore I am also poor, not having the aid from those of like zeal. And one must know that you will say ‹ Only-begotten › is not the same as the only-begotten Son; for wherever ‹ Son › is added to ‹ Only-begotten, › or ‹ only-begotten from the Father, › it is said of Him Who exists from Him alone.
Στ. ιζʹ. Θλίψεις δὲ τῆς καρδίας νοήσεις, καὶ τοὺς διοχλοῦντας ἐναντίους λογισμούς· ἀναγκαῖαι δὲ περιστάσεις, τῆς προθέσεως ἐκπεσεῖν βιαζόμεναι.
Verse 17. And you will understand afflictions of the heart to be also the troubling opposing thoughts; and necessities are circumstances forcing one to fall away from one's purpose.
Στ. καʹ. Ἀκάκους λέγει ἢ τοὺς στερομένους κακίας, ἢ τοὺς ἁπλουστέρους· εὐθεῖς δὲ τοὺς κατορθώσαντας τὴν τελείαν ἀρετήν. Οὗτοι οὖν ‹ ἐκολλῶντό μοι › δι' ὁμοφροσύνην, ‹ ὅτι ὑπέμεινά σε, Κύριε. › Τάχα δὲ καὶ ἀκάκους λέγει τοὺς ἐξ ἀνθρώπων σπουδαίους· εὐθεῖς δὲ τοὺς θείους ἀγγέλους κολλωμένους αὐτῷ, τῷ καὶ θείας δυνάμεις γίνεσθαι περὶ τὸν σπουδαῖον.
Verse 21. He calls innocent either those devoid of malice, or the simpler ones; and upright those who have achieved perfect virtue. These then ‹ cleaved to me › through like-mindedness, ‹ because I waited for Thee, O Lord. › Perhaps also he calls innocent the earnest among men; and upright the divine angels cleaving to him, in that divine powers also come to be around the earnest man.
Στ. βʹ. Οὐδεὶς ἁμαρτάνων κριθῆναι βούλεται ἐφ' οἷς πεποίηκεν, καὶ μάλιστα πρὸς τοῦ τὰ κρυπτὰ ὁρῶντος. Ὁ δὲ ἐν ἀκακίᾳ πορευθεὶς, τουτέστιν προκόψας, ἀξιοῖ τούτου τυχεῖν· οἶδεν γὰρ μισθοῦ ἢ κληρονομίας τευξόμενος. Ἢ ἀκακίαν καλεῖ τὸ μὴ μετασχεῖν τῆς φαυλότητος καὶ τῆς κακίας τῶν ἰδίων καὶ τῆς ἀπονοίας τῶν ἀλλοφύλων. ‹ Καὶ ἐπὶ τῷ Κυρίῳ ἐλπίζων, οὐ μὴ ἀσθενήσω· › ὅσον περιέχομαι τῆς πρὸς Θεὸν ἐλπίδος, ὑπ' αὐτῆς ἐνδυναμούμενος ‹ οὐκ ἀσθενήσω. › Φέρεται Γραφὴ λέγουσα, ‹ οὐ μὴ σαλευθῶ· › καὶ διὰ ταύτης οὖν, δηλοῦται· Ἐπεὶ ἡ ἐλπὶς ἡ πρὸς Θεὸν ἕδραν μοι βεβαίαν καὶ ἀμετακίνητον παρέχει, ἐλπίζων ἐπὶ τῷ Κυρίῳ οὐ μὴ σαλευθῶ. Οὐκ ἂν ἠξίωσα παθεῖν τὰ προειρημένα ἐπίπονα, εἰ μὴ κατανενόηκειν, τὸν ἔλεόν σου συμμαχούμενόν μοι εἰς τὸ ἐνεγκεῖν αὐτά.
Verse 2. No one who sins wishes to be judged for what he has done, and especially by Him Who sees hidden things. But he who has walked in innocence, that is, has progressed, asks to obtain this; for he knows he will obtain a reward or inheritance. Or he calls innocence not having partaken of the baseness and malice of his own people and the folly of the aliens. ‹ And hoping in the Lord, I shall not be weak; › so far as I cling to hope towards God, being strengthened by it ‹ I shall not be weak. › There is transmitted a reading saying, ‹ I shall not be shaken; › and through this too it is signified: Since hope towards God affords me a firm and unshakeable seat, hoping in the Lord I shall not be shaken. I would not have asked to suffer the aforementioned toilsome things, had I not perceived Thy mercy fighting alongside me to bear them.
Στ. ϛʹ. Τὰς πρακτικὰς τῆς ψυχῆς δυνάμεις, χεῖρας τροπικῶς καλουμένας, ἐν ἀθώοις νίπτεταί τις, οὐδὲν φαῦλον ἀλλ' εἴ τι σπουδαῖον ἐνεργῶν ἐν αὐταῖς· τάχα δὲ καὶ ὁ μολύνας αὐτὰς, ἀνθ' ὕδατος χρώμενος τῇ ἀγαθοεργίᾳ.
Verse 6. One washes among the innocent the practical powers of the soul, figuratively called hands, working nothing base but whatever is earnest in them; perhaps also he who has defiled them, using well-doing instead of water.
Στ. ηʹ. Ὁ τὸν Κύριον ἐξ ὅλης ψυχῆς ἀγαπῶν, καὶ τὰ τοῦ Θεοῦ πάντα, ὧν ἣν καὶ ἡ εὐπρέπεια τοῦ οἴκου αὐτοῦ τυγχάνει, ἀγαπᾷ· εὐπρέπεια δὲ τοῦ οἴκου τοῦ Θεοῦ, ἡ τῶν δογμάτων ἀλήθεια, καὶ ἡ διαταγὴ τῶν κανόνων τῆς Ἐκκλησίας οἴκου νοουμένης. Πρὸς τού-
Verse 8. He who loves the Lord with his whole soul loves also all the things of God, of which the comeliness of His house also happens to be; and the comeliness of the house of God is the truth of the doctrines, and the ordering of the canons of the Church understood as a house. In addition to the-
PG 39:1304Read from the page
τοις δὲ καὶ τὸ σκήνωμα τῆς δόξης τοῦ οἴκου τοῦ Θεοῦ ἀγαπᾷν φησι. Καὶ τάχα μὲν ἡ σκηνὴ τοῦ μαρτυρίου, ἣν Μωϋσῆς κατεσκεύασεν ἐν τῇ ἐρήμῳ, τὸ σκήνωμα τῆς δόξης τοῦ Θεοῦ ἐστιν. Σύμβολον δὲ προκοπῆς τοῦτο· ὃν δὲ ᾠκοδόμησεν Σολομὼν μετὰ τὴν ὁδοιπορίαν εἰς τὴν Ἱερουσαλὴμ, οἶκός ἐστιν, οὗ τὴν εὐπρέπειαν ἀγαπᾷ, τελειότητος τύπον φέρων. Εὔχεται δὲ μὴ ὡσαύτως τοῖς ἀσεβέσι διατεθεῖναι, ἵνα μὴ συναπόληται αὐτοῖς ἡ ψυχὴ αὐτοῦ· εὐσεβῆ γάρ τις γνώμην ἔχων, οὐ πείσεται τοῦτο· παρακαλεῖ δὲ μηδὲ φονικὸς γενέσθαι, ὅπως ἡ ζωὴ αὐτοῦ ἀνδράσιν αἱμάτων μὴ συναπόληται.
-se he says he also loves the tabernacle of the glory of the house of God. And perhaps the tent of testimony, which Moses constructed in the wilderness, is the tabernacle of the glory of God. And this is a symbol of progress; whereas what Solomon built after the journey into Jerusalem is a house, whose comeliness he loves, bearing a type of perfection. And he prays not to be disposed in the same way as the impious, lest his soul perish together with them; for one having a pious mind will not suffer this; and he entreats not to become murderous either, so that his life may not perish together with men of blood.
Στ. ιαʹ. Εἰς τὸ ‹ Λύτρωσαί με καὶ ἐλέησόν με. › Εἰ καὶ τὰ κάλλιστα συνειδὼς αὑτῷ τὰ προειρημένα εἶπεν· εὐλαβούμενος μὴ οὐκ ἐν τούτῳ δεδικαίωται, λανθανόντων πολλάκις τῶν ἐν κρυπτῷ ἁμαρτημάτων, λυτρωθῆναι καὶ ἐλεηθῆναι ἀξιοῖ.
Verse 11. On ‹ Redeem me and have mercy on me. › Even though conscious of the fairest things in himself he spoke the aforementioned words; yet fearing lest he has not been justified in this, since sins in secret often escape notice, he asks to be redeemed and shown mercy.
Θεοδωρήτου καὶ Διδύμου. Στ. αʹ. Ἔν τισιν ἐπιγέγραπται, ‹ Ψαλμὸς τοῦ Δαβὶδ πρὸ τοῦ χρισθῆναι. › Ταύτην ἐν τῷ Ἑξαπλῷ τὴν ἐπιγραφὴν οὐκ ἔστιν εὑρεῖν, ἀλλ' ἐν ἐνίοις ἀντιγράφοις. Ἐντεῦθεν δὲ ὅμως τινὲς ἔλαβον ἀφορμὴν τοῦ πάσας τὰς ἐπιγραφὰς ὡς οὐκ ἀληθεῖς ἐκβαλεῖν. Πῶς γὰρ, φησὶν, οἷόν τε ἦν μηδέπω χρισθέντα τὸν Δαυῒδ, μηδὲ τοῦ παναγίου Πνεύματος τὴν χάριν δεξάμενον, προφητικοὺς γράψαι ψαλμούς; ἄλλως τε καὶ νέος ἦν τηνικαῦτα, πρόβατα ποιμαίνων, οὐ βασιλείαν ἰθύνων, οὐδὲ ὑπό τινων διωκόμενος δυσμενῶν. Ἔδει δὲ αὐτοὺς συνιδεῖν ὡς δὶς λέγει χρισθῆναι τὸν Δαυῒδ ἡ τῶν Βασιλέων ἱστορία, μᾶλλον δὲ τρίς· πρῶτον μὲν ἐν τῇ Βηθλεὲμ ὑπὸ Σαμουὴλ τοῦ προφήτου· δεύτερον δὲ ἐν Χεβρὼν ὑπὸ τῆς τοῦ Ἰούδα φυλῆς μετὰ τὴν ἀναίρεσιν τοῦ Σαούλ· τὸ δὲ τρίτον, ὑπὸ πασῶν φυλῶν μετὰ τὴν τελευτὴν τοῦ Μεμφιβοσέθ. Τὸν τοίνυν ψαλμὸν τοῦτον εἴρηκεν πρὶν τὴν δευτέραν δέξασθαι χειροτονίαν, καὶ προφανῶς ἐγχειρισθῆναι τὴν τῶν πραγμάτων οἰκονομίαν. Ἔτι τοίνυν διωκόμενος ὑπὸ τοῦ Σαοὺλ, τούτοις ἐχρήσατο τοῖς λόγοις, ἡνίκα πρὸς Ἀχιμέλεχ εἰσῆλθεν τὸν ἱερέα, καὶ ἐν τῇ τοῦ Θεοῦ σκηνῇ προσευξάμενος, καὶ τὴν ἀπὸ τῶν ἁγίων ἄρτων εὐλογίαν λαβὼν, διέφυγεν τοῦ πολεμοῦντος τὰς χεῖρας. Τοῦτο δὲ καὶ ἐν αὐτῷ τῷ ψαλμῷ λέγει· ‹ Ὅτι ἔκρυψέν με ἐν τῇ σκηνῇ αὐτοῦ, ἐν ἡμέρᾳ κακῶν μου. › Τότε δὲ καὶ Δωὴκ ὁ Ἰδουμαῖος τὰς βασιλικὰς ἡμιόνους νέμων ἐκεῖ, τοῦ Δαυῒδ τὴν φυγὴν τῷ Σαοὺλ κατεμήνυσεν. Διόπερ καὶ ἐν τῷ ψαλμῷ λέγει· ‹ Ὅτι ἐπανέστησάν μοι μάρτυρες ἄδικοι. › Σωτὴρ ἡμῶν ὁ Θεός ἐστιν, ῥυόμενος ἡμᾶς ἐξ ἁμαρτιῶν καὶ τοῦ θανάτου· φωτισμὸς δὲ, λύων τὴν ἀχλὺν τῆς κακίας καὶ τῆς ἀγνοίας, καὶ ἐναυγάζων τῷ φωτὶ τῆς γνώ-
Of Theodoret and Didymus. Verse 1. In some [copies] it is inscribed: ‹ A Psalm of David before he was anointed. › This inscription is not to be found in the Hexapla, but in some copies. Hence, however, some took an occasion to cast out all the inscriptions as not true. For how, he says, was it possible for David, not yet anointed, nor having received the grace of the all-holy Spirit, to write prophetic psalms? Especially since he was young at that time, shepherding sheep, not directing a kingdom, nor pursued by any enemies. Yet they ought to have perceived that the history of the Kings says David was anointed twice, or rather thrice: first in Bethlehem by Samuel the prophet; second in Hebron by the tribe of Judah after the slaying of Saul; and third, by all the tribes after the death of Mephibosheth. He spoke this psalm, therefore, before receiving the second ordination and being manifestly entrusted with the administration of affairs. Still, then, being pursued by Saul, he used these words when he entered to Ahimelech the priest, and having prayed in the tabernacle of God and received the blessing from the holy loaves, he escaped the hands of him who warred [against him]. And this he also says in the psalm itself: ‹ For He hid me in His tabernacle, in the day of my evils. › At that time also Doeg the Idumaean, tending the royal mules there, informed Saul of David's flight. Wherefore in the psalm also he says: ‹ For unjust witnesses have risen up against me. › God is our Saviour, delivering us from sins and death; and illumination, dissolving the mist of malice and ignorance, and shining with the light of know-
Στ. γʹ. Ῥηθείη ταῦτα καὶ περὶ αἰσθητῶν ἐχθρῶν, καὶ περὶ φάλαγγος ἀοράτων πολεμίων· ‹ Ἐὰν γὰρ, φησὶν, ἐπαναστῇ ἐπ' ἐμὲ πόλεμος, › ἐν ταύτῃ τῇ μὴ φοβουμένῃ αὐτοὺς καρδίᾳ μου ἐλπίζω, ὑπέρμαχον Θεὸν ἔχειν θαῤῥήσας.
Verse 3. These things may be said both concerning sensible enemies and concerning a phalanx of invisible foes: ‹ For if, › he says, ‹ war should rise up against me, › in this my heart that fears them not I hope, having taken courage to have God as champion.
PG 39:1305Read from the page
Στ. δʹ. Αἰτεῖ τὴν Ἐκκλησίαν οἰκεῖν διὰ τοῦ φρονεῖν τὰ ἐκκλησιαστικὰ πάσας τὰς ἡμέρας τῆς πεφωτισμένης αὐτοῦ ζωῆς. Ἐπὶ γῆς δὲ, φησὶ, τυγχάνων, εἰ καὶ πολλῶν δεῖ μοι τῶν ἀγαθῶν, μίαν αἴτησιν τέως αὐτῷ. Ἀθρόως γὰρ ἐν πᾶσιν οὐχ οἷόν τε γενέσθαι τοῖς ἀγαθοῖς, μή ποτε δὲ λείπει τὸ μεγάλην ἢ ἐξαίρετον.
Verse 4. He asks to dwell in the Church by thinking ecclesiastical things all the days of his illuminated life. Being upon the earth, he says, even if I have need of many good things, one petition for the present [I ask] of Him. For it is not possible to come to be in all good things all at once, and perhaps ‹ great › or ‹ choice › is missing.
Στ. εʹ. Καὶ ἄλλως δὲ πολλάκις εἴρηται, τὴν μὲν σκηνὴν δηλοῦν προκοπὴν, τὸν οἶκον δὲ τελειότητα. Οὐδεὶς οὖν, ἐνεστηκυίας αὐτῷ τῆς τῶν κακῶν ἡμέρας, ἐν οἴκῳ εἶναι δύναται τοῦ Θεοῦ, ἀλλ' ἐν τῇ σκιᾷ κρύπτεται, τῷ τὴν προκοπὴν σκεπάζειν τὸν κακίας ἀπαλλαττόμενον· τὰ μέν ἐστι προφανῆ, τὰ δὲ μυστικά. Οὐκ ἐν τοῖς ἐπιπολαίοις οὖν ὁ Θεὸς τὸν προκόπτοντα σκέπει. Αὐτοῦ δὲ εἶπε σκηνὴν, ἐπὶ μὴ πᾶσα εἰς Θεὸν προκοπή· διεδέξατο δὲ τὴν προκοπὴν ἡ πέτρα τῆς τελειότητος. Κατάλληλον δὲ τῇ μὲν προκοπῇ τὸ ‹ ἔκρυψε, › τῇ δὲ τελειότητι τὸ ‹ ὕψωσεν. › Λέγοις δ' ἂν σκηνὴν καὶ τὴν διὰ νόμου καὶ προφητῶν ἀγωγὴν, ἧς ἐν τῷ κρύπτειν τὸν παιδευόμενον ὁ Θεὸς ὑψῶν αὐτὸν ἐν τῇ πέτρᾳ Χριστῷ.
Verse 5. And otherwise also it has often been said that the tabernacle signifies progress, and the house perfection. No one, then, when the day of evils is upon him, can be in the house of God, but is hidden in the shadow, in that progress shelters him who is being delivered from malice; some things are manifest, and others mystical. Not in superficial things, therefore, does God shelter the one making progress. And he called it His tabernacle, since not every progress is unto God; and the rock of perfection succeeded to progress. Fitting to progress is ‹ He hid, › and to perfection ‹ He exalted. › You might also call tabernacle the training through the law and the prophets, in which, while hiding the one being educated, God exalts him upon the rock Christ.
Στ. ϛʹ. Ἐπιστάμενος ὁ ταῦτα λέγων εὐχαῖς δικαίων ἐπακούοντα τὸν Θεὸν, ἀπὸ τῆς αὐτῆς διαθέσεως τοῖς δικαίοις κεκραχὼς, εἰσακουσθήσεσθαι ἀξιοῖ. Οὐδεὶς γὰρ ἄξιος εἰσακουσθῆναι παρὰ Θεοῦ μὴ ἐλεούμενος. Ταῦτα δὲ, φησὶν, οὐκ ἐξ ἐπιπολῆς εἶπον χειλέων, ἀλλ' ἐξ αὐτῆς τῆς καρδίας· τοιαύτης γὰρ εἰσακούει φωνῆς ὁ Θεός.
Verse 6. He who says these things, knowing that God hearkens to the prayers of the righteous, having cried out from the same disposition as the righteous, asks to be heard. For no one is worthy to be heard by God without being shown mercy. And these things, he says, I spoke not from the surface of the lips, but from the heart itself; for to such a voice God hearkens.
Στ. ιαʹ. ‹ Νομοθέτησόν με, › ἵνα τοιοῦτον νόμον παρὰ σοῦ λαβὼν, ὁδεύσω τὸν εἰπόντα, ‹ Ἐγώ εἰμι ἡ ὁδός· › καὶ, ‹ Ὁδήγησόν με τῇ εὐθείᾳ › καὶ ἀκαμπεῖ ὁ⟨δ⟩ῷ σου, ‹ ἕνεκα τῶν ἐπικειμένων ἐχθρῶν, › σκάνδαλα ἐχόμενα τρίβου τιθέντων μοι· ἔτι μὴν, τῆς ἀρετῆς μεσότητος οὔσης ὑπερβολῆς καὶ ἐλλείψεως, τοῦ τηρεῖν τὸ σύμμετρον, σὺ, Δέσποτα, ‹ ὁδήγησον, › φέρων με εἰς τὸ τέλος αὐτῆς, ‹ ἕνεκα τῶν ἐχθρῶν μου, › τῶν ἐνεργούντων τὴν κακίαν· καθ' ὑπερβολὴν ἐνεργοῦντες, παρὰ θύραν ἱστάμενοι τῆς ἀρετῆς, δι' ἀπάτης λαμβάνουσιν τοὺς μὴ ἐφιστάνοντας τῇ διαφορᾷ μεσότητος καὶ ὑπερβολῆς. Εἰ δὲ καὶ εὐθεῖαν ὁδὸν τὴν τῶν ἀληθῶν δογμάτων πορείαν λέγοις, ἴσθι ὅτι μὴ ὁδηγοῦντος Θεοῦ, οἱ τὰ παρακείμενα ψευδῆ δόγματα τῆς ἀληθείας ἄγοντες, ἄρχοντες τούτου τοῦ αἰῶνος, ἐχθροί εἰσιν· ὧν ἕνεκα, ὅπως μὴ ἐκπέσωμεν εἰς τὴν ἀπάτην αὐτῶν, παρακαλοῦμεν ὁδηγηθῆναι ὑπὸ Κυρίου τὴν εὐθεῖαν ὁδόν.
Verse 11. ‹ Give me a law, › so that receiving such a law from Thee, I may walk in Him Who said: ‹ I am the way; › and, ‹ Guide me in Thy straight › and unbending path, ‹ because of the enemies lying in wait, › who set stumbling-blocks next to the track for me; moreover, since virtue is a mean between excess and deficiency, in order to keep due proportion, do Thou, O Master, ‹ guide › me, bringing me to its end, ‹ because of my enemies, › those who work malice; working by excess, standing beside the door of virtue, through deceit they capture those who do not attend to the difference between a mean and excess. And if you also call the straight way the course of true doctrines, know that without God guiding, those who lead into the false doctrines lying beside the truth, the rulers of this age, are enemies; because of whom, lest we fall away into their deceit, we entreat to be guided by the Lord in the straight way.
Στ. ιβʹ. Ἐπεὶ εἱλόμην ὁδεύειν τὴν εὐθεῖαν ὁδὸν, πάντες οἱ πονηροὶ θλίβειν με προτέθεινται. Σὺ δὲ, Κύριε, κηδόμενός μου, μὴ παραδῷς με εἰς ψυχὰς αὐτῶν· ἤτοι εὐχόμενος μὴ παραδοθῆναι αὐτοῖς, ἢ μὴ συναριθμηθῆναι ταῖς ψυχαῖς αἷς εἶχον οἱ θλίβοντες, αὐτὸ τοῦτο μάρτυρες ἄδικοι εἶναι ἑλόμενοι. Ἀλλ' ἡ ἀδικία ᾗ ἑαυτοὺς προσῳκείωσαν, ἀσύστατος καὶ ἀβέβαιος οὖσα, ἐψεύσατο ἑαυτῇ· οὐχ οἷα γὰρ εἶναι ἐπαγγέλλεται, τοιαύτη εὑρέθη. Ἡ γὰρ ‹ ἐψεύσατο ›
Verse 12. Since I chose to walk the straight way, all the wicked have purposed to afflict me. But do Thou, O Lord, caring for me, not deliver me over to their souls; either praying not to be delivered over to them, or not to be numbered with the souls which those who afflict [me] had, having chosen this very thing, to be unjust witnesses. Yet the injustice to which they appropriated themselves, being unstable and insecure, lied to itself; for not such as it professes to be was it found to be. For the word ‹ lied ›